γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Κυριακή 11 Ιουνίου 2017

Εγκύκλιος της εν Κωνσταντινουπόλει Συνόδου (1895 μ.Χ.)


ΕΓΚΥΚΛΙΟΣ
ΠΑΤΡΙΑΡΧΙΚΗ ΚΑΙ ΣΥΝΟΔΙΚΗ
ΑΠΑΝΤΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΠΑΠΑ ΛΕΟΝΤΑ ΙΓ΄
1895 μ.Χ.

Ἐγκύκλιος πατριαρχικὴ καὶ συνοδικὴ ἐπιστολὴ πρὸς τοὺς ἱερωτάτους καὶ θεοφιλεστάτους ἐν Χριστῷ ἀδελφοὺς μητροπολίτας καὶ ἐπισκόπους καὶ τὸν περὶ αὐτοὺς ἱερὸν καὶ εὐαγῆ κλῆρον καὶ ἅπαν τὸ εὐσεβὲς καὶ ὀρθόδοξον πλήρωμα τοῦ ἁγιωτάτου ἀποστολικοῦ καὶ πατριαρχικοῦ θρόνου Κωνσταντινουπόλεως.

«Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ἡμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν. Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ περιφέρεσθε»[1].
1. Βαθέως θλίβεται καὶ ὀδύνῃ συνέχεται μεγάλῃ πᾶσα εὐσεβὴς καὶ ὀρθόδοξος ψυχὴ εἰλικρινῶς ζηλοῦσα τὴν δόξαν τοῦ Θεοῦ, βλέπουσα ὅτι ὁ μισόκαλος καὶ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος φθόνῳ τῆς ἀνθρωπίνης σωτηρίας ὠθούμενος οὐ διαλείπει ἑκάστοτε ποικίλα ἐνσπείρων ζιζάνια εἰς τὸν ἀγρὸν τοῦ Κυρίου, τοῦ συνιᾶσαι τὸν σῖτον. Ἔνθεν τοι καὶ ἀνέκαθεν ἀνεφύησαν αἱρετικὰ ἐν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ ζιζάνια, ἅπερ πολλαχῶς ἐλυμήναντο καὶ λυμαίνονται τὴν ἐν Χριστῷ σωτηρίαν τοῦ ἀνθρωπίνου γένους, καὶ ἅπερ ὡς σπέρματα πονηρὰ καὶ μέλη σεσηπότα δικαίως ἀποκόπτονται ἀπὸ τοῦ ὑγιοῦς σώματος τῆς Ὀρθοδόξου Καθολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας. Ἐν ἐσχάτοις δὲ χρόνοις ὁ πονηρὸς διέσπασεν ἀπὸ τῆς Ὀρθοδόξου Ἐκκλησίας τοῦ Χριστοῦ καὶ ἔθνη ὁλόκληρα τῆς Δύσεως, ἐμφυσήσας τοῖς ἐπισκόποις τῆς Ῥώμης φρονήματα ὑπερφιάλου ἀλαζονείας, ποικίλας γεννησάσης καινοτομίας ἀθέσμους καὶ ἀντευαγγελικάς. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ δὴ καὶ παντὶ τρόπῳ ἀγωνίζονται οἱ κατὰ καιρὸν Πάπαι τῆς Ῥώμης, ἵνα ὑποτάξωσιν εἰς τὰς ἑαυτῶν πλάνας τὴν ἀκραδάντως ἀνὰ τὴν Ἀνατολὴν τῇ πατροπαραδότῳ τῆς πίστεως Ὀρθοδοξίᾳ στοιχοῦσαν Καθολικὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἑνώσεις κατὰ τὴν ἰδίαν φαντασίαν ἐπιδιώκοντες ἁπλῶς καὶ ἀβασανίστως.

2. Οὕτω δὴ ὁ νῦν μακαριώτατος Πάπας Ῥώμης Λέων ΙΓ΄ ἐξ ἀφορμῆς τοῦ ἐπισκοπικοῦ αὑτοῦ ἰωβηλαίου ἐδημοσίευσε κατὰ Ἰούνιον τοῦ παρελθόντος σωτηρίου ἔτους ἐγκύκλιον ἐπιστολήν, πρὸς τοὺς ἡγεμόνας καὶ τοὺς λαοὺς τῆς οἰκουμένης ἀποτεινομένην, δι’ ἧς προσκαλεῖ ἅμα καὶ τὴν καθ’ ἡμᾶς ὀρθόδοξον καθο­λικὴν καὶ ἀποστολικὴν τοῦ Χριστοῦ Ἐκκλησίαν εἰς τὴν μετὰ τοῦ παπικοῦ θρόνου ἕνωσιν, ἐννοῶν τὴν ἕνωσιν ταύτην ὡς δυναμένην γενέσθαι μόνον δι’ ἀναγνωρίσεως αὐτοῦ ὡς ἄκρου ἀρχιερέως καὶ ὑπερτάτου πνευματικοῦ τε καὶ κοσμικοῦ ἄρχοντος τῆς καθόλου Ἐκκλησίας καὶ μόνου ἀντιπροσώπου τοῦ Χριστοῦ ἐπὶ τῆς γῆς καὶ πάσης χάριτος διανομέως.
3. Καὶ πᾶσα δήπου καρδία χριστιανικὴ ὀφείλει ἐμφορεῖσθαι τοῦ πόθου τῆς τῶν Ἐκκλησιῶν ἑνώσεως, ἐξαιρέτως δὲ σύμπασα ἡ ὀρθοδοξοῦσα οἰκουμένη, ὑπὸ ἀληθοῦς πνεύματος εὐσεβείας ἐμπνεομένη, συνῳδὰ τῷ θείῳ σκοπῷ τῆς συστάσεως τῆς Ἐκκλησίας ὑπὸ τοῦ θεανθρώπου Σωτῆρος ἡμῶν Χριστοῦ, διακαῶς ἐπιποθεῖ τὴν ἕνωσιν τῶν Ἐκκλησιῶν ἐν τῷ ἑνὶ κανόνι τῆς πίστεως καὶ ἐπὶ τοῦ θεμελίου τῆς ἀποστολικῆς καὶ πατροπαραδότου διδασκαλίας, «ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Ἰησοῦ Χριστοῦ»[2]. Ὅθεν καὶ καθ’ ἑκάστην ἐν ταῖς δημοσίαις πρὸς Κύριον δεήσεσιν εὔχεται ὑπὲρ τῆς ἐπισυναγωγῆς τῶν ἐσκορπισμένων καὶ τῆς τῶν πεπλανημένων ἐπανόδου εἰς τὴν εὐθεῖαν ὁδὸν τῆς ἀληθείας, ἥτις μόνη ἄγει πρὸς τὴν ζωὴν τῶν ἁπάντων, τὸν μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν[3]. Συμφώνως δὲ πρὸς τὸν ἱερὸν τοῦτον πόθον ἡ καθ’ ἡμᾶς Ὀρ­θόδοξος τοῦ Χριστοῦ Ἐκκλησία πάντοτε ἑτοίμως ἔχει ἀποδέξασθαι πᾶσαν περὶ ἑνώ­σεως πρότασιν, ἐὰν μόνον ὁ τῆς Ῥώμης ἐπίσκοπος ἀποτίναξῃ ἅπαξ διὰ παντὸς τὸν ὁρμαθὸν τῶν εἰς τὴν Ἐκκλησίαν αὑτοῦ παρεισαχθέντων πολλῶν καὶ ποικί­λων ἀντευαγγελικῶν νεωτερισμῶν, τῶν καὶ προκαλεσάντων τὴν λυπηρὰν διαίρεσιν τῶν Ἐκκλησιῶν Ἀνατολῆς καὶ Δύσεως, καὶ ἐπανέλθῃ εἰς τὸ ἔδαφος τῶν ἁγίων ἑπτὰ οἰκουμενικῶν Συνόδων, αἵτινες, ἐν ἁγίῳ Πνεύματι συγκροτηθεῖσαι ἐξ ἀντιπροσώπων πασῶν τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν πρὸς διευκρίνησιν τῆς ὀρθῆς τῆς πίστεως διδασκαλίας κατὰ τῶν αἱρετιζόντων, ἔχουσι κῦρος καθολικὸν καὶ ἀΐδιον ἐν τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ. Τοῦτο δὲ καὶ διὰ συγγραφῶν καὶ δι’ ἐγκυκλίων ἐπιστολῶν οὐ διέλιπεν ὑποδεικνύουσα τῇ Παπικῇ Ἐκκλησίᾳ, σαφῶς καὶ διαρρήδην διατυπώσασα, ὅτι, ἐφ’ ὅσον αὐτὴ μὲν ἐμμένει ἐν ταῖς καινοτομίαις αὑτῆς, ἡ δὲ Ὀρθόδοξος Ἐκκλησία ἐν ταῖς θείαις καὶ ἀποστολικαῖς παραδόσεσι καὶ τοῖς θεσμοῖς τῶν ἐννέα πρώτων αἰώνων τοῦ Χριστιανισμοῦ, καθ’ οὓς αἱ τῆς Δύσεως Ἐκκλησίαι ἦσαν ὁμόδοξοι καὶ ἡνωμέναι μετὰ τῶν Ἐκκλησιῶν τῆς Ἀνατολῆς, πᾶς λόγος περὶ ἑνώσεως μάταιόν τί ἐστι καὶ κενόν. Ὅθεν καὶ ἐσιγήσαμεν ἄχρι τοῦδε καὶ ἀπηξιώσαμεν λαβεῖν ὑπ’ ὄψιν τὴν περὶ ἧς ὁ λόγος παπικὴν ἐγκύκλιον, ἀνωφελὲς ἡγησάμενοι λαλεῖν εἰς ὦτα μὴ ἀκουόντων. Ἐπειδὴ ὅμως ἀπό τινος χρόνου ἡ Παπικὴ Ἐκκλησία, ἐγκαταλιποῦσα τὴν ὁδὸν τῆς πειθοῦς καὶ τῆς συζητήσεως, πρὸς κοινὴν ἔκπληξιν καὶ ἀπορίαν ἤρξατο σκανδαλίζειν τὰς συνειδήσεις τῶν ἁπλουστέρων ὀρθοδόξων χριστιανῶν δι’ «ἐργατῶν δολίων, εἰς ἀποστόλους Χριστοῦ μετασχηματιζόμενων»[4], ἀποστέλλουσα εἰς τὴν Ἀνατολὴν κληρικοὺς ὑπὸ τὸ ἔνδυμα καὶ τὸ κάλυμμα τῶν ὀρθοδόξων ἱερέων καὶ ποικίλα ἄλλα ἀπατηλὰ μηχανωμένη μέσα πρὸς ἐπίτευξιν τῶν προσηλυτιστικῶν αὑτῆς σκοπῶν, διὰ ταῦτα ἐκ καθήκοντος ἱεροῦ ἀπολύομεν τὴν πατριαρχικὴν ταύτην καὶ συνοδικὴν ἐγκύκλιον ἐπὶ προφυλακῇ τῆς ὀρθοδόξου πίστεως καὶ εὐσεβείας, εἰδότες ὅτι «ἡ τῶν ἀληθῶν κανόνων φυλακὴ σπουδαίῳ μὲν ἐποφείλεται παντί, πολὺ δὲ πλέον τοῖς ἀπευθύνειν τὰ τῶν ἄλλων ὑπὸ τῆς Προνοίας ἠξιωμένοις»[5].
4. Πόθος ἱερὸς καὶ ἐνδόμυχος τῆς ἁγίας καθολικῆς καὶ ὀρθοδόξου ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας ὑπάρχει, ὡς προείρηται, ἡ τῶν ἀπεσχισμένων Ἐκ­κλησιῶν ἕνωσις μετ’ αὐτῆς ἐν τῷ ἑνὶ κανόνι τῆς πίστεως· ἀλλ’ ἄνευ τοιαύτης ἐν τῇ πίστει ἑνότητος ἀδύνατος ἀποβαίνει ἡ ποθητὴ τῶν Ἐκκλησιῶν ἕνωσις. Τού­των δὲ οὕτως ἐχόντων, ἀποροῦμεν τῇ ἀληθείᾳ, πῶς ὁ μακαριώτατος Πάπας Λέων ΙΓ΄, καίπερ ὁμολογῶν καὶ αὐτὸς τὴν ἀλήθειαν ταύτην, περιπίπτει εἰς προφανῆ πρὸς ἑαυτὸν ἀντίφασιν, διακηρύττων ἀφ’ ἑνὸς μὲν ὅτι ἡ ἀληθὴς ἑνότης ἔγκειται ἐν τῷ ἑνιαίῳ τῆς πίστεως, ἀφ’ ἑτέρου δὲ ὅτι πᾶσα Ἐκκλησία καὶ μετὰ τὴν ἕνωσιν δύναται κατέχειν τοὺς ἑαυτῆς δογματικοὺς καὶ κανονικοὺς ὅρους, ἔστωσαν οὗτοι καὶ διάφοροι τῶν τῆς Παπικῆς Ἐκκλησίας, ὡς ἀποφαίνεται ἡ αὐτοῦ Μα­καριότης διὰ νεωτέρας ἐγκυκλίου ὑπὸ χρονολογίαν 30 Νοεμβρίου 1894. Διότι ἀντίφασις προφανής ἐστιν, ὅταν ἐν μιᾷ καὶ τῇ αὐτῇ Ἐκκλησίᾳ ὁ μὲν πιστεύῃ ὅτι τὸ ἅγιον Πνεῦμα ἐκπορεύεται ἐκ τοῦ Πατρός, ὁ δὲ ὅτι ἐκπορεύεται ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ὁ μὲν ῥαντίζῃ, ὁ δὲ βαπτίζῃ τρὶς εἰς τὸ ὕδωρ· ὁ μὲν χρῆται ἐνζύμῳ ἄρτῳ ἐν τῷ μυστηρίῳ τῆς θείας εὐχαριστίας, ὁ δὲ ἀζύμῳ· ὁ μὲν μεταδίδῃ τῷ λαῷ καὶ ἐκ τοῦ ποτηρίου, ὁ δὲ μόνον ἐκ τοῦ ἁγίου ἄρτου, καὶ τὰ παραπλήσια τούτοις. Τί δ’ ἆρά γε ἐμφαίνει ἡ ἀντίφασις αὕτη, σεβασμὸν πρὸς τὰς εὐαγγελικὰς ἀληθείας τῆς ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας καὶ πλαγίαν ὑποχώρησιν καὶ ἀναγνώρισιν τούτων, ἤ τι ἄλλο, οὐκ ἔχομεν εἰπεῖν.
5. Ἀλλ’ ὅπως ποτ’ ἂν ᾖ, πρὸς πραγματοποίησιν τοῦ εὐσεβοῦς πόθου τῆς ἑνώσεως τῶν Ἐκκλησιῶν πρώτιστα πάντων δέον ἵνα ὁρισθῇ μία κοινὴ ἀρχὴ καὶ βάσις· τοιαύτη δὲ ἀσφαλὴς κοινὴ ἀρχὴ καὶ βάσις οὐδεμία ἄλλη δύναται εἶναι ἢ ἡ διδασκαλία τοῦ Εὐαγγελίου καὶ τῶν ἑπτὰ ἁγίων οἰκουμενικῶν Συνόδων. Ἀνατρέχοντες λοιπὸν εἰς τὴν διδασκαλίαν ταύτην, κοινὴν οὖσαν τῆς Ἐκκλησίας τῆς Ἀνατολῆς καὶ Δύσεως μέχρι τοῦ χωρισμοῦ, ὀφείλομεν ἐρευνῆσαι μετὰ εἰλικρι­νοῦς πόθου τοῦ συνιδεῖν τὴν ἀλήθειαν, τί ἐπίστευε τότε σύσσωμος ἡ ἀνὰ τὴν Ἀνατολὴν καὶ Δύσιν μία, ἁγία, καθολικὴ καὶ ὀρθόδοξος ἀποστολικὴ τοῦ Χρι­στοῦ Ἐκκλησία, καὶ κρατεῖν τοῦτο ἀκέραιον καὶ ἀναλλοίωτον. Πᾶν δ’ ὅ,τι ἐν χρόνοις μεταγενεστέροις προσετέθη ἢ ἀφηρέθη, καθῆκον ἔχει πᾶς τις ἱερὸν καὶ ἀπαραίτητον, ἐὰν εἰλικρινῶς ζητῇ τὴν δόξαν τοῦ Θεοῦ ὑπὲρ τὴν δόξαν τὴν ἑαυ­τοῦ, ἵνα ἐν πνεύματι εὐσεβείας ἐπανορθώσῃ τὸ τοιοῦτον, ἀναλογιζόμενος ὅτι, ἐμμένων ἀλαζονικῶς ἐν τῇ διαστροφῇ τῆς ἀληθείας, βαρεῖαν ὑπέχει τὴν εὐθύνην ἐνώπιον τοῦ ἀδεκάστου βήματος τοῦ Χριστοῦ. Ταῦτα δὲ λέγοντες οὐδόλως ἐννοοῦμεν τὰς διαφορὰς τὰς ἀφορώσας τὸ τυπικὸν τῶν ἱερῶν ἀκολουθιῶν καὶ τὰ ᾄσματα ἢ τὰ ἱερατικὰ ἄμφια καὶ τὰ παραπλήσια, ἅπερ καὶ ποικίλλοντα, ὡς καὶ τὸ πάλαι, ἥκιστα παραβλάπτουσι τὴν οὐσίαν καὶ τὴν ἑνότητα τῆς πίστεως, ἀλλὰ τὰς οὐσιώδεις ἐκείνας διαφορὰς τὰς ἀναγομένας εἰς τὰ θεοπαράδοτα τῆς πίστεως δόγματα καὶ τὸ θεοσύστατον κανονικὸν πολίτευμα τῆς τῶν Ἐκκλησιῶν διοικήσεως. «Ἐν οἷς οὐκ ἔστι πίστις τὸ ἀθετούμενον, λέγει καὶ ὁ ἱερὸς Φώτιος, οὐδὲ κοινοῦ τε καὶ καθολικοῦ ψηφίσματος ἔκπτωσις, ἄλλων παρ’ ἄλλοις ἐθῶν τε καὶ νομίμων φυλαττομένων, οὔτε τοὺς φύλακας ἀδικεῖν, οὔτε τοὺς μὴ παραδεξαμένους παρανομεῖν, ὀρθῶς ἄν τις κρίνειν εἰδὼς διορίσαιτο»[6].
6. Καὶ δὴ ἐπὶ τῷ ἱερῷ σκοπῷ τῆς ἑνώσεως ἡ ἀνατολικὴ ὀρθόδοξος καὶ κα­θολικὴ τοῦ Χριστοῦ Ἐκκλησία ἐστὶν ἑτοίμη ἀποδέξασθαι ὁλοψύχως, εἰ τυχὸν παρέφθειρεν ἢ μὴ κατέχοι, πᾶν ὅ,τι πρὸ τοῦ ἐνάτου αἰῶνος ὡμολόγουν ὁμοφώνως ἥ τε Ἀνατολικὴ καὶ ἡ Δυτικὴ Ἐκκλησία. Καὶ ἂν μὲν ἐκ τῆς διδασκαλίας τῶν θείων Πατέρων καὶ τῶν θεοσυλλέκτων οἰκουμενικῶν Συνόδων ἀποδείξωσιν οἱ Δυτικοί, ὅτι ἀνεγίνωσκέ ποτε πρὸ τοῦ ἐνάτου αἰῶνος τὸ σύμβολον τῆς πίστεως μετὰ τῆς προσθήκης ἡ κατὰ τὴν ἑσπερίαν ὀρθοδοξοῦσα τότε Ῥωμαϊκὴ Ἐκκλησία, ἢ μετεχειρίζετο τὰ ἄζυμα, ἢ ὅτι παρεδέχετο τὴν περὶ καθαρτηρίου πυρὸς διδασκαλίαν, τὸ ῥάντισμα ἀντὶ τοῦ βαπτίσματος, τὴν ἄσπιλον σύλληψιν τῆς ἀειπαρθένου, τὴν κοσμικὴν ἐξουσίαν ἢ τὸ ἀλάθητον καὶ ἀπολυταρχικὸν τοῦ τῆς Ῥώμης ἐπισκόπου, οὐδὲν ἔχομεν εἰπεῖν. Εἰ δὲ τοὐναντίον τρανῶς ἀποδεικνύεται, ὡς καὶ αὐτοὶ οἱ φιλαλήθεις τῶν Λατίνων ὁμολογοῦσιν, ὅτι ἡ ἀνατολικὴ καὶ ὀρθό­δοξος καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία κρατεῖ τὰ ἀρχαιοπαράδοτα δόγματα, κοινῶς τότε ἔν τε τῇ Ἀνατολῇ καὶ τῇ Δύσει ὁμολογούμενα, καὶ ὅτι ἡ Δυτικὴ διέστρεψεν αὐτὰ διὰ ποικίλων νεωτερισμῶν, τότε καὶ τοῖς νηπίοις δῆλον, ὅτι ἡ φυσικωτέρα ὁδὸς πρὸς τὴν ἕνωσίν ἐστιν ἡ ἐπάνοδος τῆς Δυτικῆς Ἐκκλησίας εἰς τὸ ἀρχαῖον δογματικὸν καὶ διοικητικὸν καθεστώς. Διότι ἡ πίστις οὐδαμῶς μεταβάλλεται τῷ χρόνῳ ἢ ὑπὸ τῶν περιστάσεων, ἀλλὰ μένει πάντοτε καὶ πανταχοῦ ἡ αὐτή, ὅτι «ἓν σῶμα καὶ ἓν πνεῦμά, φησι, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν ὑμῖν»[7].
7. Ἡ μία λοιπὸν ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων ἐπίστευε καὶ ἐδογμάτιζε συνῳδὰ τοῖς εὐαγγελικοῖς ῥήμασιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ τοῦ Πατρός· ἀλλ’ ἐν τῇ Δύσει ἀπὸ τοῦ θ΄ ἤδη αἰῶνος ἤρξατο παραχαράττεσθαι τὸ ἱερὸν τῆς πίστεως σύμβολον, τὸ συνταχθὲν καὶ κυρωθὲν ὑπὸ Συνόδων οἰκουμενικῶν, καὶ διαδίδοσθαι αὐθαιρέτως ἡ ἰδέα, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται καὶ ἐκ τοῦ Υἱοῦ. Οὐδόλως δὲ ἀγνοεῖ βεβαίως ὁ Πάπας Λέων ΙΓ΄, ὅτι ὁ ὀρθόδοξος προκάτοχος καὶ συνώνυμος αὐτῷ καὶ τῆς ὀρθοδοξίας πρόμαχος Λέων ὁ Γ΄ τῷ 809 συνοδικῶς ἀπεκήρυξε τὴν ἀντευαγγελικὴν καὶ πανάθεσμον ταύτην προσθήκην «καὶ ἐκ τοῦ Υἱοῦ» (Filioque), καὶ ἐνεχάραξεν ἀκέραιον καὶ ἄνευ τινὸς προσθήκης τὸ ἱερὸν Σύμβολον τῆς Α΄ καὶ Β΄ οἰκουμενικῆς Συνόδου ἐπὶ δύο ἀργυρῶν πλακῶν ἑλληνιστὶ καὶ λατινι­στί, προσεπιγράψας: «ταῦτα Λέων ἐθέμην δι’ ἀγάπην καὶ ἐπὶ προφυλακῇ τῆς ὀρθοδόξου πίστεως», (haec Leo posui amore et cautela fidei orthodoxae)[8]. Οὐδόλως ἐπίσης ἀγνοεῖ ὅτι μόλις κατὰ τὸν δέκατον αἰῶνα, ἢ ἀρχόμενου τοῦ ἑν­δεκάτου, παρεισήχθη ἐπισήμως καὶ ἐν Ῥώμῃ εἰς τὸ ἱερὸν τῆς πίστεως Σύμβολον ἡ ἀντευαγγελικὴ καὶ ἄθεσμος αὕτη προσθήκη, καὶ ὅτι ἐμμένουσα ἄρα ἐν ταῖς καινοτομίαις αὑτῆς ἡ Ῥωμαϊκὴ Ἐκκλησία καὶ μὴ ἐπιστρέφουσα εἰς τὸ δόγμα τῶν οἰκουμενικῶν Συνόδων, ὑπέχει αὐτὴ πλήρη τὴν εὐθύνην ἐνώπιον τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἥτις στερρῶς ἀντέχεται τῶν πατρίων καὶ ἀνόθευτον ἐν πᾶσι φυλάττει τὴν παραδοθεῖσαν παρακα­ταθήκην τῆς πίστεως, ὑπείκουσα τῷ ἀποστολικῷ παραγγέλματι· «τὴν καλὴν πα­ρακαταθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν»[9].
8. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων ἐβάπτιζε διὰ τριῶν καταδύσεων ἐν τῷ ὕδατι, ὁ δὲ Πάπας Πελά­γιος ἀποκαλεῖ διαταγὴν τοῦ Κυρίου τὴν τριττὴν κατάδυσιν, καὶ κατὰ τὸν ιγ΄ ἔτι αἰῶνα ἐκράτει ἐν τῇ Δύσει τὸ διὰ τριῶν καταδύσεων βάπτισμα, καὶ κήρυκες τούτων διαπρύσιοι αὐταὶ αἱ ἐν τοῖς ἀρχαιοτέροις ναοῖς τῆς Ἰταλίας σωξόμεναι ἱεραὶ κολυμβῆθραι. Ἀλλ’ ἐν χρόνοις μεταγενεστέροις παρεισαχθὲν ἐγένετο παραδεκτὸν τὸ ῥάντισμα καὶ τὸ ἐπίχυμα ἐν τῇ Παπικῇ Ἐκκλησίᾳ, ἥτις καὶ ἐμμένει εἰσέτι ἐν τῇ καινοτομίᾳ, εὑρύνουσα καὶ οὕτω τὸ ἀνορυχθὲν ὑπ’ αὐτῆς χάσμα. Οἱ δὲ Ὀρθο­δοξοι, ἐμμένοντες πιστοὶ ἐν τῇ ἀποστολικῇ παραδόσει καὶ τῇ πράξει τῆς Ἐκκλη­σίας τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, «ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως, ἑστήκαμεν ἀγωνιζομένοι»[10].
9. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, κατὰ τὸ παράδειγμα τοῦ Σωτῆρος ἡμῶν, ἐτέλει τὴν θείαν Εὐχαρι­στίαν ἐπὶ πλέον τῶν χιλίων ἐτῶν κατά τε τὴν Ἀνατολὴν καὶ τὴν Δύσιν δι’ ἐνζύμου ἄρτου, ὡς μαρτυροῦσι καὶ αὐτοὶ οἱ φιλαλήθεις ἐκ τῶν Παπικῶν θεολόγων· ἀλλ’ ἡ Παπικὴ Ἐκκλησία ἀπὸ τοῦ ἑνδεκάτου αἰῶνος ἐκαινοτόμησε καὶ ἐν τῷ μυστηρίῳ τῆς θείας Εὐχαριστίας εἰσαγαγοῦσα τὰ ἄζυμα.
10. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων παρεδέχετο, ὅτι τὰ τίμια δῶρα καθαγιάζονται μετὰ τὴν εὐχὴν τῆς ἐπικλήσεως τοῦ ἁγίου Πνεύματος διὰ τῆς εὐλογίας τοῦ ἱερέως, ὡς μαρτυροῦσι τὰ ἀρχαῖα τυπικὰ τῆς Ῥώμης καὶ τῶν Γαλλιῶν· ὕστερον ὅμως ἐκαινοτόμησε καὶ ἐν τούτῳ ἡ Παπικὴ Ἐκκλησία, ἀποδεξαμένη αὐθαιρέτως τὴν καθαγίασιν τῶν τιμίων δώρων ὡς γινομένην σὺν τῇ ἐκφωνήσει τῶν Κυριακῶν λογίων· «λάβετε, φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου»· καὶ «πίετε ἐξ αὐτοῦ πάντες· τοῦτο γάρ ἐστι τὸ αἷμά μου»[11].
11. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, ἀκολουθοῦσα τῇ ἐντολῇ τοῦ Κυρίου, «πίετε ἐξ αὐτοῦ πάντες»[12], μετέδιδε τοῖς πᾶσι καὶ ἐκ τοῦ ἱεροῦ ποτηρίου· ἀλλ’ ἡ Παπικὴ Ἐκκλησία ἀπὸ τοῦ θ΄ αἰῶνος καὶ ἐντεῦθεν ἐκαινοτόμησε καὶ ἐν τούτῳ, ἀποστερήσασα τοὺς λαϊκοὺς τοῦ ἱεροῦ ποτηρίου, παρὰ τὴν διαταγὴν τοῦ Κυρίου καὶ τὴν καθολικὴν πρᾶξιν τῆς ἀρχαίας Ἐκκλησίας καὶ τὴν ῥητὴν ἀπαγόρευσιν πολλῶν ἀρχαίων ὀρθοδόξων τῆς Ῥώμης ἐπισκόπων.
12. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, στοιχοῦσα τῇ θεοπνεύστῳ διδασκαλίᾳ τῆς ἁγίας Γραφῆς καὶ τῇ ἀνέκαθεν ἀποστολικῇ Παραδόσει, εὔχεται καὶ ἐπικαλεῖται τὸ ἔλεος τοῦ Θεοῦ ὑπὲρ συγχωρήσεως καὶ ἀναπαύσεως τῶν ἐν Κυρίῳ κεκοιμημένων[13]· ἀλλ’ ἡ Παπικὴ Ἐκ­κλησία ἀπὸ τοῦ δωδεκάτου αἰῶνος καὶ ἐφεξῆς ἐπενόησε καὶ συνεσώρευσεν ἐν τῷ προσώπῳ τοῦ Πάπα, ὡς μοναδικοῦ τινος προνομιούχου, πληθὺν καινοτομιῶν περὶ καθαρτηρίου πυρός, περὶ περισσείας ἀρετῶν τῶν ἁγίων καὶ διανομῆς αὐτῶν τοῖς δεομένοις, καὶ τὰ παραπλήσια, πρεσβεύουσα ἅμα καὶ τελείαν ἀνταπόδοσιν τοῖς δικαίοις πρὸ τῆς κοινῆς ἀναστάσεως καὶ κρίσεως.
13. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων δογματίζει μόνην ἁγνὴν καὶ ἄσπιλον τὴν ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου ὑπερφυᾶ σάρκωσιν τοῦ μονογενοῦς Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ· ἀλλ’ ἡ Παπικὴ Ἐκκλησία ἐκαινοτόμησε πάλιν μόλις πρὸ τεσσαρακονταε­τίας, δογματίσασα καινοφανὲς δόγμα περὶ ἀσπίλου συλλήψεως τῆς Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἄγνωστον τῇ ἀρχαίᾳ Ἐκκλησίᾳ, σφοδρῶς δὲ πολεμηθὲν ἄλλοτε καὶ ὑπὸ τῶν διαπρεπεστέρων παρὰ τοῖς Παπισταῖς θεολόγων.
14. Ταύτας οὖν τὰς μεταξὺ τῶν δύο Ἐκκλησιῶν δημιουργηθείσας ἐν τῇ Δύσει, ὡς προείρηται, σπουδαίας καὶ οὐσιώδεις περὶ τὴν πίστιν διαφορὰς παραλείπουσα ἡ αὐτοῦ Μακαριότης, παρίστησιν ἐν τῇ ἐγκυκλίῳ ὡς τὸ κυριώτερον καὶ μόνον δῆθεν αἴτιον τῆς διαφωνίας τὸ ζήτημα τῶν πρωτείων τοῦ τῆς Ῥώμης ἀρχιερέως, καὶ παραπέμπει ἡμᾶς εἰς τὰς πηγάς, ὅπως ἀναζητήσωμεν τὶ ἐφρόνουν οἱ προπάτορες ἡμῶν καὶ τὶ παρέδωκεν ἡ πρώτη τοῦ Χριστιανισμοῦ ἐποχή. Ἀλλ’ ἀνατρέχοντες εἰς τοὺς Πατέρας καὶ τὰς οἰκουμενικὰς Συνόδους τῆς Ἐκκλησίας τῶν πρώτων ἐννέα αἰώνων πληροφορούμεθα, ὅτι οὐδέποτε ἐθεωρήθη ὁ ἐπίσκοπος Ῥώμης ὡς ἡ ἀνωτάτη ἀρχὴ καὶ ἀλάνθαστος κεφαλὴ τῆς Ἐκκλησίας, καὶ ὅτι πᾶς ἐπίσκοπός ἐστι κεφαλὴ καὶ πρόεδρος τῆς ἑαυτοῦ κατὰ μέρος Ἐκκλησίας, ὑποκείμενος μόνον ταῖς συνοδικαῖς τῆς καθόλου Ἐκκλησίας διατάξεσί τε καὶ ἀποφάσεσιν ὡς μόναις ἀλανθάστοις, ἥκιστα τοῦ κανόνος τούτου ἐξαιρούμενου τοῦ ἐπισκόπου Ῥώμης, ὡς δείκνυσιν ἡ Ἐκκλησιαστικὴ Ἱστορία, μόνος δὲ αἰώνιος ἀρχηγὸς καί κεφαλὴ ἀθάνατος τῆς Ἐκκλησίας ἐστὶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅτι «αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας»[14], ὁ καὶ εἰπὼν πρὸς τοὺς θείους αὑτοῦ μαθητὰς καὶ ἀποστόλους κατὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν· «καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»[15]. Ἐν τῇ ἁγίᾳ Γραφῇ ὁ ἀπόστολος Πέτρος, ὃν ἀπὸ σκοποῦ οἱ Παπισταὶ φαντάζονται ὡς ἱδρυτὴν τῆς Ῥωμαϊκῆς Ἐκκλησίας καὶ πρῶτον αὐτῆς ἐπίσκοπον, στηριξόμενοι ἐπὶ ἀποκρύφων τοῦ β΄ αἰῶνος βιβλίων, τῶν Ψευδοκλημεντίων, συζητεῖ ἴσος πρὸς ἴσους ἐν τῇ ἀποστολικῇ Συνόδῳ τῶν Ἱεροσολύμων, καὶ ἐλέγχεται πικρῶς ἄλλοτε ὑπὸ τοῦ ἀποστόλου Παύλου, ὡς ἐκ τῆς πρὸς Γαλάτας ἐπιστολῆς καταφαίνεται[16]. Καὶ αὐτὸ δὲ τὸ εὐαγγελικὸν χωρίον, εἰς ὃ παραπέμπει ὁ ποντίφηξ τῆς Ῥώμης»· «σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν»[17], γνωστὸν καὶ αὐτοῖς τοῖς Παπισταῖς τυγχάνει, ὅτι κατὰ τοὺς πρώτους τῆς Ἐκκλησίας αἰῶνας ἥ τε Παράδοσις καὶ πάντες ἀνεξαιρέτως οἱ θεῖοι καὶ ἱεροὶ Πατέ­ρες πάντῃ ἀλλοίως καὶ ἐν πνεύματι ὀρθοδόξῳ ἑρμηνεύουσι, πέτραν θεμελιώδη καὶ ἀσάλευτον, ἐφ’ ᾗ ὁ Κύριος ᾠκοδόμησε τὴν ἑαυτοῦ Ἐκκλησίαν, ἧς πύλαι ᾅδου οὐ κατισχύσουσιν, ἐννοοῦντες μεταφορικῶς τὴν ὀρθὴν τοῦ Πέτρου ὁμολογίαν περὶ τοῦ Κυρίου, ὅτι «αὐτός ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος»[18]· ἐφ’ ἧς ὁμολογίας καὶ πίστεως ἐρείδεται ἀκραδάντως τὸ σωτήριον τοῦ εὐαγγελίου κήρυγμα τῶν Ἀποστόλων ὅλων καὶ τῶν διαδόχων αὐτῶν. Ὅθεν καὶ ὁ οὐρανοβάμων ἀπόστολος Παῦλος, προφανῶς τὴν θείαν ταύτην ἑρμηνεύων ῥήτραν, ἀποφαίνεται θεοπνεύστως λέγων· «κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός»[19]. Ὑπ’ ἄλλην δ’ ἔννοιαν θεμέλιον τῆς ἐν Χριστῷ ἐποικοδομῆς τῶν πιστῶν, ἤτοι τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ, «ὅ ἐστιν ἡ Ἐκκλησία»[20], ἀποκαλεῖ πάντας ὁμοῦ τοὺς ἀπο­στόλους καὶ προφήτας, γράφων πρὸς Ἐφεσίους· «ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ»[21]. Τοιαύτης λοιπὸν οὔσης τῆς θεοπνεύστου τῶν Ἀποστόλων διδασκαλίας περὶ θεμελίου καὶ ἀρχηγοῦ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, φυσικῷ τῷ λόγῳ οἱ τῶν ἀποστολικῶν παραδόσεων ἀπροὶξ ἐχόμενοι ἱεροὶ Πατέρες οὐδεμίαν ἠδύναντο ἔχειν ἢ συλλαβεῖν ἰδέαν περὶ ἀπολυταρχικοῦ πρωτείου τοῦ ἀποστόλου Πέτρου καὶ τῶν ἐπισκόπων Ῥώμης, οὐδὲ ἄλλην τινὰ ἑρμηνείαν ὅλως ἄγνωστον τῇ Ἐκκλησίᾳ ἀποδοῦναι τῷ εὐαγγελικῷ ἐκείνῳ χωρίῳ παρὰ τὴν ἀληθῆ καὶ ὀρθόδο­ξον, ἢ ἐπινοῆσαι οἴκοθεν καὶ αὐθαιρέτως καινοπρεπὲς δόγμα περὶ ὑπερφιάλων πρωτείων τοῦ τῆς Ῥώμης ἐπισκόπου ὡς διαδόχου τάχα τοῦ Πέτρου, καὶ ταῦτα τῆς Ἐκκλησίας τῆς Ῥώμης ἱδρυθείσης κυρίως οὐχὶ ὑπὸ τοῦ Πέτρου, οὗτινος ἡ ἐν Ῥώμῃ ἀποστολικὴ ἐνέργεια παντελῶς ἀγνοεῖται ὑπὸ τῆς Ἱστορίας, ἀλλ’ ὑπὸ τοῦ οὐρανοβάμονος ἀποστόλου τῶν ἐθνῶν Παύλου διὰ τῶν μαθητῶν αὐτοῦ, οὗ ἄλ­λως τε πασίδηλος ἡ ἐν Ῥώμῃ ἀποστολικὴ διακονίᾳ.
15. Οἱ θεῖοι Πατέρες, τιμῶντες τὸν ἐπίσκοπον Ῥώμης μόνον ὡς ἐπίσκοπον τῆς πρωτευούσης πόλεως τοῦ κράτους, ἀπέδωκαν αὐτῷ προεδρείας πρεσβεῖα τιμη­τικά, θεωρήσαντες αὐτὸν ἁπλῶς ὡς πρῶτον τῇ τάξει ἐπίσκοπον, τοῦτ’ ἔστι πρῶτον ἐν ἴσοις, ἅπερ πρεσβεῖα καὶ τῷ Κωνσταντινουπόλεως ἀπένειμαν κατόπιν, ὅτε ἡ πόλις αὕτη ἐγένετο πρωτεύουσα τοῦ ῥωμαϊκοῦ κράτους, ὡς μαρτυρεῖ περὶ τούτου ὁ κη΄ κανὼν τῆς Δ΄ ἐν Χαλκηδόνι οἰκουμενικῆς Συνόδου, λέγων πρὸς τοῖς ἄλ­λοις τάδε: «Τὰ αὐτὰ καὶ ἡμεῖς ὁρίζομέν τε καὶ ψηφιζόμεθα περὶ τῶν πρεσβείων τῆς ἁγιωτάτης Ἐκκλησίας τῆς αὐτῆς Κωνσταντινουπόλεως, νέας Ῥώμης· καὶ γὰρ τῷ θρόνῳ τῆς πρεσβυτέρας Ῥώμης διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην οἱ πατέ­ρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεῖα· καὶ τῷ αὐτῷ σκοπῷ κινούμενοι οἱ ρν΄ ἐπίσκοποι τὰ ἴσα πρεσβεῖα ἀπένειμαν τῷ τῆς νέας Ῥώμης ἁγιωτάτῳ θρόνῳ»[22]. Ἐκ τοῦ κανόνος τούτου καταφαίνεται, ὅτι ὁ Ῥώμης ἐστὶν ἐπίσκοπος ἰσότιμος τῷ ἐπισκόπῳ τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως καὶ τοῖς τῶν ἄλλων Ἐκκλησιῶν, ἐν οὐδενὶ δὲ κανόνι καὶ παρ’ οὐδενὶ τῶν Πατέρων ὑπαινιγμός τις γίνεται, ὅτι ποτὲ ὁ Ῥώμης μόνος ἐστὶν ὁ ἀρχηγὸς τῆς καθόλου Ἐκκλησίας καὶ ὁ ἀλάθητος κριτὴς τῶν ἐπισκόπων τῶν ἄλλων ἀνεξαρτήτων καὶ αὐτοκεφάλων Ἐκκλησιῶν ἢ διάδοχος τοῦ ἀποστόλου Πέτρου καὶ τοποτηρητὴς τοῦ Ἰησοῦ Χριστοῦ ἐπὶ τῆς γῆς.
16. Ἑκάστη κατὰ μέρος αὐτοκέφαλος Ἐκκλησία ἔν τε τῇ Ἀνατολῇ καὶ τῇ Δύσει ἦν ὅλως ἀνεξάρτητος καὶ αὐτοδιοίκητος κατὰ τοὺς χρόνους τῶν ἑπτὰ οἰκου­μενικῶν Συνόδων. Ὅπως δὲ οἱ ἐπίσκοποι τῶν αὐτοκεφάλων Ἐκκλησιῶν τῆς Ἀνα­τολῆς, οὕτω καὶ οἱ τῆς Ἀφρικῆς, τῆς Ἰσπανίας, τῶν Γαλλιῶν, τῆς Γερμανίας καὶ τῆς Βρεττανίας ἐκυβέρνων τὰ τῶν Ἐκκλησιῶν αὑτῶν ἕκαστοι διὰ τῶν ἰδίων το­πικῶν Συνόδων, οὐδὲν ἀναμίξεως δικαίωμα ἔχοντος τοῦ ἐπισκόπου Ῥώμης, ὅστις καὶ αὐτὸς ἐπίσης ὑπήγετο καὶ ὑπεῖκεν εἰς τὰς συνοδικὰς ἀποφάσεις. Ἐν σπουδαίοις δὲ ζητήμασι, δεομένοις τοῦ κύρους τῆς καθόλου Ἐκκλησίας, ἐγίνετο ἔκκλησις εἰς οἰκουμενικὴν Σύνοδον, ἥτις μόνη ἦν καὶ ἔστι τὸ ἀνώτατον ἐν τῇ καθόλου Ἐκκλησίᾳ κριτήριον. Τοιοῦτον ὑπῆρχε τὸ ἀρχαῖον τῆς Ἐκκλησίας πολίτευμα· οἱ δὲ ἐπίσκοποι ἦσαν ἀνεξάρτητοι ἀπ’ ἀλλήλων καὶ ἐλεύθεροι ὅλως ἐν τοῖς ἰδίοις ἕκαστος ὁρίοις, μόνον ταῖς συνοδικαῖς διατάξεσιν ὑπείκοντες, καὶ παρεκάθηντο ἴσοι πρὸς ἀλλήλους ἐν ταῖς συνόδοις· οὐδεὶς δὲ αὐτῶν διεξεδίκει ποτὲ μοναρχικὰ δικαιώματα ἐπὶ τῆς καθόλου Ἐκκλησίας. Εἰ δέ ποτε φιλοδοξοῦντές τινες ἐπίσκο­ποι τῆς Ῥώμης ἤγειρον ὑπερφιάλους ἀξιώσεις ἀγνώστου ἐν τῇ Ἐκκλησίᾳ ἀπο­λυταρχίας, οἱ τοιοῦτοι προσηκόντως ἠλέγχθησαν καὶ ἐπετιμήθησαν. Ἀνακριβὲς ἄρα καὶ προφανὴς πλάνη ἐξελέγχεται, ὅπερ διϊσχυρίζεται ὁ Λέων IΓ΄ λέγων ἐν τῇ ἐγκυκλίῳ αὐτοῦ, ὅτι πρὸ τῆς ἐποχῆς τοῦ μεγάλου Φωτίου τὸ ὄνομα τοῦ ῥωμαϊκοῦ θρόνου ἦν ἅγιον παρὰ πᾶσι τοῖς λαοῖς τοῦ χριστιανικοῦ κόσμου, ἡ δὲ Ἀνα­τολὴ ὁμοίως τῇ Δύσει ὁμοθυμαδὸν καὶ ἄνευ ἀντιστάσεως ὑπετάσσετο τῷ Ῥωμαίῳ ἀρχιερεῖ, ὡς διαδόχῳ δῆθεν νομίμῳ τοῦ ἀποστόλου Πέτρου, καὶ κατὰ συνέπειαν τοποτηρητῇ τοῦ Ἰησοῦ Χριστοῦ ἐπὶ τῆς γῆς.
17. Κατὰ τοὺς ἐννέα αἰῶνας τῶν οἰκουμενικῶν Συνόδων ἡ Ἀνατολικὴ Ὀρθόδοξος Ἐκκλησία οὐδέποτε ἀνεγνώρισε περὶ πρωτείου ὑπερφιάλους ἀξιώσεις τῶν ἐπισκόπων τῆς Ῥώμης, ἑπομένως οὐδὲ ὑπετάχθη αὐτοῖς, ὡς τρανῶς μαρτυρεῖ ἡ Ἐκκλησιαστικὴ Ἱστορία. Ἡ ἀνεξάρτητος σχέσις τῆς Ἀνατολῆς πρὸς τὴν Δύσιν σα­φῶς καὶ ἀριδήλως καταφαίνεται καὶ ἐκ τῶν ὀλίγων καὶ ἀξιοσημείωτων ἐκείνων λόγων τοῦ μεγάλου Βασιλείου, οὓς γράφει ἐπιστέλλων πρὸς τὸν ἐν ἁγίοις Εὐσέ­βιον, ἐπίσκοπον Σαμοσάτων. «Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη, ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. Καὶ γάρ, ἐὰν μὲν ἱλασθῇ ἡμῖν ὁ Κυ­ριος, ποίας ἑτέρας προσθήκης δεόμεθα; ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία ἡμῖν βοήθεια τῆς δυτικῆς ὀφρύος; οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχον­ται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι, ἐκεῖνα ποιοῦσι νῦν, ἃ πρότερον ἐπὶ Μαρκέλλῳ»[23]. Τῆς ἀνεξαρτησίας δὲ ταύτης τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως ὑπὲρ μεσοῦντος τοῦ θ΄ αἰῶνος ὑπεραμυνόμενος καὶ Φώτιος ἐκεῖνος ὁ ἱερὸς τῆς Κωνσταντινουπόλεως ἱεράρχης καὶ φωστήρ, καὶ προβλέπων ἐπικειμένην τὴν διαστροφὴν τοῦ ἐκκλησιαστικοῦ πολιτεύματος ἐν τῇ Δύσει καὶ τὴν ταύτης ἀποσκίρτησιν ἀπὸ τῆς ὀρθοδόξου Ἀνατολῆς, ἐπεδίωξε τὸ πρῶτον δι’ εἰρηνικῆς ὁδοῦ τὴν ἀποσόβησιν τοῦ κινδύνου, ἀλλ’ ὁ τῆς Ῥώμης ἐπίσκοπος Νικόλαος Α΄, διὰ τῶν ὑπερορίων αὑτοῦ παρὰ τοὺς ἱεροὺς κανόνας εἰς τὴν Ἀνατολὴν ἐπεμβάσεων καὶ τῆς γενομένης ἀποπείρας πρὸς τὴν ὑφ’ ἑαυτὸν ὑποταγὴν τῆς Ἐκκλησίας Κωνσταντινουπόλεως, ὤθησε τὰ πράγματα εἰς τὸ πρῶτον σημεῖον τῆς λυπηρᾶς διαστάσεως τῶν Ἐκκλη­σιῶν. Τῶν ἀπολυταρχικῶν τούτων ἀξιώσεων τοῦ Παπισμοῦ τὰ πρῶτα σπέρματα ἐρρίφθησαν ἐν τοῖς Ψευδοκλημεντίοις, ἐκαλλιεργήθησαν δὲ ἀκριβῶς κατὰ τὴν ἐποχὴν τοῦ Νικολάου τούτου ἐν ταῖς οὕτω καλουμέναις Ψευδοϊσιδωρείοις διατάξεσιν, αἵτινές εἰσι συνονθύλευμα νόθων καὶ πλαστῶν βασιλικῶν διαταγμάτων καὶ ἐπιστολῶν ἀρχαίων ἐπισκόπων Ῥώμης, δι’ ὧν ἐναντίον τῆς ἱστορικῆς ἀληθείας καὶ τοῦ καθεστῶτος τῆς Ἐκκλησίας σκοπίμως διεκηρύσσετο, ὅτι δῆθεν ἡ χριστιανικὴ ἀρχαιότης ἀπένεμε τοῖς ἐπισκόποις τῆς Ῥώμης ἀπεριόριστον ἐξουσίαν ἐπὶ τῆς κα­θόλου Ἐκκλησίας.
18. Τὰ γεγονότα ταῦτα μετὰ πόνου ψυχῆς ἀναπολοῦμεν, καθ’ ὅσον ἡ Παπικὴ Ἐκκλησία, καίπερ ὁμολογοῦσα ἤδη τὸ νόθον καὶ κίβδηλον τῶν διατάξεων ἐκείνων, ἐφ’ αἷς στηρίζονται αἱ ὑπερφίαλοι αὐτῆς ἀξιώσεις, οὐ μόνον δυστροπεῖ πρὸς ἐπάνοδον εἰς τοὺς κανόνας καὶ τοὺς ὅρους τῶν οἰκουμενικῶν Συνόδων, ἀλλὰ καὶ ἐν φθίνοντι δεκάτῳ ἐνάτῳ αἰῶνι, εὐρύνουσα τὸ ὑφιστάμενον χάσμα, ἐπισήμως ἀνεκήρυξε καὶ ἀλάθητον τὸν ἐπίσκοπον Ῥώμης, πρὸς ἔκπληξιν τοῦ χριστιανικοῦ κό­σμου. Ἡ ὀρθόδοξος ἀνατολικὴ καὶ καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, ἐκτὸς τοῦ ἀφράστως ἐνανθρωπήσαντος Υἱοῦ καὶ Λόγου τοῦ Θεοῦ, οὐδένα ἄλλον γινώσκει ἀλάθητον ἐπὶ γῆς ὑπάρξαντα. Καὶ αὐτὸς ὁ ἀπόστολος Πέτρος, οὗτινος διάδοχος οἴεται εἶναι ὁ Πάπας, τρὶς ἠρνήθη τὸν Κύριον, καὶ ἠλέγχθη δὶς ὑπὸ τοῦ ἀποστόλου Παύλου ὡς μὴ ὀρθοποδῶν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου[24]. Ἔπειτα ὁ Πάπας Λιβέριος κατὰ τὸν δ΄ αἰῶνα ὑπέγραψεν ὁμολογίαν Ἀρειανήν, ὁμοίως ὁ Ζώσιμος κατὰ τὸν ε΄ αἰῶνα ἐπεδοκίμασεν ὁμολογίαν αἱρετικήν, ἀρνουμένην τὴν προπατορικὴν ἁμαρτίαν, ὁ Βιγίλιος κατεδικάσθη κατὰ τὸν στ΄ αἰῶνα ἐπὶ κακοδοξίᾳ ὑπὸ τῆς Ε΄ Συνόδου, ὁ δὲ Ὀνώριος, ὑποπεσὼν εἰς τὴν αἵρεσιν τῶν Μονοθελητῶν, κατεδικάσθη κατὰ τὸν ζ΄ αἰῶνα ὑπὸ τῆς ΣΤ΄ οἰκουμενικῆς Συνόδου ὡς αἱρε­τικός, καὶ οἱ διάδοχοι Πάπαι ἀνωμολόγησαν καὶ ἀπεδέξαντο τὴν καταδίκην αὐτοῦ.
19. Ταῦτα καὶ τοιαῦτα ἔχοντες πρὸ ὀφθαλμῶν οἱ λαοὶ τῆς Δύσεως, βαθμηδὸν δὲ καὶ ἐκπολιτιζόμενοι διὰ τῆς διαδόσεως τῶν γραμμάτων, ἤρξαντο διαμαρτύρεσθαι κατὰ τῶν νεωτερισμῶν καὶ ἀπαιτεῖν, ὡς ἐγένετο κατὰ τὸν ιε΄ αἰῶνα ἐν ταῖς Συνόδοις τῆς Κωνσταντίας καὶ Βασιλείας, τὴν ἐπάνοδον εἰς τὸ ἐκκλησια­στικὸν πολίτευμα τῶν πρώτων αἰώνων, εἰς ὃ χάριτι θείῳ μένουσι καὶ μενοῦσιν ἐς ἀεὶ πισταὶ αἱ ἀνὰ τὴν Ἀνατολὴν καὶ τὸν Βορρᾶν Ὀρθόδοξοι Ἐκκλησίαι, αἳ καὶ μόναι ἀποτελοῦσαι ἤδη τὴν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν τοῦ Χρι­στοὺ Ἐκκλησίαν, τὸν στῦλον τοῦτον καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας. Τὸ αὐτὸ ἔπραξαν κατὰ τὸν ιζ΄ αἰῶνα καὶ οἱ σοφοὶ Γαλλικανοὶ θεολόγοι, καὶ κατὰ τὸν ιη΄ οἱ ἐν Γερμανίᾳ ἐπίσκοποι· κατὰ δὲ τὸν αἰῶνα τοῦτον τῆς ἐπιστήμης καὶ τῆς κριτικῆς σύσσωμος ἐξηγέρθη τῷ 1870 ἡ χριστιανικὴ συνείδησις ἐν προσώπῳ τῶν  διασήμων κληρικῶν καὶ θεολόγων τῆς Γερμανίας ἕνεκα τοῦ περὶ ἀλαθήτου τῶν Παπῶν ἐξενεχθέντος καινοφανοῦς δόγματος ὑπὸ τῆς Βατικανῆς Συνόδου· συνέ­πεια δὲ τῆς ἐξεγέρσεως ταύτης εἰσὶν αἱ σχηματισθεῖσαι ἰδιαίτεραι θρησκευτικαὶ κανότητες τῶν Παλαιοκαθολικῶν, ἀποκηρύττουσαι τὰ τοῦ Παπισμοῦ καὶ πάντῃ ἀνεξάρτητοι ἀπ’ αὐτοῦ ὑπάρχουσαι.
20. Μάτην ἄρα παραπέμπει ἡμᾶς ὁ ἐπίσκοπος Ῥώμης εἰς τὰς πηγάς, ὅπως ἀναζητήσωμεν τὶ ἐφρόνουν οἱ προπάτορες ἡμῶν καὶ τὶ παρέδωκεν ἡμῖν ἡ πρώτη τοῦ Χριστιανισμοῦ ἐποχή. Ἐν ταῖς πηγαῖς ταύταις εὑρίσκομεν οἱ Ὀρθόδοξοι τὰ παλαιὰ καὶ θεοπαράδοτα ἐκεῖνα, ὧν μέχρι σήμερον ἐπιμελῶς ἀντεχόμεθα, οὐδαμοῦ δὲ τοὺς νεωτερισμούς, οὓς ἐγέννησαν μεταγενέστεροι χρόνοι ματαιοφροσύνης ἐν τῇ Δύσει, καὶ υἱοθετήσασα κατέχει ἄχρι σήμερον ἡ Παπικὴ Ἐκκλησία. Ἡ Ὀρθόδοξος ἄρα Ἀνατολικὴ Ἐκκλησία δικαίως καυχᾶται ἐν Χριστῷ, ὅτι ἐστὶν ἡ Ἐκ­κλησία τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων καὶ τῶν ἐννέα πρώτων αἰώνων τοῦ Χρι­στιανισμοῦ, ἑπομένως ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ τοῦ Χριστοῦ Ἐκκλη­σία, «στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας»[25]· ἡ δὲ νῦν Ῥωμαϊκή ἐστιν Ἐκκλησία τῶν καινοτομιῶν, τῆς νοθεύσεως τῶν συγγραμμάτων τῶν ἐκκλησιαστικῶν Πατέ­ρων καὶ τῆς παρερμηνείας τῆς τε ἁγίας Γραφῆς καὶ τῶν ὅρων τῶν ἁγίων Συνό­δων· διὸ εὐλόγως καὶ δικαίως ἀπεκηρύχθη καὶ ἀποκηρύσσεται, ἐφ’ ὅσον ἂν ἐμμένῃ ἐν τῇ πλάνῃ αὑτῆς. «Κρείσσων γὰρ ἐπαινετὸς πόλεμος, λέγει καὶ ὁ θεῖος Γρηγόριος ὁ Ναζιανζηνός, εἰρήνης χωριζούσης Θεοῦ».
21. Τοιαῦται, συντόμως εἰπεῖν, αἱ περὶ τὴν πίστιν καὶ τὸ διοικητικὸν τῆς Ἐκκλησίας πολίτευμα σπουδαῖαι καὶ αὐθαίρετοι καινοτομίαι τῆς Παπικῆς Ἐκκλη­σίας, ἃς πρόδηλον ὅτι σκοπίμως ἀποσιωπᾷ ἡ παπικὴ ἐγκύκλιος. Αἱ καινοτομίαι αὖται, ἀναφερόμεναι εἰς οὐσιώδη κεφάλαια τῆς πίστεως καὶ τοῦ διοικητικοῦ συ­στήματος τῆς Ἐκκλησίας καὶ προφανῶς ἀντικείμεναι εἰς τὸ ἐκκλησιαστικὸν κα­θεστὼς τῶν ἐννέα πρώτων αἰώνων, ποιοῦσιν ἀδύνατον τὴν ποθητὴν ἕνωσιν τῶν Ἐκκλησιῶν. Ἀφάτου δὲ λύπης πληροῦται πᾶσα εὐσεβὴς καὶ ὀρθόδοξος καρδία, βλέπουσα τὴν Παπικὴν Ἐκκλησίαν ἐμμενοῦσαν ὑπεροπτικῶς ἐν αὐταῖς καὶ ἥκιστα συντελοῦσαν εἰς τὸν ἱερὸν τῆς ἑνώσεως σκοπὸν δι’ ἀποπτύσεως τῶν αἱρετικῶν τούτων καινοτομιῶν καὶ ἐπανόδου εἰς τὸ ἀρχαῖον καθεστὼς τῆς μιᾶς, ἁγίας, κα­θολικῆς καὶ ἀποστολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἧς μέρος τότε καὶ αὐτὴ ἀπετέλει.
22. Τί δ’ εἴπῃ τις καὶ περὶ ὅσων γράφει ὁ Ῥωμαῖος ποντίφηξ πρὸς τὰ ἔνδοξα Σλαυϊκὰ ἔθνη ἀποτεινόμενος; Οὐδεὶς βεβαίως ἠρνήθη ποτέ, ὅτι διὰ τῆς ἀρε­τῆς καὶ τῶν ἀποστολικῶν μόχθων τῶν ἁγίων Κυρίλλου καὶ Μεθοδίου οὐκ ὀλίγοι ἐκ τῶν Σλαυϊκῶν λαῶν ἠξιώθησαν τῆς σωτηρίου χάριτος. Ἀλλ’ ἡ Ἱστορία μαρ­τυρεῖ, ὅτι κατὰ τὴν ἐποχὴν τοῦ μεγάλου Φωτίου οἱ ἐκ Θεσσαλονίκης ὁρμώμενοι Ἕλληνες ἐκεῖνοι τῶν Σλάβων ἀπόστολοι καὶ στενοὶ φίλοι τοῦ θείου ἐκείνου Πατρὸς ἀπεστάλησαν πρὸς ἐπιστροφὴν τῶν Σλαυϊκῶν φυλῶν οὐχὶ ἐκ Ῥώμης, ἀλλ’ ἐκ Κωνσταντινουπόλεως, ἔνθα καὶ ἐμορφώθησαν ἐν τῇ ἱερᾷ μονῇ τοῦ ἁγίου Πο­λυχρονίου μονάζοντες. Ὅλως ἄρα ἀσύστατά εἰσι τὰ διασαλπιζόμενα ἐν τῇ ἐγκυκλίῳ τοῦ Ῥωμαίου ποντίφηκος, ὅτι δῆθεν ἐγεννήθη ὡραία τις σχέσις καὶ ἀμοιβαιότης μεταξὺ τῶν Σλαυϊκῶν φύλων καὶ τῶν ἱεραρχῶν τῆς Ῥωμαϊκῆς Ἐκκλησίας διότι, καὶ ἐὰν ἡ αὐτοῦ Μακαριότης ἀγνοῇ, ἡ Ἱστορία ὅμως διαρρήδην κηρύττει, ὅτι οἱ περὶ ὧν ὁ λόγος ἱεροὶ τῶν Σλαύων ἀπόστολοι περισσότερα ὑπέστησαν δεινὰ ἐν τῷ ἔργῳ αὐτῶν παρὰ τῶν ἐπισκόπων τῆς Ῥώμης διὰ τῶν ἀφορισμῶν καὶ τῶν ἀντιπράξεων αὐτῶν, καὶ ἀπηνέστερον ἐδιώχθησαν ὑπὸ τῶν Φράγκων παπιστῶν ἐπισκόπων, ἢ ὑπὸ τῶν ἐθνικῶν κατοίκων τῶν χωρῶν ἐκείνων. Γινώσκει δὲ πάν­τως ἡ αὐτοῦ Μακαριότης, ὅτι, μεταστάντος πρὸς Κύριον τοῦ μακαρίου Μεθοδίου, διακόσιοι ἐκ τῶν μαθητῶν αὐτοῦ, οἱ καὶ διαπρεπέστεροι, μετὰ πολλοὺς ἀγῶνας πρὸς τὰς ἀντιπράξεις τῶν Ῥωμαίων ποντιφήκων ἐκδιωχθέντες ἐκ Μοραυΐας, ἀπήχθησαν διὰ στρατιωτικῆς δυνάμεως πέραν τῶν ὁρίων αὐτῆς, ὁπόθεν διεσπάρησαν ἔπειτα εἰς Βουλγαρίαν καὶ ἀλλαχοῦ, καὶ ὅτι μετὰ τὴν ἔξωσιν τοῦ λογιωτέρου Σλαυϊκου κλήρου συνεξώσθη καὶ τὸ τυπικὸν τῆς Ἀνατολῆς καὶ ἡ ἐν χρήσει Σλαυϊκὴ γλῶσσα, καὶ προϊόντος τοῦ χρόνου πᾶν ἴχνος Ὀρθοδοξίας ἐξηλείφθη ἐκ τῶν ἐπαρχιῶν ἐκείνων, καὶ ταῦτα πάντα συνεργούντων ἐπισήμως τῶν ἐπισκόπων τῆς Ῥώμης κατὰ τρόπον ἥκιστα τιμῶντα τὴν ἱερότητα τοῦ ἐπισκοπικοῦ ἀξιώμα­τος. Ἀλλ’ ἐξ ὅλων τούτων τῶν ἐπηρειῶν διασωθεῖσαι χάριτι θείᾳ ἀσινεῖς αἱ Ὀρθόδοξοι Σλαυϊκαὶ Ἐκκλησίαι καὶ προσφιλεῖς θυγατέρες τῆς ὀρθοδόξου Ἀνα­τολῆς, καὶ ἰδίως ἡ μεγάλη καὶ ἔνδοξος τῆς θεοσώστου Ῥωσίας, διεφύλαξαν καὶ διαφυλάξουσιν ἄχρι συντελείας τῶν αἰώνων τὴν ὀρθοδοξίαν τῆς πίστεως, καὶ πρόκεινται περιφανῆ μαρτύρια τῆς ἐν Χριστῷ ἐλευθερίας. Μάτην ἄρα ἡ παπικὴ ἐγκύκλιος ἐπαγγέλλεται ταῖς Σλαυϊκαῖς Ἐκκλησίαις εὐημερίαν καὶ μεγαλεῖα· διότι εὐδοκίᾳ τοῦ παναγάθου Θεοῦ κέκτηνται ἤδη ταῦτα καὶ τὰ τοιαῦτα ἀγαθά, σταθερῶς ἐμμένουσαι ἐν τῇ πατρῴᾳ Ὀρθοδοξίᾳ καὶ καυχώμεναι ἐπ’ αὐτῇ ἐν Χριστῷ.
23. Τούτων οὕτως ἐχόντων καὶ ὑπὸ τῆς Ἐκκλησιαστικῆς Ἱστορίας ἀναντιρρήτως μαρτυρουμένων, ἐκ καθήκοντος μεριμνῶντες στρέφομεν τὸν λόγον πρὸς τοὺς λαοὺς τῆς Δύσεως, οἵτινες, ἐξ ἀγνοίας τῆς ἀληθοῦς καὶ ἀδεκάστου τῶν ἐκ­κλησιαστικῶν πραγμάτων ἱστορίας εὐπίστως παρασυρόμενοι, ἀκολουθοῦσι ταῖς ἀντευαγγελικαῖς καὶ παναθέσμοις καινοτομίαις τοῦ Παπισμοῦ, ἀπεσπασμένοι καὶ μακρὰν διατελοῦντες τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ὀρθοδόξου τοῦ Χριστοῦ Ἐκκλησίας, ἥτις ἐστὶν «Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας»[26], ἐν ᾗ καὶ ἔλαμψαν ἐπ’ εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ τῆς πίστεως οἱ ἔνδοξοι αὐτῶν πρόγονοι καὶ προπάτορες ἐπὶ ἐννέα ὅλους αἰῶνας, μέλη αὐτῆς ὑπάρξαντες πιστὰ καὶ τίμια καὶ ταῖς διατάξεσι τῶν θεοσυλλέκτων οἰκουμενικῶν Συνόδων πειθηνίως ἑπόμενοι καὶ στοιχοῦντες.
24. Λαοὶ φιλόχριστοι τῶν ἐνδόξων χωρῶν τῆς Δύσεως! χαίρομεν ἀφ’ ἑνὸς βλέποντες ὑμᾶς, ὅτι ἔχετε ζῆλον Χριστοῦ, ἐκ τῆς ὀρθῆς γνώμης ἀγόμενοι ὅτι ἄνευ τῆς εἰς Χριστὸν «πίστεως ἀδύνατον εὐαρεστῆσαι Θεῷ»[27]. Ἀλλ’ ἀφ’ ἑτέρου οἴκοθεν δῆλον παντὶ εὖ φρονοῦντι, ὅτι ἡ σωτήριος εἰς Χριστὸν πίστις ἐξ ἅπαντος ὀφείλει εἶναι ὀρθὴ κατὰ πάντα καὶ σύμφωνος πρὸς τὴν ἁγίαν Γραφὴν καὶ τὰς ἀποστολικὰς παραβάσεις, ἐφ’ αἷς βασίζεται ἡ διδασκαλία τῶν θείων Πατέρων καὶ τῶν ἑπτὰ ἁγίων καὶ θεοσυλλέκτων οἰκουμενικῶν Συνόδων. Πρόδηλον πρὸς τούτοις ὅτι ἡ καθόλου Ἐκκλησία τοῦ Θεοῦ, ἡ κατέχουσα ἐν τοῖς κόλποις αὐτῆς ἑνιαίαν τε καὶ ἀνόθευτον καὶ ἀκεραίαν τὴν σωτήριον ταύτην πίστιν ὡς θείαν παρακαταθήκην, καθάπερ ἀνέκαθεν παρεδόθη καὶ ὑπὸ τῶν θεοφόρων Πατέρων πνευματοκινήτως ἀνεπτύχθη καὶ ὑπετυπώθη κατὰ τοὺς πρώτους ἐννέα αἰῶνας, αὕτη ἐστὶ μία καὶ ἑνιαία εἰς τὸ διηνεκές, καὶ οὐχὶ πολλαπλῆ τις καὶ ποικίλλουσα σὺν τῷ χρόνῳ προϊόντι· καθότι αἱ εὐαγγελικαὶ ἀλήθειαι οὐδέποτε ἐπιδέχονται ἀλλοίωσιν ἢ πρόο­δον ἐν χρόνῳ, ὥσπερ τὰ ποικίλα φιλοσοφικὰ συστήματα, ἐπειδὴ «Ἰησοῦς Χρι­στὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας»[28]. Ὅθεν καὶ ὁ ἐν τῇ ἱερᾷ μονῇ τοῦ Λειρίνου τῆς Γαλλίας τῷ γάλακτι τῆς πατρῴας εὐεβείας ἐκτραφεὶς καὶ περὶ τὰ μέσα τοῦ ε΄ αἰῶνος ἀκμάσας ἱερὸς Βικέντιος πάνυ σοφῶς καὶ ὀρθοδόξως χαρακτηρίζει τὴν ἀληθῆ τῆς πίστεως καὶ τῆς Ἐκκλησίας καθολικότητα λέγων. «Ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ ἐκεῖνο μάλιστα σπουδαστέον ἡμῖν κατέχειν, ὅπερ πανταχοῦ, ὅπερ ἀεί, ὅπερ ὑπὸ πάντων ἐπιστεύθη. Τοῦτο γὰρ ἀληθῶς καὶ κυρίως καθολικόν ἐστι, καθάπερ αὐτὴ τῆς λέξεως ἡ δύναμις καὶ ὁ νοῦς δηλοῖ, ὅπερ ἅπαντα σχεδὸν ἐν συνόλῳ περιλαμβάνει. Τοῦτο δ’ ἔσται, εἴ γε στοιχοῦμεν ἑπόμενοι τῷ συνόλῳ, τῇ ἀρχαιότητι, τῇ συμφωνίᾳ»[29]. Ἀλλ’ ὡς προείρηται, ἡ Δυ­τικὴ Ἐκκλησία ἀπὸ τοῦ δεκάτου αἰῶνος καὶ ἐντεῦθεν ποικίλας καὶ ξένας καὶ αἱρετικὰς διδασκαλίας καὶ καινοτομίας παρεισήγαγεν ἐν ἑαυτῇ διὰ τοῦ Παπισμοῦ· καὶ οὕτως ἀπεσχίσθη καὶ ἀπεμακρύνθη ἀπὸ τῆς ἀληθινῆς καὶ Ὀρθοδόξου τοῦ Χρι­στοῦ Ἐκκλησίας. Πόση δὲ ἡ ἀνάγκη τῆς ἐπιστροφῆς καὶ ἐπανόδου ὑμῶν εἰς τὰς ἀρχαίας καὶ ἀνοθεύτους διδασκαλίας τῆς Ἐκκλησίας πρὸς ἐπίτευξιν τῆς ἐν Χρι­στῷ ἐπιδιωκομένης σωτηρίας, εὐκόλως κατανοεῖτε, ἐὰν λάβητε συνετῶς ὑπ’ ὄψιν τὴν πρὸς Θεσσαλονικεῖς παραγγελίαν τοῦ οὐρανοβάμονος ἀποστόλου Παύλου, λέγοντος: «Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι’ ἐπιστολῆς ἡμῶν»[30]· ἔτι δὲ καὶ ὅσα πρὸς Γαλάτας γράφει ὁ αὐτὸς θεῖος Ἀπόστολος λέγων: «Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, εἰ μὴ τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ»[31]. Ἀλλ’ ἐκκλίνατε ἀπὸ τῶν τοιούτων διαστροφέων τῆς εὐαγγελικῆς ἀληθείας· «οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων»[32]· καὶ ἐπανέλθετε τὸ λοιπὸν εἰς τοὺς κόλπους τῆς μιᾶς, ἁγίας, καθο­λικῆς καὶ ἀποστολικῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἥτις ἀποτελεῖται ἐκ τοῦ συνόλου τῶν κατὰ μέρος ἀνὰ τὴν ὀρθοδοξοῦσαν οἰκουμένην θεοφυτεύτων δίκην ἀμπέλων εὐκληματουσῶν καὶ ἀρρήκτως ἐν ἑνότητι τῆς μιᾶς εἰς Χριστὸν σωτηρίου πίστεως καὶ ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῷ πνεύματι συνημμένων ἀλλήλαις τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, ἵνα τύχητε τῆς ἐν Χριστῷ ποθουμένης σωτηρίας, καὶ δοξασθῇ οὕτω καὶ ἐν ὑμῖν τὸ ὑπερύμνητον καὶ ὑπερένδοξον ὄνομα τοῦ ὑπὲρ τῆς σωτηρίας τοῦ κόσμου παθόντος Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
25. Ἡμεῖς δέ, οἱ χάριτι καὶ εὐδοκίᾳ τοῦ παναγάθου Θεοῦ μέλη τίμια τυγχάνοντες τοῦ σώματος τοῦ Χριστοῦ, ἤτοι τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστο­λικῆς αὐτοῦ Ἐκκλησίας, ἀντεχώμεθα τῆς πατρῴας καὶ ἀποστολοπαραδότου εὐσεβείας. Προσέχωμεν πάντες ἀπὸ τῶν ψευδαποστόλων, οἵτινες ἐρχόμενοι ἐν σχήματι προβάτων πειρῶνται δελεάζειν τοὺς ἁπλοϊκωτέρους ἐν ἡμῖν διὰ ποικίλων καὶ ὑπούλων ὑποσχέσεων, τὰ πάντα θεμιτὰ ἡγούμενοι καὶ ἐπιτρέποντες πρὸς ἕνωσιν, ἐὰν μόνον ἀναγνωρισθῇ ὁ τῆς Ῥώμης Πάπας ὡς ὑπέρτατος καὶ ἀλάθητος ἄρχων καὶ ἀπόλυτος κυρίαρχος τῆς καθόλου Ἐκκλησίας καὶ μόνος ἐπὶ τῆς γῆς ἀντιπρόσωπος τοῦ Χριστοῦ καὶ πηγὴ πάσης χάριτος! Ἰδίᾳ δὲ οἱ χάριτι καὶ ἐλέῳ Θεοῦ τεταγμένοι ἐπίσκοποι καὶ ποιμένες καὶ διδάσκαλοι τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλη­σιῶν «προσέχωμεν ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος»[33], ὡς λόγον ἀποδώσοντες. «Διὸ παρακαλῶμεν ἀλλήλους καὶ οἰκοδομῶμεν εἰς τὸν ἕνα»[34]. «Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, αὐτὸς καταρτίσαι ἡμᾶς, στηρίξαι, σθενώσαι, θεμελιώσαι»[35], καὶ δῴη φωτισθῆναι τῷ φωτὶ τῆς χάριτος αὐτοῦ καὶ τῆς ἐπιγνώσεως τῆς ἀληθείας πάντας τοὺς ἔξω καὶ μακρὰν τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ὀρθοδόξου μάνδρας τῶν λογικῶν αὐτοῦ προβάτων. Αὐτῷ ἡ δόξα καὶ τὸ κρά­τος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν τοῖς Πατριαρχείοις Κωνσταντινουπόλεως, ἐν μηνὶ Αὐγούστῳ, ἔτους σωτηρίου ,αωÃε΄.

† Ὁ Κωνσταντινουπόλεως Ἄνθιμος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Κυζίκου Νικόδημος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Νικομήδειας Φιλόθεος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Νίκαιας Ἱερώνυμος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Προύσης Ναθαναὴλ ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Σμύρνης Βασίλειος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Φιλαδελφείας Στέφανος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Λήμνου Ἀθανάσιος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Δυρραχίου Βησσαρίων ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Βελεγράδων Δωρόθεος ἐν Χριστῷ τῷ Θῶ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Ἐλασσῶνος Νικόδημος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Καρπάθου καὶ Κάσσου Σωφρόνιος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ὁ Ἐλευθερουπόλεως Διονύσιος ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 932-946.




[1] Ἑβρ. 13, 7-8.
[2] Ἐφ. 2,20.
[3] Ἰω. 14,6.
[4] Β΄ Κορ. 11,13.
[5] Φωτίου, Ἐπιστ. 3,10. Ἰ. Βαλέττα, Φωτίου τοῦ σοφωτάτου καὶ ἁγιωτάτου Πατριάρχου Κων/πόλεως ἐπιστολαί, Λονδίνον 1864, σ. 163.
[6] Φωτίου, Ἐπιστ. 3,6. Αὐτόθι, σ. 156.
[7] Ἐφεσ. 4,5.
[8] Βλέπ. Ἀναστασίου, πρεσβυτέρου καὶ βιβλιοθηκαρίου Ῥώμης, Vitam Leonis III (Βίον Λέοντος Γ΄) ἐν βίοις Παπῶν.
[9] Β΄ Τιμ. 1,14, Α΄ Τιμ. 6,20.
[10] Μ. Βασιλείου, Ἐπιστ. 243 πρὸς Ἰταλοὺς καὶ Γάλλους ἐπισκόπους, MPG, 32,908.
[11] Ματθ. 26,26/8.
[12] Ματθ. 2,28.
[13] Ματθ. 2,31, Ἑβρ. 11,39, Β΄ Τιμ. 4,8, Β΄ Μακ. 12,48.
[14] Κολ. 1,18.
[15] Ματθ. 28,20.
[16] Γαλ. 2,11.
[17] Ματθ. 16,18.
[18] Α΄ Κορ. 3,10.
[19] Κολ. 1,24.
[20] Ἐφ. 2,19. Πρβλ. καὶ Α΄ Πέτρ. 2,4, Ἀποκ. 21,14.
[21] Βλέπ. Πράξ. 28,15 ἑξ., Ῥωμ. 1,9 ἑξ., 15,15 ἑξ., 16, Φιλιπ. 1,18.
[22] Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 176.
[23] Ἐπιστ. 239, MPG, 32,896.
[24] Γαλ. 2,11.
[25] Α΄ Τιμ. 3,15.
[26] Α΄ Τιμ. 3,15.
[27] Ἑβρ. 11,6.
[28] Ἑβρ. 13,8.
[29] «In ipsa item catholica Ecclesia magnopere curaudum est, ut teneamus, quod ubique, quod semper, quod ab omnibus creditum est. Hoc est enim vere proprieque catholicum (quod ipsa vis nominis ratioque declarat), quod omnia fere universaliter comprehendit. Sed hoc fiet si sequimur universalitatem, antiquitatem, consensionem» (Vicentii Lirinensis, Commonitorium pro catholicae fidei antiquitate et universalitate, cap. III. Πρβλ. cap. VIII καὶ XIV, MPL, 50,640).
[30] Β΄ Θεσ. 2,15.
[31] Γαλ. 1,6.
[32] Ῥωμ. 16,18.
[33] Πράξ. 20,28.
[34] Α΄ Θεσ. 5,11.
[35] Α΄ Πέτρ. 5,10.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου