γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τρίτη 27 Οκτωβρίου 2015

Αθανασίου του Μεγάλου, Δογματικά Ζητήματα († 373 μ.Χ.)


ΑΘΑΝΑΣΙΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΖΗΤΗΜΑΤΑ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ
 (+ 373 μ.Χ.)

α) Ἐκ τῆς λθ΄ ἑορταστικῆς ἐπιστολῆς, περὶ τῶν κανονικῶν βιβλίων τῆς Ἁγίας Γραφῆς:

...Ἔστι τοίνυν τῆς μὲν Παλαιᾶς Διαθήκης βιβλία τῷ ἀριθμῷ τὰ πάντα εἴκοσι δύο· τοσαῦτα γάρ, ὡς ἤκουσα, καὶ τὰ στοιχεῖα τὰ παρ’ Ἑβραίοις εἶναι παραδέδοται, τῇ δὲ τάξει καὶ τὸ ὀνόματί ἐστιν ἕκαστον οὕτω· πρώτη Γένεσις, εἶτα Ἔξοδος, εἶτα Λευϊτικόν, καὶ μετὰ τοῦτο Ἀριθμοί, καὶ λοιπὸν τὸ Δευτερονόμιον· ἑξῆς δὲ τούτοις ἐστίν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Κριταί καὶ μετὰ τοῦτο ἡ Ῥούθ· καὶ αὖθις ἑξῆς Βασιλειῶν βιβλία τέσσαρα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς ἓν βιβλίον ἀριθμεῖται, τὸ δὲ τρίτον καὶ τέταρτον ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα Παραλει­πομένων πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἓν βιβλίον πάλιν ἀριθμούμενα· εἶτα Ἔσδρα πρῶτον καὶ δεύτερον, ὁμοίως εἰς ἕν· μετὰ δὲ ταῦτα βίβλος Ψαλμῶν, καὶ ἑξῆς Παροιμίαι, εἶτα Ἐκκλησιαστής, καὶ ᾏσμα ᾀσμάτων· πρὸς τούτοις ἔστι καὶ Ἰώβ, καὶ λοιπὸν Προφῆται, οἱ μὲν δώδεκα εἰς ἓν βιβλίον ἀριθμούμενοι, εἶτα Ἡσαΐας, Ἱερεμίας καὶ σὺν αὐτῷ Βαρούχ, Θρῆνοι, καὶ ἐπιστολή, καὶ μετ’ αὐτοὺς Ἰεζεκιὴλ καὶ Δανιήλ. Ἄχρι τούτων τὰ τῆς Παλαιᾶς Διαθήκης ἵστανται. Τὰ δὲ τῆς Καινῆς πάλιν οὐκ ὀκνητέον εἰπεῖν∙ ἔστι δὲ ταῦτα∙ Εὐαγγέλια τέσσαρα, κατὰ Ματθαῖον, κατὰ Μᾶρκον, κατὰ Λουκᾶν καὶ κατὰ Ἰωάννην· εἶτα μετὰ ταῦτα Πράξεις Ἀποστόλων, καὶ ἐπιστολαὶ καθολικαὶ καλούμεναι τῶν Ἀποστόλων ἑπτά, οὕτως· Ἰακώβου μὲν μία, Πέτρου δὲ δύο, εἶτα Ἰωάννου τρεῖς, καὶ μετὰ ταύτας Ἰούδα μία· πρὸς τούτοις Παύλου Ἀποστόλου εἰσὶν ἐπιστολαὶ δέκα τέσσαρες, τῇ τάξει γραφόμεναι οὕτω· πρώτη πρὸς Ῥωμαίους, εἶτα πρὸς Κορινθίους δύο, καὶ μετὰ ταύτα πρὸς Γαλάτας, καὶ ἑξῆς πρὸς Ἐφεσίους, εἶτα πρὸς Φιλιππησίους, καὶ πρὸς Κολοσσαεῖς, καὶ πρὸς Θεσσαλονικεῖς δύο, καὶ ἡ πρὸς Ἑβραίους· καὶ ἑξῆς πρὸς μὲν Τιμόθεον δύο, πρὸς δὲ Τίτον μία, καὶ τελευταία ἡ πρὸς Φιλήμονα μία· καὶ πάλιν Ἰωάννου Ἀποκάλυψις. Ταῦτα πηγαὶ τοῦ σωτηρίου, ὥστε τὸν διψῶντα ἐμφορεῖσθαι τῶν ἐν τούτοις λογίων· ἐν τούτοις μόνοις τὸ τῆς εὐσεβείας διδασκαλεῖον εὐαγγελίζεται· μηδεὶς τούτοις ἐπιβαλλέτω, μηδὲ τούτων ἀφαιρείσθω τι. Περὶ δὲ τούτων ὁ Κύριος Σαδδουκαίους ἐδυσώπει, λέγων· «πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς»[1], μηδὲ τὰς δυνάμεις αὐτῶν· τοῖς δὲ Ἰουδαίοις παρῄνει· «ἐρευνᾶτε τὰς Γραφάς, ὅτι αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ»[2]. Ἀλλ’ ἕνεκά γε πλείονος ἀκριβείας προστίθημι καὶ τοῦτο γράφων ἀναγκαίως, ὡς ὅτι ἔστι καὶ ἕτερα βιβλία τούτων ἐξωθεν, οὐ κανονιζόμενα μέν, τετυπωμένα δὲ παρὰ τῶν Πατέρων ἀναγινώσκεσθαι τοῖς ἄρτι προσερχομένοις καὶ βουλομένοις κατηχεῖσθαι τὸν τῆς εὐσεβείας λόγον· Σοφία Σολομῶντος, καὶ Σοφία Σειράχ, καὶ Ἐσθήρ, καὶ Ἰουδήθ, καὶ Τωβίας, καὶ Διδαχὴ καλουμένη τῶν Ἀποστόλων καὶ ὁ Ποιμήν. Καὶ ὅμως, ἀγαπητοί, κἀκείνων κανονιζομένων καὶ τούτων ἀναγινωσκομένων, οὐδαμοῦ τῶν ἀποκρύφων μνήμη· ἀλλ’ αἱρετικῶν ἐστιν ἐπίνοια, γραφόντων μὲν ὅτε θέλουσιν αὐτά, χαριζομένων δὲ καὶ προστιθέντων αὐτοῖς χρόνους, ἵνα, ὡς παλαιὰ προσφέροντες, πρόφασιν ἔχωσιν ἀπατᾶν ἐκ τούτων τοὺς ἀκεραίους[3].


β) Ἐκ τῆς ἐπιστολῆς πρὸς Ῥουφινιανὸν ἐπίσκοπον, περὶ τῶν αἱρετικοῖς κοινωνησάντων.

Παυσαμένης τῆς γενομένης βίας, γέγονε σύνοδος, παρόντων ἀπὸ τῶν ἔξω μερῶν ἐπισκόπων· γέγονε δὲ καὶ παρὰ τοῖς τὴν Ἑλλάδα κατοικοῦσι συλλειτουργοῖς· οὐδὲν δὲ ἦττον καὶ τοῖς ἐν Ἰσπανίᾳ καὶ Γαλλίᾳ· καὶ ἤρεσεν ὅπερ ὧδε καὶ πανταχοῦ, ὥστε τοῖς μὲν καταπεπτωκόσι καὶ προϊστα­μένοις τῆς ἀσεβείας συγγινώσκειν μὲν μετανοοῦσι, μὴ διδόναι δὲ αὐτοῖς τόπον κλήρου· τοῖς δὲ μὴ αὐθεντοῦσι μὲν τῆς ἀσεβείας, παρασυρεῖσι δὲ δι’ ἀνάγκην καὶ βίαν, ἔδοξε δίδοσθαι μὲν συγγνώμην, ἔχειν δὲ καὶ τὸν τόπον τοῦ κλήρου, μάλιστα ὅτι ἀπολογίαν πιθανὴν ἐπορίσαντο, καὶ ἔδοξε τοῦτό πως οἰκονομικῶς γεγενῆσθαι· διεβεβαιώσαντο γὰρ μὴ μεταβεβλῆσθαι εἰς ἀσέβειαν. Ἵνα δὲ μὴ κατασταθέντες τινὲς ἀσεβέστατοι διαφθείρωσι τὰς ἐκκλησίας, εἵλοντο μᾶλλον συνδραμεῖν τῆ βίᾳ καὶ βαστάσαι τὸ βάρος, ἢ λαοὺς ἀπολέσθαι. Τοῦτο δὲ λέγοντες ἔδοξαν καὶ ἡμῖν πιθανῶς λέγειν, διὰ τὸ καὶ προφασίζεσθαι αὐτοὺς τὸν Ἀαρών, τὸν Μωϋσέως ἀδελ­φόν, ἐν τῇ ἐρήμῳ συνδραμεῖν μὲν τῇ τοῦ λαοῦ παραβάσει, ἀπολογίαν δὲ ἐσχη­κέναι, ἵνα μὴ ὁ λαὸς ὑποστρέψας εἰς Αἴγυπτον, ἐπιμείνῃ τῇ εἰδωλολατρείᾳ. Καὶ γὰρ ἦν φαινόμενον εὔλογον, ὅτι μένοντες μὲν ἐν τῇ ἐρήμῳ δύνανται παύσασθαι τῆς ἀσεβείας, εἰσελθόντες δὲ εἰς Αἴγυπτον, ἐπετρίβοντο καὶ ηὔξανον ἐν αὐτοῖς τὴν ἀσέβειαν. Τούτου τοίνυν ἕνεκα συγγνωστὸν τὸ πρὸς τὸν κλῆρον γέγονε, τοῖς δὲ ἀπατηθεῖσι καὶ βίαν παθοῦσι συγγώμη δίδοται ... Οἱ μὲν οὖν μετανοοῦντες φανερῶς ἀναθεματιζέτωσαν, ὀνομάζοντες Εὐδοξίου καὶ Εὐζωΐου τὴν κακοδοξίαν· αὐτοὶ γὰρ λοιπόν, βλασφημοῦντες αὐτὸν κτίσμα, ἀπε­γρά­ψαντο τῆς Ἀρειανῆς αἱρέσεως προστάται· ὁμολογείτωσαν δὲ τὴν ἐν Νικαίᾳ παρὰ τῶν Πατέρων ὁμολογηθεῖσαν πίστιν, καὶ μηδεμίαν ἄλλην Σύνοδον προκρίνειν ταύτης τῆς Συνόδου.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 273-274.





[1] Ματθ. 22,29.
[2] Ἰω. 5,39.
[3] Πρβλ. καὶ καν: Ἀποστ. 85, Λαοδ. 59, 60, Καρθ. 24, Γρηγ. Θεολ. Περὶ τῶν κανονικῶν βιβλίων (Πηδάλιον, σ. 397-8) καὶ Ἀμφιλοχίου Περὶ τῶν κανονικῶν βιβλίων (Πηδάλιον, σ. 398-9). 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου