Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου blog καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, δογματικά καί ἐπίσημα ἐκκλησιαστικά κείμενα, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας μας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἰστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως

Σάββατο, 10 Ιουνίου 2017

Όρος της εν Κωνσταντινουπόλει Συνόδου (1872 μ.Χ.)


ΟΡΟΣ
ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΜΕΓΑΛΗΣ ΣΥΝΟΔΟΥ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΓΚΡΟΤΗΘΕΙΣΗΣ
ΕΝ ΕΤΕΙ
ΧΙΛΙΟΣΤΩ ΟΚΤΑΚΟΣΙΟΣΤΩ ΕΒΔΟΜΗΚΟΣΤΩ ΔΕΥΤΕΡΩ,
ΙΝΔΙΚΤΙΩΝΟΣ Α',  ΚΑΤΑ ΜΗΝΑ ΣΕΠΤΕΜΒΡΙΟΝ
1872 μ.Χ.

 (ΚΑΤΑ ΤΟΥ ΕΘΝΟΦΥΛΕΤΙΣΜΟΥ)

«Προσέχειν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἡμᾶς «τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος», τὸ τῆς ἐκλογῆς ἡμῖν σκεῦος ἐντέλλεται, λύκους τε βαρεῖς μὴ φειδομένους τοῦ ποιμνίου καὶ ἄνδρας διεστραμμένα λαλοῦντας, τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν, ἀναστήσεσθαι ἐν μέσῳ τῆς τοῦ Θεοῦ Ἐκκλησίας προαγορεύων, καὶ γρηγορεῖν ἡμᾶς διὰ τοῦτο παρακελευόμενος.
Τοιούτους τοίνυν ἄνδρας καὶ ἐπ’ ἐσχάτων ἐν τῷ τοῦ Οἰκουμενικοῦ θρόνου κλίματι ἐκ μέσου τοῦ εὐσεβοῦς Βουλγαρικοῦ λαοῦ ἐξαναστάντας, καὶ φυλετισμοῦ καινήν τινα δόξαν ἀπὸ τοῦ γεηροῦ βίου τῇ Ἐκκλησίᾳ παρεισαγαγεῖν τολμήσαντας, καταφρονητὰς τῶν θείων καὶ ἱερῶν κανόνων γενομένους, πρωτοφανῆ ἐπ’ ἀθετήσει αὐτῶν φυλετικὴν παρασυναγωγὴν συστῆσαι ἀπαυθαδιάσαντας, μετ’ ἐκπλήξεως καὶ ἄλγους καρδίας καταμαθόντες, τὸν ζῆλον τοῦ Κυρίου, ὡς εἰκός, ἀνεζωσμένοι καὶ τὴν τοῦ κακοῦ διάδοσιν ἐν μέσῳ τοῦ εὐσεβοῦς τούτου λαοῦ ἀνακόψαι ἀξιοχρέως προνοούμενοι, ἐπὶ τῷ ὀνόματι τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συνεληλύθαμεν.

Καὶ δὴ ἐν κατανύξει ψυχῆς τὴν ἄνωθεν παρὰ τοῦ Πατρὸς τῶν φώτων χάριν ἐπικαλεσάμενοι, καὶ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, «ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι», εἰς μέσον προθέμενοι, τὸν μὲν φυλετισμὸν πρός τε τὴν εὐαγγελικὴν διδασκαλίαν καὶ τὸ ἀπ’ αἰώνων τῆς τοῦ Θεοῦ Ἐκκλησίας πολίτευμα ἀντιπαρεξετάσαντες, οὐχ ὅπως ξένον, ἀλλὰ καὶ πολέμιον ἄντικρυς αὐτοῖς κατεφωράσαμεν, τὰς δὲ παρανομίας, τὰς ἐπὶ συστάσει γενομένας τῆς φυλετικῆς αὐτῶν παρασυναγωγῆς, καθ’ ἑκάστας ἀπαριθμηθείσας, ὑπὸ τοῦ συντάγματος τῶν ἱερῶν κανόνων ἀναφανδὸν κατεξελεγχομένας κατείδομεν.
Διὸ καὶ μετὰ τῶν ἁγίων καὶ θεοφόρων Πατέρων ἡμῶν «ἀσπασίως τοὺς θείους κανόνας ἐνστερνιζόμενοι, καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνοντες, τῶν ἐκτεθέντων ὑπὸ τῶν σαλπίγγων τοῦ Πνεύματος πανευφήμων Ἀποστόλων, τῶν τε ἁγίων ἑπτὰ Οἰκουμενικῶν Συνόδων καὶ τῶν τοπικῶς συναθροισθασῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων, καὶ τῶν ἁγίων Πατέρων ἡμῶν, ἐξ ἑνὸς γὰρ ἅπαντες καὶ τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες ὥρισαν τὰ συμφέροντα» ἐν Ἁγίῳ Πνεύματι ἀποφαινόμεθα:
α) Ἀποκηρύττομεν κατακρίνοντες καὶ καταδικάζοντες τὸν φυλετισμόν, τουτέστι τὰς φυλετικὰς διακρίσεις καὶ τὰς ἐθνικὰς ἔρεις καὶ ζήλους καὶ διχοστασίας ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησία, ὡς ἀντικείμενον τῇ διδασκαλίᾳ τοῦ Εὐαγγελίου καὶ τοῖς ἱεροῖς κανόσι τῶν μακαρίων Πατέρων ἡμῶν, «οἳ καὶ τὴν ἁγίαν Ἐκκλησίαν ὑπερείδουσι καὶ ὅλην τὴν χριστιανικὴν πολιτείαν διακοσμοῦντες, πρὸς θείαν ὁδηγοῦσιν εὐσέβειαν».
β) Τοὺς παραδεχομένους τὸν τοιοῦτον φυλετισμὸν καὶ ἐπ’ αὐτῷ τολμῶντας παραπηγνύναι καινοφανεῖς φυλετικὰς παρασυναγωγὰς κηρύττομεν, συνῳδὰ τοῖς ἱεροῖς κανόσιν, ἀλλοτρίους τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλη­σίας, καὶ αὐτὸ δὴ τοῦτο σχισματικούς. Ἑπομένως, τοὺς ἀποσχίσαντας ἑαυτοὺς τῆς Ὀρθοδόξου Ἐκκλησίας καὶ ἴδιον θυσιαστήριον πήξαντας καὶ ἰδίαν φυλε­τικὴν παρασυναγωγὴν συστησαμένους, ἤτοι τοὺς προκαθαιρεθέντας καὶ ἀφορισθέντας, Ἰλαρίωνα τὸν ποτὲ Μακαριουπόλεως, Πανάρετον τὸν ποτὲ Φιλιππουπόλεως, Ἰλαρίωνα τὸν ποτὲ Λοφτσοῦ, Ἄνθιμον τὸν ποτὲ Βιδύνης, καὶ τοὺς ἤδη καθαιρεθέντας Δωρόθεον τὸν τέως Σόφιας, Παρθένιον τὸν τέως Νυσσάβας, Γεν­νάδιον τὸν τέως Βελισσοῦ, καὶ τοὺς ὑπ’ αὐτῶν ἀνιέρως χειροτονηθέντας ἀρχιερεῖς, ἱερεῖς τε καὶ διακόνους, καὶ πάντας τοὺς κοινωνοῦντας καὶ συμφρονοῦντας καὶ συμπράττοντας αὐτοῖς, καὶ τοὺς δεχομένους ὡς κυρίας καὶ κανονικὰς τὰς ἀνιέρους αὐτῶν εὐλογίας τε καὶ ἱεροπραξίας, κληρικούς τε καὶ λαϊκούς, κηρύτ­τομεν σχισματικοὺς καὶ ἀλλοτρίους τῆς τοῦ Χριστοῦ Ὀρθοδόξου Ἐκκλησίας.
Ταῦτα οὕτω διοριζόμενοι, δεόμεθα τοῦ παναγάθου καὶ φιλανθρώπου Θεοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀρχηγοῦ καὶ τελειωτοῦ τῆς ἡμετέρας πίστεως, ἵνα τὴν μὲν ἁγίαν αὐτοῦ Ἐκκλησίαν διατηρῇ ἄμωμον καὶ ἀλώβητον ἀπὸ πάσης νεωτερικῆς λύμης, ἐρηρεισμένην ἐπὶ τῷ θεμελίῳ τῶν Ἀποστόλων καὶ Προφητῶν· τοῖς δὲ ἑαυτοὺς ἀπ’ αὐτῆς ἀποσχίσασι καὶ ἐπὶ τῇ τοῦ φυλετισμοῦ δόξῃ τὴν παρασυναγωγὴν αὐτῶν πήξασι δῷ μετάνοιαν, εἴ πως ποτὲ ἀνανήψαντες καὶ τὰ ἑαυτῶν ἀποπτύσαντες, προσέλθοιεν τῇ μιᾷ, ἅγιᾳ, καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ, ἵνα ἐν αὐτῇ δοξάζωσι μετὰ πάντων τῶν Ὀρθοδόξων τὸν μέγαν τῆς εἰρήνης ἄγγελον καὶ Θεόν, τὸν ἐλθόντα καταλλάξαι πάντας καὶ εἰρήνην εὐαγγελίσασθαι τοῖς ἐγγύς τε καὶ μακράν· ὅτι Αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν.
Εὑρεθέντα πιστῶς καὶ ἀκριβῶς ἀντιγεγραμμένον ὑπέγραψαν αὐτὸν ἑφεξῆς μόνοι οἱ πατριάρχαι, οἱ ἀρχιεπίσκοποι καὶ ἐπίσκοποι κατὰ τήνδε τὴν τάξιν.

† Ὁ Πατριάρχης Κωνσταντινουπόλεως Ἄνθιμος, ἔχων καὶ τὴν γνώμην τοῦ παναγιωτάτου πατριάρχου πρῴην Κωνσταντινουπόλεως Ἀνθίμου τοῦ Βυζαντίου, ὁρίσας ὑπέγραψα,
† Ὁ πατριάρχης πρῴην Κωνσταντινουπόλεως Γρηγόριος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ πατριάρχης πρῴην Κωνσταντινουπόλεως Ἰωακεὶμ ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ πάπας καὶ πα­τριάρχης Ἀλεξανδρείας Σωφρόνιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ πατριάρχης Ἀντιοχείας Ἱερόθεος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Κύπρου ἀρχιεπίσκοπος Σωφρόνιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Ἐφέσου Ἀγαθάγγελος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Ἡρακλείας Πανάρετος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Νικομήδειας Διονύσιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Νικαίας Ἰωαννίκιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Χαλκηδόνος Γεράσιμος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Δέρκων Νεόφυτος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Τορνόβου Γρηγόριος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Διδυμοτείχου Διονύσιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Ἰκονίου Σωφρόνιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Ἀγκύρας Χρύσανθος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Αἴνου Μελέτιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Σάμου καὶ Ἰκαρίας Γαβριὴλ ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Σωζουαγαθουπόλεως Θεόφιλος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Ἴμβρου Παΐσιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Βελεγράδων Ἄνθιμος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Νύσσης Καλλίνικος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Σβορνικίου Διονύσιος ὁρίσας ὁμοι­ως ὑπέγραψα,
† Ὁ Λιτίτσης Ἰγνάτιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Βλάτσης Παΐσιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Μελιτουπόλεως Εὐγένιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Ἀναστασιουπόλεως Κύριλλος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Παμφίλου Διονύσιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Χαριουπόλεως Γεννάδιος ὁρίσας ὁμοίως ὑπε­γραψα,
† Ὁ Ἀργυρουπόλεως Ἀθανάσιος ὁρίσας ὁμοίως ὑπέγραψα,
† Ὁ Λαοδικείας Παρθένιος ὁρίσας ὁμοίως ὑπέγραψα.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. ΙΙ, Graz - Austria 19682, σ. 930ε-930ζ.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου