γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τρίτη 7 Νοεμβρίου 2017

Πράξις Πατριαρχική και Συνοδική άρσεως των Αναθεμάτων του 1054 (7/12/1965)


ΠΡΑΞΙΣ ΠΑΤΡΙΑΡΧΙΚΗ ΚΑΙ ΣΥΝΟΔΙΚΗ
ΑΡΣΕΩΣ
ΤΩΝ ΑΝΑΘΕΜΑΤΩΝ ΤΟΥ 1054
7 ΔΕΚΕΜΒΡΙΟΥ 1965

ΑΘΗΝΑΓΟΡΑΣ
Ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης,
καὶ Οἰκουμενικὸς Πατριάρχης.

Εἰς τὸ ὄνομα
τῆς ἁγίας καὶ ὁμοουσίου καὶ ζωοποιοῦ καὶ ἀδιαιρέτου Τριάδος.

«Ὁ Θεὸς ἀγάπη ἐστὶν» (α΄ Ἰωάν. δ΄, 9)· ἡ δὲ ἀγάπη, τῶν μαθητῶν τοῦ Χριστοῦ τὸ θεοδώρητον γνώρισμα, καὶ τῆς Ἐκκλησίας Αὐτοῦ ἡ συνεκτικὴ δύναμις, καὶ τῆς ἐν αὐτῇ εἰρήνης καὶ ὁμονοίας καὶ τάξεως ἀρχή, ὥσπερ ἀέναος ἐν αὐτῇ ἐκφαντορία τοῦ Ἁγίου Πνεύματος.
Τούτου οὖν τοῦ «συνδέσμου τῆς τελειότητος» (Κολ. γ΄, 14) δεῖ τοὺς θεόθεν ἐγκεχριρισμένους τὴν οἰκονομίαν τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν ἐπιμελεῖσθαι ἀεὶ καὶ χρῆσθαι τούτῳ πάσῃ προσοχῇ καὶ φροντίδι καὶ φυλακῇ.
Εἰ δ’ ὅπως ποτὲ τύχοι ψυγῆναι τὴν ἀγάπην καὶ διασπασθῆναι τὴν ἐν Κυρίῳ ἑνότητα, χρεὼν πάσῃ σπουδῇ ἐπιλαβέσθαι τοῦ κακοῦ καὶ τὴν θεραπείαν αὐτοῦ ἐκζητῆσαι.

Ἐπειδήπερ, κρίμαοιν οἷς οἶδε Κύριος, ἔμελλε καὶ ἐν ἔτει χιλιοστῷ πεντηκοστῷ τετάρτῳ τὴν Ἐκκλησίαν χειμασθῆναι δεινῶς, καὶ τὰς καθόλου πρὸς ἀλλήλας σχέσεις τῶν τῆς Ῥώμης καὶ τῆς Κωνσταντινουπόλεως Ἐκκλησιῶν ἀχθῆναι εἰς δο­κιμασίαν καὶ τὴν συνέχουσαν ταύτας ἀγάπην ἐπὶ τοσούτω τρωθῆναι, ὥστε καὶ ἀνάθεμα ἐν μέσῳ τῆς Ἐκκλησίας τοῦ Θεοῦ στῆσαι, τῶν μὲν ἀπὸ Ῥώμης πρέσβεων, Οὐμβέρτου τοῦ καρδιναλίου καὶ τῶν σὺν αὐτῷ, ἀναθεματισάντων τὸν Πα­τριάρχην Μιχαὴλ τὸν Κηρουλάριον σὺν τοῖς δυσὶ συνεργοῖς αὐτοῦ, τοῦ δὲ Πατριάρχου Μιχαὴλ τοῦ Κηρουλαρίου, μετὰ τῆς περὶ αὐτὸν Συνόδου, ὡσαύτως ἀναθεματίσαντος τήν τε γραφὴν τῶν ἀπὸ Ῥώμης καὶ τοὺς ταύτην ἐκθεμένους καὶ τοὺς συνεργοὺς αὐτῶν, χρέος ἔκειτο ταῖς Ἐκκλησίαις Ῥώμης καὶ Κωνσταντινουπολεως, τὸ ἀγαθὸν καὶ φιλάνθρωπον τοῦ Θεοῦ μιμουμέναις, τοῖς πράγμασι συνελθεῖν καὶ τὴν εἰρήνην ἀποκαταστῆσαι.
Ὅτε τοίνυν, ἐν τοῖς ἐσχάτοις τούτοις καιροῖς, ἐφανερώθη ἡ εὐδοκία τοῦ Θεοῦ ἐφ’ ἡμᾶς, ὁδὸν καταλλαγῆς καὶ εἰρήνης ὑποδεικνῦσα ἡμῖν, ἄλλως τε καὶ δι’ ὧν ᾠκονόμηται ἐν τῇ εὐλογημένῃ καὶ καρποφόρῳ, ἀμοιβαίᾳ δέ, ἀπό τε τῆς Πρε­σβυτέρας Ῥώμης καὶ τῆς καθ’ ἡμᾶς Νέας, μερίμνῃ, εἰς καλλιέργειαν ἀδελφικῶν πρὸς ἀλλήλας σχέσεων, ἔδοξεν αὐταῖς χωρῆσαι εἰς ἐπανόρθωσιν τῶν παρεληλυθόντων καὶ τὸ ἐφ’ ἑαυταῖς ἄραι τὰ δυνάμενα ἀρθῆναι ἐπιπροσθοῦντα ἐμπόδια, εἰς προαγωγὴν καὶ αὔξησιν καὶ οἰκοδομὴν καὶ τελείωσιν τῆς ἀγάπης.
Οὕτω δὴ ἡ Μετριότης ἡμῶν μετὰ τῶν περὶ ἡμᾶς ἱερωτάτων Μητροπολιτῶν καὶ Ὑπερτίμων, ἀγαπητῶν δ’ ἡμῖν ἐν Χριστῷ ἀδελφῶν καὶ συλλειτουργῶν, και­ρὸν εὐπρόσδεκτον τῷ Κυρίῳ τὰ νῦν ἡγησάμενοι, ἐν Συνόδῳ συνελθόντες καὶ διασκεψάμενοι, κοινωνοί τε γενόμενοι τῆς ἀπὸ τῆς Πρεσβυτέρας Ῥώμης ὁμοίας προθέσεως καὶ γνώμης, ἔγνωμεν ἄραι ἀπὸ τῆς μνήμης καὶ ἐκ τοῦ μέσου τῆς Ἐκκλησίας τὸ ἀπὸ τοῦ ΙΙατριάρχου τῆς Κωνσταντινουπόλεως Μιχαὴλ τοῦ Κηρουλαρίου καὶ τῆς περὶ αὐτὸν Συνόδου ἐξενεχθὲν προειρημένον ἀνάθεμα.
Ὅθεν γράφοντες ἀποφαινόμεθα, ὅτι τὸ ἐν ἔτει σωτηρίῳ χιλιοστῷ πεντηκοστῷ τετάρτῳ, μηνὶ Ἰουλίῳ, Ἰνδικτιῶνος ζ΄ ἐν τῷ μεγάλῳ Σεκρέτῳ τῆς καθ’ ἡμᾶς Μεγάλης Ἐκκλησίας γενόμενον ἀνάθεμα τοῦτο, ὑπάρχῃ ἀπὸ τοῦ νῦν καὶ παρὰ πᾶσι γινώσκηται ἠρμένον ἀπὸ τῆς μνήμης καὶ ἐκ τοῦ μέσου τῆς Ἐκκλησίας, ἐλέει τοῦ Πανοικτίρμονος Θεοῦ, Ὅς, πρεσβείαις τῆς Παμμακαρίστου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῶν ἁγίων ἐνδόξων Ἀποστό­λων Πέτρου τοῦ πρωτοκορυφαίου καὶ Ἀνδρέου τοῦ πρωτοκλήτου καὶ πάντων τῶν Ἁγίων, εἰρήνην τῇ Ἐκκλησίᾳ δωροῖτο, φυλάττων αὐτὴν εἰς αἰῶνα αἰῶνος.
Ἐφ’ ᾧ καὶ εἰς διηνεκῆ ἔνδειξιν καὶ μόνιμον παράστασιν ἐγένετο καὶ ἡ πα­ροῦσα Πατριαρχικὴ ἡμῶν καὶ Συνοδικὴ Πρᾶξις, καταστρωθεῖσα μὲν καὶ ὑπογραφεῖσα ἐν τῷδε τῷ ἱερῷ Κώδικι τῆς καθ’ ἡμᾶς Ἁγίας Ἐκκλησίας, ἐν ἴσῳ δὲ καὶ ἀπαραλλάκτῳ ἀποσταλεῖσα τῇ ἁγίᾳ τῆς Πρεσβυτέρας Ῥώμης Ἐκκλησίᾳ πρὸς γνῶσιν καὶ κατάθεσιν ἐν τοῖς ἀρχείοις αὐτῆς.

Ἐν ἔτει σωτηρίῳ αϞξε΄, κατὰ μῆνα Δεκέμβριον ζ΄, ἐπινεμήσεως δ΄.

† Ὁ Κωνσταντινουπόλεως Ἀθηναγόρας ἀποφαίνεται.
† Ὁ Χαλκηδόνος Θωμᾶς,
† Ὁ Πριγκηποννήσων Δωρόθεος.
† Ὁ Χαλδείας Κύριλλος,
† Ὁ Νεοκαισαρείας Χρυ­σόστομος.
† Ὁ Λαοδικείας Μάξιμος.
† Ὁ Ἡλιουπόλεως καὶ Θείρων Μελίτων,
† Ὁ Ῥοδοπόλεως Ἱερώνυμος.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἔκδ. β΄, Graz Austria 1968, σ. 1028-1029.

ΣΗΜΕΙΩΣΙΣ:
Στή θέση αὐτή («Οἰκουμενική Κίνησις») ἀναρτῶνται πρός ἐνημέρωσιν τῶν ἐνδιαφερομένων ἐπίσημα κείμενα, ἀναφερόμενα στόν Διάλογο τῆς Ὀρθοδόξου Ἐκκλησίας μέ διάφορες Χριστιανικές Ὁμολογίες, ἀκόμη καί ἄν δέν ἐκφράζουν ἀκριβῶς ἤ ὀρθῶς τό φρόνημα τῆς Ὀρθοδόξου Ἐκκλησίας.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου