ΕΚ ΤΩΝ
ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ
ΛΑΟΔΙΚΕΙᾼ ΤΟΠΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ
ΠΕΡΙΕΧΟΜΕΝΟΥ
(360 μ.Χ.)
Κανὼν 6: Περὶ τοῦ μὴ
συγχωρεῖν τοῖς αἱρετικοῖς εἰσιέναι εἰς τὸν οἶκον τοῦ Θεοῦ, ἐπιμένοντας τῇ
αἱρέσει[1].
Κανὼν 7: Περὶ τοῦ τοὺς
ἐκ τῶν αἱρέσεων, τοὐτέστι Ναυατιανῶν, ἤτοι Φωτεινιανῶν, ἢ Τεσσαρεσκαιδεκατιτῶν,
ἐπιστρεφομένους, εἴτε κατηχομένους, εἴτε πιστοὺς τοὺς παρ’ ἐκείνοις, μὴ
προσδέχεσθαι, πρὶν ἀναθεματίσωσι πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ ἐν ᾗ κατείχοντο· καὶ
τότε λοιπὸν τοὺς λεγομένους παρ’ αὐτοῖς πιστούς, ἐκμανθάνοντας τὰ τῆς πίστεως
σύμβολα, χρισθέντας τε τῷ ἁγίῳ χρίσματι, οὕτω κοινωνεῖν τῶν μυστηρίων τῶν ἁγίων[2].
Κανὼν 8: Περὶ τοῦ τοὺς
ἀπὸ τῆς αἱρέσεως τῶν λεγομένων Φρυγῶν ἐπιστρέφοντας, εἰ καὶ ἐν κλήρῳ νομιζομένῳ
παρ’ αὐτοῖς τυγχάνοιεν, εἰ καὶ μέγιστοι λέγοιντο, τοὺς τοιούτους μετὰ πάσης
ἐπιμελείας κατηχεῖσθαί τε καὶ βαπτίζεσθαι ὑπὸ τῶν τῆς Ἐκκλησίας ἐπισκόπων τε
καὶ πρεσβυτέρων.
Κανὼν 9: Περὶ τοῦ μὴ
συγχωρεῖν εἰς τὰ κοιμητήρια ἢ εἰς τὰ λεγόμενα μαρτύρια πάντων τῶν αἱρετικῶν
ἀπιέναι τοὺς τῆς Ἐκκλησίας εὐχῆς ἢ θεραπείας ἕνεκα, ἀλλὰ τοὺς τοιούτους, ἐὰν
ὦσι πιστοί, ἀκοινωνήτους γίνεσθαι μέχρι τινός, μετανοοῦντας δὲ καὶ
ἐξομολογουμένους ἐσφάλθαι, παραδέχεσθαι[3].
Κανὼν 31: Ὅτι οὐ δεῖ
πρὸς πάντας αἱρετικοὺς ἐπιγαμίας ποιεῖν ἢ διδόναι υἱοὺς ἢ θυγατέρας, ἀλλὰ
μᾶλλον λαμβάνειν, εἴ γε ἐπαγγέλλοιντο χριστιανοὶ γίνεσθαι[4].
Κανὼν 32: Ὅτι οὐ δεῖ
αἰρετικῶν εὐλογίας λαμβάνειν, αἵτινές εἰσιν ἀλογίαι μᾶλλον ἢ εὐλογίαι[5].
Κανὼν 33: Ὅτι οὐ δεῖ
αἰρετικοῖς ἢ σχισματικοῖς συνεύχεσθαι[6].
Κανὼν 35: Ὅτι οὐ δεῖ
χριστιανοὺς ἐγκαταλείπειν τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἀπιέναι καὶ ἀγγέλους
ὀνομάζειν καὶ συνάξεις ποιεῖν, ἅπερ ἀπηγόρευται. Εἴ τις οὖν εὑρεθῇ ταύτῃ
κεκρυμμένῃ εἰδωλολατρείᾳ σχολάζων, ἔστω ἀνάθεμα, ὅτι ἐγκατέλιπε τὸν Κύριον
ἡμῶν Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ εἰδωλολατρείᾳ προσῆλθεν.
Κανὼν 48: Ὅτι δεῖ τοὺς
φωτιζομένους, μετὰ τὸ βάπτισμα χρίεσθαι χρίσματι ἐπουρανίῳ, καὶ μετόχους εἶναι
τῆς βασιλείας τοῦ Χριστοῦ.
Κανὼν 59: Ὅτι οὐ δεῖ ἰδιωτικοὺς
ψαλμοὺς λέγεσθαι ἐν τῇ ἐκκλησίᾳ, οὐδὲ ἀκανόνιστα βιβλία, ἀλλὰ μόνα τὰ κανονικὰ
τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης[7].
Κανὼν 60: Ὅσα δεῖ
βιβλία ἀναγινώσκεσθαι τῆς Παλαιᾶς Διαθήκης: α΄ Γένεσις κόσμου, β΄ Ἔξοδος ἐξ
Αἰγύπτου, γ΄ Λευϊτικόν, δ΄ Ἀριθμοί, ε΄ Δευτερονόμιον, στ΄ Ἰησοῦς τοῦ Ναυῆ, ζ΄
Κριταί, Ρούθ, η΄ Ἐσθήρ, θ΄ Βασιλειῶν πρώτη καὶ δευτέρα, ι΄ Βασιλειῶν τρίτη καὶ
τετάρτη, ια΄ Παραλειπομένων πρῶτον καὶ δεύτερον, ιβ΄ Ἔσδρας πρῶτον καὶ
δεύτερον, ιγ΄ Βίβλος Ψαλμῶν ρν΄, ιδ΄ Παροιμίαι Σολομῶντος, ιε΄ Ἐκκλησιαστής,
ιστ΄ ᾏσμα ᾀσμάτων, ιζ΄ Ἰώβ, ιη΄ Δωδεκαπρόφητον, ιθ΄ Ἡσαΐας, κ΄ Ἱερεμίας καὶ
Βαρούχ, Θρῆνοι καὶ Ἐπιστολαί, κα΄ Ἰεζεκιήλ, κβ΄ Δανιήλ. Τὰ δὲ τῆς Καινῆς
Διαθήκης ταῦτα: Εὐαγγέλια τέσσαρα, κατὰ Ματθαῖον, κατὰ Μᾶρκον, κατὰ Λουκᾶν,
κατὰ Ἰωάννην, Πράξεις Ἀποστόλων, Ἐπιστολαὶ καθολικαὶ ἑπτά, Ἰακώβου μία, Πέτρου
δύο, Ἰωάννου τρεῖς, Ἰούδα μία, Ἐπιστολαὶ Παύλου δεκατέσσαρες, πρὸς Ρωμαίους
μία, πρὸς Κορινθίους δύο, πρὸς Γαλάτας μία, πρὸς Ἐφεσίους μία, πρὸς
Φιλιππησίους μία, πρὸς Κολοσσαεῖς μία, πρὸς Θεσσαλονικεῖς δύο, πρὸς Ἑβραίους
μία, πρὸς Τιμόθεον δύο, πρὸς Τίτον μία καὶ πρὸς Φιλήμονα μία[8].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 256-259.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου