ΣΩΦΡΟΝΙΟΥ
ΙΕΡΟΣΟΛΥΜΩΝ
ΠΡΟΣ
ΣΕΡΓΙΟΝ ΚΩΝ/ΠΟΛΕΩΣ ΣΥΝΟΔΙΚΗ ΕΠΙΣΤΟΛΗ
634 μ.Χ.
(ΜΕΡΟΣ Α')
Δεσπότῃ
πάντων ἁγιωτάτῳ καὶ
μακαριωτάτῳ ἀδελφῷ καὶ συλλειτουργῷ Σεργίω, ἀρχιεπισκόπῳ
καὶ πατριάρχῃ Κωνσταντινουπόλεως,
Σωφρόνιος, ἀχρεῖος δοῦλος τῆς
ἁγίας Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν πόλεως.
Βαβαί, βαβαί, παμμακάριστοι,
πῶς μοι φίλον νῦν τὸ
ἡσύχιον, καὶ πολὺ
τοῦ πρὶν προσφιλέστερον, ἀφ’ οὗπερ
ἐξ ἡσυχίας ἀπράγμονος εἰς
πραγμάτων τύρβην ἐλήλυθα, καὶ χερσαίοις τισὶ
καταντλοῦμαι τοῖς κύμασι! Βαβαί,
βαβαί, θεοτίμητοι, πῶς μοι νῦν ἡδὺ
τὸ ἐλάχιστσν, καὶ τοῦ
πρὶν οὐ μετρίως ἡδύτερον, ἀφ’
οὗπερ ἐκ κοπρίας καὶ γῆς
καὶ ἀφάτου καὶ πολλῆς
ταπεινότητος εἰς θῶκον ἱεραρχικὸν ἀνελήλυθα.
Καὶ πολὺν ὁρῶ σννεζευγμένον τὸν κλύδωνα, καὶ
τῷ κλύδωνι παρομαρτοῦντα τὸν
κίνδυνον. Οὐχ οὕτω γὰρ ἥδιστα καθορᾶται τὰ
ἥδιστα πρὸ τῆς
τῶν ἀηδῶν πείρας καὶ γνώσεως, ὡς
ὅταν μετὰ πεῖραν
καὶ ἔφοδον τῶν λυπηρῶν
καταφαίνηται· οὕτως ὑγεία τοῖς μεθ’ ὑγείαν
νοσοῦσι τριπόθητος· οὕτω γαλήνη τῆς
μετὰ γαλήνην χειμαζομένοις ἐπίχαρτος· οὕτω
πλοῦτος τοῖς μετὰ
πλοῦτον πενομένοις ἐράσμιος. Καὶ
πάντα τις οὕτως ἂν ἴδοι τυγχάνοντα αὐτὰ
μὲν ὄντα καὶ μένοντα φυσικῇ
καὶ οὐσιώδει ποιότητι, ὁποῖά
περ καὶ πρὸ τῆς τῶν ἐναντίων πείρας ἐφαίνετο· κομψότερα δὲ
μετὰ τὴν τούτων γνῶσιν γιγνόμενα καὶ
τοῖς αὐτὰ δεδεγμένοις πολὺ τιμιότερα, οὐ
μὴν ἀλλὰ καὶ τερπνότερα καὶ πολὺ
ποθεινότερα. Καὶ τοῦτο ἡμῖν Ἰὼβ ὁ ἀοίδιμος συμψηφιεῖται λαμπρότατα, διὰ
πείρας ἑκατέρων γενόμενος, καὶ τὰς
ψήφους ὀρθὰς ὁριζόμενος, καὶ δίκαιος ἂν
εἴη κριτὴς τῶν
λεγομένων ἡμῖν προερχόμενος, καὶ κρίσιν ὁρίζων
ἀπροσκλινῆ καὶ
ἀδέκαστον. Τί οὖν ἐκεῖνος
ὁ ἀθλητής φησιν ὁ ἀδάμαστος,
τῶν ἡδονῶν παθὼν τὴν
μετάβλησιν καὶ τῶν λυπούντων ἐλθὼν
εἰς ἐπίκλησιν; «Τίς ἄν με θείη κατὰ
μῆνα τῶν ἔμπροσθεν ἡμερῶν,
ὧν με ὁ Θεὸς
ἐφύλαξεν, ὡς ὅτε
ηὔγει ὁ λύχνος αὐτοῦ
ὑπὲρ κεφαλῆς μου; ὅτε
τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε
ἤμην ἐπιβρίθων ὁδούς, ὅτε
ὁ Κύριος ἐπισκοπὴν
ἐποιεῖτο τοῦ οἴκου
μου· ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ
παῖδες· ὅτε ἐχέοντό
μου αἱ ὁδοὶ βουτύρῳ, τὰ
δὲ ὄρη μου ἐχέοντο γάλακτι· ὅτε
ἐξεπορευόμην ὄρθριος ἐν
πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ
δίφρος. Ἰδόντες με νεανίσκοι ἐκρύβησαν, πρεσβύται δὲ
ἐπανέστησαν, ἁδροὶ
δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες
ἐπὶ στόματι, οἱ δὲ
ἀκούσαντες ἐμακάρισάν με». Οὐκοῦν
εἰκότως κἀγώ, μακαριότατοι, σὺν
Ἰὼβ τῷ πεντάθλῳ βοήσομαι, τῶν
πάλαι μοι προσόντων καλῶν τῇ μνήμῃ βαλλόμενος. Γαληνὸς
ταῦτα βίος ἦν καὶ
ἡσύχιος, καὶ ταπεινότης οὐδένα
γινώσκουσα κλύδωνα. Τίς ἄν με θείη κατὰ μῆνα
τῶν ἔμπροσθεν ἡμερῶν,
ὧν με ὁ Θεὸς
ἐφύλαττεν ἄθλιπτον, ὡς
ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ
ὑπὲρ κεφαλῆς μου εἰρηναίαν
βιοῦντος ζωὴν καὶ
ἀκύμαντον, ὅτε τῷ
φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει, ὅτε
τῆς ἡσυχίας ἐτρύγων τὰς
βότρυας, ὅτε γαλήνης ἐβριθόμην γεννήμασιν, ὅτε
ἀταραξίας ἐτρύφων βλαστήμασιν, ὅτε
ἀμεριμνίας ἠγαλλίων τοῖς
ἄνθεσιν, ὅτε ἀφοβίας
ἐστεφανούμην τοῖς κάλυξιν, ὅτε
ἀπραγμοσύνης ἡστιώμην ταῖς
χάρισιν, ὅτε τῆς ἐπιγείου πενίας ἀπήλαυον, ὅτε
τῆς ἀκινδύνου κοπρίας ἤρουν τοὺς
αὔλακας, ὅτε τῆς
ἀκυμάντου πτωχείας τὴν θάλατταν ἔπλεον,
ὅτε τῆς χθαμαλῆς ἑστίας
ἐγαννύμην τοῖς κάλλεσιν, ὅτε
τῆς χαμαιτρόφου διαίτης μάννα τὸ
μελίρρυτον ἤσθιον, ἄλλος τις Ἰσραὴλ
καὶ αὐτὸς θεωρούμενος, καὶ τρυφὴν
τρυφῶν εἰρηνικὴν καὶ
οὐράνιον ἄνευ γογγυσμοῦ
καὶ γνώμης ἀγνώμονος;
Ἐπεὶ
οὖν ταῦτα καὶ τούτων πέρα,
σοφώτατοι, εἰς ἐμὲ τὸν τρισάθλιον ἀνάγκῃ
μεγάλῃ καὶ βίᾳ θεοφιλῶν κληρικῶν
καὶ εὐλαβῶν μοναχῶν καὶ
πιστῶν λαϊκῶν, τῶν
πάντων πολιτῶν τῆς ἁγίας Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν πόλεως, τῶν χειρί με βιασαμένων
καὶ τυραννίδι δρασάντων γεγένηται, οἷοις
οὐκ οἶδα οὐδὲ ἐπίσταμαι κρίμασιν, ἀξιῶ
τοὺς πανιέρους ὑμᾶς
καὶ προτρέπομαι, μὴ μόνον εὐχαῖς
καθαραῖς ταῖς πρὸς Κύριον ἐπικουρεῖν
ἐμοὶ βιωτικῶς θαλαττεύοντι, εἶτα
δὲ καὶ κινδυνεύοντι, καὶ στηρίζειν με
μικροψυχίας ὀκλάξοντα, ἀλλὰ
καὶ θεοπνεύστοις διδάγμασι ποδηγεῖν
πρὸς τὴν τῶν πρακτέων ἐγχείρησιν, τοῦτο
μὲν ὡς πατέρες καὶ φύσαντες, τοῦτο
δὲ ὡς ἀδελφοὶ καὶ
ὁμαίμονες. Δότε γοῦν ὑμεῖς
ἐμοὶ πατρικῶς τε καὶ
ἀδελφικῶς τὰ
αἰτήματα, δίκαιά γε τυγχάνοντα, κἀγὼ
ταῖς ὑμετέραις ποδηγίαις ἐφέψομαι, καὶ
συμπλοκὴν τὴν πρὸς ὑμᾶς ἐμπορεύσομαι, ἣν ἡ
πίστις συνδεῖ τοὺς ὁμόφρονας καὶ ἡ
ἐλπὶς συνενοῖ τοὺς
εὐθύφρονας καὶ ἡ
ἀγάπη συνδεσμοῖ τοὺς
θεόφρονας. Ὧν τὸ σχοινίον τὸ ἔντριτον,
κἂν τριῶν τουτωνὶ
τῶν θείων ἀρετῶν
συμπλεκόμενον, οὔτε λύσιν ἐπίσταται, οὔτε
ῥῆξιν ὑφίσταται, οὔτε χωρισμὸν
παραδέχεται· ἀλλ’ ἔστιν ἀληθῶς
ἀδιάρρηκτον, εἰς μίαν συνάγον εὐσέβειαν
τοὺς τὴν πλοκὴν αὐτοῦ
πλουτοῦντας τὴν ἔνθεον.
Ἐπεὶ δέ τις ἀποστολικὴ
καὶ ἀρχαία παράδοσις ἐν ταῖς
κατὰ πᾶσαν τὴν οἰκουμένην
ἁγίαις Ἐκκλησίαις κεκράτηκεν, ὅπως
οἱ πρὸς ἱεραρχίαν ἀγόμενοι τοῖς
πρὸς αὐτῶν τὰς ἱεραρχίας χειρίζουσι πάντα εἰλικρινῶς
ἀνατίθωνται, ὅπως φρονοῖεν
καὶ ὅπως πίστεως ἔχοιεν, ἣν
Παῦλος αὐτοῖς
ὁ σοφότατος ἄγαν ἀσφαλῶς
παραδέδωκεν, ἵνα μὴ εἰς κενὸν τὰ
δρομήματα τεύχοιεν· κενὸς γὰρ αὐτοῖς ἅπας ὁ δρόμος ἐγίγνετο, ἀδικουμένης
κατά τι τῆς πίστεως. Ἐκεῖνος
γὰρ ὁ θεσπέσιος, ὁ Θεοῦ
φωνῶν ἀκροασάμενος, καὶ οὐρανὸν
αὐτὸν ἐσχηκῶς παιδευτήριον, καὶ παραδείσου θεωρὸς
γενόμενος πρόωρος, καὶ ῥημάτων ἑτέροις ἀρρήτων
ἀνθρώποις πυθόμενος, ἐδεδοίει καὶ
ἔτρεμε, καὶ ὡς
αὐτός φησιν, ἐπεφόβητο, μήπως ἄλλοις
κηρύξας Χριστὸν τὸ σωτήριον κήρυγμα, αὐτὸς
ἀδόκιμος γένηται. Ὅθεν καὶ
ἐν Ἱεροσολύμοις ἀνήρχετο ὁ
Χριστοῦ μαθητὴς ἐπουράνιος
καὶ τοῖς πρὸ αὐτοῦ θείοις μαθηταῖς ὑπεκλίνετο,
καὶ τὸ εὐαγγελικὸν ὅπερ
ἐκήρυττε δίδαγμα, τοῖς τῶν
ἄλλων δοκοῦσι προὔχειν
ἐγνώριζε, καὶ κοινωνοὺς
αὐτοὺς ἐποιεῖτο τοῦ δόγματος, τὸ
ἀσφαλὲς ἑαυτῷ μνηστευόμενος, καὶ τοῖς
μετ’ αὐτὸν δεχομένοις αὐτοῦ
τὰ διδάγματα, καὶ τύπος ἅπασι
σωτηρίας γινόμενος ἄριστος τοῖς ἀκολουθεῖν
αὐτοῦ βουλομένοις τοῖς ἴχνεσι.
Τούτῳ τοιγαροῦν καὶ
ἡμεῖς τῷ ἔθει δουλεύοντες, καὶ νόμον ἡγούμενοι
κάλλιστον πᾶν τὸ τοῖς πάλαι πρεπόντως γινόμενον, ἀποστολικῷ
μάλιστα κρατυνθὲν ἐγχειρήματι, τὸ ὅπως
ἔχομεν περὶ πίστεως γράφομεν. Καὶ
τοῖς θεοσόφοις ὑμῖν
πρὸς δοκιμὴν ἀποστέλλομεν,
ἵνα μὴ ὅρια μετατιθέντες αἰώνια, ἅπερ
ἡμῶν οἱ Πατέρες ἔθεντο δόξωμεν, οὐ
διακρίνειν μόνον εἰδόσιν ἀπὸ
τῶν νόθων τὰ δοκίμια δόγματα, ἀλλὰ
καὶ προσαναπληροῦν τὰ
λείποντα διὰ τὴν καὶ ἐν Χριστῷ τελείαν ἀγάπησιν
δυναμένοις ἀκριβῶς καὶ ἰσχύουσιν. Ἐκεῖνα
γοῦν λέξων ἐλεύσομαι, ἅπερ
ἀπ’ ἀρχῆς ἐν Ἐκκλησίᾳ τῇ
ἁγίᾳ καὶ καθολικῇ τεχθεὶς
καὶ τραφεὶς ἐκμεμάθηκα,
κἀξ ἁπαλῶν φρονεῖν ὀνύχων
παρείληφα, καὶ κηρυττόντων ὑμῶν
τῶν θεοπνεύστων ἀκήκοα.
Πιστεύω τοίνυν,
μακάριοι, καθάπερ ἀρχῆθεν πεπίστευκα, εἰς ἕνα
Θεόν, πατέρα, παντοκράτορα, ἄναρχον παντελῶς
καὶ ἀΐδιον, πάντων ὁρατῶν
τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς
ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν
ἀϊδίως καὶ ἀπαθῶς
ἐξ αὐτοῦ γεννηθέντα τοῦ Θεοῦ
καὶ Πατρός· καὶ οὐκ
ἄλλην ἀρχὴν
ἢ τὸν Πατέρα γινώσκοντα, ἀλλ’ οὐδὲ
ἄλλοθέν ποθεν ἢ ἐκ
τοῦ Πατρὸς τὴν
ὑπόστασιν ἔχοντα· φῶς
ἐκ φωτὸς ὁμοούσιον,
Θεὸν ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ συναΐδιον.
Εἰς ἓν Πνεῦμα ἅγιον,
τὸ ἐκ Θεοῦ Πατρὸς
ἐκπορευόμενον, τὸ φῶς
καὶ Θεὸν καὶ αὐτῷ γνωριζόμενον, καὶ ὂν
ἀληθῶς Πατρὶ καὶ
Υἱῷ συναΐδιον, ὁμοούσιόν
τε καὶ ὁμόφυλον, καὶ τῆς
αὐτῆς οὐσίας καὶ φύσεως, καὶ
ὡσαύτως δὲ καὶ
θεότητος. Τριάδα ὁμοούσιον καὶ ὁμότιμον
καὶ ὁμόθρονον, συμφυᾶ καὶ
συγγενῆ καὶ ὁμόδοξον, εἰς μίαν συγκεφαλαιουμένην
θεότητα, καὶ εἰς μίαν συναγομένην κοινὴν κυριότητα, ἄνευ
προσωπικῆς ἀναχύσεως, καὶ ὑποστατικῆς
ἐκτὸς συναιρέσεως. Τριάδα γὰρ ἐν
μονάδι πιστεύομεν, καὶ μονάδα ἐν Τριάδι δοξάζομεν·
Τριάδα μὲν ταῖς τρισὶν ὑποστάσεσι,
μονάδα δὲ τῷ μοναδικῷ τῆς
θεότητος. Ἥ τε γὰρ ἁγία
Τριὰς ἀριθμητὴ ταῖς
προσωπικαῖς ἐστιν ὑποστάσεσιν, ἥ
τε παναγία μονὰς πάσης ἐκτός ἐστιν
ἀριθμήσεως. Καὶ ἡ
μὲν ἀδιαίρετον ἔχει διαίρεσιν καὶ
ἀσύγχυτον φέρει συνάφειαν· διαιρούμενη γὰρ
ταῖς ἀριθμηταῖς ὑποστάσεσι
καὶ ἀριθμουμένη ταῖς προσωπικαῖς
ἑτερότησι, τῷ ταυτῷ
τῆς οὐσίας καὶ τῆς
φύσεως ἥνωται καὶ τὸν
παντελῆ μερισμὸν οὐ
προσίεται. Ἥ τε μονὰς ἑνιαία
τέ ἐστι καὶ ἄζυγος,
καὶ πᾶσαν φεύγει τὴν κατ’ οὐσίαν
ἀρίθμησιν. Εἷς γὰρ
Θεὸς ἡμῖν ἀραρότως πιστεύεται, ὅτι καὶ
θεότης μία διαπρυσίως κηρύσσεται, κἂν ἐν
Τριάδι προσώπων γινώσκηται. Καὶ εἷς
Κύριος ἡμῖν ἀναγγέλλεται, ὅτι καὶ
κυριότης μία βεβαίως διέγνωσται, κἂν ἐν
τρισὶν ὑποστάσεσι δείκνυται· οὔτε καθὸ
εἷς Θεὸς ὁ Θεὸς καὶ μία θεότης ἐστὶ
διαιρούμενος, καὶ εἰς τρεῖς Θεοὺς
μεριζόμενος, ἢ εἰς τρεῖς θεότητας ἐκφερόμενος·
οὔτε καθὸ εἷς
Κύριος ὁ εἷς Κύριος διϊστάμενος καὶ εἰς
κυρίους τρεῖς εὐρυνόμενος ἢ κυριότητας τρεῖς
πλατυνόμενος. Ἀρειανῶν τὸ
δυσσέβημα εἰς ἀνίσους θεοὺς τὸν
ἕνα κατατέμνειν Θεόν, καὶ εἰς
ἀνομοίους θεότητας τὴν μίαν μερίζειν θεότητα,
καὶ εἰς ἑτερογενεῖς τρεῖς
κυριότητας τὴν μίαν διϊστᾶν κυριότητα. Οὔτε
καθὸ Τριὰς ὁ εἷς Θεός ἐστι καὶ
γνωρίζεται, καὶ ὑποστάσεις τρεῖς καταγγέλλεται, καὶ
εἰς τρία πρεσβεύεται πρόσωπα, καὶ
Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον λέγεται, συστελλόμενος ἢ συντιθέμενος ἢ
συγχεόμενος, καὶ εἰς μίαν ἑαυτὸν
συναλείφων ὑπόστασιν, καὶ εἰς
ἓν συγκρίνων οὐκ ἀριθμούμενον
πρόσωπον. Σαβελλιανῶν τὸ ἀνόμημα εἰς μίαν τὰς
τρεῖς ὑποστάσεις συγχέειν ὑπόστασιν, καὶ
εἰς ἓν τὰ τρία συμφύρειν πρόσωπα πρόσωπον. Ποῦ
γὰρ Τριάς, ὦ δυσσεβέστατοι, εἰ
πρὸς ἕν, καθ’ ὑμᾶς,
ἡ Τριὰς συναχθήσεται πρόσωπον, καὶ πρὸς
μίαν δραμεῖται συγκεχυμένην ὑπόστασιν; Ἢ
ποῦ μονάς, ὦ μανικώτατοι, εἰ
πρὸς οὐσίας τρεῖς ἡ
μονὰς ἐξαχθήσεται, καὶ πρὸς
φύσεις τρεῖς πλατυνθήσεται, καὶ εἰς
τρεῖς θεότητας πληθυνθήσεται;
Ἀσεβὲς
γὰρ παρ’ ὀρθοδόξοις ἑκάτερον,
καὶ πάντῃ τῆς
εὐσεβείας ἐξώκειλε τό τε μοναδικὸν
καθ’ ὑπόστασιν, τό τε τριαδικὸν ἐν
ταῖς φύσεσι. Τὸ μὲν
γὰρ πρὸς Ἰουδαϊσμὸν εὐθὺς
ἀποφέρεται καὶ ἑαυτῷ
συναποφέρει τὸν λέγοντα· τὸ δὲ
πρὸς Ἑλληνισμὸν ἐκκυλίεται
καὶ ἑαυτῷ συνεκκυλίει τὸν φάσκοντα. Καὶ
ἢ πάντως ἑλληνίζει ὁ
τοῦτο μανικῶς σὺν
Ἀρείῳ φθεγγόμενος, ἢ ἰουδαΐζει
ἐκεῖνο δυσσεβῶς σὺν
Σαβελλίῳ δεχόμενος. Καὶ διὰ
τοῦτο καλῶς τοῖς
θεολόγοις τεθέσπισται, μονάδα μὲν ἡμᾶς
φρονεῖν μιᾷ καὶ ἑνιαίᾳ θεότητι, καὶ τῷ
ταὐτῷ τῆς οὐσιώδους τε καὶ φυσικῆς
κυριότητος, Τριάδα δὲ ταῖς ἀσυγχύτοις τρισὶν ὑποστάσεσι,
καὶ τῷ διαφόρῳ τῆς
τρισαρίθμου προσωπικῆς ἑτερότητος· ἵνα μήτε τὸ
ἓν μείνῃ Σαβέλλιον πάντῃ
ἓν θεωρούμενον, καὶ πᾶσαν
ὑποστατικὴν πληθὺν
ἐκτρεπόμενον, μήτε τὰ τρία σεμνύῃ
τὸν Ἄρειον τρία διαμπὰξ προνοούμενα, καὶ
πᾶσαν μοναδικὴν φωνὴν
διωθούμενα θεότητος καὶ οὐσίας καὶ φύσεως. Ὥσπερ
οὖν φρονεῖν ἕνα
Θεὸν ἐδιδάχθημεν, οὕτω καὶ
μίαν θεότητα καθομολογεῖν παρειλήφαμεν· καὶ ὥσπερ
ὑποστάσεις τρεῖς πρεσβεύειν ἐμάθομεν,
οὕτω καὶ πρόσωπα τρία δοξολογεῖν
ἐπαιδεύθημεν, οὐκ ἄλλον
τὸν ἕνα Θεὸν παρὰ
τὰ τρία γινώσκοντες πρόσωπα, οὔτε τὰ
τρία τῆς Τριάδος ὁμοούσια πρόσωπα, ἅπερ
ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἕτερα παρὰ
τὸν ἕνα Θεὸν ἐπιστάμενοι.
Καὶ διὰ τοῦτο ἓν τὰ τρία, τὰ ἐν
οἷς ἡ θεότης, κηρύττομεν, καὶ τὰ
τρία ἕν, ὧν ἡ θεότης ἐστίν, ἐξαγγέλλομεν·
ἢ τό γε ἀκριβέστερον εἰπεῖν
καὶ σαφέστερον, ἃ ἡ
θεότης ἐστὶ καὶ γινώσκεται. Τὸ γὰρ
αὐτὸ καὶ ἕν ἐστι καὶ τρία πιστεύεται, καὶ
τρία δοξάζεται καὶ ἓν ἀληθῶς ἀναγγέλλεται.
Καὶ
οὔτε τὸ ἕν, ᾗ ἕν ἐστι, τρία λαμβάνεται· οὔτε τὰ
τρία, καθὸ τρία τυγχάνει, ἓν ἐξακούεται·
ὃ καὶ παράδοξον καὶ πάσης γέμον ὄντως
ἐκπλήξεως. Τὸ γὰρ
αὐτὸ καὶ ἀριθμητόν ἐστι καὶ
διαφεύγει τὴν ἐξαρίθμησιν· ἀριθμητὸν
μὲν ταῖς ἑαυτοῦ τρισσαῖς ὑποστάσεσι,
διαφεῦγον δὲ τῷ
ἑνικῷ τῆς θεότητος τὴν ἀρίθμησιν.
Τὸ γὰρ ἑνικὸν αὐτοῦ τῆς οὐσίας καὶ φύσεως ἀριθμεῖσθαι
παντελῶς οὐκ ἀνέχεται, ἵνα μὴ
καὶ διαφορὰν εἰσοίσῃ
θεότητος, καὶ λοιπὸν οὐσίας
καὶ φύσεως, καὶ πολυθεΐαν
τὴν μοναρχίαν ἐργάσοιτο· πᾶς
γὰρ ἀριθμὸς τὴν διαφορὰν κέκτηται σύνοικον,
καὶ πᾶσα διαφορὰ καὶ
διάκρισις τὸν ἀριθμὸν συνεπάγεται σύμφυτον.
Ἀριθμεῖται
γοῦν ἡ μακαρία Τριὰς οὐκ
οὐσίαις καὶ φύσεσι καὶ
διαφόροις θεότησιν ἢ τρισαῖς κυριότησιν, ἄπαγε,
ὡς Ἀρειανοὶ μαίνονται, καὶ
οἱ τῆς νέας τριθεΐας λυττῶσιν
ἡγούμενοι, οὐσίας τρεῖς,
καὶ φύσεις τρεῖς, καὶ
τρεῖς κυριότητας, καὶ τρεῖς
ὁμοίως κενολογοῦντες θεότητας· ἀλλ’
ὑποστάσεσι καὶ ἰδιότησι
νοεραῖς, τελείαις καθ’ ἑαυτὰς
ὑφεστώσαις, ἀριθμῷ
διαιρεταῖς, καὶ οὐ
διαιρεταῖς τῇ θεότητι. Διαιρεῖται γὰρ
ἀδιαιρέτως ἡ παναγία Τριάς, καὶ
διῃρημένως πάλιν συνάππεται. Τοῖς γὰρ
προσώποις τὴν διαίρεσιν ἔχουσα ἀδιαίρετος
μένει, καὶ ἄτμητος οὐσίᾳ
καὶ φύσει, ὡσαύτως δὲ
καὶ θεότητι. Καὶ διὰ
τοῦτο οὔτε τρεῖς θεοὺς
λέγομεν, οὔτε τρεῖς φύσεις ἐπὶ
τῆς Τριάδος δοξάζομεν, οὔτε τρεῖς
ἐπ’ αὐτῆς οὐσίας κηρύττομεν, οὔτε τρεῖς
ὁμολογοῦμεν θεότητας, οὐχ
ὁμοουσίους, οὐχ ἑτερουσίους,
οὐχ ὁμοφύλους, οὐχ ἑτεροφύλους,
οὐδ’ ὅσα μοναδικῶς ἐπ’
αὐτῆς προκηρύττεται, εἰς πλῆθος
ἐκφέρειν ἀφίεμεν, ἤ
τινα τὴν αὐτῆς διαιρεῖν συγχωροῦμεν
ἑνότητα. Οὔτε δὲ
τρεῖς τινας θεοὺς ἐπιστάμεθα,
ἢ τρεῖς τινας φύσεις, ἢ τρεῖς
τινας οὐσίας, ἢ τρεῖς
τινας θεότητας οἴδαμεν, οὐχ ὁμογενεῖς,
οὐχ ἑτερογενεῖς, οὐχ
ὁμοειδεῖς, οὐχ
ἑτεροειδεῖς· ἀλλ’
οὔτε δὲ ὅλως θεοὺς ἢ
φύσεις ἢ οὐσίας ἢ θεότητας ἔγνωμεν,
ἢ γινώσκοντας οἴδαμεν· ἀλλὰ
καὶ τὸν ἔχοντα ἢ φρονοῦντα
ἢ γινώσκοντα, τοῖς ἀναθέμασι
βάλλομεν. Ἡμεῖς γὰρ μίαν ἀρχὴν
τὴν μίαν ἴσμεν θεότητα, μίαν
βασιλείαν, μίαν ἐξουσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν, μίαν
βούλησιν, μίαν θέλησιν, μίαν δεσποτείαν, μίαν κίνησιν, εἴτε
τῶν μετ’ αὐτὴν
ὄντων ἁπάντων δημιουργικήν, εἴτε
προνοητικήν, εἴτε συστατικὴν καὶ
συντηρητικήν· μίαν κυριότητα, μίαν ἀϊδιότητα, καὶ
ὅσ’ ἄττα μοναδικὰ καὶ
ἀσύζυγα τῆς μιᾶς
οὐσίας καὶ φύσεως ἐν
τρισίν ἐστι προσωπικαῖς ὑποστάσεσιν·
οὔτε τὰς ὑποστάσεις συγχέοντες καὶ εἰς
μίαν αὐτὰς ὑπόστασιν ἄγοντες, οὔτε
τὴν οὐσίαν τὴν μίαν μερίζοντες καὶ
εἰς οὐσίας τρεῖς αὐτὴν
κατατέμνοντες, καὶ τὴν μίαν διὰ τοῦτο
διαιροῦντες θεότητα· ἀλλ’ ἔστιν
εἷς Θεός, μία θεότης ἐν τρισὶν
ὑποστάσεσι λάμπουσα, καὶ τρεῖς
ὑποστάσεις καὶ πρόσωπα ἐν
θεότητι μιᾷ γνωριζόμενα. Διὰ τοῦτο
τέλειος Θεὸς ὁ Πατήρ, τέλειος Θεὸς ὁ
Υἱός, τέλειος Θεὸς τὸ
Πνεῦμα τὸ ἅγιον, ἐπειδὴ
τὴν αὐτὴν καὶ μίαν ἕκαστον πρόσωπον ἀμέριστον
καὶ ἀνελλιπῆ καὶ
τελείαν ἔχει θεότητα. Καὶ ὡς
μὲν Θεὸς τὸ αὐτὸ καθέστηκεν ἕκαστον καθ’ ἑαυτὸ
θεωρούμενον, τοῦ νοῦ χωρίζοντος τὰ ἀχώριστα·
ὡς δὲ Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα τὸ ἅγιον, ἕτερον καὶ
ἕτερον, καὶ ἕτερον
οὐ λέγεται. Κἀντεῦθεν
ταῦτα τοῖς θεολήπτοις
κηρύττεται, Θεός, καὶ Θεός, καὶ Θεός, ἀλλ’
εἷς τὰ τρία Θεός· οὐ γὰρ
ἄλλος Θεὸς ὁ
Πατήρ, οὐδὲ ἄλλος Θεὸς ὁ
Υἱός, οὐδὲ
ἄλλος πάλιν Θεὸς τὸ
Πνεῦμα τὸ ἅγιον· ἐπεὶ
μηδ’ ἄλλη φύσις ὁ Πατήρ, μηδ’ ἄλλη
φύσις ὁ Υἱός, μηδ’ ἄλλη πάλιν φύσις τὸ
Πνεῦμα τὸ ἅγιον. Τοῦτο γὰρ
καὶ τοὺς πολλοὺς καὶ
διαφόρους θεοὺς ἐκτεχνάζεται, καὶ τὰς
πολλὰς καὶ διαφόρους ἐκτίκτει θεότητας. Ἀλλὰ
Θεὸς μὲν ὁ Πατήρ, Θεὸς ὁ
Υἱός, ὁμοίως δὲ Θεὸς
καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς μιᾶς
ἀμερίστως καὶ ἀνελλιπῶς
τὰ τρία πρόσωπα πληρούσης θεότητος, καὶ
ἐν ἑκάστῳ οὔσης ὁλοτελῶς καὶ
ὁλικῶς. Θεότης γὰρ μερισμὸν
οὐχ ὑφίσταται, καὶ ἐν
τοῖς τρισὶ προσώποις πληρωτικῶς
καὶ ἐντελῶς, οὐ μεριστῶς ἤγουν
ἐκ μέρους πληροῦσα, ἀλλ’
ἐν ἑκάστῳ πληρεστάτως ὑπάρχουσα, καὶ
μία γε μένουσα, καὶ εἰ ἐν προσώποις τρισὶ διαφαίνοιτο, καὶ
πρὸς θεοτήτων πληθυσμὸν οὐκ
ἐκτρέχουσα, καὶ εἰ
ἐν τρισίν ἐστιν ὑποστάσεσιν·
ἵνα μὴ σωματικήν τινα πάθῃ διαίρεσιν ἡ
ὄντως ἀπαθὴς
καὶ ἀσώματος, καὶ πάσχειν οὐκ
εἰδυῖα τὰ τῆς κτίσεως ἴδια. Ἔστιν
οὖν μετὰ τοῦ
εἶναι Θεὸς Πατὴρ
ὁ Πατήρ, καὶ οὔτε
Υἱός, οὔτε Πνεῦμα
ἅγιον, ἀλλ’ ὅπερ
ὁ Υἱὸς κατ’ οὐσίαν ἐστί,
καὶ κατὰ φύσιν τὸ Πνεῦμα
τυγχάνει τὸ ἅγιον· καὶ ἔστι
μετὰ τοῦ εἶναι Θεὸς ὁ
Υἱός, καὶ οὔτε
Πατήρ, οὔτε Πνεῦμα πανάγιον, ἀλλ’
ὅπερ ὁ Πατὴρ κατὰ φύσιν κηρύττεται, καὶ
ὃ κατ’ οὐσίαν τὸ
Πνεῦμα καθορᾶται τὸ
ἅγιον. Καὶ ἔστι
μετὰ τοῦ εἶναι Θεὸς Πνεῦμα
ἅγιον, τὸ Πνεῦμα
τὸ ἅγιον, καὶ οὔτε
Πατὴρ θεωρούμενον, οὔτε Υἱὸς
λαμβανόμενον, ἀλλ’ ὅπερ ὁ Πατὴρ κατ’ οὐσίαν πεπίστευται, καὶ
ὅπερ ὁ Υἱὸς κατὰ φύσιν ἀγγέλλεται.
Τὸ μὲν διὰ τὴν φύσιν καὶ τὴν
τῆς οὐσίας ταυτότητα καὶ τὸ
συγγενὲς τῆς ὑπάρξεως, τὸ δὲ
διὰ τὰς ἑτέρας τῶν τριῶν
ἰδιότητας καὶ τὸ
τῶν ἀσυγχύτως ἕκαστον χαρακτηριζόντων
πρόσωπον ἰδιωμάτων ἀνόμοιον. Ὥσπερ
γὰρ τό, Θεός, ἕκαστον ἀμετάπτωτον
κέκτηται, οὕτω καὶ τὴν
τοῦ προσώπου χαρακτηριστικὴν ἰδιότητα
ἀμετάβλητον καὶ ἀκίνητον
λέλογχε τὴν αὐτῷ καὶ μόνῳ προσοῦσαν καὶ
τῶν ἄλλων προσώπων αὐτὸ
διακρίνουσαν, καὶ τὴν ὁμοφυᾶ καὶ ὁμότιμον, ὁμοούσιόν τε καὶ
ὁμόθρονον Τριάδα τηροῦσαν ἀσύγχυτον.
Τριὰς οὖν ἡ Τριάς, οὐ τελεία μόνον τῇ
τῆς μιᾶς θεότητος τελειότητι, ἀλλὰ
καὶ ὑπερτελὴς καὶ
ὑπέρθεος, δόξῃ καὶ
ἀϊδιότητι καὶ βασιλείᾳ
μὴ μεριζομένη, μηδὲ ἀπαλλοτριουμένη.
Οὔτε οὖν κτιστόν τι ἢ δοῦλον
ἐν τῇ Τριάδι, οὔτε ἐπείσακτον,
ὡς πρότερον μὲν οὐχ
ὑπάρχον, ὕστερον δὲ
ἐπεισελθόν· οὔτε οὖν
ἐνέλειψε Πατρὶ Υἱός,
οὔτε Υἱῷ Πνεῦμα· ἀλλ’ ἄτρεπτος καὶ ἀναλλοίωτος
ἡ αὐτὴ Τριὰς ἀεί. Καὶ περὶ
μὲν τῆς ἁγίας καὶ ὁμοουσίου,
ἀϊδίου τε καὶ ἀρχικῆς
καὶ πάντων δημιουργοῦ καὶ
βασιλίδος Τριάδος τὸ ὅπως φρονῶ καὶ
δοξάζω καὶ σέβομαι, ὡς ἐν
βραχέσιν εἰπεῖν, δῆλον ὑμῖν καὶ σαφὲς διατέθεικα. Οὐ γάρ τι πλέον
συνεχώρει ταύτην φάναι τῶν συνοδικῶν συλλαβῶν
τὸ ἐπίτομον.
Ὅπως
δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς αὐτῆς πανσέπτου Τριάδος Θεοῦ Λόγου καὶ
Υἱοῦ φιλανθρώπου τε καὶ παραδόξου σαρκώσεως,
ταὐτὸν δὲ εἰπεῖν ὑπερτάτης κενώσεως, πρὸς τοὺς
ἐπιγείους ἡμᾶς
θεϊκῆς καὶ θεοποιοῦ καταβάσεως ἔχω
καὶ φρονῶ, καὶ
κηρύττειν ἐκ Πατέρων ἁγίων καὶ
τῶν καθ’ ὑμᾶς
θεοπνεύστων παρέλαβον, ὡς ἐπὶ τῆς ἀληθείας αὐτῆς
τῆς ἐφορώσης τὰ σύμπαντα, γράμμα τουτὶ
τὸ συνοδικὸν γράφων ἐκτίθημι,
καὶ πρὸς τὴν ὑμῶν ἐκπέμπω τῶν πανσόφων ἀκρόασιν.
Πιστεύω καὶ περὶ ταύτης, θειότατοι, ὡς ὁ
Θεὸς Λόγος, ὁ τοῦ
Πατρὸς μονογενὴς Υἱός,
ὁ πρὸ πάντων τῶν αἰώνων
καὶ χρόνων ἀπαθῶς
ὑπ’ αὐτοῦ γεννηθεὶς τοῦ
Θεοῦ καὶ Πατρός, οἶκτον λαβὼν
καὶ φιλάνθρωπον ἔλεον τοῦ
ἀνθρωπίνου ἡμῶν
ὀλισθήματος ἑκουσίῳ
θελήματι, καὶ Θεοῦ βουλήσει τοῦ φύσαντος, καὶ
συνευδοκίᾳ θείᾳ τοῦ Πνεύματος, κόλπων μὴ χωρισθεὶς
τοῦ γεννήσαντος, πρὸς τοὺς
ταπεινοὺς ἡμᾶς καταβέβηκεν. Ἔστι γὰρ
ὥσπερ τῆς αὐτῆς
βουλήσεως τῷ Πατρὶ καὶ
τῷ Πνεύματι, οὕτω καὶ
οὐσίας ἀπείρου καὶ
φύσεως, περιγραφῆς οὐδαμῶς ἀνεχόμενος, ἢ τῆς
καθ’ ἡμᾶς τοπικῆς μεταβάσεως· κατὰ
φύσιν δρᾶν εἰωθὼς θεϊκὴν τὴν
ἐνέργειαν καὶ μήτραν εἰσδὺς
ἀπειρόγαμον, παρθενίας ἀγλαϊζομένην ἁγνότητι,
Μαρίας τῆς ἁγίας καὶ φαιδρᾶς
καὶ θεόφρονος καὶ παντὸς
ἐλευθέρας μολύσματος, τοῦ τε κατὰ
σῶμα καὶ ψυχὴν
καὶ διάνοιαν, σαρκοῦται ὁ
ἄσαρκος, καὶ μορφοῦται
τὸ ἡμῶν ὁ κατ’ οὐσίαν τὴν
θείαν ὅσον εἰς σχῆμα
καὶ εἶδος ἀμόρφωτος, καὶ σωματοῦται
καθ’ ἡμᾶς ὁ ἀσώματος, καὶ ἄνθρωπος
κατὰ ἀλήθειαν γίνεται ὁ ἀεὶ
Θεὸς γνωριζόμενος, καὶ μητρικῆς
κοιλίας ἐγγάστριος ὁ τοῦ
ἀϊδίου Πατρὸς ἐγκόλπιος
δείκνυται, καὶ ὁ ἄχρονος ἀρχὴν
χρονικὴν καταδέχεται. Οὐ φαντασίᾳ
ταῦτα γινόμενος ἅπαντα, καθὰ
Μανιχαίοις καὶ Οὐαλεντίνοις δοκεῖ τοῖς
παράφροσιν, ἀλλ’ ἀληθείᾳ καὶ
πράγματι ὅλον ἑαυτὸν κενώσας πατρικῷ καὶ
οἰκείῳ θελήματι, καὶ ὅλον
προσλαβὼν τὸ ἡμέτερον φύραμα, σάρκα φημὶ τὴν
ἡμῖν ὁμοούσιον καὶ ψυχὴν
λογικὴν τὴν ψυχαῖς ταῖς
ἡμετέραις ὁμόφυλον καὶ
νοῦν τῷ νῷ τῷ ἡμῶν παραπλήσιον. Ταῦτα γὰρ
ἄνθρωπός ἐστι καὶ
γινώσκεται· καὶ ἄνθρωπος κατὰ ἀλήθειαν
γέγονεν ἐξ αὐτῆς ἄκρας τῆς ἐν
Παρθένῳ τῇ παναγίᾳ συλλήψεως. Ἄνθρωπος
γὰρ χρηματίζειν ἐβούλετο, ἵνα
τῷ ὁμοίῳ ἀνακαθάρῃ τὸ
ὅμοιον, καὶ τῷ
συγγενεῖ τὸ συγγενὲς ἀνασώσηται,
καὶ τῷ συμφυεῖ τὸ
συμφυὲς ἐκλαμπρύνῃ. Διὰ
τοῦτο Παρθένος ἁγία λαμβάνεται, καὶ
σῶμα καὶ ψυχὴν
ἁγιάζεται, καὶ οὕτως
ὑπουργεῖ τῇ
σαρκώσει τοῦ κτίσαντος ὡς καθαρὰ
καὶ ἁγνὴ καὶ ἀμόλυντος.
Σαρκοῦται
γοῦν ὁ Λόγος καὶ Θεὸς
τὸ ἡμέτερον, οὐ προπλασθείσῃ
σαρκὶ συναπτόμενος, ἢ προμορφωθέντι καὶ
κατ’ αὐτὸ προϋποστάντι ποτὲ προσπλεκόμενος
σώματι, ἢ προϋποστάσῃ ψυχῇ
συντιθέμενος, ἀλλὰ τότε τούτοις παραγενομένοις πρὸς
ὕπαρξιν, ὅτε αὐτοῖς
ὁ Λόγος αὐτὸς
καὶ Θεὸς συνετίθετο φυσικῶς, σύγχρονον ἔχοντα
τῇ ὑπάρξει τὴν ἕνωσιν,
καὶ οὐ πρὸ τῆς πρὸς τὸν Λόγον ἀληθεστάτης συμβάσεως
καθ’ ἑαυτὰ γενόμενα πώποτε, ἤ τινος ἀνθρώπου
τῶν καθ’ ἡμᾶς
ἑτέρου τὸ παράπαν ὑπάρξαντα,
ἀλλὰ σύνδρομον ἔχοντα τῇ
φυσικῇ τοῦ Λόγου συμβάσει τὴν ὕπαρξιν,
καὶ οὐκ ἐκείνης οὐδὲ
ὡς ἐν ὀφθαλμοῦ ῥιπῇ
ταύτην προτερεύουσαν ἔχοντα, ὡς Παῦλος
ὁ Σαμοσατεὺς βομβεῖ
καὶ Νεστόριος. Ἅμα γὰρ
σάρξ, ἅμα Θεοῦ Λόγου σάρξ· ἅμα
σὰρξ ἔμψυχος λογική, ἅμα Θεοῦ
Λόγου σὰρξ ἔμψυχος λογική· ἐν αὐτῷ
γὰρ καὶ οὐ καθ’ ἑαυτὴν
ἔσχε τὴν ὕπαρξιν.
Ἅμα γὰρ τῇ συλλήψει τοῦ Λόγου ταῦτα
παρήχθῃ πρὸς σύστασιν, καὶ ἡνώθη
αὐτῷ καθ’ ὑπόστασιν ἅμα
τῷ πρὸς σύστασιν ἄγεσθαι τὴν
ὄντως ἀληθῆ
καὶ ἀμέριστον, τὴν μήτε διαίρεσιν
πάσχουσαν, μήτε τροπὴν εἰσδεχομένην καὶ σύγχυσιν· ὑπ’
αὐτοῦ παραγόμενα, καὶ ἐν
αὐτῷ συνιστάμενα, καὶ αὐτῷ
συντιθέμενα, καὶ χρόνον οὐδένα τὸ
σύνολον τῆς οἰκείας συστάσεως προτερεύοντα, φέροντα τῆς
πρὸς αὐτὸν ἀσυγχύτου τε καὶ ἀτμήτου
συνθέσεως. Ἐκ τῶν οὖν ἀχράντων παρθενικῶν αἱμάτων
τῆς παναγίας καὶ ἀχράντου
παρθένου Μαρίας ὁ Λόγος σαρκωθεὶς κατὰ
ἀλήθειαν ἄνθρωπος, κἂν
τῇ παρθενικῇ γάστρι κυοφορούμενος,
καὶ τὸν χρόνον πεπληρωκὼς τῆς
ἐννόμου κυήσεως, ἐν πᾶσι
τοῖς φυσικοῖς καὶ
ἁμαρτίαν οὐ φέρουσι τοῖς
ἀνθρώποις ἡμῖν
ὁμοιούμενος, καὶ τὴν
ἡμετέραν οὐκ ἀπαξιῶν
ἐμπαθεστάτην εὐτέλειαν, τίκτεται Θεὸς
ἀνθρωπίνῳ τῷ
σώματι, ὡσαύτως δὲ καὶ
τῷ σχήματι, ψυχὴν λογικὴν
καὶ ἀσώματον ἔχοντι, ὅπερ
αὐτὸς ἐν ἑαυτῷ καὶ οὐχ ἕτερος λογικῷ ἐνεψύχωσε
πνεύματι. Καὶ παρθένον τηρεῖ τὴν
γεννήσασαν, καὶ Θεοτόκον αὐτὴν
κυρίως καὶ ἀληθῶς ἀναδείκνυσι, κἂν Νεστόριος ὁ
παράφορος ῥήσσηται, καὶ τούτου τὸ
θεομάχον στρατόπεδον δακρύῃ καὶ
θρηνῇ καὶ ὀδύρηται, καὶ σὺν
ἐκείνῳ πάλιν σπαράττηται. Θεὸς γὰρ
ἦν ὁ ἐκ Παρθένου τῆς ἁγίας
Θεοτόκου Μαρίας τικτόμενος, καὶ δευτέραν δι’ ἡμᾶς
καὶ χρονικὴν προσδεχόμενος
γέννησιν μετὰ τὴν πρώτην αὐτοῦ
καὶ ἀΐδιον, τὴν ἐκ
Πατρὸς φυσικὴν καὶ
ἀνέκφραστον γέννησιν, κἂν σεσαρκωμένος ἐτίκτετο
διὰ τὴν πρὸς ἡμᾶς τοὺς σαρκικοὺς ὁμοιότητα·
ὅλος Θεὸς ἀνυμνούμενος,
ὅλος ὁ αὐτὸς προσφερόμενος ἄνθρωπος· τέλειος Θεὸς
ὁ αὐτὸς γινωσκόμενος καὶ τέλειος ἄνθρωπος
ὁ αὐτὸς γνωριζόμενος· ἐκ δύο γὰρ
φύσεων ἔσχε τὴν ἕνωσιν,
θεότητος καὶ ἀνθρωπότητος, καὶ ἐν
δύο τελείαις ἐγνωρίζετο φύσεσι, θεότητί τε καὶ
ἀνθρωπότητι. Οὔτε γὰρ
τῇ ἑνώσει τροπή τις ἢ φυρμὸς
ἐμεσίτευσεν, οὔτε τῇ
διαφορᾷ καὶ δυάδι τῶν μορφῶν,
ἤτοι τῶν οὐσιῶν,
μετὰ τὴν ἕνωσιν διαίρεσίς τις ἢ τομὴ
εἰσεκρίνετο· κἂν τοῦτο
μὲν λυπῇ τὸν
μεμηνότα Νεστόριον, ἐκεῖνο δὲ τήκῃ Εὐτυχῆ τὸν κακόφρονα. Τὰ γὰρ
καθ’ ὑπόστασιν ἀλλήλοις ἑνούμενα
οὔτε τροπὴν συνεισδέχεται, οὔτε
γνωρίζει διαίρεσιν, οὔτε συγχύσεως οἶδε τὰ
ἴδια, οὔτε τομῆς
λαμβάνει τὰ σύμβολα· ὅπερ, ὡς
ἔοικεν, Εὐτυχὴς
ἀγνοῶν καὶ Νεστόριος, καὶ τῆς
καθ’ ὑπόστασιν ἑνώσεως μὴ
μαθόντες τὴν δύναμιν, καθ’ ἣν ὁ
Λόγος σεσάρκωται καὶ ἡ σὰρξ ἔμψυχος καὶ ἔννους
ἀμεταβλήτως τεθέωται, ὁ μὲν
εἰς τὸ τῆς ἀναχύσεως ἀκοντίζεται πέλαγος, ὁ
δὲ εἰς τὸ τῆς διαιρέσεως καταφέρεται βάραθρον. Καὶ
διὰ τοῦτο ὁ μὲν φεύγει καθομολογεῖν τὴν
δυάδα τῶν φύσεων, ὁ δὲ
μίαν καθομολογεῖν τὴν τοῦ Θεοῦ Λόγου φύσιν σεσαρκωμένην συστέλλεται, ἢ
καὶ μίαν αὐτοῦ
σύνθετον λέγειν ὑπόστασιν δέδοικε· φόβον οἱ δραπέται φοβούμενοι,
οὗ φόβος οὐδεὶς
πολιτεύεται.
Ἡμεῖς
δὲ ῥωμαλέῳ φρονήματι τὴν
ἑκατέρου τούτων δούλην παρελάσαντες ἄνοιαν,
καὶ ἐπὶ τὴν πέτραν τῆς εὐσεβείας
ἑστῶτες ἀδείμαντοι, καὶ τὴν
καθ’ ὑπόστασιν τοῦ Λόγου πρὸς
σάρκα τὴν ἐξ ἡμῶν τὴν ἔννουν καὶ ἔμψυχον
κηρύττομεν σύμβασιν, καὶ ἕνα Χριστὸν καὶ
Υἱὸν τὸν σαρκωθέντα Λόγον πρεσβεύομεν, καὶ
μίαν αὐτοῦ τὴν ὑπόστασιν λέγομεν σύνθετον, καὶ
ἐν δυσὶν αὐτὸν
ἀγορεύομεν φύσεσι, καὶ δύο τοῦ
αὐτοῦ Θεοῦ Λόγου γεννήσεις πιστεύομεν· μίαν μὲν
τὴν ἐκ Θεοῦ Πατρός, ἣν
καὶ ἄχρονον καὶ ἀΐδιον
οἴδαμεν, καὶ δευτέραν τὴν
ἐκ τῆς Θεοτόκου μητρός, ἣν καὶ
πρόσφατον καὶ χρονικὴν ἐπιστάμεθα·
καὶ μίαν τοῦ Θεοῦ
Λόγου φύσιν ἐπ’ αὐτοῦ σεσαρκωμένην δοξάζομεν, ἀλλ’ οὐχ
ὡς Ἀπολλινάριος καὶ Εὐτυχὴς
καὶ Διόσκορος λέγουσιν, ἀλλ’ ὡς
ὁ σοφὸς ἡμῖν παραδέδωκε Κύριλλος. Καὶ τὰ
τῶν φύσεων σῴζεσθαι φάσκομεν ἴδια,
καὶ τὴν τῶν ἡνωμένων διαφορὰν ἐπαγγέλλομεν,
τὴν ὡς φυσικῇ μὲν
λεγομένην καὶ οὖσαν ποιότητι, ἐν οὐσιώδει
δὲ νοουμένην καὶ οὖσαν
ποσότητι, καὶ οὔτε τὴν Νεστοριανὴν τομὴν
δεδιττόμεθα, οὔτε τὴν Εὐτυχιανὴν τροπὴν
εὐλαβούμεθα. Ἐπεὶ
μήτε ὡς ὁ ματαιόφρων Νεστόριος σχετικὴν τὴν
ἕνωσιν λέγομεν, ἢ ἰσοτιμίᾳ
καὶ ταυτοβουλίᾳ καὶ
θελημάτων ῥοπῇ καὶ ταυτότητι παραληροῦμεν τὴν
σύμβασιν· μήτε ὡς Εὐτυχὴς ὁ θεήλατος κατὰ σύγχυσίν τινα καὶ
ἀλλοίωσιν Θεοῦ Λόγου καὶ
σαρκὸς ἐψυχωμένης νοερῶς, ἤτοι
τῶν φύσεων καὶ οὐσιῶν
καὶ μορφῶν φληναφοῦμεν
τὴν σύνθεσιν τῶν ἐξ
ὧν ἐπὶ Χριστοῦ ἡ
θαυμασία γεγένηται σύμβασις. Ὅθεν τὴν
βασιλικὴν ὁδὸν καὶ μέσην ὁδεύοντες, καὶ
ἀποστυγοῦμεν τὴν
σύγχυσιν, καὶ τὴν τομὴν μυσαττόμεθα· μόνην δὲ
κατὰ ψυχὴν ἀσπαζόμεθα τὴν ἀσύγχυτον
ὁμοῦ καὶ ἀμέριστον θεότητός τε καὶ ἀνθρωπότητος
ἕνωσιν, ἣν μόνην γνωρίζειν ἐπίσταται
ἡ φυσικὴ καθ’ ὑπόστασιν
σύνοδος. Ταύτῃ γὰρ ἀλλήλαις ἑνούμεναι θεότης τε καὶ
ἀνθρωπότης ἐσχήκασιν, ἵνα
μήτε τροπὴν ὑπομένοιεν, μήτε διαίρεσιν πάθοιεν. Ὁ
γὰρ τῆς ἑνώσεως λόγος, τῆς φυσικῆς,
φημί, καὶ καθ’ ὑπόστασιν, (οὔτε
γὰρ ἑτέραν ἕνωσιν ἐπὶ
Χριστοῦ παρὰ ταύτην ἐπίσταμαι), οὐκ
ἀγνοεῖ μὲν τὴν διαφοράν, ἐξίστησι δὲ
διαμπὰξ τὴν διαίρεσιν, καὶ τηρεῖ
συνδραμόντα πρὸς ἕνωσιν ἄτρεπτα, καὶ
τῶν ἡνωμένων μερισμὸν οὐκ
εἰσδέχεται. Καὶ διὰ
τοῦτο ἐκ θεότητος καὶ ἀνθρωπότητος,
καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν
ὀνομάζοντες, καὶ Θεὸν
τὸν αὐτὸν καὶ ἄνθρωπον, καὶ διφυᾶ
καὶ διπλοῦν κατὰ
τὰς φύσεις κηρύττομεν· ὁμοίως δὲ
καὶ ἐν θεότητι τέλειον. Διὸ καὶ
ἐν δυσὶν αὐτὸν
δογματίζομεν φύσεσι, καὶ ὁμοούσιον ὡς Θεὸν
τῷ Πατρὶ τὸν
αὐτὸν ἀναγράφομεν, καὶ ὁμοούσιον
τῇ μητρὶ καὶ
ἡμῖν τὸν αὐτὸν ὡς ἄνθρωπον φάσκομεν, ὁρατὸν
τὸν αὐτὸν καὶ ἀόρατον, κτιστὸν τὸν
αὐτὸν ὡσαύτως καὶ ἄκτιστον,
σῶμα τὸν αὐτὸν καὶ ἀσώματον, ἁπτὸν
τὸν αὐτὸν καὶ ἀνέπαφον, περιγραπτὸν τὸν
αὐτὸν καὶ ἀπερίγραπτσν, ἐπίγειον τὸν
αὐτὸν καὶ οὐράνιον, σάρκα τὸν αὐτὸν
ἐψυχωμένην λογικὴν καὶ
θεότητα, πρόσφατον τὸν αὐτὸν καὶ ἀΐδιον, ταπεινὸν τὸν
αὐτὸν καὶ ὑπέρτατον, καὶ ὅσα
διττῆς ἀμερίστως εὑρίσκεται φύσεως· κἂν
τὸ μὲν ὑπῆρχεν ἀεί, ὡς
φύσιν ἔχων ἀΐδιον, τὸ δὲ
δι’ ἡμᾶς ἐν χρόνοις ἐσχάτοις ἀτρέπτως
ἐγένετο, ὡς φύσιν προσλαβὼν
τὴν ἀνθρώπειον. Εἰ γὰρ
ἡ ἕνωσις ἄτρεπτος ἦν
καὶ ἀμέριστος, ὥσπερ καὶ
ἄτρεπτός ἐστι καὶ
ἀμέριστος μένει, καὶ τὰ
δύο ἀναλλοιώτως διάφορα σημαινόμενα, καὶ
ἀμερίστως ἑτερότητι συλλάμποντα,
φύσεις ταῦτα καὶ οὐσίαι
καὶ μορφαὶ καθεστήκασιν, ἐξ
ὧν ἡ ἀπόρρητος γέγονεν ἕνωσις, καὶ
ἐν αἷς εἷς καὶ ὁ αὐτὸς Χριστὸς κατοπτεύεται· μένει
καὶ τὸ ἓν ἕν, τὸ ἐξ αὐτῶν γεγονὸς ἀποτέλεσμα,
μηκέτι δίχα διαιρούμενον, καὶ τὰ
ἐξ ὧν ἄνευ τομῆς καὶ
τροπῆς ἐνδεικνύμενον. Ὑπόστασις τοῦτο
τυγχάνει καὶ πρόσωπον σύνθετον, ἐξ ἀσυγχύτου
συστὰν ἀνακράσεως, καὶ μερισμὸν
οὐκ εἰδυῖα συμβάσεως, καὶ τὸ
εἶναι ἓν καὶ μένει ἓν λαχὸν
ἀδιαίρετον· καὶ οὔτε
δύο, καθὸ ἓν ὑπάρχει γινόμενον, οὔτε συγχέον καὶ
πρὸς μίαν ἄγον ἑνότητα
καὶ φυσικὴν καὶ
οὐσιώδη ταυτότητα τὰ ἐξ
ὧν φυσικῶς συνενήνεκται. Ἀλλ’
ἔστιν ἓν καὶ
δύο τὸ αὐτὸ γνωριζόμενον· ἓν μὲν
κατὰ τὴν ὑπόστασίν τε καὶ πρόσωπον, δύο δὲ
κατὰ τὰς φύσεις αὐτὰς
καὶ τὰς φυσικὰς αὐτῶν
ἰδιότητας, ἐξ ὧν
καὶ τὸ εἶναι ἓν διεκλήρωσε, καὶ τὸ
μένειν τῇ φύσει διπλοῦν διεφύλαξεν. Ὅθεν
ὁ αὐτὸς μένων εἷς Χριστὸς
καὶ Υἱὸς καὶ μονογενής, ἀδιάτμητος ἐν
ἑκατέραις ὁρᾶται
ταῖς φύσεσι, καὶ τὰς
ἑκατέρας φυσικῶς οὐσίας
εἰργάζετο κατὰ τὴν
ἑκατέρᾳ προσοῦσαν
οὐσιώδη ποιότητα ἢ καὶ
φυσικὴν ἰδιότητα. Ὅπερ, εἰ
τὴν φύσιν ἔσχε μοναδικήν τε καὶ
ἀσύζυγον, καθὰ καὶ
τὴν ὑπόστασίν τε καὶ τὸ
πρόσωπον, οὐκ ἂν διεπράξατο· καὶ οὐκ
ἂν ὁ εἷς καὶ ὁ αὐτὸς τὰ τῆς ἑκατέρας ἐντελῶς
κατειργάζετο φύσεως. Πότε γὰρ θεότης ἀμέτοχος
σώματος, ἔργα φυσικῶς κατειργάσατο
σώματος; ἢ πότε σῶμα χηρεῦον
θεότητος, πράξεις ἐνήργησεν οὐσιωδῶς
γνωριζομένας θεότητος; Ὁ δὲ Ἐμμανουὴλ εἷς
ὢν καὶ ἐν ταὐτῷ τὰ ἑκάτερα, τουτέστι Θεός τε καὶ ἄνθρωπος,
τὰ ἑκατέρας ἔδρα κατὰ
ἀλήθειαν φύσεως, κατ’ ἄλλο καὶ
ἄλλο ἐνεργῶν τὰ πραττόμενα. Καθὸ μὲν
Θεὸς ὁ αὐτὸς τὰ θεῖα, καθὸ δὲ
ἄνθρωπος ὁ αὐτὸς
τὰ ἀνθρώπινα, ἑαυτὸν
τοῖς πᾶσι δεῖξαι βουλόμενος, ὡς
Θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος. Καὶ διὰ
τοῦτο ὁ αὐτὸς τά τε θεῖα ποιεῖ
καὶ ἀνθρώπινα, ὁμοίως καὶ
λέγει καὶ φθέγγεται. Καὶ οὐκ
ἄλλος μὲν τὰ
θαύματα πέπραχεν, ἄλλος δὲ τὰ
ἀνθρώπινα τέτευχε καὶ παθήματα πέπονθεν, ὡς
Νεστόριος βούλεται. Ἀλλ’ εἷς μὲν
καὶ ὁ αὐτὸς Χριστὸς καὶ
Υἱὸς ὁ τὰ θεῖα δεδρακὼς καὶ
ἀνθρώπινα, κατ’ ἄλλο δὲ
καὶ ἀλλο, ὡς ὁ
θεῖος ἐπρέσβευσε Κύριλλος. Ἐπειδὴ
καὶ ἐν ἀμφοτέροις ἔσχε τὴν
ἐξουσίαν ἀσύγχυτον, οὐ
μὴν ἀλλὰ καὶ ἀμέριστον. Καθὸ μὲν
γὰρ Θεὸς ὁ αὐτὸς ὑπῆρχεν ἀΐδιος, ἔδρα
τὰ θαύματα· καθὸ δὲ
ἄνθρωπος ὁ αὐτὸς
ἐγνωρίζετο πρόσφατος, ἐποίει τὰ
ταπεινὰ καὶ ἀνθρώπινα. Ὥσπερ γὰρ
ἐν Χριστῷ ἑκατέρα
φυλάττει φύσις ἀνελλιπῶς τὴν
ἑαυτῆς ἰδιότητα, οὕτω καὶ
ἐνεργεῖ ἑκατέρα
μορφὴ μετὰ τῆς θατέρου κοινωνίας τοῦθ’ ὅπερ
ἴδιον ἔσχηκε· τοῦ
μὲν Λόγου κατεργαζομένου τοῦθ’ ὅπερ
ἐστὶ τοῦ Λόγου, μετὰ τῆς
κοινωνίας δηλονότι τοῦ σώματος· τοῦ δὲ
σώματος ἐκτελοῦντος ἅπερ
ἐστὶ τοῦ σώματος, κοινωνοῦντος αὐτῷ
δηλαδὴ τοῦ Λόγου τῆς πράξεως· καὶ
ταῦτα ἐν ὑποστάσει μιᾷ γνωριζόμενα, καὶ
τὴν βδελυρωτάτην τομὴν διωθούμενα· οὔτε
γὰρ διηρημένως ἐνήργουν τὰ
ἴδια, ἵνα καὶ
μερισμὸν αὐτῶν ὑποπτεύσωμεν.
Μὴ
σκιρτάτω διὰ τοῦτο Νεστόριος ἑαυτὸν
βουκολῶν ὁ παράφορος, ὅτιπερ ἑκατέρα
μορφὴ ἐν τῷ ἑνὶ Χριστῷ καὶ
Υἱῷ μετὰ τῆς θατέρου κοινωνίας, τοῦθ’ ὅπερ
ἴδιον ἔσχηκεν, ἔπραττεν.
Οὔτε γὰρ τῆς θατέρας κατ’ αὐτὸν
διεστῶσα τοῦτο, ὅπερ
ἴδιον ἔσχηκεν, ἔπραττεν·
οὐ γὰρ δύο κατ’ αὐτὸν
Χριστοὺς καὶ Υἱοὺς τοὺς ἐνεργοῦντας δοξάζομεν, ἕνα
μὲν κατὰ φύσιν Υἱὸν
καὶ Χριστὸν τὰ
παράδοξα, ἕτερον δὲ κατὰ
χάριν Υἱὸν καὶ Χριστὸν τὰ
πτωχότερα. Καὶ εἰ δύο τὰς κοινῶς
ἐνεργούσας μορφὰς δογματίζομεν, ἑκάστην
κατὰ τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα,
ἀλλ’ ἕνα καὶ τὸν
αὐτὸν Υἱὸν καὶ Χριστόν, τὸν τὰ
ὑψηλὰ καὶ πτωχὰ φυσικῶς
ἐργαζόμενον κατὰ τὴν
ἑκάστης τῶν δυοῖν
αὐτοῦ φύσεων φυσικὴν οὐσιώδη
ποιότητα λέγομεν. Αἱ γάρ τοι φύσεις ἀμετάβλητοι μένουσαι καὶ
ἀσύγχυτοι, καὶ δύο τηλαυγῶς
γνωριζόμεναι, καὶ οὐ συγκεχυμένως ἑνωθεῖσαι
τούτων παντελῶς ἀπεστέρηντο καὶ ἐν
ὑποστάσει μιᾷ διεδείκνυντο. Μὴ
μάτην πηδάτωσαν Εὐτυχὴς καὶ Διόσκορος, οἱ τῆς
οὐκ οὔσης ἀθέου συγχύσεως πρόβολοι, ἀλλὰ
μετὰ τῆς θατέρου κοινωνίας ἑκάστη φύσις τὸ
ἴδιον ἔπραττε, καὶ
τὴν διαίρεσιν φεύγουσα, καὶ τὴν
τροπὴν οὐ γινώσκουσα, καὶ τὴν
διαφορὰν πρὸς τὴν θατέραν φυλάττουσα, καὶ τὴν
κοινωνίαν καὶ σύνθεσιν ἀδιάλυτον καὶ
ἀρραγῆ διασώζουσα. Ἔνθεν εὐσεβοῦντες
καὶ ἐπὶ τῶν ὅρων τῆς Ὀρθοδοξίας
ἱστάμενοι, ὥσπερ τὸν
ἕνα καὶ τὸν
αὐτὸν Χριστὸν καὶ
Υἱὸν ἐνεργεῖν τὰ
ἑκάτερα λέγομεν, ἐπειδὴ
Θεὸς ὁ αὐτὸς ὑπῆρχε καὶ ἄνθρωπος,
καὶ οὐδεμίαν ἐνθυμούμεθα σύγχυσιν, οὕτως
οὐδὲ ἑκατέραν μορφὴν μετὰ
τῆς θατέρου κοινωνίας ἐνεργεῖν
τὰ ἴδια φάσκοντες, ἐπειδήπερ δύο μορφαὶ
καθεστήκασιν ἐν τῷ ἑνὶ καὶ τῷ αὐτῷ Χριστῷ φυσικῶς
ἐνεργοῦσαι τὰ
ἴδια, τινὰ τὸ
παράπαν ἐννοοῦμεν διαίρεσιν, ὡς ἐνταῦθα
μὲν Εὐτυχής, ἐκεῖσε
δὲ συκοφαντεῖν ἡμᾶς
ἐθέλει Νεστόριος, ἐξ ἐναντίας
ἀλλήλων ἱστάμενοι, καὶ
τὸν καθ’ ἡμῶν
τῶν εὐσεβῶν δυσσεβῆ μερισάμενοι πόλεμον.
Οὓς εἰς οὐδὲν λογιζόμενοι καὶ τῆς
ἑκατέρας φύσεως ἑκατέραν ἴσμεν
ἐνέργειαν, τὴν οὐσιώδη
λέγω καὶ φυσικὴν καὶ
κατάλληλον, ἀδιαιρέτως ἐξ ἑκατέρας
προϊοῦσαν οὐσίας καὶ
φύσεως, κατὰ τὴν ἐμπεφυκυῖαν αὐτῇ
φυσικὴν καὶ οὐσιώδη ποιότητα, καὶ τὴν
ἀμέριστον ὁμοῦ
καὶ ἀσύγχυτον τῆς θατέρας οὐσίας
συνεπαγομένην συνέργειαν. Τοῦτο γὰρ
καὶ τῶν ἐνεργειῶν ἐπὶ
Χριστοῦ ποιεῖ τὸ
διάφορον, ὥσπερ δὴ καὶ
τὸ εἶναι τὰς φύσεις, τῶν
φύσεων. Οὐ ταὐτὸν γὰρ θεότης τε καὶ ἀνθρωπότης
κατὰ τὴν φυσικῶς ἑκάστῃ
προσοῦσαν ποιότητα, κἂν εἰς
ὑπόστασιν μίαν ἀλλήλαις ἀφράστως
συνέδραμον, καὶ εἰς ἓν ἀσυγχύτως συνετέθησαν πρόσωπον, καὶ
τὸν αὐτὸν ἡμῖν ἕνα Χριστὸν καὶ
Υἱὸν ἀπετέλεσαν διὰ τῆς
καθ’ ὑπόστασιν πρὸς ἀλλήλας
συνδρομῆς καὶ συνθέσεως. Ὅ τε γὰρ
Θεὸς Λόγος Θεὸς Λόγος ἐστί,
καὶ οὐ σάρξ, κἂν εἰ
σάρκα λογικῶς ἐψυχωμένην προσείληφε, καὶ ἑνώσει
τούτην φυσικῇ καὶ καθ’ ὑπόστασιν ἥνωσεν.
Ἥ τε σάρξ, σάρξ ἐστιν ἐψυχωμένη
λογικῶς, οὐ Λόγος, καὶ εἰ
Θεοῦ Λόγου σὰρξ κατοπτεύεται. Καὶ
διὰ τοῦτο οὔτε τὴν αὐτὴν ἀπαραλλάκτως ἀλλήλαις ἐνέργειαν
μετὰ τὴν ἕνωσιν τὴν φυσικὴν
καὶ ἀσύγχυτον, τουτέστι τὴν ἀληθῆ
καὶ καθ’ ὑπόστασιν, ἔχουσιν,
οὐδὲ μίαν καὶ μόνην αὐτῶν
τὴν ἐνέργειαν λέγομεν, ἢ οὐσιώδη
καὶ φυσικὴν καὶ
παντελῶς ἀπαράλλακτον, ἵνα μὴ
καὶ εἰς οὐσίαν μίαν καὶ φύσιν μίαν αὐτὰς
συνελάσωμεν, τὴν Ἀκεφάλων παιζομένην παισὶ καὶ
αὐτοῖς ἀναιδῶς προφερομένην αὐτοῖς
ῥήμασι σύνθετον.
Ὥσπερ
οὖν τὴν ἑκατέρας οὐσίας καὶ
φύσεως, ἐξ ὧν ἡμῖν ἀσυγχύτως ἐπὶ
Χριστοῦ γέγονεν ἡ ἕνωσις,
καὶ τὸν ἕνα Χριστὸν καὶ
Υἱὸν ἀπετέλεσεν ὅλον Θεόν, ὅλον
τὸν αὐτὸν πιστεύομεν ἄνθρωπον, ἑκατέραν
φυσικὴν ὁμολογοῦμεν ἐνέργειαν,
ἵνα μὴ τὰς ἀσυγχύτως ἑνωθείσας φύσεις
συγχέωμεν, εἴπερ ἐκ τῶν ἐνεργειῶν καὶ
μόνων κατὰ τοὺς τὰ τοιαῦτα δεινοὺς
αἱ φύσεις γνωρίζονται, καὶ τῶν
οὐσιῶν ἀεὶ τὸ διάφορον ἐκ τοῦ
διαφόρου τῶν ἐνεργειῶν καταλαμβάνεσθαι πέφυκεν·
οὕτω καὶ πᾶσαν
φωνὴν καὶ ἐνέργειαν, κἂν θεία τις ᾖ
καὶ οὐράνιος, ἢ ἀνθρωπίνη
τε καὶ ἐπίγειος, ἐξ ἑνὸς
καὶ τοῦ αὐτοῦ προϊέναι Χριστοῦ καὶ
Υἱοῦ δογματίζομεν, καὶ τῆς
μιᾶς αὐτοῦ συνθέτου καὶ μοναδικῆς
ὑποστάσεως, ὃς σεσαρκωμένος τοῦ
Θεοῦ Λόγος ἐτύγχανεν, ὁ
καὶ ἑκατέραν ἀμερίστως καὶ
ἀσυγχύτως ἐνέργειαν κατὰ
τὰς ἑαυτοῦ φύσεις ἐξ αὐτοῦ
φυσικῶς προβαλλόμενος· κατὰ μὲν
τὴν θείαν αὐτοῦ
φύσιν, καθ’ ἣν ἦν καὶ τῷ Πατρὶ ὁμοούσιος,
τὴν θεϊκὴν καὶ
ἀνέκφραστον· κατὰ δὲ
τὴν ἀνθρωπίνην, καθ’ ἣν καὶ
τοῖς ἀνθρώποις ἡμῖν
ὁ αὐτὸς ὁμοούσιος ἔμεινε, τὴν
ἀνθρωπείαν καὶ πρόσγειον· τὴν
ἑκάστῃ φύσει φίλην καὶ πρόσφορον· καὶ
οὐκ ἐῶν τῶν ὁρώντων τινὰ σκανδαλίζεσθαι, ὡς
οὐ Θεὸς ὁ αὐτὸς εἴη καὶ ἄνθρωπος, ὁ ταῦτα
κἀκεῖνα φυσικῶς ἐργαζόμενος·
διὰ μὲν τοῦ τὸν αὐτὸν ἕνα Χριστὸν καὶ
Υἱὸν ἐνεργεῖν τὰ
ἑκάτερα, τὴν Νεστορίου μιαρὰν
ἐμφράττων ἀπόρροιαν· οὔτε
γὰρ δύο κατ’ αὐτὸν
Χριστοὺς καὶ Υἱούς, ὡς εἰρήκαμεν,
τοὺς ἐνεργοῦντας ταῦτά
τε κἀκεῖνα πρεσβεύομεν· διὰ δὲ
τοῦ δεικνύναι τὰ ἑκατέρας
ἴδια φύσεως ἀσύγχυτα μετὰ
τὴν ἕνωσιν μένοντα, καὶ ἑκατέραν
τῶν αὐτῶν ὁμοίως προφέρειν ἐνέργειαν, τῷ
φυσικῷ λόγῳ γνωριζομένων τῶν φύσεων, καὶ
τὴν οἰκείαν φύσιν φυσικῶς ἑρμηνευουσῶν
ἀφ’ ἧς ἀμερίστως καὶ φυσικῶς
ἐπηγάζετο καὶ οὐσιωδῶς
ἀνεβλάστανε, τὴν Εὐτυχοῦς
ἐκτρέπων φιλοσύγχυτον βλάστησιν. Ἐντεῦθεν
τόκον τεχθεὶς τὸν ἡμέτερον γαλακτοτροφεῖται καὶ
αὔξεται, καὶ τὰς
σωματικὰς μεθηλικιώσεις διέρχεται, ἄχρις οὗ
πρὸς τὸ τῆς ἀνθρωπίνης ἡλικίας ἀφίκετο
τέλειον. Καὶ πεῖναν τὴν ἡμῶν
καὶ δίψαν προσδέχεται, καὶ κόπον καθ’ ἡμᾶς
τὸν ἐξ ὁδοιπορίας ὑπέμεινεν· ἐποιεῖτο
γὰρ καὶ τὴν πορευτικὴν ἡμῖν
ὁμοίως ἐνέργειαν, ἥτις
ἀνθρωπίνως ἐνεργούμενη καὶ
κατ’ οὐσίαν ἀνθρωπίνην προβαίνουσα,
τῆς ἀνθρωπείας αὐτοῦ
φύσεως ἐτύγχανεν ἔνδειξις. Ὅθεν
καὶ τόπον ὡς ἡμεῖς
ἐκ τόπου μετέβαινεν, ἐπεὶ
καὶ κατὰ ἀλήθειαν γέγονεν ἄνθρωπος, καὶ
φύσιν τὴν ἡμῶν ἔσχεν ἀμείωτον, καὶ
περιγραφῆς ἠνέσχετο σώματος, καὶ σχῆμα
τὸ ἡμῖν ἁρμόζον πεφόρηκε. Σωματικὴ γάρ, τουτέστι
σώματος, καὶ ἡ μορφὴ τυγχάνει τοῦ
σχήματος, καθ’ ἣν ἐν μήτρᾳ συλληφθεὶς
διεπέπλαστο, καὶ ἣν εἰσαεὶ διετήρησε, καὶ εἰς
αἰῶνα τηρεῖ τὸν
ἀπέραντον. Διὰ τοῦτο
πεινῶν διετρέφετο, διὰ τοῦτο
διψῶν ἐποτίζετο, καὶ ὡς
ἄνθρωπος ἔπινε. Διὰ
τοῦτο παιδικῶς ἐβαστάζετο,
ἀγκάλαις παρθενικαῖς ἐποχούμενος
καὶ κόλποις μητρικοῖς ἀνακείμενος.
Διὰ τοῦτο κοπιῶν ἐκαθέζετο,
καὶ ὕπνον χρῄζων ἐκάθευδεν.
Ἀλλὰ καὶ ἤλγει τυπτόμενος, καὶ μαστιζόμενος ἔπασχε,
καὶ πόνους ὑπέμεινε σώματος, χεῖρας
καὶ πόδας τῷ σταυρῷ
περονουμένος. Ἐδίδου γὰρ ὅτε
καὶ ἤθελε φύσει τῇ ἀνθρωπείᾳ
καιρὸν ἐνεργεῖν καὶ
πάσχειν τὰ ἴδια, ἵνα μὴ
φαντασία τις καὶ θέα διάκενος ἡ αὐτοῦ
περιώνυμος κρίνοιτο σάρκωσις. Οὐ γὰρ
ἀκουσίως ταῦτα ἢ
ἀναγκαστῶς προσεδέχετο, κἂν
φυσικῶς αὐτὰ καὶ ἀνθρωπίνως προσίετο, καὶ ἀνθρωπίναις
κινήσεσιν ἐποίει καὶ ἔπραττεν·
ἄπαγε τῆς βδελυκτῆς
ἐνθυμήσεως· Θεὸς γὰρ
ἦν ὁ ταῦτα πάσχειν σαρκικῶς ἀνεχόμενος,
καὶ σῴζων ἡμᾶς τοῖς οἰκείοις παθήμασι, καὶ βραβεύων ἡμῖν
δι’ αὐτῶν τὴν ἀπάθειαν· ἀλλ’ ὅτε
πάσχειν καὶ πράττειν καὶ ἐνεργεῖν
ἀνθρωπίνως αὐτὸς
ἐβεβούλητο, καὶ τοὺς
ὁρῶντας ὠφελεῖν
ἐψηφίζετο, δι’ οὓς καὶ
ἄνθρωπος κατὰ ἀλήθειαν
γέγονε, καὶ οὐχ ὅτε αἱ φυσικαὶ κινήσεις καὶ
σαρκικαὶ κινεῖσθαι φυσικῶς
πρὸς ἐνέργειαν ἤθελον, εἰ
καὶ οἱ ἐπιβουλεύοντες ἄθεοι τὰς
ἐπιβουλὰς πληροῦν
παντόλμως ἐγλίχοντο. Σῶμα γὰρ
παθητὸν καὶ θνητὸν καὶ
φθαρτὸν ἐνεδύσατο, καὶ τοῖς
φυσικοῖς καὶ ἀδιαβλήτοις ἡμῶν
ὑποκείμενον πάθεσιν· καὶ τούτῳ
τῇ οἰκείᾳ φύσει καταλλήλως πάσχειν καὶ δρᾶν
συνεχώρησε μέχρι τῆς ἐκ νεκρῶν ἀναστάσεως.
Ἐκεῖσε γὰρ καὶ τὸ παθητὸν ἡμῶν
καὶ θνητὸν καὶ
φθαρτὸν καταλέλυκε, καὶ τὴν
ἐκ τούτων ἐλευθερίαν ἡμῖν
ἐχαρίσατο.
Δεῖτε τό Β΄ καί
τελευταῖο Μέρος
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 203-219.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου