γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 18 Νοεμβρίου 2015

Όρος Πίστεως Ζ΄ Οικουμενικής Συνόδου (787 μ.Χ.)


ΟΡΟΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(787 μ.Χ.)

Ἡ ἁγία μεγάλη καὶ οἰκουμενικὴ Σύνοδος ἡ κατὰ Θεοῦ χάριν καὶ θέσπι­σμα τῶν εὐσεβῶν καὶ φιλοχρίστων ἡμῶν βασιλέων Κωνσταντίνου καὶ Εἰρή­νης τῆς αὐτοῦ μητρὸς συναθροισθεῖσα τὸ δεύτερον ἐν τῇ Νικαέων λαμπρᾷ μητροπόλει τῆς Βιθυνῶν ἐπαρχίας, ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ τῇ ἐπονο­μαζομένῃ «Σοφίᾳ», ἀκολουθήσασα τῇ παραδόσει τῆς ἐκκλησίας ὥρισε τὰ ὑποτεταγμένα.

Ὁ τὸ φῶς τῆς αὐτοῦ ἐπιγνώσεως ἡμῖν χαρισάμενος καὶ τοῦ σκότους τῆς εἰδωλικῆς μανίας ἡμᾶς λυτρωσάμενος Χριστὸς ὁ Θεὸς ἡμῶν, νυμφευσάμενος τὴν ἁγίαν αὐτοῦ Καθολικὴν Ἐκκλησίαν μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα, ταύτην ἐπηγγείλατο διαφυλάττεσθαι τοῖς τε ἁγίοις αὐτοῦ μαθηταῖς διεβεβαιοῦτο λέγων· «μεθ’ ἡμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως συντελείας τοῦ αἰῶνος»[1]· ταύτην δὲ τὴν ἐπαγγελίαν οὐ μόνον αὐτοῖς ἐχαρίσατο, ἀλλὰ καὶ ἡμῖν τοῖς δι’ αὐτῶν πιστεύσασιν εἰς τὸ ὄνομα αὐτοῦ. Τῆς οὖν δωρεᾶς ταύτης ἀλογήσαντές τινες ὡς ὑπὸ τοῦ ἀπατεῶνος ἐχθροῦ ἀναπτε­ρούμενοι ἐξέστησαν τοῦ ὀρθοῦ λόγου καὶ τῇ παραδόσει τῆς Καθολικῆς Ἐκκλησίας ἀντιταξάμενοι πρὸς τὴν σύνεσιν τῆς ἀληθείας διήμαρτον, καὶ ὥς φησιν ὁ παροιμιακὸς λόγος «τοὺς ἄξονας τοῦ ἰδίου γεωργίου πεπλάνηται», καὶ συνῆξαν ἐν χερσὶν ἀκαρπίαν, ὅτι τῶν ἱερῶν ἀναθημάτων τὴν θεοπρεπῆ εὐκοσμίαν διαβάλλειν τετολμήκασιν ἱερεῖς μὲν λεγόμενοι, μὴ ὄντες δέ· περὶ ὧν ὁ Θεὸς διὰ τῆς προφητείας βοᾷ· «ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπε­λῶνά μου, ἐμόλυναν τὴν μερίδα μου»[2]· ἀνιέροις γὰρ ἐπακολουθήσαντες ἀνδράσι ταῖς ἰδίας φρεσὶ πειθομένοις κατηγόρησαν τῆς ἁρμοσθείσης Χρι­στῷ τῷ Θεῷ ἁγίας αὐτοῦ Ἐκκλησίας καὶ ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστειλαν, τὴν εἰκόνα τοῦ Κυρίου καὶ τῶν ἁγίων αὐτοῦ ὁμοίως τοῖς ξοάνοις τῶν σατανικῶν εἰδώλων ὀνομάσαντες. Δι’ ὃ μὴ φέρων ὁρᾶν ὑπὸ τοιαύτης λύμης διαφθερόμενον τὸ ὑπήκοον ὁ Δεσπότης Θεὸς ἡμᾶς τοὺς ἁπανταχοῦ τῆς ἱερωσύνης ἀρχηγοὺς τῇ εὐδοκίᾳ συνεκάλεσε θείῳ ζήλῳ καὶ ἐπινεύσει Κωνσταντίνου καὶ Εἰρήνης τῶν πιστοτάτων ἡμῶν βασιλέων, ὅπως ἡ ἔνθεος παράδοσις τῆς Καθολικῆς Ἐκκλησίας κοινῇ ψήφῳ ἀπολάβῃ τὸ κῦρος· μετὰ πάσης τοίνυν ἀκριβείας ἐρενήσαντές τε καὶ διασκεψάμενοι καὶ τῷ σκοπῷ τῆς ἀληθείας ἀκολουθήσαντες οὐδὲν ἀφαιροῦμεν οὐδὲ προστίθεμεν, ἀλλὰ πάντα τὰ τῆς Καθολικῆς Ἐκκλησίας ἀμείωτα διαφυλάτ­τομεν· καὶ ἑπόμενοι ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ Συνόδοις, πρῶτα μὲν τῇ ἐν τῇ λαμπρᾷ Νικαέων μητροπόλει συναθροισθείσῃ, ἔτι γε μὴν καὶ τῇ μετ’ αὐτὴν ἐν τῇ θεοφυλάκτῳ βασιλίδι πόλει·
Ἔκθεσις Πίστεως τῶν ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων καὶ μακαρίων Πατέρων.
Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα ‹καὶ› ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν», καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι «ἐξ οὐκ ὄντων» ἐγένετο, ἢ «ἐξ ἑτέρας ὑποστάσεως» ἢ «οὐσίας» φάσκοντας εἶναι, ἢ «κτιστὸν» ἢ «τρεπτὸν» ἢ «ἀλλοιωτὸν» τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία.
Ἔκθεσις Πίστεως τῶν ἐν Κωνσταντινουπόλει ἑκατὸν πεντήκοντα ἁγίων καὶ μακαρίων Πατέρων.
Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. μολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶμεν ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Βδελυσσόμεθα δὲ καὶ ἀναθεματίζομεν Ἄρειον καὶ τοὺς αὐτῷ σύμ­φρονας καὶ κοινωνοὺς τῆς μανιώδους αὐτοῦ κακοδοξίας, Μακεδόνιόν τε καὶ τοὺς περὶ αὐτὸν ὀνομασθέντας πνευματομάχους, ὁμολογοῦμεν δὲ καὶ τὴν Δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς Θεοτόκον ὡς τεκοῦσαν σαρκὶ τὸν ἕνα τῆς ἁγίας Τριάδος Χριστὸν τὸν Θεὸν ἡμῶν, καθὰ καὶ ἡ ἐν Ἐφέσῳ τὸ πρότερον ἐδογμάτισε Σύνοδος καὶ τὸν ἀσεβῆ Νεστόριον καὶ τοὺς ἀμφ’ αὐτὸν ὡς προσωπικὴν δυάδα εἰσάγοντας τῆς Ἐκκλησίας ἐξώθησε· σὺν τούτοις δὲ καὶ τὰς δύο φύσεις ὁμολογοῦμεν τοῦ σαρκωθέντος δι’ ἡμᾶς ἐκ τῆς ἀχράντου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τέλειον αὐτὸν Θεὸν καὶ τέλειον ἄνθρωπον γινώσκοντες, ὡς καὶ ἡ ἐν Χαλκηδόνι Σύνοδος ἐξεφώνησεν, Εὐτυχῆ καὶ Διόσκορον δυσφημήσαντας τῆς θείας αὐλῆς ἐξελάσασα, συναποβάλλοντες αὐτοῖς Σεβῆρον, Πέτρον, καὶ τὴν πολυβλάσφημον αὐτῶν ἀλληλόπλοκον σειράν, μεθ’ ὧν καὶ τὰ Ὠριγένους Εὐαγρίου τε καὶ Διδύμου μυθεύματα ἀναθεματίζομεν, ὡς καὶ ἡ ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσα πέμπτη Σύνοδος· εἶτά τε καὶ δύο θελήματα καὶ ἐνεργείας κατὰ τὴν τῶν φύσεων ἰδιότητα κηρύττομεν, καθ’ ὃν τρόπον καὶ ἡ ἐν Κων­σταντινουπόλει ἕκτη Σύνοδος ἐξεβόησεν ἀποκηρύξασα Σέργιον Ὁνώριον Κῦρον Πύρρον Μακάριον, τοὺς ἀθελήτους τῆς εὐσεβείας καὶ τοὺς τούτων ὁμόφρονας. Καὶ συνελόντες φαµέν· ἁπάσας τὰς ἐκκλησιαστικὰς ἐγγρά­φως ἢ ἀγράφως τεθεσπισµένας ἡµῖν παραδόσεις ἀκαινοτοµήτως φυλάττο­µεν· ὧν µία ἐστὶ καὶ ἡ τῆς εἰκονικῆς ἀναζωγραφήσεως ἐκτύπωσις ὡς τῇ ἱστορίᾳ τοῦ εὐαγγελικοῦ κηρύγµατος συνᾴδουσα, πρὸς πίστωσιν τῆς ἀλη­θινῆς καὶ οὐ κατὰ φαντασίαν τοῦ Θεοῦ Λόγου ἐνανθρωπήσεως, καὶ εἰς ὁµοίαν λυσιτέλειαν ἡµῖν χρησιµεύουσα· τὰ γὰρ ἀλλήλων δηλωτικά, ἀναµφι­βόλως καὶ τὰς ἀλλήλων ἔχουσιν ἐµφάσεις.
Τούτων οὕτως ἐχόντων, τὴν βασιλικὴν ὥς περ ἐρχόµενοι τρίβον, ἐπακολουθοῦντες τῇ θεηγόρῳ διδασκαλίᾳ τῶν ἁγίων Πατέρων ἡµῶν καὶ τῇ παραδόσει τῆς Καθολικῆς Ἐκκλησίας –τοῦ γὰρ ἐν αὐτῇ οἰκήσαντος ἁγίου Πνεύµατος εἶναι ταύτην γινώσκοµεν–, ὁρίζοµεν οὖν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐµµελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιµίου καὶ ζωοποιοῦ σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας τὰς ἐκ χρωµάτων καὶ ψηφῖδος καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ Ἐκκλησίαις, ἐν ἱεροῖς σκεύεσι καὶ ἐσθῆσι τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς, τῆς τε τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡµῶν Ἰησοῦ Χριστοῦ εἰκόνος καὶ τῆς ἀχράντου Δεσποίνης ἡµῶν καὶ ἁγίας Θεοτόκου τιµίων τε ἀγγέλων καὶ πάντων ἁγίων καὶ ὁσίων ἀνδρῶν –ὅσῳ γὰρ συνεχῶς δι’ εἰκονικῆς ἀνατυπώσεως ὁρῶνται, τοσοῦτον καὶ οἱ ταύτας θεώμενοι διανίστανται πρὸς τὴν τῶν πρωτοτύπων μνήμην τε καὶ ἐπιπόθησιν· καὶ ταύταις ἀσπασμὸν καὶ τιμητικὴν προσκύνησιν ἀπονέμειν –οὐ μὴν τὴν κατὰ πίστιν ἡμῶν ἀληθινὴν λατρείαν, ἣ πρέπει μόνῃ τῇ θεία φύσει, ἀλλ’ ὃν τρόπον τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ καὶ τοῖς ἁγίοις εὐαγγελίοις καὶ τοῖς λοιποῖς ἱεροῖς ἀναθήμασι–· καὶ θυμιαμάτων καὶ φώτων προσαγωγὴν πρὸς τὴν τούτων τιμὴν ποιεῖσθαι, καθὼς καὶ τοῖς ἀρχαίοις εὐσεβῶς εἴθισται. «Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει»[3], καὶ ὁ προσκυνῶν τὴν εἰκόνα προσκυνεῖ ἐν αὐτῇ τοῦ ἐγγραφομένου τὴν ὑπό­στασιν. Οὕτω γὰρ κρατύνεται ἡ τῶν ἁγίων Πατέρων ἡμῶν διδασκαλία, εἴτουν παράδοσις τῆς Καθολικῆς Ἐκκλησίας τῆς ἀπὸ περάτων εἰς πέρατα δεξαμένης τὸ εὐαγγέλιον. Οὕτω τῷ ἐν Χριστῷ λαλήσαντι Παύλῳ καὶ πάσῃ τῇ θείᾳ ἀποστολικῇ ὁμηγύρει καὶ πατρικῇ ἁγιότητι ἐξακολουθοῦμεν κρατοῦντες τὰς παραδόσεις ἃς παρειλήφαμεν· οὕτω τοὺς ἐπινικίους τῇ Ἐκκλησίᾳ προφητικῶς κατεπᾴδομεν ὕμνους· «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· τέρπου καὶ εὐφραίνου ἐξ ὅλης τῆς καρδίας σου· περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματα τῶν ἀντικειμένων σοι, λελύτρωσαι ἐκ χειρὸς ἐχθρῶν σου· Κύριος βασιλεὺς ἐν μέσῳ σου· οὐκ ὄψει κακὰ οὐκέτι»[4], καὶ εἰρήνη ἐπὶ σοὶ εἰς τὸν αἰῶνα χρόνον.
Τοὺς οὖν τολμῶντας ἑτέρως φρονεῖν ἢ διδάσκειν ἢ κατὰ τοὺς ἐνάγεις αἱρετικοὺς τὰς ἐκκλησιαστικὰς παραδόσεις ἀθετεῖν καὶ καινοτο­μίαν τινὰ ἐπινοεῖν ἢ ἀποβάλλεσθαί τι ἐκ τῶν ἀνατεθειμένων τῇ Ἐκκλησίᾳ, εὐαγγέλιον ἢ τύπον τοῦ σταυροῦ ἢ εἰκονικὴν ἀναζωγράφησιν ἢ ἅγιον λεί­ψανον μάρτυρος, ἢ ἐπινοεῖν σκολιῶς καὶ πανούργως πρὸς τὸ ἀνατρέψαι μίαν τινὰ τῶν ἐνθέσμων παραδόσεων τῆς Καθολικῆς Ἐκκλησίας, ἔτι γε μὴν ὡς κοινοῖς χρῆσθαι τοῖς ἱεροῖς κειμηλίοις ἢ τοῖς εὐαγέσι μοναστηρίοις, ἐπι­σκόπους μὲν ὄντας ἢ κληρικοὺς καθαιρεῖσθαι προστάσσομεν, μονάζοντας δὲ ἢ λαϊκοὺς τῆς κοινωνίας ἀφορίζεσθαι.

ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 238-241.





[1] Ματθ. 28,20.
[2] Ἱερεμ. 12,10.
[3] Μ. Βασιλείου, Περὶ Ἁγ. Πνεύματος, 18,45, MPG, 32,149.
[4] Σοφον. 3, 14/5.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου