γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Πέμπτη 8 Ιουνίου 2017

Εγκύκλιος Ορθοδόξων Πατριαρχών (1848 μ.Χ.)


ΕΓΚΥΚΛΙΟΣ
ΟΡΘΟΔΟΞΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΑΠΑΝΤΗΣΙΣ ΠΡΟΣ ΠΑΠΑΝ ΠΙΟΝ Θ΄
1848 μ.Χ.

Πᾶσι τοῖς ἁπανταχοῦ ἐν ἁγίῳ Πνεύματι ἀγαπητοῖς καὶ περισπουδάστοις ἡμῖν ἀδελφοῖς ἁγίοις ἀρχιερεῦσι, τῷ τε περὶ αὐτοὺς εὐλαβεστάτῳ Κλήρῳ καὶ πᾶσι τοῖς Ὀρθοδόξοις γνησίοις τέκνοις τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκ­κλησίας, τὸν ἐν Πνεύματι ἁγίῳ ἀδελφικὸν ἀσπασμὸν καὶ πᾶν ἀγαθὸν παρὰ Θεοῦ καὶ σωτήριον.

1. Ὤφειλε μὲν τὸ τῆς ἀπολυτρώσεως ἡμῶν εὐαγγελικὸν ἱερὸν καὶ θεῖον κή­ρυγμα τοιοῦτον ἀκίβδηλον κηρύττεσθαι παρὰ πάντων καὶ τοιοῦτον ἁγνὸν πιστεύεσθαι αἰωνίως, οἷον ὁ Σωτὴρ ἡμῶν ὁ ἐπ’ αὐτῷ κενώσας ἑαυτόν, μορφὴν δούλου λαβών, καταβὰς ἐκ τῶν πατρικῶν καὶ θεϊκῶν κόλπων, ἀπέκαλυψεν εἰς τοὺς θείους καὶ ἱεροὺς μαθητὰς αὐτοῦ, καὶ οἷον αὐτοί, μάρτυρες γενόμενοι αὐτήκοοί τε καὶ αὐτόπται, ὡς σάλπιγγες διαπρύσιοι, τορῶς ἤχησαν εἰς πᾶσαν τὴν ὑφήλιον· (ὁ γὰρ φθόγγος αὐτῶν ἐξῆλθεν εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ ῥήματα αὐτῶν εἰς τὰ πέρατα τῆς οἰκουμένης[1])· καὶ τέλος, οἷον ἀνεπηρέαστον, τὰς αὐτὰς φωνὰς ἐπαναλαμβάνοντες, οἱ τοσοῦτοι καὶ τηλικοῦτοι θεοφόροι Πατέρες τῆς Καθολικῆς Ἐκκλησίας, οἱ ἐκ περάτων γῆς μέχρις ἡμῶν συνοδικῶς τε καὶ ἰδίᾳ διδάσκοντες, πανδήμως παρέδωκαν. Ἀλλ’ ὁ ἀρχέκακος νοητὸς ἐχθρὸς τῆς τῶν ἀνθρώπων σωτηρίας, ὡς πάλαι ἐν τῇ Ἐδέμ, πρόσωπον ὠφελίμου δῆθεν συμβούλου δολίως ἀναλαβών, παραβάτην τῆς θείας ῥητῆς ἐντολῆς ἐποίησε τὸν ἄνθρωπον, οὕτω καὶ ἐν αὐτῇ τῇ νοητῇ Ἐδέμ, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, πολλοὺς κατὰ καιρὸν ἀπατήσας καὶ πονηροῖς καὶ ἀντιθέοις λογισμοῖς ἐμβαλὼν καὶ ὀργάνοις αὐτοῖς χρώμενος, τὸ δηλητήριον τῆς αἱρέσεως εἰς τὰ διαυγῆ νάματα τῆς ὀρθοδόξου διδασκαλίας συγκιρνῶν ἐν ποτηρίοις περικεχρυσωμένοις τῇ εὐαγγελικῇ δῆθεν χριστολογίᾳ ποτίζει πολλούς τινας, ἀθῴους μέν, ἀπροφυλάκτως δὲ βιοῦντας, καὶ «μὴ προσέχοντας περισσοτέρως τοῖς ἀκουσθεῖσι»[2] καὶ παρὰ τῶν πατέρων αὐτῶν ἀναγγελθεῖσι[3], συμφώνως τῷ εὐαγγελίῳ καὶ ὁμοειδῶς τοῖς προτέροις ἀεὶ διδασκάλοις, μηδὲ ἡγουμένους αὐτάρκη εἰς ψυχικὴν αὑτῶν σωτηρίαν τὸν ῥητὸν καὶ γραπτὸν λόγον τοῦ Κυρίου καὶ τὸ κῦρος τῆς διηνεκοῦς Ἐκκλησίας, ἀλλὰ νεοχμὸν δυσσέβειαν καὶ καινοτομίας ὡς ἐπὶ ἱματίοις θηρεύοντας καὶ παντοιοτρόπως τὴν εὐαγγελικὴν δι­δασκαλίαν κιβδηλευθεῖσαν περιπτυσσόμενους.

2. Ἐντεῦθεν αἱ πολισχιδεῖς καὶ τερατώδεις αἱρέσεις, ἃς ἡ Καθολικὴ Ἐκκλη­σία, ἤδη ἐκ τῶν σπαργάνων αὐτῆς, ἀναλαβοῦσα τὴν πανοπλίαν τοῦ Θεοῦ καὶ δραξαμένη «τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα τοῦ Θεοῦ»[4], ἠνάγκασται ἵνα καταπολέμησῃ, καὶ κατὰ πασῶν ἐθριάμβευσέ τε μέχρι τῆς σήμερον, καὶ θριαμβεύσει τροπαιοφόρος εἰς αἰῶνα τὸν ἅπαντα, λαμπρότερα ἀείποτε καὶ ἰσχυ­ροτέρα ἀναφαινομένη μετὰ τὴν συμπλοκήν.
3. Ἀλλὰ τούτων τῶν αἱρέσεων, αἱ μὲν ἤδη καὶ πάντῃ ἐξέλιπον, αἱ δὲ φθίνουσιν, αἱ δὲ ἀπεμαράνθησαν, αἱ δὲ καὶ θάλλουσι κατά γε τὸ μᾶλλον καὶ ἧττον, ἀκμαῖαι ἄχρι καιροῦ ἀποκαταστάσεως αὐτῶν, καὶ ἄλλα πάλιν ἀναφύονται, ὅπως διατρέξωσι τὴν ἑαυτῶν περίοδον ἀπὸ γενέσεως μέχρι φθορᾶς· οὖσαι γὰρ δειλαίων ἀν­θρώπων δείλαιοι διαλογισμοὶ καὶ ἐπίνοιαι, ὥσπερ κἀκεῖνοι, οὕτω καὶ αὖται ἐμβροντηθεῖσαι τῷ κεραυνῷ τοῦ ἀναθέματος τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, ἐξίτηλοι γίνονται, κἂν χίλια ἔτη διατηρηθῶσι. Μόνη γὰρ ἡ Ὀρθοδοξία τῆς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας, ὡς ἐμψυχουμένη παρὰ τοῦ ζῶντος Λόγου τοῦ Θεοῦ, διατελεῖ καὶ αὐτὴ αἰωνία, κατὰ τὴν ἀψευδῆ ἐπαγγελίαν τοῦ Κυρίου, «πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς»[5], ἤτοι στόματα ἀσεβῶν καὶ αἱρετικῶν (ὡς ἐξηγοῦνται ἡμῖν οἱ θεῖοι Πατέρες) ὅσον δεινά, ὅσον εὔλαλα καὶ πιθανά, ὅσον καταπληκτικὰ καὶ ἂν ὦσιν, οὐ κατισχύσουσι τῆς ἡσύχου καὶ σιγηλῆς ὀρθῆς διδασκαλίας. Ἀλλ’ ἆρά γε «τί ὅτι ὁδὸς ἁμαρτωλῶν εὐοδοῦται»[6] καί οἱ δυσσεβεῖς ἐπαίρονται καὶ ὑψοῦνται ὡς αἱ κέδροι τοῦ Λιβάνου[7], πειράζοντες τὴν ἥσυχον λατρείαν τοῦ Θεοῦ; Ὁ λόγος τούτου ἄρρητός ἐστι, καὶ ἡ Ἐκκλησία, καίτοι παρακαλοῦσα καθ’ ἑκάστην ἵνα ἀποστῇ ἀπ’ αὐτῆς οὖτος ὁ σκόλοψ, οὗτος ὁ ἄγγελος Σατᾶν, ἀκούει πάντοτε παρὰ τοῦ Κυρίου· «ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται»[8]. Διὸ «ἥδιστα μᾶλλον καυχᾶται ἐν ταῖς ἀσθενείαις αὑτῆς, ἵνα ἐπισκηνώσῃ ἐπ’ αὐ­τὴν ἡ δύναμις τοῦ Χριστοῦ», καὶ «ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται»[9].
4. Τούτων τῶν πλατυνθεισῶν, κρίμασιν οἷς οἶδεν ὁ Κύριος, ἐπὶ μέγα μέρος τῆς οἰκουμένης αἱρέσεων, ἦν ποτε ὁ Ἀρειανισμός, ἔστι δὲ τὴν σήμερον καὶ ὁ Πα­πισμός· ἀλλὰ καὶ οὗτος (ὥσπερ κἀκεῖνος ὁ ἤδη παντάπασιν ἐκλελοιπώς), καίτοι ἀκμαῖος τό γε νῦν, οὐκ ἰσχύσει εἰς τέλος, ἀλλὰ διελεύσεται καὶ καταβληθήσεται, καὶ ἡ οὐράνιος μεγάλη φωνὴ ἠχήσει «ΚΑΤΕΒΛΗΘΗ»[10].
5. Ἡ καινοφανὴς δόξα, «ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ», ἐναντίον τῆς ῥητῆς ἑρμηνείας τοῦ Κυρίου ἡμῶν, ἐπ’ αὐτῷ ἐμπεριστάτως γενομένης, «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται»[11], καὶ ἐναντίον τῆς ὁμολογίας συμπάσης τῆς Καθολικῆς Ἐκκλησίας, καθὰ μαρτυρεῖται ὑπὸ τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, «τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον», - α΄ ὡς ἀναιροῦσα τὴν ἐν τῷ εὐαγγελίῳ μαρτυρουμένην ἐκ μιᾶς αἰτίας ἑνικὴν μέν, ἑτεροειδῆ δὲ πρόοδον τῶν θείων προσώπων τῆς μακαρίας Τριάδος· β΄ ὡς ἐπιφέρουσα ἑτεροτελεῖς καὶ ἀνίσους σχέσεις εἰς αὐτὰς τὰς ἰσοδυνάμους καὶ συμπροσκυνουμένας ὑποστάσεις καὶ σύγχυσιν αὐτῶν ἢ συνίζησιν· γ΄ ὡς ἐλέγχουσα ἀτελῆ δῆθεν ἢ γοῦν σκοτεινὴν καὶ δύσληπτον πρὸ αὐτῆς τὴν ὁμολογίαν τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας· δ΄ ὡς καθαπτομένη τῶν ἐν Νικαίᾳ τῆς πρώτης οἰκουμενικῆς Συνόδου καὶ τῶν ἐν Κωνσταντινουπόλει δευτέρας οἰκουμενικῆς Συνόδου ἁγίων Πατέρων, θεολογησάντων δῆθεν ἀτελῶς τὰ περὶ τοῦ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ὡς σιγησάντων τηλικαύτην ἰδιότητα τῆς θεότητος ἑκατέρων τῶν προσώπων, καίτοι οὔσης ἀνάγκης ἵνα ἑρμηνευθῶσιν ἅπασαι αἱ θεϊκαὶ αὐτῶν ἰδιότητες κατά τε τῶν Ἀρειανῶν καὶ τῶν Μακεδονιανῶν· ε΄ ὡς ὑβρίζουσα τοὺς Πατέρας τῆς Γ΄ Δ΄, Ε΄, ΣΤ΄ καὶ Ζ΄ οἰκουμενικῆς Συνόδου, ἀνακηρύξαντας εἰς τὴν ὑφήλιον παντέλειον καὶ παμπλῆρες τὸ θεῖον Σύμβολον, ὥστε καὶ ἀραῖς φρικταῖς καὶ ἐπιτιμίοις ἀλύτοις ἀπειπεῖν πᾶσαν προσθήκην καὶ ἀφαίρεσιν ἢ ἀλλοίωσιν ἢ μετάθεσιν ἔτι καὶ κεραίας αὐτῆς, καὶ εἰς ἑαυτοὺς καὶ εἰς οὑστινασοῦν ἄλλους· τὸ δὲ τάχα ἦν διορθωτέον καὶ αὔξιμον, καὶ ἀκολούθως ἅπασα ἡ θεολογικὴ τῶν καθολικῶν Πατέρων διδασκαλία ἀλλοιωτέα, ὡς ἀνακα­λυφθείσης δῆθεν νέας ἰδιότητος καὶ εἰς τὰ τρία πρόσωπα τῆς μακαρίας Τριάδος· ς΄ ὡς παρεισδύσασα κατ’ ἀρχὰς ἐν ταῖς Ἐκκλησίαις τῆς Δύσεως «λύκος ἐν δέρματι προβάτου», τουτέστιν ὑπὸ σημασίαν οὐ τῆς «ἐκπορεύσεως», κατὰ τὴν ἐν τῷ Εὐαγγελίῳ καὶ τὴν ἐν τῷ Συμβόλῳ ἑλληνικὴν ἐκδοχήν, ἀλλ’ ὑπὸ τὴν σημασίαν τῆς «ἀποστολῆς», καθὰ ἀπελογεῖτο ὁ Πάπας Μαρτῖνος πρὸς τὸν Ὁμολογητὴν Μάξιμον, καὶ καθὰ ἐξηγεῖτο Ἀναστάσιος ὁ βιβλιοθηκάριος ἐπὶ Ἰωάννου τοῦ ὀγδόου· ζ΄ ὡς βιάσασα ἰδιωτικῶς τόλμῃ ἀνεικάστῳ καὶ παραχαράξασα αὐτὸ τὸ Σύμβολον, οὖσαν κοινὴν παρακαταθήκην τοῦ Χριστιανισμοῦ· η΄ ὡς ἐπαγαγοῦσα τηλικαύτας ταραχὰς ἐν τῇ ἡσύχῳ Ἐκκλησίᾳ τοῦ Θεοῦ καὶ σχίσασα τὰ ἔθνη· θ΄ ὡς ἀποκηρυχθεῖσα πανδήμως κατ’ αὐτὴν τὴν πρώτην ἐμφάνισιν αὐτῆς ὑπὸ δύο ἀειμνήστων Παπῶν, Λέοντος τοῦ Γ΄ καὶ Ἰωάννου τοῦ Η΄, ὃς καὶ μετὰ τοῦ Ἰούδα συνέταξε τοὺς πρώτως εἰσαγαγόντας αὐτὴν εἰς τὸ θεῖον Σύμβολον ἐν τῇ πρὸς τὸν ἱερὸν Φώτιον ἐπιστολῇ· ι΄ ὡς καταδικασθεῖσα ὑπὸ πολλῶν ἱερῶν Συνόδων τῶν τεσσάρων Πατριαρχῶν τῆς ἑῴας λήξεως· ια΄ ὡς ἀναθέματι καθυποβληθεῖσα, οἷα νεωτερισμὸς καὶ ἐπαύξησις τοῦ Συμβόλου κατὰ τὴν Η΄ οἰκουμε­νικὴν Σύνοδον, τὴν ἐν Κωνσταντινουπόλει συγκροτηθεῖσαν ἐπὶ εἰρήνῃ τῶν ἀνα­τολικῶν τε καὶ δυτικῶν Ἐκκλησιῶν· ιβ΄ ὡς ἅμα εἰσαχθεῖσα ἐν ταῖς κατὰ τὴν Δύσιν Ἐκκλησίαις, ἤτοι αὐτὴ ἐτεκνοποίησεν αἴσχιστα γεννήματα ἢ συμπαρεισήγαγε κατὰ μικρὸν ἑτέρας καινοτομίας, τὰς πλείστας ἐναντιουμένας εἰς τὰς ῥητῶς γεγραμμένας ἐν τῷ εὐαγγελίῳ διαταγὰς τοῦ Σωτῆρος ἡμῶν, διατηρηθείσας ἀκρι­βῶς μέχρι τῆς εἰσαγωγῆς αὐτῆς ἐν ταῖς Ἐκκλησίαις, εἰς ἃς παρεισήχθη: οἷον ῥάντισμα ἀντὶ βαπτίσματος· ἀπάρνησιν τοῦ θείου ποτηρίου εἰς τοὺς λαϊκούς, καὶ ἄρσιν μὲν τοῦ ἑνὸς καὶ τοῦ αὐτοῦ ἄρτου κλωμένου, χρῆσιν δὲ φολιδίων· ἄζυμον ἀντὶ ἄρτου· ἀφαίρεσιν ἀπὸ τῶν λειτουργιῶν τῆς εὐλογίας, ἤτοι τῆς θείας ἐπικλήσεως τοῦ παναγίου καὶ τελεταρχικοῦ Πνεύματος· καὶ καταλυούσας τὰς ἀρχαίας ἀποστολικὰς τελετὰς τῆς Καθολικῆς Ἐκκλησίας, οἷον τὸ τὰ βαπτιζόμενα βρέφη μήτε χρίεσθαι, μήτε μεταλαμβάνειν τῶν ἀχράντων μυστηρίων, τοὺς ἐγγάμους μὴ ἱερᾶσθαι, τὸ ἀναμάρτητον καὶ τοποτηρητικὸν τοῦ Χριστοῦ εἰς τὸ πρόσωπον τοῦ Πάπα κ.τ.λ., παραγκωνίσασα οὕτως ἅπαντα τὸν ἀρχαῖον ἀποστολικὸν τύπον, μικροῦ δεῖν, ἁπάντων τῶν μυστηρίων καὶ ἁπάσης τῆς διδασκαλίας, ὃν κατεῖχεν ἡ ἀρχαία, ἁγία καὶ ὀρθόδοξος Ἐκκλησία τῆς Ῥώμης, οὖσα τότε μέλος τιμιώτατον τῆς ἁγίας Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας· ιγ΄ ὡς παρωθήσασα τοὺς θεολόγους τῆς Δύσεως, ὑπερασπιστὰς αὐτῆς γενομένους, διὰ τὸ μὴ ἔχειν αὐτὴν χώραν μηδεμίαν μήτε ἐν τῇ Γραφῇ μήτε ἐν τοῖς Πατράσι, πρὸς εὐπροσωπισμὸν τῶν ἀπαριθμηθεισῶν ἑτεροδιδασκαλιῶν, οὐ μόνον εἰς τὰς τῶν Γραφῶν παρερμηνείας, οἵας οὐχ ὁρῶμεν εἰς οὐδένα τῶν Πατέρων τῆς Καθολικῆς ἁγίας Ἐκκλησίας, ἀλλὰ καὶ εἰς παραχαράξεις ἱερῶν καὶ ἀθίκτων κειμένων τῶν τε ἀνατολικῶν καὶ δυτικῶν θείων Πατέρων· ιδ΄ ὡς φανεῖσα ξένη, ἀνήκουστος καὶ βλάσφημος ἔτι καὶ εἰς τὰς δι’ ἑτέρους δικαίους λόγους πρὸ τῆς γενέσεως αὐτῆς δι’ αἰώνων ἀποκλεισθείσας ἀπὸ τῆς καθολικῆς μάνδρας λοιπὰς ὑφισταμένας χριστιανικὰς κοι­νωνίας· ιε΄ ὡς μὴ δυνηθεῖσα εἰσέτι ἀπολογηθῆναι ἐκ τῶν Γραφῶν κἂν πιθανῶς, ἢ τουλάχιστον ἐλλόγως ἐκ τῶν Πατέρων σὺν πάσῃ τῇ σπουδῇ καὶ τῷ ἀγῶνι τῶν ὑπερασπιστῶν αὐτῆς εἰς οὐδεμίαν τῶν καταλεχθεισῶν κατηγοριῶν, - ἡ τοιαύτη δόξα φέρει ἅπαντα τὰ χαρακτηριστικὰ τῆς ἑτεροδιδασκαλίας, προϊόντα ἐκ τῆς φύ­σεως καὶ τῶν ἰδιωμάτων αὐτῆς. Καὶ ἐπειδὴ πᾶσα ἑτεροδιδασκαλία, ἁπτομένη αὐτοῦ τοῦ καθολικοῦ φρονήματος περί τε τῆς μακαρίας Τριάδος καὶ τῶν θείων προόδων, καὶ δὴ καὶ αὐτῆς τῆς ὑπάρξεως τοῦ παναγίου Πνεύματος, ἔστι τε καὶ λέ­γεται αἵρεσις, καί οἱ οὕτω φρονοῦντες αἱρετικοί, κατὰ τὴν ἀπόφασιν τοῦ ἐν ἁγίοις Δαμάσου Πάπα Ῥώμης, «εἴ τις περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καλῶς φρονήσει, περὶ δὲ τοῦ ἁγίου Πνεύματος οὐκ ὀρθῶς ἔχει, αἱρετικός ἐστι»[12], διὰ τοῦτο ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, ἑπομένη τοῖς ἴχνεσι τῶν ἁγίων Πα­τέρων, ἀνατολικῶν τε καὶ δυτικῶν, ἐκήρυξέ τε πάλαι ἐπὶ τῶν Πατέρων ἡμῶν, καὶ κηρύττει πάλιν σήμερον συνοδικῶς, αὐτὴν μὲν τὴν ῥηθεῖσαν καινοφανῆ δόξαν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται ἐκ Πατρὸς καὶ Υἱοῦ, εἶναι οὐσιωδῶς αἵρεσιν, καὶ τοὺς ὀπαδοὺς αὐτῆς, οἱοιδήποτε καὶ ἂν ὦσιν, αἱρετικούς, κατὰ τὴν ῥηθεῖσαν συνοδικὴν ἀπόφασιν τοῦ ἁγιωτάτου Πάπα Δαμάσου, καὶ τὰς ἐξ αὐτῶν συγκροτουμένας συνάξεις αἱρετικάς, καὶ πᾶσαν κοινωνίαν πνευματικὴν καὶ θρη­σκευτικὴν τῶν Ὀρθοδόξων τέκνων τῆς Καθολικῆς Ἐκκλησίας πρὸς τοὺς τοιούτους ἄθεσμον, μάλιστα τῇ δυνάμει τοῦ ζ΄ κανόνος τῆς Γ΄ οἰκουμενικῆς Συνόδου[13].
6. Αὕτη ἡ αἵρεσις, συνημμένους ἔχουσα ἑαυτῇ καὶ παμπόλλους νεωτερισμούς, ὡς εἴρηται, γνωρισθεῖσα περὶ τὸν ἕβδομον αἰῶνα μεσοῦντα, ἄγνωστος τὴν ἀρχὴν καὶ ἀνώνυμος, καὶ δὴ καὶ ὑπὸ διαφόρους σημασίας κατὰ τὰς δυτικὰς ἐπαρχίας τῆς Εὐρώπης ἠρέμα ὑφέρπουσα ἐν διαστήματι τεσσάρων ἢ πέντε αἰώνων, κατισχύσασα τῆς ἀρχαίας ὀρθοδοξίας ἐκείνων τῶν μερῶν, ἀκηδίᾳ τῶν ἐκεῖ τότε ποιμένων καὶ προστασίᾳ τῶν ἡγεμόνων, ἀπεπλάνησε κατὰ μικρὸν οὐ μόνον τὰς τότε ἔτι ὀρθοδοξούσας Ἐκκλησίας τῶν Ἱσπανιῶν, ἀλλὰ καὶ τὰς Γερμανικὰς καὶ τὰς Γαλλικὰς καὶ τὰς Ἰταλικὰς αὐτάς, ὧν ἡ ὀρθοδοξία κατηγγέλλετό ποτε εἰς ἅπαντα τὸν κόσμον, καὶ πρὸς ἃς πολλάκις ἐκοινολογοῦντο οἱ θειότατοι Πατέρες ἡμῶν, οἷος ὁ μέγας Ἀθανάσιος καὶ ὁ οὐρανοφάντωρ Βασίλειος, καὶ ὧν ἡ μεθ’ ἡμῶν σύμπνοιά τε καὶ σύμπραξις μέχρι τῆς ἑβδόμης οἰκουμενικῆς Συνόδου διετήρησεν ἀλώβητον τὴν δι­δασκαλίαν τῆς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Ἀλλὰ τέως, φθόνῳ τοῦ μισοκάλου, οἱ νεωτερισμοὶ αὐτῆς περί τε τὴν ὑγιᾶ καὶ ὀρθόδοξον θεολογίαν τοῦ παναγίου Πνεύματος, (οὗ «ἡ βλασφημία οὐκ ἀφεθήσεται (τοῖς ἀνθρώποις) οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι», κατὰ τὴν τοῦ Κυρίου ἀπόφασιν[14]), καὶ ἀλληλοδιαδόχως οἱ περὶ τὰ θεῖα μυστήρια, καὶ μάλιστα οἱ περὶ τὸ μυστήριον τοῦ τε κο­σμοσωτηρίου βαπτίσματος καὶ τῆς θείας κοινωνίας καὶ τῆς ἱερωσύνης νεωτερισμοί, οἷα γεννήματα τερατώδη, συμπαρακολουθήσαντες κατεκυρίευσαν καὶ αὐτὴν τὴν πρεσβυτέραν Ῥώμην, ὁπόθεν ἐνδυθεῖσα ἐπισημότητα ἐν τῇ Ἐκκλησίᾳ, πρὸς δια­στολὴν εἴληχε καὶ προσηγορίαν Παπισμός. Οἱ γὰρ ἐπίσκοποι αὐτῆς, Πάπαι ἐπωνυμούμενοι, εἰ καὶ τὸ κατ’ ἀρχὰς τινὲς αὐτῶν οἰκουμενικῶς ἐκηρύχθησαν κατὰ τοῦ νεωτερισμοῦ, οἷος Λέων ὁ Γ΄ καὶ Ἰωάννης ὁ Η΄, ὡς προείρηται, καὶ εἰς τὴν ὑφήλιον ἀπεκήρυξαν αὐτήν, ὁ μὲν διὰ τῶν ἀργυρῶν ἐκείνων ἀσπίδων, ὁ δὲ διὰ τῆς εἰς τὴν Η΄ οἰκουμενικὴν Σύνοδον πρὸς τὸν ἱερὸν Φώτιον ἐπιστολῆς αὐτοῦ, καὶ διὰ τῆς πρὸς Σφενδόπουλχρον ὑπὲρ τοῦ Μεθοδίου ἐπισκόπου Μοραυΐας, οἱ πλείους μέντοι τῆς μετ’ αὐτοὺς διαδοχῆς, δελεασθέντες ἐκ τῶν ὑπὸ τῆς αἱρέσεως χορηγουμένων αὐτοῖς ἀντισυνοδικῶν προνομίων ἐπὶ καταδυναστείᾳ τῶν Ἐκκλη­σιῶν τοῦ Θεοῦ, καὶ εὑρόντες ἐν αὐτοῖς πολὺ τὸ κοσμικὸν ὄφελος καὶ «τὴν ἐργα­σίαν πολλήν», φαντασθέντες μονοκρατορίαν ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ καὶ μονοπώλιον τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος, οὐ μόνον τὸ κατ’ αὐτοὺς ἠλλοίωσαν ἀρχαῖον θρήσκευμα, ἀποσχίσαντες ἑαυτοὺς τοῖς ῥηθεῖσι νεωτερισμοῖς ἀπὸ τοῦ λοιποῦ ἀρχαίου τε καὶ ὑφισταμένου χριστιανικοῦ πολιτεύματος, ἀλλ’ ἐσπούδασαν, οὐκ ἄνευ ἀθεμίτων παραπραγματεύσεων, ὡς ἡ ἀληθὴς Ἱστορία παρέδωκεν ἡμῖν, ἵνα συναποσπάσωσι καὶ τὰς λοιπὰς τέσσαρας Πατριαρχείας εἰς τὴν αὐτῶν ἀποστασίαν ἀπὸ τῆς Ὀρθοδοξίας, καὶ δουλώσωσιν οὕτω τὴν Καθολικὴν Ἐκκλησίαν εἰς θελήσεις καὶ διαταγὰς ἀνθρώπων.
7. Οἱ τότε ἀοίδιμοι προκάτοχοί τε καὶ πατέρες ἡμῶν κοινῶ τῷ πόνῳ καὶ τῷ βουλεύματι, ἰδόντες λὰξ πατουμένην τὴν προγονικὴν εὐαγγελικὴν  διδασκαλίαν, καὶ τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦ Σωτῆρος ἡμῶν χερσὶν ἀνοσίοις διαρρηγνύμενον, πατρικῷ τε καὶ ἀδελφικῷ φίλτρῳ οἰστρούμενοι, ἔκλαυσαν μὲν τὴν ἀπώ­λειαν τοσούτων χριστιανῶν, «ὑπὲρ ὧν ὁ Χριστὸς ἀπέθανε»[15], κατεβάλλοντο δὲ πολλὴν τὴν σπουδὴν καὶ φιλοτιμίαν, συνοδικῶς τε ἅμα καὶ ἰδία, ἵνα, σῳζομένης τῆς ὀρθοδόξου διδασκαλίας τῆς Καθολικῆς ἁγίας Ἐκκλησίας, συρράψωσιν, ὅπώσποτε δυνηθῶσι, τὸ διερρωγός, καὶ ὡς δόκιμοι ἰατροὶ συνεσκέφθησαν ὑπὲρ τῆς σω­τηρίας τοῦ πεπονθότος μέλους, πολλὰς ὑπενεγκόντες καὶ θλίψεις καὶ περιφρονήσεις καὶ διωγμούς, μόνον ὅπως μὴ καταμελισθῇ τὸ σῶμα τοῦ Χριστοῦ, μόνον ὅπως μὴ καταπατηθῶσιν οἱ ὅροι τῶν θείων καὶ σεπτῶν Συνόδων. Ἀλλ’ ἡ ἀψευδὴς Ἱστορία παρέδωκεν εἰς ἡμᾶς τὸ ἄτεγκτον τῆς δυτικῆς ἐπιμονῆς εἰς τὴν πλάνην· οἱ ἀοίδιμοι οὖτοι ἄνδρες ἐπειράθησαν ἔργῳ καὶ εἰς ταύτην τὴν ὑπόθεσιν τὸ ἀληθὲς τῶν λόγων τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Βασιλείου τοῦ οὐρανοφάντορος, λέγοντας ἔτι καὶ τότε ἐκ πείρας περὶ τῶν ἐπισκόπων τῆς Δύσεως, καὶ ἰδίᾳ περὶ τοῦ κατ’ αὐτὸν Πάπα· «οἵ τό γε ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι’ ἑαυτῶν ἐπιβεβαιώσαντες» (πρὸς Εὐσέβ. Σαμοσ.[16])· καὶ οὕτω μετὰ πρώτην καὶ δευτέραν νουθε­σίαν ἀδελφικήν, γνόντες τὸ ἀμετανόητον αὐτῶν, «ἀποσεισάμενοι» καὶ «παραιτηθέντες», «παρέδωκαν αὐτοὺς εἰς τὸν ἀδόκιμον αὐτῶν νοῦν»[17], («κρείττων γὰρ πο­λεμος εἰρήνης χωριζούσης Θεοῦ», ὡς εἶπε καὶ ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Γρηγόριος περὶ τῶν Ἀρειανῶν). Ἔκτοτε οὐδεμία κοινωνία πνευματικὴ ἡμῖν τε καὶ αὐτοῖς· βαθὺ γὰρ ὤρυξαν τὸ χάσμα ἰδίαις χερσί, τὸ μεταξὺ αὐτῶν τε καὶ τῆς Ὀρθοδοξίας.
8. Ἀλλ’ οὐ διὰ τοῦτο ἔπαυσεν ὁ Παπισμὸς ἐπηρεάζων τὴν ἥσυχον Ἐκκλη­σίαν τοῦ Θεοῦ, ἀλλ’ ἀποστέλλων ἁπανταχοῦ μισσιοναρίους λεγομένους, ἄνδρας ψυχοκαπήλους, «περιάγει γῆν καὶ θάλασσαν, ἵνα ποιήσῃ ἕνα προσήλυτον»[18], ἀπατήσῃ ἕνα τῶν Ὀρθοδόξων, διαφθείρῃ τὴν τοῦ Κυρίου ἡμῶν διδασκαλίαν, νοθεύσῃ διὰ προσθήκης τὸ θεῖον Σύμβολον τῆς ἱερᾶς ἡμῶν πίστεως, περιττὸν ἀναδείξῃ τὸ θεοπαράδοτον βάπτισμα, ἄχρηστον τὴν κοινωνίαν τοῦ ποτηρίου τῆς Διαθήκης, καὶ μυρία ὅσα ἄλλα ὁ δαίμων τοῦ νεωτερισμοῦ ὑπηγόρευσεν εἰς τοὺς τὰ πάντα τολμήσαντας σχολαστικοὺς τοῦ μεσαίωνος καὶ εἰς τοὺς τότε τὰ πάντα διὰ τὴν φιλαρχίαν θαρρήσαντας ἐπισκόπους τῆς πρεσβυτέρας Ῥώμης. Οἱ διὰ τὴν εὐσέβειαν μακαριστοὶ προκάτοχοι καὶ πατέρες ἡμῶν, καίτοι πολυμερῶς καὶ πολυτρόπως ἐπηρεασθέντες καὶ καταδιωχθέντες ἔσωθεν καὶ ἔξωθεν, ἀμέσως τε καὶ ἐμμέσως ὑπὸ τοῦ Παπισμοῦ, «πεποιθότες εἰς Κύριον» ἴσχυσαν ἵνα διασώσωσι καὶ παραδώσωσι σῴαν καὶ εἰς ἡμᾶς ταύτην τὴν ἀνεκτίμητον κληρονομίαν τῶν Πατέρων αὑτῶν, ἣν καὶ ἡμεῖς, Θεοῦ συνάρσει, μετοχετεύσομεν ὡς θησαυρὸν πο­λύτιμον εἰς τὰς ἐπερχομένας γενεὰς μέχρι τῆς συντελείας τῶν αἰώνων. Ἀλλ’ οὐ διὰ τοῦτο παύουσιν ἕως τῆς σήμερον ἢ παύσονται οἱ Παπισταί, κατὰ τὸ ἔθος αὐ­τῶν, ἐπιτιθέμενοι κατὰ τῆς Ὀρθοδοξίας, ἣν ἔχουσιν ἔλεγχον ζῶντα καθημερινὸν ἐνώπιον τῶν ὀφθαλμῶν αὐτῶν, ὡς ἀποστατήσαντες ἐκ τῆς προγονικῆς αὑτῶν πί­στεως. Εἴθε ἐποίουν τὰς ἐπιθέσεις ταύτας κατὰ τῆς ἐπιδραμούσης τὴν Ἑσπερίαν καὶ κατακυριευσάσης αἱρέσεως. Τίς γὰρ ἀμφιβάλλει ὅτι, εἴπως ἡ εἰς κατάλυσιν τῆς Ὀρθοδοξίας σπουδὴ αὐτῶν ἐνησχολεῖτο εἰς κατάλυσιν τῆς αἱρέσεως καὶ τῶν νεω­τερισμῶν, κατὰ τὰς θεοφιλεῖς συμβουλὰς Λέοντος τοῦ Γ΄ καὶ Ἰωάννου τοῦ Η΄, τῶν ἀοιδίμων ἐκείνων ἐσχάτων ὀρθοδόξων Παπῶν, πάλαι ἂν οὐδὲ ἴχνος ἐμεμενήκει αὐτῆς εἰς τὴν ὑφήλιον, καὶ ἦμεν ἂν νῦν λέγοντες «τὸ αὐτὸ» κατὰ τὴν ἀποστολικὴν παραγγελίαν; Ἀλλ’ ὁ τῶν διαδεξαμένων αὐτοὺς ζῆλος οὐκ ἦν ἐπὶ προφυλακῇ τῆς ὀρθοδόξου πίστεως, κατὰ τὸν ἀξιομνημόνευτον ζῆλον τοῦ ἐν μακαρίοις Λέοντος τοῦ Γ΄.
9. Καὶ ἄχρι μὲν καιροῦ αἱ ἐπιθέσεις τῶν προγενεστέρων Παπῶν, ὡς ἐκ προσώ­που αὐτῶν, ἤδη ᾖσαν πεπαυμέναι, καὶ μόναι αἱ τῶν κατὰ μέρος μισσιοναρίων ἐγίνοντο. Ἀρτίως δὲ ὁ κατὰ τὸ 1846 ἀναλαβὼν τὴν ἐπισκοπὴν τῆς Ῥώμης καὶ ἀναγορευθεὶς Πάπας Πῖος ἔνατος, ἐξέδωκε κατὰ τὴν 6 Ἰανουαρίου τοῦ ἐνεστῶτος ἔτους ἐγκύκλιον ἐπιγραφομένην «πρὸς τοὺς Ἀνατολικούς», συνισταμένην εἰς δώδεκα σελίδας ἐν τῇ ἑλληνικῇ μεταφράσει, ἣν ὁ ἀπεσταλμένος αὐτοῦ διεσκόρπισεν, ὡς ἔξωθέν ποθεν ἐρχόμενον μίασμα, ἐντὸς τῆς ἡμετέρας ὀρθοδόξου ποίμνης. Ἐν ταύτῃ τῇ ἐγκυκλίῳ προσκαλεῖ μὲν τοὺς κατὰ διαφόρους καιροὺς ἐκ διαφόρων χριστιανικῶν κοινωνιῶν ἀποστατήσαντας καὶ αὐτομολήσαντας εἰς τὸν Παπισμόν, καὶ ἑπομένως οἰκείους αὐτῷ, ἀποτείνεται δ’ ἐκ προθέσεως καὶ εἰς τοὺς Ὀρθοδόξους, ἰδίᾳ μὲν ἢ ὀνομαστὶ οὔ, ἀναφέρων δὲ ὀνομαστὶ[19] τοὺς θείους καὶ ἱεροὺς ἡμῶν Πατέρας, δῆλός ἐστι συκοφαντῶν αὐτούς τε καὶ ἡμᾶς τοὺς διαδόχους καὶ ἀπογόνους αὐτῶν, ἐκείνους μὲν ὡς τάχα πειθομένους εἰς τὰ παπικὰ ἐντάλματα καὶ ἀποφάσεις ἀνετάστως καὶ καθὸ προερχομένας ἀπὸ τῶν Παπῶν, ὡς τάχα διαιτητῶν τῆς Καθολικῆς Ἐκκλησίας, ἡμᾶς δὲ ὡς τάχα ἀπειθεῖς εἰς τὰ ἐκείνων παραδείγματα, καὶ ἑπομένως διαβάλλων ἡμᾶς εἰς τὸ θεόθεν ἡμῖν ἐπιτραπὲν ποίμνιον, ὡς ἀποσχιζομένους δῆθεν τῶν Πατέρων ἡμῶν αὐτῶν καὶ ὡς ἀμελοῦντας τῶν ἱερῶν ἡμῶν καθηκόντων καὶ τῆς ψυχικῆς σωτηρίας τῶν πνευματικῶν ἡμῶν τέκνων. Καὶ δὴ σφετεριζόμενος ὡς ἴδιον κτῆμα τὴν Καθολικὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, διὰ τὸ κατέχειν, ὡς καυχᾶται, τὸν ἐπισκοπικὸν θρόνον τοῦ μακαρίου Πέτρου, ἀπατᾶν ἐθέλει οὕτω τοὺς ἀφελεστέρους εἰς ἀποστασίαν τῆς Ὀρθοδοξίας, ἐπιλέγων τὰ εἰς πάντα τρόφιμον θεολογικῆς παιδείας παράδοξα ἐκεῖνα ῥήματα· «οὔτε ὑπάρχει λόγος δι’ οὗ νὰ προφασισθῆτε ἀπὸ τὴν ἐπάνοδον εἰς τὴν ἀληθινὴν Ἐκκλησίαν καὶ κοινωνίαν μὲ τὸν ἅγιον τοῦτον θρόνον»[20].
10. Πάντως ἕκαστος τῶν εὐσεβῶς ἀνατεθραμμένων καὶ πεπαιδευμένων ἡμετέρων ἀδελφῶν καὶ τέκνων ἐν Χριστῷ, ἀναγινώσκων ἐπισταμένως καὶ τῇ θεόθεν αὐτῷ δοθείσῃ σοφίᾳ, διακρίνει ὅτι οἱ λόγοι καὶ τοῦ νῦν ἐπισκόπου τῆς Ῥώμης, ὡς καί οἱ τῶν ἀπὸ τοῦ σχίσματος προκατόχων αὐτοῦ, οὐκ εἰσὶ ῥήματα εἰρήνης, ὡς λέγει[21], καὶ φιλοστοργίας, ἀλλὰ ῥήματα ἀπάτης καὶ παραλογισμοῦ, εἰς ἰδιοτέ­λειαν τείνοντα, κατὰ τὸ ἔθος τῶν ἀντισυνοδικῶν αὐτοῦ προκατόχων. Διὸ καὶ βέβαιοί ἐσμεν ὅτι, ὡς μέχρι τῆς σήμερον, οὕτω καὶ εἰς τὸ ἑξῆς οἱ Ὀρθόδοξοι οὐκ ἀπατηθήσονται· βέβαιος γὰρ ὁ λόγος τοῦ Κυρίου ἡμῶν, «ἀλλοτρίῳ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν»[22].
11. Σὺν πᾶσι τούτοις ἡμέτερον πατρικόν τε καὶ ἀδελφικὸν χρέος καὶ ἱερὸν καθῆκον ἡγησάμεθα, ἵνα καὶ διὰ τοῦ παρόντος ἡμῶν εὐχετικοῦ στηρίξωμεν ὑμᾶς εἰς ἣν κατέχετε ἐκ προγόνων Ὀρθοδοξίαν, ἅμα τε τὸ σαθρὸν τῶν συλλογισμῶν τοῦ ἐπισκόπου τῆς Ῥώμης ἐν παρόδῳ σημάνωμεν, ὅπερ καὶ αὐτὸς δῆλός ἐστι ὁ νοῶν. Οὐ γὰρ ἀπὸ τῆς ἀποστολικῆς αὐτοῦ ὁμολογίας ἐγκαλλωπίζει τὸν θρόνον αὑτοῦ, ἀλλ’ ἀπὸ τοῦ ἀποστολικοῦ θρόνου προσπαθεῖ συστῆσαι τὸ ἀξίωμα αὑτοῦ, καὶ ἐκ τοῦ ἀξιώματος τὴν ὁμολογίαν αὑτοῦ. Τὸ δ’ ἄρα ἔχει ἄλλως· μὴ γὰρ ὅτι ὁ θρόνος τῆς Ῥώμης, ὃς ἐκ μιᾶς τινος ἁπλῆς παραδόσεως νομίζεται τιμηθεὶς παρὰ τοῦ μακαρίου Πέτρου, ἀλλ’ οὐδὲ ὁ ὑπὸ τῆς θείας Γραφῆς μαρτυρούμενος κύριος θρόνος τοῦ μακαρίου Πέτρου, ἥτις ἐστὶν ἡ Ἀντιόχεια, ἧς ἡ Ἐκκλησία διὰ τοῦτο μεμαρτύρηται ὑπὸ τοῦ ἁγίου Βασιλείου «ἁπασῶν τῶν κατὰ τὴν οἰκουμένην Ἐκ­κλησιῶν καιριωτάτη»[23], καί, ὅπερ μέγιστον, ἡ δευτέρα οἰκουμενικὴ Σύνοδος, γράφουσα πρὸς τὴν Σύνοδον τῶν Δυτικῶν (τοῖς κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλειτουργοῖς Δαμάσῳ, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ κ.τ.λ.), μαρτυρεῖ λέγουσα· «τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς Ἐκκλη­σίας τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν χριστιανῶν ἐχρημάτισεν ὄνομα»[24]· οὔτε αὐτή, φαμέν, ἡ ἐν Ἀντιοχείᾳ ἀποστολική Ἐκκλησία ἔσχε ποτὲ τὸ δικαίωμα, ἵνα μὴ κρίνηται πρός τε τὴν θείαν Γραφὴν καὶ πρὸς τὰς συνοδικὰς ἀποφάσεις, ὡς ἀληθῶς σεμνυνομένη εἰς τὸν θρόνον τοῦ Πέτρου. Καὶ τί λέγομεν; αὐτὸ τὸ πρόσωπον τοῦ μακαρίου Πέτρου ἐκρίθη «κατ’ ἐνώπιον πάντων πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου» καί, ὅπερ γραφικὸν μαρτύριον, εὑρέθη εἶναι «κατεγνωσμένος καὶ οὐκ ὀρθοποδῶν»[25]. Τί οὖν ὑποληπτέον περὶ τῶν ἐγκαυχωμένων καὶ γαυριώντων μόνον ἐπὶ τῇ κατοχῇ τοῦ καθ’ ὑπόληψιν θρόνου αὐτοῦ; Καὶ τῷ ὄντι αὐτὸς πάλιν ὁ οὐρανοφάντωρ μέγας Βασίλειος, ὁ οἰκουμενικὸς οὖτος διδάσκαλος τῆς Ὀρθοδοξίας ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ, εἰς ὅνπερ ἀναγκάζονται καὶ οἱ ἐπίσκοποι τῆς Ῥώμης ἵνα παραπέμπωσιν[26] ἡμᾶς, τρανῶς καὶ καθαρῶς ἀνωτέρω ἐδήλωσεν ἡμῖν, τίνα ὑπόληψιν ὀφείλομεν ἔχειν περὶ τῶν κρίσεων τοῦ Οὐατικανοῦ ἀδύτου. «Οἳ τό γε ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικοῦντες, τὴν δὲ αἵρεσιν δι’ ἑαυτῶν ἐπιβεβαιοῦντες». Ὥστε αὐτοὶ ἐκεῖνοι οἱ ἅγιοι Πατέρες ἡμῶν, οὓς θαυμάζουσα ἐπαξίως ὡς φωστῆρας καὶ διδασκάλους καὶ αὐτῆς τῆς Δύσεως ἀπα­ριθμεῖ ἡμῖν ἡ αὐτοῦ Μακαριότης καὶ συμβουλεύει νὰ ἀκολουθῶμεν[27], διδάσκουσιν ἡμᾶς, ἵνα μὴ τὴν Ὀρθοδοξίαν ἐκ τοῦ ἁγίου θρόνου, ἀλλὰ τὸν θρόνον αὐτὸν καὶ τὸν ἐπὶ τοῦ θρόνου κρίνωμεν πρὸς τὰς θείας Γραφάς, πρὸς τὰς συνοδικὰς ἀποφάσεις καὶ ὅρους καὶ πρὸς τὴν κεκηρυγμένην πίστιν, ἤτοι πρὸς τὴν ὀρθο­δοξίαν τῆς διηνεκοῦς διδασκαλίας. Οὕτως ἔκριναν καὶ κατέκριναν συνοδικῶς οἱ Πατέρες ἡμῶν καὶ τὸν Ὀνώριον Πάπαν Ῥώμης καὶ τὸν Διόσκορον Πάπαν τῆς Ἀλεξανδρείας καὶ τὸν Μακεδόνιον καὶ Νεστόριον Πατριάρχας Κωνσταντινουπό­λεως καὶ τὸν Πέτρον Κναφέα Πατριάρχην τῆς Ἀντιοχείας κ.τ.λ. Εἴπερ γὰρ καὶ αὐτὸ τὸ «βδέλυγμα τῆς ἐρημώσεως ἔστη ἐν τῷ τόπῳ τῷ ἁγίῳ», κατὰ τὴν μαρτυ­ρίαν τῶν Γραφῶν[28], διατὶ μὴ καὶ ἡ καινοτομία καὶ ἡ αἵρεσις ἐπὶ θρόνου ἁγίου; Κἀντεῦθεν πορίζεται ἐν συνόψει τὸ χαῦνον καὶ ἀβληχρὸν καὶ τῶν λοιπῶν ἐπιχειρημάτων[29] ὑπὲρ τῆς δεσποτείας τοῦ ἐπισκόπου τῆς Ῥώμης· εἰ μὴ γὰρ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἐτεθεμελίωτο ἐπὶ τῇ ἀρραγεῖ πέτρᾳ τῆς ὁμολογίας τοῦ Πέτρου, (ἥτις ἦν κοινὴ ἀπόκρισις ἐκ μέρους τῶν ἐρωτηθέντων Ἀποστόλων, «ὑμεῖς δὲ τίνα μὲ λέγετε»;[30]) τοῦ τῆς «σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος»[31], ὡς ἐξηγοῦνται ἡμῖν οἱ θεῖοι Πατέρες ἀνατολικοί τε καὶ δυτικοί, ἐπὶ σφαλερῷ ἂν ἐθεμελιοῦτο θεμελίῳ κἀπὶ τῷ Κηφᾷ αὐτῷ, μήτοι γε τῷ Πάπᾳ, ὅστις μετὰ τὸ ἰδιοποιηθῆναι καὶ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν ποίαν τινὰ διαχείρισιν αὐτῶν ἐποιήσατο, πρόδηλον ἐκ τῆς Ἱστορίας. Ἀλλὰ καὶ τὴν τοῦ τριττοῦ «ποίμαινε τὰ πρό­βατά μου» σημασίαν οἵ τε κοινοὶ θεῖοι Πατέρες ἡμῶν συμφώνως διδάσκουσιν, ὅτι οὐκ ἦν προνόμιόν τι ἐπὶ τῶν λοιπῶν Ἀποστόλων τοῦ μακαρίου Πέτρου, ἥκιστα δὲ καὶ τῶν διαδόχων αὐτοῦ, ἀλλ’ ἁπλῆ τις ἀποκατάστασις αὐτοῦ εἰς τὴν ἀποστο­λήν, ἧς ἐκπεπτωκὼς ἦν διὰ τὸ τριττὸν τῆς ἀρνήσεως· καὶ αὐτὸς δὴ ὁ θεῖος Πέτρος φαίνεται ἐκδεχόμενος οὕτω τὸν νοῦν τῆς τριττῆς τοῦ Κυρίου ἐρωτήσεως τοῦ «ἀγαπᾷς με», καὶ τοῦ «πλεῖον», καὶ τοῦ «τούτων»[32]· ἀναμνησθεὶς γὰρ τοῦ «εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι», «ἐλυπήθη ὅτι εἶπεν αὐτῷ τὸ τρίτον φιλεῖς με». Ἀλλ’ οἱ διάδοχοι αὐτοῦ σκοπιμωτάτως ἐκδέχονται τὴν ῥῆσιν λίαν ἐπὶ τὸ εὐθυμότερον.
12. Ἀλλὰ λέγει ἡ αὐτοῦ Μακαριότης[33], ὅτι ὁ Κύριος ἡμῶν εἶπεν εἰς τὸν Πέτρον[34], «ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου». Ἡ δέησις τοῦ Κυρίου ἡμῶν ἐγένετο ἐπὶ λόγῳ, ὅτι ὁ μὲν σατανᾶς ἐξῃτήσατο[35] ἵνα σκανδαλίσῃ τὴν πίστιν ἁπάντων τῶν μαθητῶν, ὁ δὲ Κύριος ἐπέτρεψεν αὐτῷ μόνον τὸν Πέτρον, δι’ αὐτὸ τοῦτο μάλι­στα διότι ἐφθέγγετο λόγους φιλαυτίας καὶ ἐδικαίου ἑαυτὸν ὑπὲρ τοὺς ἄλλους· «εἰ καὶ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι»[36]. Ἀλλ’ ἡ ἐπίτρεψις αὕτη ἐγένετο πρόσκαιρος, «ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν, ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον»· οὕτως ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις ἐγκαταλιμπανομένη εἰς ἑαυτήν, «τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής»[37]· πρόσ­καιρος φαμέν, ὅπως, πάλιν ἐλθὼν εἰς ἑαυτὸν διὰ τῆς ἐπιστροφῆς αὑτοῦ ἐν δάκρυσι μετανοίας, στηρίξῃ ἔτι μᾶλλον τοὺς ἀδελφοὺς αὑτοῦ, εἰς ὃν αὐτοὶ οὔτε ἐπιώρκησαν οὔτε ἠρνήθησαν. Ὢ τῶν σοφῶν κριμάτων τοῦ Κυρίου! ὡς θεία καὶ μυ­στηριώδης ἦν ἡ ἐπὶ γῆς ἐσχάτη νὺξ τοῦ Σωτῆρος ἡμῶν! Ὁ δεῖπνος ἐκεῖνος ὁ ἱερός, αὐτὸς οὖτος πιστεύεται τελεῖσθαι καὶ τὴν σήμερον καθ’ ἑκάστην· «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν»[38], καὶ «ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε, ἄχρις οὗ ἂν ἔλθῃ»[39]. Ἡ οὕτως ἐπιμελῶς παραγγελλομένη ἡμῖν ὑπὸ τοῦ κοινοῦ Διδασκάλου ἀδελφικὴ ἀγάπη, —«ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγά­πην ἔχητε ἐν ἀλλήλοις»[40],— ἧς τὸ χειρόγραφον καὶ τὰς συνθήκας οἱ Πάπαι πρῶτοι ἔσχισαν, ὑπερασπιζόμενοι καὶ δεχόμενοι καινοτομίας αἱρετικὰς παρὰ τὰ εὐαγγελλισθέντα ἡμῖν καὶ κανονισθέντα ὑπὸ τῶν κοινῶν Διδασκάλων καὶ Πατέρων ἡμῶν, αὐτὴ αὕτη, φαμέν, ἡ ἀγάπη ἐνεργεῖ καὶ τὴν σήμερον εἰς τὰς ψυχὰς τῶν χριστεπωνύμων λαῶν καὶ ἰδίως τῶν ἡγουμένων αὐτῶν. Ὁμολογοῦμεν γὰρ παρρησίᾳ ἐνώπιον Θεοῦ τε καὶ ἀνθρώπων, ὅτι ἡ τοῦ Σωτῆρος ἡμῶν δέησις[41] πρὸς τὸν Θεὸν καὶ Πατέρα αὑτοῦ ὑπὲρ τῆς κοινῆς τῶν χριστιανῶν ἀγάπης καὶ ἑνότητος εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, εἰς ἣν καὶ πιστεύομεν, «ἵνα ὦσιν ἕν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν»[42], ἐνεργεῖ ἐν ἡμῖν, ὡς καὶ ἐν τῇ αὐτοῦ Μακαριότητι, κἀνταῦθα συναντᾷ ἡ ἀδελφικῇ ἡμετέρᾳ ἔφεσις καὶ σπουδὴ τὴν τῆς αὐτοῦ Μακαριότητος· ταύτῃ μόνῃ τῇ διαφορᾷ, ὅτι ἐν ἡμῖν μὲν ἐνεργεῖ ἐπὶ συνθήκῃ τοῦ διατηρηθῆναι ἀκέραιον καὶ ἄθικτον τὸ θεῖον καὶ ἀμώμητον καὶ παντέλειον Σύμ­βολον τῆς τῶν χριστιανῶν πίστεως κατὰ τὴν εὐαγγελικὴν φωνὴν καὶ κατὰ τοὺς ὅρους τῶν ἑπτὰ ἁγίων οἰκουμενικῶν Συνόδων καὶ τὴν διδασκαλίαν τῆς διηνε­κοῦς Καθολικῆς Ἐκκλησίας, ἐν δὲ τῇ αὐτοῦ Μακαριότητι ὑπὲρ τοῦ κραταιωθῆναι καὶ ὑπερισχύσαι τὸ κῦρος καὶ τὸ ἀξίωμα τῶν ἐπὶ τοῦ ἀποστολικοῦ θρόνου καθεζομένων καὶ τὸ τῆς καινῆς διδασκαλίας αὐτῶν. Ἰδοὺ τὸ κεφάλαιον, ὡς τύπῳ εἰπεῖν, ἁπάσης τῆς ἐμπεσούσης διαφορᾶς καὶ διενέξεως μεταξὺ ἡμῶν τε καὶ ἐκεί­νων, καὶ τὸ μεσότειχον τοῦ φραγμοῦ, ὅπερ, Θεοῦ προλέγοντος ἡμῖν «καὶ ἀλλὰ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου («ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται») ἀκούσουσι»[43], συμπράξει τῆς περιαδομένης φρονήσεως τῆς αὐτοῦ Μακαριότητος, ἐλπίζομεν ἵνα ἀρθῇ ἐκ μέσου ἐπὶ τῶν ἡμερῶν αὐτῆς. Ἤδη οὖν εἰρήσθω καὶ τὸ τρίτον· ἂν γὰρ ὑποθῶμεν, κατὰ τοὺς λόγους τῆς αὐτοῦ Μακαριότητος, καὶ αὐτὴν τὴν ὑπὲρ τοῦ μέλλοντος ἀρνηθῆναι καὶ ἐπιορκῆσαι Πέτρου δέησιν τοῦ Κυρίου ἡμῶν, ὅτι προσκεκολλημένη καὶ συνημ­μένη διατελεῖ εἰς τὸν θρόνον τοῦ Πέτρου, καὶ ὅτι ἀναφέρεται ἐνεργείᾳ καὶ εἰς τοὺς κατὰ καιρὸν ἐπικαθημένους, εἰ καί, καθὰ προείρηται (§ 11), οὐδὲν συμβάλλει εἰς κύρωσιν γνώμης (ὡς ἐκ τοῦ παραδείγματος αὐτοῦ τοῦ μακαρίου Πέτρου γραφικῶς πληροφορούμεθα, ἔτι καὶ μετὰ τὴν κάθοδον τοῦ ἁγίου Πνεύματος), πιστοποιούμεθα ὅμως ἐκ τῶν λόγων τοῦ Κυρίου, ὅτι ἐλεύσεται καιρός, καθ’ ὃν ἡ θεία αὕτη, ἡ διὰ τὴν ἄρνησιν τοῦ Πέτρου, δέησις, ὅπως μὴ ἐκλείψῃ εἰς τέλος ἡ πίστις αὐτοῦ, ἐνεργήσει καὶ εἴς τινα τῶν διαδόχων τοῦ θρόνου αὐτοῦ, ὅστις καὶ κλαύσει ὡς ἐκεῖνος πικρῶς, καὶ ἐπιστρέψας ποτὲ στηρίξει ἡμᾶς τοὺς ἀδελφοὺς αὐτοῦ ἔτι μᾶλλον εἰς ἣν κατέχομεν ἐκ προγόνων ὀρθόδοξον ὁμολογίαν· καὶ εἴθε! εἴη ἡ αὐτοῦ Μακαριότης οὗτος ὁ ἀληθὴς διάδοχος τοῦ μακαρίου Πέτρου. Ἀλλ’ εἰς ταύτην τὴν ταπεινὴν ἡμῶν εὐχὴν μή τι κωλύει ἵνα προσθῶμεν καὶ τὴν εἰλικρινῆ ἐγκάρδιον ἡμῶν συμβουλὴν ἐν ὀνόματι τῆς Καθολικῆς ἁγίας Ἐκκλησίας; Πάν­τως ἡμεῖς οὐ τολμῶμεν μὲν εἰπεῖν, ὡς εἶπεν[44] ἡ αὐτοῦ Μακαριότης, «ἄνευ ἄλλης ἀναβολῆς»· λέγομεν δὲ ἄνευ ἐπισπεύσεως, μετὰ ὥριμον σκέψιν, ἔτι, εἰ δεήσει, καὶ σύσκεψιν μετὰ τῶν σοφωτέρων, τῶν εὐλαβεστέρων τε ἅμα καὶ φιλαληθεστέρων καὶ δὴ καὶ ἀπροληπτοτέρων ἐπισκόπων καὶ θεολόγων καὶ διδασκάλων, ὧν πᾶν ἔθνος τῆς Δύσεως κατὰ θείαν οἰκονομίαν τὴν σήμερον εὐμοιρεῖ.
13. Λέγει ἡ αὐτοῦ Μακαριότης, ὅτι ὁ ἐπίσκοπος Λουγδούνων ἅγιος Εἰρηναῖος γράφει εἰς ἔπαινον τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, «δεῖ συνέρχεσθαι πᾶσαν τὴν Ἐκ­κλησίαν, δηλονότι τοὺς πανταχόθεν πιστούς, ἕνεκα τοῦ πρωτείου ἐν ταύτῃ τῇ Ἐκκλησίᾳ, ἐν ᾗ πάντα ὑπὸ τῶν πανταχόθεν πιστῶν διετηρήθη ἡ παρὰ τῶν Ἀπο­στόλων δοθεῖσα παράδοσις». Καίτοι τοῦ ἁγίου τούτου λέγοντος πάντῃ ἄλλο ἢ ὅ, τι στοχάζονται οἱ Οὐατικανοί, ἀλλ’ ἀφίεται μὲν ἤδη αὐτοῖς καὶ ἡ κατ’ ἀρέ­σκειαν αὐτῶν ἐκδοχὴ καὶ ἑρμηνεία, φαμὲν δέ, τίς ἀρνεῖται, ὅτι ἡ ἀρχαία Ῥωμαϊκὴ Ἐκκλησία ἦν ἀποστολικὴ καὶ ὀρθόδοξος; Καὶ οὐδεὶς ἡμῶν ὀκνήσει εἰπεῖν αὐ­τὴν καὶ ὑπογραμμὸν Ὀρθοδοξίας. Μάλισθ’ ἡμεῖς εἰς μείζονα ἔπαινον αὐτῆς προσθήσομεν ἐκ τοῦ ἱστορικοῦ Σωζομένου[45] καὶ τὸν τρόπον, δι’ οὗ ἄχρι καιροῦ ἐδυνήθη διατηρῆσαι τὴν ἣν ἐπαινοῦμεν αὐτῆς Ὀρθοδοξίαν, ὃν παρέδραμεν ἡ αὐτοῦ Μακαριότης· «ὡς ἐπίπαν γὰρ ἡ μὲν ἀνὰ πᾶσαν τὴν Δύσιν Ἐκκλησία καθαρῶς διὰ τῶν πατρίων ἰθυνομένη δογμάτων, ἔριδός τε καὶ τῆς περὶ ταῦτα τερθρείας ἀπήλλακτο». Ἢ τίς ἐκ τῶν Πατέρων, ἢ ἐξ ἡμῶν αὐτῶν ἠρνήθη τὰ κανονικὰ πρεσβεῖα αὐτῆς ἐν τῇ τάξει τῆς ἱεραρχίας, ἕως οὗ καθαρῶς ἰθύνετο διὰ τῶν πατρίων δογμάτων, στοιχοῦσα τῷ ἀλανθάστῳ κανόνι τῆς τε Γραφῆς καὶ τῶν ἱερῶν Συνό­δων; Ἀλλὰ τό γε νῦν ἡμεῖς οὐχ εὑρίσκομεν διατετηρημένον ἐν αὐτῇ οὔτε τὸ δόγμα τῆς μακαρίας Τριάδος κατὰ τὸ Σύμβολον τῶν ἐν Νικαίᾳ τῆς Α΄ καὶ ἐν Κωνσταντινουπόλει τῆς Β΄ συναθροισθέντων θείων Πατέρων, ὅπερ ὡμολόγησαν καὶ ἐκύρωσαν καὶ εἰς τοσαύτας ἀρὰς τοὺς παραχαράττοντας αὐτὸ μέχρι κεραίας, ὡς καθηρημένους, καθυπέβαλον αἱ λοιπαὶ πέντε οἰκουμενικαὶ Σύνοδοι, οὔτε τὸν ἀποστολικὸν τύπον τοῦ θείου βαπτίσματος, οὔτε τὴν ἐπίκλησιν τοῦ τελεταρχικοῦ Πνεύματος ἐπὶ τῶν ἁγίων, ἀλλ’ ὁρῶμεν ἐν αὐτῇ καὶ τὸ θεῖον ποτήριον πε­ριττήν, ἄπαγε! πόσιν ὑπολαμβανόμενον, καὶ ἕτερα πάμπολλα, ἄγνωστα οὐ μόνον εἰς τοὺς ἡμετέρους ἁγίους Πατέρας, οἵτινες ἀείποτε ἐχρημάτισαν ὁ καθολικὸς ἀλάνθαστος κανὼν καὶ γνώμων τῆς Ὀρθοδοξίας, καθὰ καὶ ἡ αὐτοῦ Μακαριότης τὴν ἀλήθειαν σεβόμενη διδάσκει[46], ἀλλὰ καὶ εἰς τοὺς ἱεροὺς ἀρχαίους Πατέρας τῆς Δύσεως· καὶ δὴ καὶ αὐτὸ τὸ πρωτεῖον, ὑπὲρ οὗ νῦν πυκτεύει καὶ ἡ αὐτοῦ Μακαριότης πάσαις δυνάμεσιν, ὡς καί οἱ προκάτοχοι αὐτοῦ, ἐξ ἀδελφικοῦ τύπου καὶ πρεσβείου ἱεραρχικοῦ εἰς κυριαρχικὸν μεταπεπτωκός. Τί οὖν ὑποληπτέον περὶ τῶν ἀγράφων αὐτῆς παραδόσεων, εἴ γε τὰ γεγραμμένα τοσαύτην ὑπέστησαν με­ταβολὴν καὶ ἀλλοίωσιν ἐπὶ τὸ χεῖρον; Ἢ τίς ποτε οὕτω θαρσαλέος καὶ πίσυνος εἰς τὸ ἀξίωμα τοῦ ἀποστολικοῦ θρόνου, ὥστε τολμῆσαι εἰπεῖν, ὅτι, εἴπως ἀνεβίου ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Εἰρηναῖος, ὁρῶν σήμερον αὐτὴν εἰς τηλικαῦτα οὐσιωδέ­στατα καὶ καθολικὰ ἄρθρα τοῦ Χριστιανισμοῦ ἀποσχιζομένην τῆς ἀρχαίας καὶ πρωτόγονου ἀποστολικῆς διδασκαλίας, οὐκ ἔμελλεν ἀντιπαραταχθῆναι αὐτὸς πρῶτος εἰς τὰς καινοτομίας καὶ αὐτοδοκήτους διατάξεις αὐτῆς, τῆς τότε δικαίως ὑμνου­μένης ὑπ’ αὐτοῦ Ῥωμαϊκῆς Ἐκκλησίας, ὡς καθαρῶς ἰθυνομένης διὰ τῶν πατρίων δογμάτων; Παραδείγματος χάριν, ὁρῶν τὴν Ῥωμάναν Ἐκκλησίαν οὐ μόνον ἐκ τοῦ ἑαυτῆς λειτουργικοῦ κανόνος ἀποβαλοῦσαν, καθ’ ὑπαγόρευσιν τῶν σχολαστικῶν, τὴν παναρχαιοτάτην καὶ ἀποστολικὴν ἐπίκλησιν τοῦ τελεταρχικοῦ Πνεύ­ματος, καὶ κολοβώσασαν οἰκτρῶς τὴν ἱερουργίαν εἰς τὸ οὐσιωδέστατον αὐτῆς μέ­ρος, ἀλλὰ σπουδάζουσαν συντόνως ἵνα καὶ ἀπὸ τῶν λειτουργιῶν τῶν λοιπῶν χριστιανικῶν κοινωνιῶν ἀποξέσῃ αὐτήν, συκοφαντοῦσα οὕτως ἀναξίως τοῦ ἀποστολικοῦ θρόνου, εἰς ὃν ἐγκαυχᾶται, ὅτι «μετὰ τὴν διαίρεσιν παρεισέπεσε»[47], τί οὐκ ἂν εἶπε περὶ τούτου τοῦ νεωτερισμοῦ οὗτος ὁ θεῖος Πατήρ, ὁ βεβαιῶν ἡμᾶς «ὅτι ὁ ἀπὸ γῆς ἄρτος, προσλαμβανόμενος τὴν ἔκκλησιν τοῦ Θεοῦ, οὐκ ἔτι κοινὸς ἄρτος ἐστὶ κ.τ.λ.»[48], ἔκκλησιν λέγων τὴν ἐπίκλησιν; Δι’ ἧς τελειοῦσθαι τὸ μυστήριον τῆς ἱερουργίας πιστεύειν τὸν Εἰρηναῖον, καὶ αὐτὸς ὁ ἐκ τοῦ τάγ­ματος τῶν ἐλασσόνων λεγομένων παπικῶν μοναχῶν Φραγκῖσκος Φεῦ - Ἀρδέντιος, ὁ κατὰ τὸ 1639 ἐκδοὺς μετὰ σχολίων τὰ συγγράμματα τοῦ αὐτοῦ ἁγίου, ἐσημειώσατο ἰδίως ἐν τῷ ιη΄ κεφ. τοῦ Α΄ βιβλ. σελ. 114: panem et calycem commixtum per invocationis verba corpus et sanguinem Christi vere fieri, (τὸν Εἰρηναῖον διδάσκειν τὸν ἄρτον τῆς εὐχαριστίας καὶ τὸ κεκραμένον ποτήριον διὰ τῶν τῆς ἐπικλήσεως ῥημάτων γίγνεσθαι ἀληθῶς σῶμα καὶ αἷμα Χρι­στοῦ); Ἀκούων δὲ τὸ τοποτηρητικὸν τοῦ Πάπα καὶ τὸ διαιτητικόν, τὶ οὐ ἂν εἴποι αὐτός, ὃς ἔτι καὶ διὰ μικρὰν καὶ σχεδὸν ἀδιάφορον διένεξιν περὶ τῆς τελετῆς τοῦ Πάσχα[49] οὕτω γενναίως καὶ θριαμβευτικῶς ἀντιπαρακελεύων περιέστειλε τὴν τοῦ Πάπα Βίκτωρος βίαν ἐν τῇ ἐλευθέρᾳ Ἐκκλησίᾳ τοῦ Χριστοῦ; Οὕτως αὐτὸς ὁ ὑπὸ τῆς αὐτοῦ Μακαριότητος προσκαλούμενος μάρτυς τοῦ πρωτείου τῆς Ῥωμάνας Ἐκκλησίας δείκνυσιν, ὅτι τὸ ἀξίωμα αὐτῆς οὐ κυριαρχικόν, οὔτε μὴν διαιτη­τικόν, ὅπερ οὐδ’ αὐτὸς ὁ μακάριος Πέτρος οὐδέποτε ἐκληρώσατο, ἀλλ’ ἀδελφικὸν τυγχάνει πρεσβεῖον ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ καὶ γέρας ἀπονεμηθὲν τοῖς Πάπαις διὰ τὸ μεγαλώνυμον καὶ πρεσβεῖον τῆς πόλεως. Ὡς καὶ ἡ τετάρτη οἰκουμενικὴ Σύνοδος, ἐπὶ διατηρήσει τῆς ὑπὸ τῆς τρίτης οἰκουμενικῆς Συνόδου κανονισθείσης (καν. η΄) ἀνεξαρτησίας τῶν Ἐκκλησιῶν, ἑπομένη τῇ δευτέρᾳ Οἰκουμενικῇ (καν. γ΄), καὶ αὐτὴ πάλιν τῇ πρώτῃ Οἰκουμενικῇ (καν. ς΄), τῇ τὴν ἐπὶ δυσμὰς διαιτητικὴν τοῦ Πάπα κυριαρχίαν «ἔθος» ἀποκαλούσῃ, ἀπεφήνατο, «διὰ τὸ βασιλεύειν τὴν πόλιν ἐκείνην οἱ Πατέρες εἰκότως ἀποδεδώκασι τὰ πρεσβεῖα» (καν. κη΄)[50], μηδὲν εἰποῦσα περὶ τῆς ἐξιδιασμένης ἀποστολικῆς αὐτῶν ἀπορροίας ἐκ τοῦ Πέτρου, καὶ ἧττον πάντων περί τε τοῦ τοποτηρητικοῦ τῶν ἐπισκόπων αὐτῆς καὶ τῆς καθολικῆς ποι­μαντορίας. Ἡ δὲ τοιαύτη βαθεῖα σιγὴ τῶν τηλικούτων προνομίων, οὐ μόνον δὲ ἀλλὰ καὶ ἡ τῆς προτερεύσεως αὐτῶν αἰτιολογία, οὐχὶ διὰ τὸ «ποίμαινε τὰ πρόβατά μου», οὐδὲ διὰ τὸ «ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν», ἀλλ’ ἁπλῶς διὰ τὸ «ἔθος» καὶ διὰ τὸ «βασιλεύειν τὴν πόλιν ἐκείνην», καὶ ταῦτα οὐχ ὑπὸ τοῦ Κυρίου, ἀλλ’ ὑπὸ τῶν Πατέρων, τοσοῦτον παράδοξος φανήσεται, πεπείσμεθα, εἰς τὴν αὐτοῦ Μακαριότητα, ἄλλως πως λογιζομένην τὰ πρεσβεῖα αὑτῆς[51], ὅσον αὐτός τε, ὡς ὀψόμεθα (§ 15), μεγάλως ἐκτιμᾷ τὴν ἣν νομίζει εὑρηκέναι ὑπὲρ τοῦ θρόνου αὑτοῦ μαρτυρίαν τῆς ῥηθείσης οἰκουμενικῆς τετάρτης Συνόδου, καὶ ὁ θεῖος Γρηγόριος ὁ Διάλογος, ὁ καὶ μέγας ἀκούων[52], εἴθιζε λέγειν τὰς τέσσαρας ταύτας οἰκουμενικὰς Συνόδους οἱονεὶ τέσσαρα εὐαγγέλια καὶ τετραγωνιαῖον λί­θον, ἐφ’ οὗ ᾠκοδόμηται ἡ Καθολικὴ Ἐκκλησία.
14. Λέγει ἡ αὐτοῦ Μακαριότης[53], ὅτι οἱ Κορίνθιοι, διενεχθέντες πρὸς ἀλλήλους, ἀναφορὰν ἐποιήσαντο εἰς Κλήμεντα τὸν Πάπαν Ῥώμης, ὃς κρίνας τὴν ὑπόθεσιν ἔγραψε πρὸς αὐτούς οἱ δὲ οὕτως ἠσπάσαντο τὴν ἀπόφασιν αὐτοῦ, ὥστε καὶ ἐπ’ ἐκκλησίας ἀνεγίνωσκον αὐτήν. Ἀλλὰ τοῦτο τὸ συμπεσὸν πολλὰ ἀσθενὲς ἐπι­χείρημα τῆς παπικῆς ἐξουσίας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ· τότε γὰρ οὔσης κέντρου τῆς διοικήσεως καὶ πρωτευούσης τῆς Ῥώμης, ἐν ᾗ διῃτῶντο οἱ αὐτοκράτορες, ἔδει πᾶσαν ὑπόθεσιν ὁπωσοῦν ἐπίσημον, οἷα ἱστόρηται ἡ τῶν Κορινθίων, ἐκεῖ διακρίνεσθαι, μάλιστα εἴπως ἓν τῶν διαφερομένων μερῶν προσέτρεχεν εἰς ἐξωτερικὴν σύμπραξιν. Οὕτω συμβαίνει καὶ μέχρι τῆς σήμερον· οἱ Πατριάρχαι τῆς Ἀλεξαν­δρείας, τῆς Ἀντιοχείας, τῶν Ἱεροσολύμων, εἰς τὰ παραδόξως συμπεσόντα καὶ δυσδιευθέτητα γράφουσιν εἰς τὸν Κωνσταντινουπόλεως, διὰ τὸ εἶναι ἕδραν αὐτοκρατορικήν, ἔτι δὲ καὶ διὰ τὸ συνοδικὸν πρεσβεῖον· καὶ εἰ μὲν ἡ ἀδελφικὴ σύμπραξις διορθώσει τὸ διορθωτέον, εὖ ἔχει· εἰ δὲ μή, ἀναγγέλλεται τὸ πρᾶγμα καὶ εἰς τὴν διοίκησιν κατὰ τὰ καθεστῶτα. Ἀλλ’ αὕτη ἡ ἀδελφικὴ συνδρομή, ἔν γε τῇ χριστιανικῇ πίστει, οὐ πωλεῖται διὰ τῆς ὑποδουλώσεως τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ. Ταῦτα εἰρήσθω καὶ εἰς τὰ ἐκ τῶν ἁγίων Ἀθανασίου τοῦ μεγάλου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου ἀναφερόμενα[54] ὑπὸ τῆς αὐτοῦ Μακαριότητος παραδείγματα προστασίας ἀδελφικῆς καὶ πρεπούσης εἰς τὰ πρεσβεῖα τῶν ἐπισκόπων Ῥώμης Ἰουλίου τε καὶ Ἰννοκεντίου, ἧς τὴν ἀπότισιν ἀπαιτοῦσιν ἀφ’ ἡμῶν τὴν σήμερον οἱ διάδοχοι ἐκείνων διὰ τῆς νοθεύσεως τοῦ θείου Συμβόλου· καίτοι τοῦ Ἰουλίου αὐτοῦ ἐν τοῖς τότε ἀγανακτοῦντος κατά τινων, ὅτι «τὰς ἐκκλη­σίας ταράσσουσι τῷ μὴ ἐμμένειν τοῖς ἐν Νικαίᾳ δόξασι», καὶ ἀπειλοῦντος «...ἢ τοῦ λοιποῦ οὐκ ἀνέξεσθαι, εἰ μὴ παύσοιντο νεωτερίζοντες»[55]. Ἔτι ἐν τῇ ὑποθέσει τῶν Κορινθίων σημειωτέον καὶ τοῦθ’ ὅτι, τότε ὄντων τριῶν μόνων τῶν πατριαρχικῶν θρόνων, ὁ πλησιέστερος τοῖς Κορινθίοις καὶ θεματικώτερος ἦν ὁ Ῥώμης, πρὸς ὃν καὶ ὤφειλον ἀνενεχθῆναι κανονικῶς. Οὐδὲν οὖν ἐν αὐτοῖς συνορῶμεν τὸ ἔκτακτον καὶ τὸ τὴν τοῦ Πάπα δεσποτείαν σημαῖνον ἐν τῇ ἐλευθέρᾳ Ἐκκλησίᾳ του Θεοῦ.
15. Ἀλλά, τέλος, λέγει[56] ἡ αὐτοῦ Μακαριότης, ὅτι ἡ τετάρτη οἰκουμενικὴ Σύνοδος, (ἣν κατὰ παραδρομὴν πάντως μεταφέρει ἀπὸ Χαλκηδόνος εἰς Καρχηδόνα), ἀναγνωσθείσης τῆς ἐπιστολῆς Πάπα Λέοντος τοῦ Α΄, ἐβόησεν· «ὁ Πέ­τρος διὰ τοῦ Λέοντος οὕτως ὡμίλησε». Τὸ πρᾶγμα ἀληθῶς οὕτως ἔχει· ἀλλ’ ὤφειλε μὲν ἡ αὐτοῦ Μακαριότης μὴ παραδραμεῖν καὶ τὸ πῶς καὶ μετὰ ποίαν ἐξεργασίαν οἱ Πατέρες ἡμῶν ἐβόησαν τὸ ὅπερ ἐβόησαν εἰς ἔπαινον τοῦ Λέοντος. Ἐπειδὴ δὲ ἐκείνη, ἴσως συντομίαν σπουδάζουσα, ἐλλιπὴς φαίνεται εἰς τὸ ἀναγκαιότατον τοῦτο, καὶ τὸ ἀξίωμα τῆς οἰκουμενικῆς Συνόδου ἡλίκον ἀνώτερον εἶναι οὐ μόνον τοῦ Πάπα, ἀλλὰ καὶ τῆς περὶ αὐτὸν Συνόδου πασιδήλως ἐμφαῖνον, φέρε ἡμεῖς δηλώσωμεν εἰς τὸ κοινὸν τὸ γεγονός, ὡς ἀληθῶς ἐγένετο. Ἐκ τῶν πλέον ἢ ἑξακοσίων Πατέρων τῶν ἐν τῇ Συνόδῳ τῆς Χαλκηδόνος συναθροισθέντων, διακόσιοι περίπου, οἱ σοφώτεροι αὐτῶν, διετάχθησαν ὑπὸ τῆς Συνόδου, ἵνα ἐξετάσωσι καὶ κατὰ γράμμα καὶ κατὰ νόημα τὴν ῥηθεῖσαν ἐπιστολὴν τοῦ Λέοντος, οὐ μόνον δέ, ἀλλ’ ἵνα ἀναφέρωσι καὶ ἐγγράφως καὶ ἐνυπογράφως τὴν ἰδίαν αὐτῶν κρίσιν ἐπ’ αὐτῆς, ἐὰν ὑπάρχῃ ὀρθόδοξος ἢ μή· αἱ κατὰ μέρος διακόσιαι περίπου ἐπικρίσεις καὶ δοκιμασίαι τῆς ἐπιστολῆς εὑρίσκονται ἐν τῇ τετάρτῃ μάλιστα συνελεύσει τῆς ῥηθείσης ἱερᾶς Συνόδου τοιᾷδέ τινι περιοχῇ. Παρ. χάριν.
«Μάξιμος Ἀντιόχειας Συρίας εἶπε· συνᾴδει ἡ ἐπιστολὴ τοῦ ἁγίου ἀρχιεπισκόπου τῆς βασιλευούσης Ῥώμης Λέοντος τοῖς ἐκτεθεῖσι παρὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἐν Νικαίᾳ ἁγίων Πατέρων, καὶ τῶν ἑκατὸν πεντήκοντα τῶν ἐν Κωνσταντινουπόλει, τῇ νέᾳ Ῥώμῃ, καὶ τῇ ἐν Ἐφέσῳ παρὰ τοῦ ἁγιωτάτου ἐπισκόπου Κυρίλλου ἐκτεθείσῃ πίστει· καὶ ὑπεσημηνάμην». Καὶ πάλιν «Θεοδώρητος ὁ εὐλαβέστατος ἐπίσκοπος Κύρου συνᾴδει ἡ ἐπιστολὴ τοῦ ἁγιωτάτου ἀρχιεπισκόπου τοῦ κυρίου Λέοντος τῇ ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει παρὰ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, καὶ τῷ ἐν Κωνσταντινουπόλει ὑπαγορευθέντι παρὰ τῶν ἑκατὸν πεντήκοντα Συμβόλῳ τῆς πίστεως καὶ ταῖς ἐπιστολαῖς τοῦ μακαρίου Κυρίλλου· καὶ ὑποδεξάμενος τὴν προρρηθεῖσαν ἐπιστολὴν ὑπέ­γραψα». Καὶ οὕτω καθ’ ἑξῆς ἅπαντες ὁμολογοῦσι· «συνᾴδει ἡ ἐπιστολή», «σύμφωνός ἐστιν ἡ ἐπιστολή», «συμφωνεῖ ἡ ἐπιστολή, ὅσον τὸ κατ’ ἔννοιαν» κ.τ.λ. Μετὰ τοσαύτην καὶ τηλικαύτην ἀκριβῆ ἐξέτασιν ἐκ παραλλήλου πρὸς τὰς προτέρας ἱερὰς Συνόδους, καὶ πληροφορίαν πλήρη τῆς ὀρθότητος τῶν ἐννοιῶν, καὶ οὐχ ὅτι ἦν ἁπλῶς ἐπιστολὴ τοῦ Πάπα, ἐβόησαν, μηδαμῶς φθονοῦντες, τοῦτο δὴ τὸ περιβόητον, εἰς ὃ καυχωμένη νῦν σεμνύνεται καὶ ἡ αὐτοῦ Μακαριότης. Ἀλλ’ εἴπερ καὶ ἡ αὐτοῦ Μακαριότης ἔπεμπεν ἡμῖν τὰ ταῖς προτέραις ἁγίαις ἑπτὰ οἰκουμενικαῖς Συνόδοις σύμφωνα καὶ συνᾴδοντα, ἀντὶ τοῦ καυχᾶσθαι εἰς τὴν τῶν προκατόχων αὐτῆς κηρυττομένην ὑπὸ τῶν προκατόχων καὶ πατέρων ἡμῶν ἐπὶ οἰκουμενικῆς Συνόδου εὐσέβειαν, εἶχεν ἂν καυχᾶσθαι δικαίως ἐπὶ τῇ ἰδίᾳ αὐτῆς ὀρθοδοξίᾳ, ἀντὶ πατραγαθιῶν δηλαδὴ ἀνδραγαθίας κηρύττουσα· ὥστε ἐπὶ τῇ αὐτοῦ Μακαριότητι κεῖται καὶ νῦν, ἐὰν ἐπιστείλῃ τοιαῦτα, οἷα διακόσιοι Πα­τέρες ἐξετάσαντες καὶ συγκρίναντες εὕρωσι σύμφωνα καὶ συνᾴδοντα ταῖς ῥηθεῖσαις προτέραις Συνόδοις, ἐπ’ αὐτῇ, φαμέν, κεῖται, ἵνα ἀκούσῃ καὶ παρ’ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν σήμερον οὐ μόνον τὸ «ὁ Πέτρος οὕτως ὡμίλησε», καὶ εἴ τι ἕτερον σεμνόν, ἀλλὰ καὶ τὸ «ἀσπασθήτω ἡ ἁγία χεὶρ ἡ ἀπομάξασα τὰ δάκρυα τῆς Καθολικῆς Ἐκκλησίας».
16. Καὶ πάντως ἐκ τῆς περινοίας τῆς αὐτοῦ Μακαριότητος ἐξῆν ἀπεκδέχεσθαι τηλικοῦτον ἔργον ἄξιον τοῦ γνησίου διαδόχου τοῦ μακαρίου Πέτρου, τῶν Λέοντος τοῦ Α΄ καὶ Λέοντος τοῦ Γ΄, τοῦ ἐπὶ προφυλακῇ τῆς ὀρθοδόξου πίστεως χαράξαντος τὸ θεῖον Σύμβολον ἀκαινοτόμητον ἐπὶ ἀσπίδων ἀκαταμαχήτων, ἔργον, ὃ συνάψει τὰς Ἐκκλησίας τῆς Δύσεως τῇ Καθολικῇ ἁγίᾳ Ἐκκλησίᾳ, ἐν ᾗ καὶ ἡ κανονικὴ πρωτοκαθεδρία τῆς αὐτοῦ Μακαριότητος καὶ αἱ ἕδραι ἁπάντων τῶν ἐπισκόπων τῆς Δύσεως κεναὶ καὶ ἕτοιμαι διατελοῦσιν· ἡ γὰρ Κα­θολικὴ Ἐκκλησία, ἀπεκδεχομένη πάντως τὴν ἐπιστροφὴν τῶν ἀποστατησάντων ποιμένων μετὰ τῶν ποιμνίων αὐτῶν, οὐ διορίζει ψιλῷ τῷ ὀνόματι ἐπὶ τῆς τῶν ἄλλων ἐνεργείᾳ κυριότητος παρεισάκτους, καπηλεύουσα τὴν ἱερωσύνην. Καὶ δὴ ἀπεξεδεχόμεθα «λόγον παρακλήσεως» καὶ ἠλπίζομεν αὐτόν, ὡς ἔγραφεν ὁ ἅγιος Βασίλειος πρὸς τὸν ἅγιον Ἀμβρόσιον ἐπίσκοπον Μεδιολάνων, «ἀνανεῶσαι τὰ ἀρχαῖα τῶν Πατέρων ἴχνη»[57]·  ὅτε οὐκ ἄνευ μεγάλης ἐκπλήξεως ἡμετέρας ἀνέγνωμεν τὴν ῥήθεισαν πρὸς τοὺς Ἀνατολικοὺς ἐγκύκλιον ἐν ᾗ ὁρῶμεν πόνῳ ἀπαραμυθήτῳ ψυχῆς καὶ τὴν αὐτοῦ ἐπὶ συνέσει ἐπαινουμένην Μακαριότητα, ὡς καὶ τοὺς ἀπὸ τοῦ σχίσματος προκατόχους αὐτῆς, ῥήματα λαλοῦσαν νοθεύσεως: ἤτοι παρεγγραφὴν τοῦ ἀμωμήτου ἱεροῦ ἡμῶν Συμβόλου, σφραγισθέντος ἤδη ὑπὸ τῶν οἰκουμενικῶν Συνόδων· παραβίασιν τῶν ἱερῶν λειτουργιῶν, ὧν μόνον ἡ οὐρανία ὑφὴ καὶ τὰ τῶν συνταξαμένων ὀνόματα, καὶ ὁ πῖνος τῆς γεραρᾶς ἀρχαιότητος καὶ τὸ ἀποδοθὲν κῦρος ὑπὸ τῆς ἑβδόμης οἰκουμενικῆς Συνόδου[58] ἀπενάρκωσεν ἂν καὶ παλινδρομῆσαι ἐποίησε καὶ τὴν ῥαπίσασαν τὸν Κύριον τῆς δόξης ἱερόσυλον καὶ πάντολμον χεῖρα. Ἐξ ὧν εἰκάσαμεν εἰς ἡλίκον ἀδιεξίτητον λαβύρινθον βλά­βης καὶ ἀδιόρθωτον ἁμαρτάδα ἀνακυκλήσεως ἐνέβαλεν ὁ Παπισμὸς ἔτι καὶ τοὺς συνετότερους καὶ εὐλαβέστερους ἐπισκόπους τῆς Ῥωμαϊκῆς Ἐκκλησίας, ὥστε μὴ δύνασθαι ἄλλως ποιεῖν αὐτοὺς εἰς διατήρησιν τοῦ ἀναμαρτήτου, καὶ ἑπομένως τοῦ σπουδαζομένου τοποτηρητικοῦ ἀξιώματος καὶ τοῦ δεσποτικοῦ πρωτείου μετὰ τῶν ἐπακολούθων αὐτῷ, ἢ κατορχεῖσθαι μὲν καὶ τῶν θειοτάτων καὶ ἀθίκτων, τολμᾶν δὲ κατὰ πάντων ὁμόσε, καὶ ταῦτα λόγῳ μὲν ἐπενδυομένους εὐλάβειαν «τῆς ἀξιοσεβάστου ἀρχαιότητος»[59], πράγματι δὲ μένει ἔνδον ὁ νεωτερικὸς θυμὸς ἀμείλικτος κατὰ τῆς ἁγιότητος ἐν τῷ λέγειν, «ὀφείλουν νὰ ἀπορριφθῶσιν ἀπὸ ταύτας ὅσα μετὰ τὴν διαίρεσιν !!! παρείσπεσαν εἰς αὐτάς»[60] κ.τ.λ., μιγνύντας οὕτω καὶ μέχρι τοῦ δεσποτικοῦ δείπνου τὸν ἰὸν τοῦ νεωτερισμοῦ. Καὶ δοκεῖ ἐκ τῶν λόγων τούτων, ὡς ἡ αὐτοῦ Μακαριότης ὑπολαμβάνει, ὅτι καὶ ἐν τῇ Ὀρθοδόξῳ Καθολικῇ Ἐκκλησίᾳ συνέβη ὅ,τι σύνοιδε συμβὰν καὶ εἰς τὴν τῆς Ῥώμης μετὰ τὸν Παπισμόν, ἤτοι ἀλλοίωσις καθάπαξ εἰς ἅπαντα τὰ μυστήρια καὶ διαφθορὰ ἐπὶ σχολαστικῇ τερθρείᾳ, εἰς ἣν θαρρῶν ἀρκεῖται εἰς ὁμοιοπάθειαν καὶ τῶν ἡμετέρων ἱερῶν λειτουργιῶν καὶ μυστηρίων καὶ δογμάτων, πάντοτε ὅμως εὐλαβουμένη «τὴν ἀξιοσέβαστον ἡμῶν ἀρχαιότητα»! καὶ διὰ συγκατάβασιν πάντως ἀποστολικὴν! χωρίς, ὡς λέγει[61], «νὰ θλίψῃ ἡμᾶς μὲ σκληράν τινα προγραφήν»! Ἐκ τοιαύτης ἀγνοίας τῶν καθ’ ἡμᾶς ἀποστολικῶν καὶ καθολικῶν διαιτημάτων προ­ῆλθε πάντως καὶ ἡ ἑτέρα αὐτῆς ἀπόφανσις[62]· «ἀλλ’ οὔτε μεταξὺ ὑμῶν ἠδυνήθη νὰ διατηρηθῇ ἡ τῆς διδασκαλίας καὶ τῆς ἱερᾶς ἐπιστασίας ἑνότης»· ἀποδιδούσης παραδόξως τὸ οἰκεῖον πάθημα εἰς ἡμᾶς, ὥς ποτε καὶ ὁ Πάπας Λέων ὁ ἔννατος ἔγραφε πρὸς τὸν ἐν μακαρίοις Μιχαὴλ τὸν Κηρουλάριον, ἐγκαλῶν τοὺς Γραικοὺς ὡς μεταβαλόντας τὸ Σύμβολον τῆς Καθολικῆς Ἐκκλησίας, μηδαμῶς αἰδούμενος μήτε τὸ ἀξίωμα αὑτοῦ μήτε τὴν Ἱστορίαν. Ἀλλὰ πεπείσμεθα ὅτι, ἂν ἡ αὐτοῦ Μακαριότης ἀνακαλέσῃ εἰς μνήμην τὴν Ἐκκλησιαστικὴν ἀρχαιολογίαν καὶ ἱστο­ρίαν, τὴν διδασκαλίαν τῶν θείων Πατέρων καὶ τὰς ἀρχαίας λειτουργίας τῆς Γαλλίας, τῆς Ἰσπανίας καὶ τὸ Εὐχολόγιον τῆς ἀρχαίας Ῥωμαϊκῆς Ἐκκλησίας, ἐν ἐκπλήξει γενήσεται, μανθάνουσα πόσας μὲν ἄλλας τερατώδεις θυγατέρας ἐγέννησεν ἐν τῇ Δύσει ὁ Παπισμός, ἔτι καὶ νῦν ζῶσας, ἐνῷ ἡ Ὀρθοδοξία ἐτήρησε τὴν Καθολικὴν Ἐκκλησίαν ἄφθορον νύμφην τῷ νυμφίῳ αὐτῆς παρ’ ἡμῖν, καίτοι μηδεμίαν μὲν ἔχουσιν ἀστυνομίαν κοσμικήν, ἢ ὡς λέγει ἡ αὐτοῦ Μακαριότης «ἱερὰν ἐπιστασίαν»[63], μόνῳ δὲ τῷ συνδέσμῳ τῆς ἀγάπης καὶ τῷ φίλτρῳ πρὸς τὴν κοινὴν μητέρα συνεχομένοις ἐν ἑνότητι πίστεως ἐσφραγισμένης ταῖς ἑπτὰ σφραγῖσι τοῦ Πνεύματος[64], ἤτοι ταῖς ἑπτὰ οἰκουμενικαῖς Συνόδοις, καὶ ἐν ὑπακοῇ ἀλη­θείας· πόσα δὲ «ὀφείλουν ἀληθῶς νὰ ἀπορριφθῶσιν ἀπὸ τὰ σημερινὰ παπικὰ δόγματά τε καὶ μυστήρια», καθὸ «ἐντάλματα ἀνθρώπων», ὅπως δυνηθῇ καταλλαγῆναι ἡ τὰ πάντα καινοτομήσασα τῆς Δύσεως Ἐκκλησία πρὸς τὴν ἀναλλοίωτον καθολικὴν ὀρθόδοξον πίστιν τῶν κοινῶν Πατέρων ἡμῶν, εἰς ἥν, ὡς γνω­ρίζει, καθὰ λέγει[65], τὴν ἡμετέραν κοινὴν σπουδήν, «τοῦ νὰ προσέχωμεν εἰς τὴν διατηρηθεῖσαν ὑπὸ τῶν προγόνων ἡμῶν διδασκαλίαν», οὕτω καλῶς ποιεῖ διδά­σκουσα[66] ἡμᾶς, ἵνα «ἀκολουθῶμεν τοὺς ἀρχαίους ἱεράρχας καὶ πιστοὺς τῶν ἀνατολικῶν ἐπαρχιῶν», οἵτινες πῶς ἐνόουν τὸ διδασκαλικὸν ἀξίωμα τῶν ἀρχιεπι­σκόπων τῆς πρεσβυτέρας Ῥώμης καὶ ποίαν τινὰ ἰδέαν αὐτῶν ὀφείλομεν ἔχειν ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ καὶ τίνι τρόπῳ δεῖ δέχεσθαι τὰς διδασκαλίας αὐτῶν, συνοδικῶς τε δεδώκασιν ἡμῖν ὑπογραμμὸν (§ 15), καὶ ὁ οὐρανοφάντωρ Βασίλειος σαφῶς ἡρμήνευσε (§ 17)· πῶς δὲ καὶ τὸ κυριαρχικόν, ἐπειδὴ ἐνταῦθα οὐ πραγματείαν ἐκτιθέμεθα, αὐτὸς ὁ μέγας Βασίλειος πάλιν ὑποτυπωσάτω ἐν ὀλίγοις, «ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ»[67].
17. Ἐκ τούτων ἁπάντων συμπεραίνει καὶ πᾶς μὲν τρόφιμος τῆς ὑγιοῦς καθολικῆς διδασκαλίας, ἀλλ’ ἰδίως ἡ αὐτοῦ Μακαριότης, πόσον ἀνόσιον μὲν καὶ ἀντισυνοδικὸν τὸ κατατολμᾶν ἀλλοίωσιν τῶν ἡμετέρων δογμάτων τε καὶ λειτουργιῶν καὶ λοιπῶν ἱερουργιῶν, γενομένων τε καὶ δὴ καὶ μαρτυρουμένων ὁμηλίκων τῷ χριστιανικῷ κηρύγματι, διὰ τὸ ἀπονεμηθὲν αὐτοῖς ἀείποτε σέβας, καὶ τὸ πιστεύεσθαι ἄθικτα καὶ ὑπ’ αὐτῶν τῶν ἀρχαίων ὀρθοδόξων Παπῶν, οἷς ποτε ταῦτα καὶ ἡμῖν κοινὰ ἐχρημάτισαν. Πόσον δὲ εὐπρεπές τε καὶ ὅσιον ἡ βελτίωσις τῶν καινοτομιῶν, ὧν τὴν κεχρονολογημένην εἰσαγωγὴν ἐν τῇ Ἐκκλησίᾳ τῆς Ῥώμης ἡμεῖς τε καθ’ ἕκαστον οἴδαμεν, καί οἱ ἀοίδιμοι Πατέρες ἡμῶν διεμαρτυρήθησαν ἐγκαίρως κατὰ τοῦ νεωτερισμοῦ. Εἰσὶ δὲ καὶ ἕτεροι λόγοι εὐχερείας εἰς τὴν αὐτοῦ Μακαριότητα τῆς τοιαύτης μεταβολῆς. Πρῶτον, ὅτι τὰ μὲν ἡμετέρα ἦσάν ποτε σεβάσμια καὶ εἰς τοὺς Δυτικούς, ὡς τὰς αὐτὰς ἱερουργίας ἔχοντας καὶ τὸ αὐτὸ Σύμβολον ὁμολογοῦντας· τὰ δὲ νεωτερικὰ οὔτε γνωστὰ τοῖς Πατράσιν ἡμῶν, οὔτε δυνάμενα ἀποδειχθῆναι κἂν ἐκ τῶν συγγραμμάτων τῶν ὀρθοδόξων δυτικῶν Πα­τέρων, οὔτε μὴν σύστασιν φέροντα οὔτε ἐκ τῆς ἀρχαιότητος οὔτε ἐκ τῆς καθολικότητος. Ἔπειτα παρ’ ἡμῖν οὔτε Πατριάρχαι οὔτε Σύνοδοι ἐδυνήθησάν ποτε εἰσαγαγεῖν νέα, διότι ὁ ὑπερασπιστὴς τῆς θρησκείας ἐστὶν αὐτὸ τὸ σῶμα τῆς Ἐκκλησίας, ἤτοι αὐτὸς ὁ λαός, ὅστις ἐθέλει τὸ θρήσκευμα αὑτοῦ αἰωνίως ἀμετάβλη­τον καὶ ὁμοειδὲς τῷ τῶν Πατέρων αὐτοῦ, ὡς ἔργῳ ἐπειράθησαν καὶ πολλοὶ τῶν ἀπὸ τοῦ σχίσματος Παπῶν τε καὶ Πατριαρχῶν Λατινοφρόνων μηδὲν ἀνύσαντες, ἐνῶ ἐν τῇ Δυτικῇ Ἐκκλησίᾳ, ὡς οἱ κατὰ καιροὺς Πάπαι ἢ εὐκόλως ἢ βίᾳ ἐκανόνισαν τὰ νεολογούμενα δι’ οἰκονομίαν, καθὰ ἀπελογοῦντο πρὸς τοὺς Πατέρας ἡμῶν, καίτοι καταμελίζοντες τὸ σῶμα τοῦ Χριστοῦ, οὕτω πάλιν Πάπας διὰ θείαν ὄντως καὶ δικαιοτάτην οἰκονομίαν δύναται, καταρτίζων οὐ δίκτυα, ἀλλ’ αὐτὸν τὸν διασχισθέντα χιτῶνα τοῦ Σωτῆρος, ἀντικαταστῆσαι τὰ σεβάσμια ἀρχαῖα, «ἱκανὰ νὰ τηρήσωσι τὴν εὐσέβειαν», ὡς λέγει καὶ ἡ αὐτοῦ Μακαριότης[68], ἅπερ καὶ αὐτὸς τιμᾷ, ὡς λέγει[69], καί οἱ προκάτοχοι αὐτοῦ, ἐπειπὼν τὸν ἀξιομνημόνευτον λόγον τῶν τινος μακαρίων προκατόχων αὐτοῦ (ἔστι δὲ οὖτος Κελεστῖνος ὁ ἐπὶ τῆς Γ΄ οἰ­κουμενικῆς Συνόδου)· «desinat novitas incessere vetustatem», (παυσάσθω ἡ καινοτομία μιαινεῖν τὴν ἀρχαιότητα). Καὶ ἀπολαυέτω κἂν τοῦτο τὸ ὄφελος ἡ Κα­θολικὴ Ἐκκλησία ἐκ τοῦ μέχρι τοῦδε ἀναμαρτήτου τῶν ἀποφάνσεων τῶν Παπῶν. Πάντως ὁμολογητέον, ὅτι εἰς τοιαύτην ἐπιχείρησιν, καίτοι τηλικοῦτος ὢν Πῖος ὁ Θ΄ καὶ τὴν σοφίαν καὶ τὴν εὐλάβειαν καὶ τὸν τῆς χριστιανικῆς ἑνώσεως ἐν τῇ Καθο­λικῇ Ἐκκλησίᾳ ζῆλον, ὡς λέγει, μέλλει ὅμως ἀπαντῆσαι ἔνδοθέν τε καὶ ἔξωθεν δυσχερείας καὶ κόπους. Ἀλλ’ ἐνταῦθα ἡμεῖς μὲν ὀφειλέται ἐσμὲν μάλισθ’ ὅπως ὑπενθυμίσωμεν (καὶ ἀπέστω τόλμη!) τὴν αὐτοῦ Μακαριότητα αὐτὸ τοῦτο τὸ θέμα τῆς ἐπιστολῆς αὐτοῦ[70], ὅτι «εἰς τὰ ἀφορῶντα τὴν ὁμολογίαν τῆς θείας θρησκείας οὐδὲν δεινὸν ὑπάρχει, τὸ ὁποῖον καὶ διὰ τὴν δόξαν τοῦ Χριστοῦ καὶ διὰ τὴν ἀνταπόδοσιν ἐν τῇ αἰωνίῳ ζωῇ νὰ μὴν ὀφείλῃ τις νὰ ὑπομένῃ». Κεῖται δὲ εἰς τὴν αὐτοῦ Μακαριότητα, ἵνα δείξῃ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων, ὅτι ὡς συμβουλῆς θεάρεστου ἔξαρχος, οὕτω καὶ διεκδικητὴς πρόθυμος τῆς ἀδικουμένης εὐαγγελικῆς καὶ συνοδικῆς ἀληθείας ἔτι καὶ τῇ τῶν ἰδίων αὐτοῦ συμφερόντων θυσίᾳ, ὥστε εἶναι κατὰ τὸν Προφήτην[71], «ἄρχων ἐν εἰρήνῃ καὶ ἐπίσκοπος ἐν δικαιοσύνῃ». Γένοιτο! Ἀλλ’ ἕως ἂν γένηται αὕτη ἡ ἐπιθυμητὴ τῶν ἀποστατησασῶν Ἐκκλη­σιῶν ἐπιστροφὴ εἰς τὸ σῶμα τῆς μιᾶς, ἁγίας, καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας, ἧς ὁ μὲν «Χριστὸς κεφαλή»[72], ἡμεῖς δὲ ἕκαστος «μέλη ἐκ μέρους», πᾶσα συμβουλὴ γιγνομένη ὑπ’ αὐτῶν καὶ πᾶσα παραίνεσις αὐτεπάγγελτος, τείνουσα εἰς κατάλυσιν τῆς πατροπαραδότου ἡμετέρας ἀμωμήτου πίστεως, οὐ μόνον ὡς ὕπο­πτος καὶ φευκτέα, ἀλλὰ καὶ ὡς δυσσεβὴς καὶ ψυχώλεθρος δικαίως κατακρίνεται συνοδικῶς· καὶ εἰς ταύτην τὴν κατηγορίαν ἀνάγεται ἐν πρώτοις καὶ ἡ ῥηθεῖσα «πρὸς τοὺς Ἀνατολικούς» ἐγκύκλιος τοῦ ἐπισκόπου τῆς πρεσβυτέρας Ῥώμης Πάπα Πίου τοῦ Θ΄, καὶ τοιαύτην κηρύττομεν αὐτὴν ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ.
18. Διὰ τοῦτο, ἀγαπητοὶ ἀδελφοὶ καὶ συλλειτουργοὶ τῆς ἡμῶν Μετριότητος, ὡς ἀείποτε, οὕτω καὶ νῦν μάλιστα ἐν τῇ περιπτώσει ταύτῃ τῆς ἐκδόσεως τῆς ῥηθείσης Ἐγκυκλίου, χρέος ἀπαραίτητον νομίζομεν ἑαυτοῖς, κατὰ τὴν ἡμετέραν πα­τριαρχικὴν καὶ συνοδικὴν ἐνοχήν, ὅπως μὴ ἀπόληται μηδεὶς ἐκ τῆς θείας μάνδρας τῆς Καθολικῆς Ὀρθοδόξου Ἐκκλησίας, τῆς ἁγιωτάτης μητρὸς ἁπάντων ἡμῶν, ἵνα ἡμᾶς τε αὐτοὺς καθ’ ἑκάστην ἐπενθυμίζωμεν καὶ ὑμᾶς προτρέπωμεν εἰς αὐτό, ὅπως, ὑπενθυμίζοντες ἀλλήλους τοὺς λόγους καὶ προτροπὰς τοῦ μακα­ρίου Παύλου πρὸς τοὺς ἱεροὺς προκατόχους ἡμῶν, οὓς αὐτὸς μετεκαλέσατο ἐν τῇ Ἐφέσῳ, ἐπαναλαμβάνωμεν πρὸς ἀλλήλους. «Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Ἐγὼ γὰρ οἶδα τοῦτο, ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμ­μένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω αὐτῶν. Διὸ γρηγορεῖτε»[73]. Τότε οἱ προκάτοχοι καὶ πατέρες ἡμῶν, ἀκούσαντες τὰς θείας ταύτας παραγγελίας, κλαυθμὸν μέγαν ἐποιήσαντο, καὶ ἐπιπεσόντες εἰς τὸν τράχηλον αὐτοῦ κατεφίλουν αὐτόν. Δεῦτε οὖν καὶ ἡμεῖς, ἀδελφοί, ἀκούοντες αὐτοῦ νουθετοῦντος ἡμᾶς μετὰ διακρύων, ἐπιπέσωμεν νοερῶς ὀλοφυρόμενοι ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταφιλοῦντες παρηγορήσωμεν αὐτὸν τῇ σταθερᾷ ἡμῶν ὑποσχέσει, ὅτι οὐδεὶς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐδεὶς ἡμᾶς ἀποπλανήσει τῆς ἀσφαλοῦς ὁδηγίας τῶν Πατέ­ρων ἡμῶν, ὥσπερ κἀκείνους οὐδεὶς ἠδυνήθη πλανῆσαι σὺν πάσῃ τῇ σπουδῇ, ἣν κατέβαλλον κατὰ καιροὺς οἱ ἐπ’ αὐτῷ ἐπεγερθέντες ὑπὸ τοῦ πειράζοντος· ὅπως ἀκούσωμεν παρὰ τοῦ Δεσπότου τὸ «εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ», κομιζόμενοι τὸ τέλος τῆς πίστεως, ἤτοι τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν τε καὶ τοῦ λογικοῦ ποι­μνίου, ἐφ’ ὃ κατέστησεν ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας.
19. Ταύτην τὴν ἀποστολικὴν παραγγελίαν καὶ προτροπὴν δι’ ὑμῶν διαβιβάζομεν καὶ εἰς ἅπαν τὸ ὀρθόδοξον σύστημα, ὁποῦ ποτὲ γῆς εὑρίσκονται πολι­τευόμενοι, εἰς τοὺς ἱερεῖς καὶ εἰς τοὺς ἱερομονάχους, εἰς τοὺς ἱεροδιακόνους καὶ μοναχούς, ἑνὶ λόγῳ εἰς ἅπαντα τὸν Κλῆρον καὶ τὸν εὐσεβῆ λαόν, ἄρχοντάς τε καὶ ἀρχομένους, πλουσίους ἢ πένητας, εἰς τοὺς γονεῖς καὶ εἰς τὰ τέκνα, εἰς τοὺς διδα­σκάλους καὶ μαθητάς, εἰς τοὺς πεπαιδευμένους καὶ ἀπαιδεύτους, εἰς τοὺς κυρίους καὶ ὑπηρέτας, ὅπως ἅπαντες ἐνισχύοντες καὶ συμβουλεύοντες ἀλλήλους «δυνηθῶμεν στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου». Οὕτω γὰρ προτρέπει ἡμᾶς ἅπαντας καὶ ὁ μακάριος Πέτρος ὁ ἀπόστολος. «Νήψατε, γρηγορήσατε, ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίη· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει»[74].
20. Ἡ γὰρ πίστις ἡμῶν, ἀδελφοί, οὐκ ἐξ ἀνθρώπων οὐδὲ δι’ ἀνθρώπου, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ, ἣν ἐκήρυξαν οἱ θεῖοι Ἀπόστολοι, ἐκράτυναν αἱ ἱεραὶ οἰκουμενικαὶ Σύνοδοι, παρέδωκαν ἐκ διαδοχῆς οἱ μέγι­στοι σοφοὶ Διδάσκαλοι τῆς οἰκουμένης καὶ ἐπεκύρωσαν τὰ ἐκχυθέντα αἵματα τῶν ἁγίων Μαρτύρων. «Κρατῶμεν τῆς ὁμολογίας, ἣν παρελάβομεν ἄδολον παρὰ τηλικούτων ἀνδρῶν, ἀποστρεφόμενοι πάντα νεωτερισμὸν ὡς ὑπαγόρευμα τοῦ διαβόλου· ὁ δεχόμενος νεωτερισμόν, κατελέγχει ἐλλιπῆ τὴν κεκηρυγμένην ὀρθόδο­ξον πίστιν. Ἀλλ’ αὕτη πεπληρωμένη ἤδη ἐσφράγισται, μὴ ἐπιδεχομένη μήτε μείωσιν, μήτε αὔξησιν, μήτε ἀλλοίωσιν ἡντιναοῦν, καὶ ὁ τολμῶν ἢ πρᾶξαι ἢ συμβουλεῦσαι ἢ διανοηθῆναι τοῦτο, ἤδη ἠρνήθη τὴν πίστιν τοῦ Χριστοῦ, ἤδη ἑκουσίως καθυπεβλήθη εἰς τὸ αἰώνιον ἀνάθεμα διὰ τὸ βλασφημεῖν εἰς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς τάχα μὴ ἀρτίως λαλῆσαν ἐν ταῖς Γραφαῖς καὶ διὰ τῶν οἰκουμενικῶν Συνόδων. Τὸ φρικτὸν τοῦτο ἀνάθεμα, ἀδελφοὶ καὶ τέκνα ἐν Χριστῷ ἀγαπητά, οὐκ ἐκφωνοῦμεν ἡμεῖς σήμερον, ἀλλ’ ἐξεφώνησε πρῶτος ὁ Σωτὴρ ἡμῶν· «ὃς ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι»[75]· ἐξεφώνησεν ὁ θεῖος Παῦλος[76]· «θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο, εἰ μὴ τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω»· ἐξεφώνησαν τοῦτο αἱ ἑπτὰ οἰκουμενικαὶ Σύνοδοι καὶ σύμπας ὁ χορὸς τῶν θεοφόρων Πατέ­ρων. Ἅπαντες οὖν οἱ νεωτερίζοντες ἢ αἱρέσει ἢ σχίματι, ἑκουσίως ἐνεδύθησαν, κατὰ τὸν ψαλμῳδόν[77], «κατάραν ὡς ἱμάτιον», κἄν τε Πάπαι, κἄν τε Πατριάρχαι, κἄν τε Κληρικοί, κἄν τε Λαϊκοὶ ἔτυχον εἶναι· «κἂν ἄγγελος ἐξ οὐρανοῦ, ἀνά­θεμα ἔστω, εἴ τις ὑμᾶς εὐαγγελίζηται παρ’ ὃ παρελάβετε». Οὕτω φρονοῦντες οἱ Πατέρες ἡμῶν καὶ ὑπακούοντες εἰς τοὺς ψυχοσωτηρίους λόγους τοῦ Παύλου ἐστάθησαν σταθεροὶ καὶ ἑδραῖοι εἰς τὴν ἐκ διαδοχῆς παραδοθεῖσαν αὐτοῖς πίστιν καὶ διέσωσαν αὐτὴν ἄτρεπτον καὶ ἄχραντον διὰ μέσου τοσούτων αἱρέσεων, καὶ παρέδωκαν αὐτὴν εἰς ἡμᾶς εἰλικρινῆ καὶ ἀνόθευτον, ὡς ἐξῆλθεν ἄδολος ἀπὸ τοῦ στόματος τῶν πρώτων ὑπηρετῶν τοῦ Λόγου· οὕτω φρονοῦντες καὶ ἡμεῖς, ἄδολον, ὡς παρελάβομεν, μετοχετεύσομεν αὐτὴν εἰς τὰς ἐπερχομένας γενεάς, μηδὲν παραμείβοντες, ἵνα ὦσι κἀκεῖνοι, ὡς καὶ ἡμεῖς, εὐπαρουσίαστοι καὶ ἀκαταίσχυντοι, λαλοῦντες περὶ τῆς τῶν προγόνων αὐτῶν πίστεως.
21. Ὅθεν, ἀδελφοὶ καὶ τέκνα ἐν Κυρίῳ ἡμῶν ἀγαπητά, «τὰς ψυχὰς ἡμῶν ἡγνικότες ἐν ὑπακοῇ τῆς ἀληθείας», κατὰ τὸν Ἀπόστολον[78], «προσέχωμεν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν»[79]. Ἡ πίστις καὶ ἡ ὁμολογία ἣν κατέχομεν ἀκαταίσχυντός ἐστι, διδασκομένη ἐν τῷ εὐαγγελίῳ ἐκ στόματος τοῦ Κυρίου ἡμῶν, μεμαρτυρημένη ὑπὸ τῶν ἁγίων Ἀποστόλων, ὑπὸ τῶν ἱερῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων, κεκηρυγμένη εἰς τὴν ὑφήλιον, μαρτυρουμένη καὶ ὑπὸ τῶν ἐχθρῶν αὐτῆς, οἵτινες, πρὶν ἢ ἀποστατήσωσιν ἀπὸ τῆς Ὀρθοδοξίας εἰς τὰς αἱρέσεις, αὐτὴν τὴν πίστιν κατεῖχον καὶ αὐτοί, ἢ κἂν οἱ πατέρες ἤ οἱ προπάτορες αὐτῶν· μαρτυρεῖται ὑπὸ τῆς διηνεκοῦς Ἱστορίας ὡς θριαμβεύσασα κατὰ πασῶν τῶν αἱρέσεων, αἵτινες κατεδίωξαν καὶ καταδιώκουσιν αὐτήν, ὡς ὁρᾶτε, μέχρι τῆς σήμερον. Οἱ ἀλληλοδιάδοχοι ἱεροὶ θεῖοι Πατέρες καὶ προκάτοχοι ἡμῶν, ἀρχόμενοι ἀπὸ τῶν Ἀποστόλων, καὶ οὖς κατέστησαν οἱ Ἀπόστολοι διαδόχους μέχρι τῆς σήμερον, μίαν καὶ ἀδιάρρηκτον ἅλυσιν καταρτίζοντες, καὶ χειρὶ χεῖρα συνδέοντες συγκλείουσιν ἱερὸν περίβολον, οὗ «θύρα ὁ Χρι­στός», ἐν ᾧ ἅπαν τὸ ὀρθόδοξον ποίμνιον ποιμαίνεται εἰς τὰς ζειδώρους νομὰς τῆς μυστικῆς Ἐδέμ, καὶ οὐχὶ «εἰς ἄνοδα καὶ τραχέα»!, ὡς ὑπολαμβάνει ἡ αὐτοῦ Μακαριότης[80]. Ἡ Ἐκκλησία ἡμῶν κατέχει αὐτὰ τὰ ἀδιάπτωτα καὶ ἀνόθευτα κείμενα τῶν θείων Γραφῶν, τῆς μὲν Παλαιᾶς Διαθήκης τὴν ἀληθῆ καὶ ἀρτίαν μετάφρασιν, τῆς δὲ Νέας αὐτὸ τὸ θεῖον πρωτότυπον. Αἱ τελεταὶ τῶν ἱερῶν μυστη­ρίων, καὶ ἰδίᾳ αἱ τῆς θείας λειτουργίας, εἰσὶν αὐταὶ ἐκεῖναι αἱ ἀποστολοπαράδοτοι λαμπραὶ καὶ κατανυκτικαὶ τελεταί. Οὐδὲν ἔθνος, οὐδεμία κοινωνία χριστιανικὴ δύναται καυχηθῆναι εἰς τὸν Ἰάκωβον, εἰς τὸν Βασίλειον, εἰς τὸν Χρυσόστομον· αἱ σεπταὶ οἰκουμενικαὶ Σύνοδοι, οὗτοι οἱ ἑπτὰ στῦλοι τοῦ οἴκου τῆς σοφίας, ἐν αὐτῇ καὶ παρ’ ἡμῖν συνεκροτήθησαν· αὐτὴ κατέχει τὰ πρωτότυπα τῶν ἱερῶν ὅρων αὐτῶν. Οἱ ἐν αὐτῇ ποιμένες καὶ τὸ τίμιον πρεσβυτέριον καὶ τὸ μοναχικὸν τάγμα διατηρεῖ αὐτὴν τὴν ἀρχαιοτάτην εὐαγῆ σεμνότητα τῶν πρώτων αἰώ­νων τοῦ Χριστιανισμοῦ καὶ εἰς τὰς ἀξιώσεις καὶ εἰς τὸ πολίτευμα, ἔτι καὶ εἰς αὐτὴν τὴν ἁπλοϊκὴν ἀμφίεσιν αὐτῶν. Ναί! ἀληθῶς, εἰς ταύτην τὴν ἁγίαν μάν­δραν διηνεκῶς ἐπέπεσόν τε καὶ ἐπιπίπτουσιν, ὡς καὶ ἐφ’ ἡμῖν ὁρῶμεν, «λύκοι βαρεῖς», κατὰ τὴν πρόρρησιν τοῦ Ἀποστόλου, ὅπερ δείκνυσιν, ὅτι τὰ ἀληθῆ ἀρνία τοῦ ἀρχιποίμενος ἐν αὐτῇ ἐπαυλίζονται· ἀλλ’ αὐτὴ καὶ ἔψαλλε καὶ ψάλει εἰς τὸν αἰῶνα, «κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐ­τούς»[81]. Προσθήσωμεν δὲ καὶ ἀνάμνησιν λυπηρὰν μέν, χρήσιμον δὲ εἰς ἀπόδειξιν καὶ πίστωσιν τῆς ἀληθείας τῶν ἡμετέρων λόγων. Ἅπανθ’ ὅσα χριστιανικὰ γένη ὁρῶνται τὴν σήμερον σεμνυνόμενα εἰς τὸ ὄνομα τοῦ Χριστοῦ, μὴ ἐξαιρουμένης μήτε αὐτῆς τῆς Δύσεως, μηδ’ αὐτῆς τῆς Ῥώμης, ὡς καὶ ὑπὸ τοῦ καταλόγου τῶν πρώτων Παπῶν βεβαιούμεθα, ὑπὸ τῶν ἡμετέρων ἁγίων προκατόχων καὶ Πατέ­ρων ἐδιδάχθησαν τὴν ἀληθῆ εἰς Χριστὸν πίστιν, κἂν ὕστερον ἄνδρες δολιότητος, ὧν πολλοὶ καὶ ποιμένες καὶ ἀρχιποίμενες ὄντες τῶν ῥηθέντων γενῶν, κατατολμήσαντες δειλαίοις λογισμοῖς καὶ γνώμαις αἱρετικαῖς, ἐμίαναν φεῦ! τὴν ὀρ­θοδοξίαν τῶν ἐθνῶν ἐκείνων, ὡς ἡ ἀψευδὴς Ἱστορία διδάσκει ἡμᾶς, ὡς προεῖπεν ὁ Παῦλος.
22. Διὰ τοῦτο ἐπιγνῶμεν, ἀδελφοὶ καὶ τέκνα ἡμῶν πνευματικά, ἡλίκη ἡ χά­ρις, ἣν ἔδωκεν ὁ Θεὸς εἰς τὴν ὀρθόδοξον πίστιν ἡμῶν καὶ εἰς τὴν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν αὐτοῦ Ἐκκλησίαν, ἥτις, οἷα μήτηρ ἀνύποπτος παρὰ τῷ ἀνδρὶ αὑτῆς, ἀνατρέφει ἡμᾶς ἀκαταισχύντους καὶ εὐαπολογήτους ἐν εὐγενεῖ παρρησίᾳ «περὶ τῆς ἐν ἡμῖν ἐλπίδος». Ἀλλὰ τί ἀνταποδώσομεν ἡμεῖς οἱ ἁμαρ­τωλοὶ τῷ Κυρίῳ «περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;» Ὁ ἀνενδεὴς Κύριος καὶ Θεὸς ἡμῶν, ὁ τῷ οἰκείῳ αἵματι ἀνακτησάμενος ἡμᾶς, οὐδὲν ἕτερον ἀπαιτεῖ ἀφ’ ἡμῶν, εἰμὴ τὴν ἐξ ὅλης ψυχῆς καὶ καρδίας ἀφοσίωσιν ἡμῶν εἰς τὴν ἀμώμητον ἱερὰν πίστιν τῶν Πατέρων ἡμῶν, τὴν ἀγάπην καὶ τὸ φίλτρον εἰς τὴν ἀναγεννήσασαν ἡμᾶς οὐ ῥαντίσματι νεωτερικῷ, ἀλλὰ τῷ θείῳ λουτρῷ τοῦ ἀποστολικοῦ βαπτίσματος Ὀρθόδοξον Ἐκκλησίαν, τὴν τρέφουσαν ἡμᾶς κατὰ τὴν αἰωνίαν Διαθήκην τοῦ Σωτῆρος ἡμῶν τῷ ἰδίῳ αὐτοῦ τιμίῳ σώματι, καὶ ἀφθόνως, οἷα γνησία μήτηρ, ποτίζουσαν ἡμᾶς τῷ ὑπὲρ ἡμῶν καὶ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἐκχυθέντι τιμίῳ αὐτοῦ αἵματι. Περικυκλώσωμεν οὖν αὐτὴν νοερῶς, «ὡς τὰ νοσσία τὴν ὄρνιν», ὁποῦ ποτὲ γῆς εὑρισκόμεθα, εἰς ἄρκτον ἢ εἰς μεσημ­βρίαν, εἰς ἀνατολὴν ἢ δύσιν· ἐξαρτήσωμεν τὰ ὄμματα καὶ τὰς διανοίας ἡμῶν αὐτῶν ἐκ τῆς θειοτάτης αὐτῆς καὶ λαμπροτάτης ὄψεώς τε καὶ καλλονῆς· ἐπιλαβώμεθα ἀμφοτέραις ταῖς χερσὶ τοῦ φωτεινοῦ χιτῶνος αὐτῆς, ὃν περιέβαλεν ἰδίαις ἀχράντοις αὐτοῦ χερσὶν «ὁ νυμφίος ὁ ὡραῖος κάλλει», ὅτε ἐλυτρώσατο αὐ­τὴν ἐκ τῆς δουλείας τοῦ πλάνου καὶ ἐστόλισεν αὐτὴν νύμφην ἑαυτῷ αἰωνίαν. Συναισθανθῶμεν εἰς τὰς ψυχὰς ἡμῶν αὐτῶν τὸ ἀμοιβαῖον ἀλγεινὸν αἴσθημα μητρὸς φιλοτέκνου καὶ τέκνων φιλομητόρων, ὅταν λυκόφρονες ἄνδρες καὶ ψυχοκάπηλοι σπουδάζωσι καὶ μεθοδεύωνται, ἵνα ἢ ἐκείνην ἀπαγάγωσι δούλην, ἢ αὐτὰ ὡς ἀρνία ἐκ τῶν μητέρων αὐτῶν ἀφαρπάσωσιν. Ἐντείνωμεν δὲ τοῦτο τὸ αἴσθημα κληρικοί τε καὶ λαϊκοὶ ἤδη μάλιστα, ὅταν ὁ νοητὸς τῆς σωτηρίας ἡμῶν ἐχθρός, χορηγῶν[82] ἀπατηλὰς εὐκολίας, τηλικαῦτα μεταχειρίζηται ὄργανα, καὶ περι­πατῇ ἁπανταχοῦ, κατὰ τὸν μακάριον Πέτρον, «ζητῶν τίνα καταπίῃ», καὶ ὅταν «ἐν ὁδῷ ταύτῃ, ᾗ πορευόμεθα» εἰρηνικῶς τε καὶ ἀκάκως, ἱστᾷ τὰς δολερὰς παγίδας αὐτοῦ.
23. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, «ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν», «ὃς οὐ νυστάξει, οὐδὲ ὑπνώσσει φυλάσσων τὸν Ἰσραήλ», «φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν», «καὶ κατευθυνεῖ τὰς ὁδοὺς ὑμῶν εἰς πᾶν ἔργον ἀγαθόν».

Ἔρρωσθε χαίροντες ἐν Κυρίῳ.
,αωμη΄, κατὰ μῆνα Μάϊον, Ἰνδικτιῶνος ς΄.

† Ἄνθιμος ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰ­κουμενικὸς Πατριάρχης, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Ἱερόθεος ἐλέῳ Θεοῦ Πατριάρχης Ἀλεξανδρείας καὶ πάσης γῆς Αἰγύπτου, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Μεθόδιος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς μεγάλης θεουπόλεως Ἀντιοχείας καὶ πά­σης Ἀνατολῆς, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.
† Κύριλλος ἐλέῳ Θεοῦ Πατριάρχης Ἱεροσολύμων καὶ πάσης Παλαιστίνης, ἐν Χριστῷ τῷ Θεῷ ἀγαπητὸς ἀδελφὸς καὶ εὐχέτης.

Ἡ ἐν Κωνσταντινουπόλει ἱερὰ Σύνοδος
† Ὁ Καισαρείας Παΐσιος.
† Ὁ Ἐφέσου Ἄνθιμος.
† Ὁ Ἡρακλείας Διονύσιος.
† Ὁ Κιζύκου Ἰωακείμ.
† Ὁ Νικομήδειας Διονύσιος.
† Ὁ Χαλκηδόνος Ἱερόθεος.
† Ὁ Δέρκων Νεόφυτος.
† Ὁ Ἀδριανουπόλεως Γεράσιμος.
† Ὁ Νεοκαισαρείας Κύριλλος.
† Ὁ Βερροίας Θεόκλητος.
† Ὁ Πισσιδείας Μελέτιος.
† Ὁ Σμύρνης Ἀθανάσιος.
† Ὁ Μελενίκου Διονύσιος.
† Ὁ Σόφιας Παΐσιος.
† Ὁ Λήμνου Δανιήλ.
† Ὁ Δρυϊνουπόλεως Παντελεήμων.
† Ὁ Ἐρσεκίου Ἰωσήφ.
† Ὁ Βοδενῶν Ἄνθιμος.

Ἡ ἐν Ἀντιοχείᾳ ἱερὰ Σύνοδος.
† Ὁ Ἀρκαδίας Ζαχαρίας.
† Ὁ Ἐμέσης Μεθόδιος.
† Ὁ Τριπόλεως Ἰωαννίκιος.
† Ὁ Λαοδικείας Ἀρτέμιος.

Ἡ ἐν Ἱερουσαλὴμ ἱερὰ Σύνοδος.
† Ὁ Πέτρας Μελέτιος.
† Ὁ Βηθλεὲμ Διονύσιος.
† Ὁ Γάζης Φιλήμων.
† Ὁ Νεαπόλεως Σαμουήλ.
† Ὁ Σεβαστείας Θαδδαῖος.
† Ὁ Φιλαδελφείας Ἰωαννίκιος.
† Ὁ Θαβωρίου Ἱερόθεος.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 905-925.




[1] Ψαλμ. 18,5.
[2] Ἑβρ. 2,1.
[3] Δευτ. 32,7.
[4] Ἐφεσ. 6,17.
[5] Ματθ. 16,18.
[6] Ἱερ. 12,1.
[7] Ψαλμ. 36,35.
[8] Β΄ Κορ. 12,9.
[9] Α΄ Κορ. 11,19.
[10] Ἀποκ. 12,10.
[11] Ἰω. 15,26.
[12] Ὁμολ. καθ. πίστ., ἣν ὁ Πάπας Δάμασος ἀπέστειλε πρὸς ἐπίσκοπον Παυλῖνον Θεσσαλονίκης, MPL, 13,363.
[13] Ἰω. Καρμίρη, Μνημεῖα, τ. Ι, Ἀθῆναι 1960, ἔκδ. β΄, σ. 155.
[14] Ματθ. 12,32.
[15] Ῥωμ. 14,15, Β΄ Κορ. 5,14,15.
[16] Ἐπιστ. 139, MPG, 32,893.
[17] Ῥωμ. 1,8.
[18] Ματθ. 23,15.
[19] Σελ. 3, στίχ. 14-18, σελ. 4, στίχ. 19, σελ. 9, στίχ. 5,17,23.
[20] Σελ. 10, στίχ. 29.
[21] Σελ. 7, στίχ. 8.
[22] Ἰω. 10,5.
[23] Ἐπιστ. 66, Ἀθαν. τῷ μεγ., MPG, 32,425.
[24] MPL, 13,1202.
[25] Γαλ. 2,11 ἑξ.
[26] Σελ. 8, στίχ. 31.
[27] Αὐτόθι.
[28] Δαν. 9,27, Ματθ. 24,15.
[29] Σελ. 8, στίχ. 9,11,14.
[30] Ματθ. 16,15.
[31] Ματθ. 16,16.
[32] Ἰω. 21,16.
[33] Σελ. 8, στίχ. 12.
[34] Λουκ. 22,32.
[35] Λουκ. 22,31.
[36] Ματθ. 26,33.
[37] Ματθ. 26,41.
[38] Λουκ. 22,20.
[39] Α΄ Κορ. 11,26.
[40] Ἰω. 13,35.
[41] Σελ. 7, στίχ. 23.
[42] Ἰω. 17,22.
[43] Ἰω. 10,16.
[44] Σελ. 10, στίχ. 22.
[45] Ἱστορ. ἐκκλησ., βιβλ. Γ΄, κεφ. ιγ΄.
[46] Σελ. 2.
[47] Σελ. 11, στίχ. 11.
[48] Εἰρην., βιβλ. Δ΄, κεφ. λδ΄, ἔκδ. Massuet 18.
[49] Εὐσεβ. Ἐκκλ. Ἱστορ., Ε΄,24, MPG, 20,497 ἑξ.
[50] Ἰω. Καρμίρη, Μνημεῖα, τ. Ι, Ἀθῆναι 1960, ἔκδ. β΄, σ. 176.
[51] Σελ. 8, στίχ. 16.
[52] Βιβλ. Α΄, ἐπ. 20.
[53] Σελ. 10, στίχ. 12.
[54] Σελ. 9, στίχ. 5,17.
[55] Σωζομ. Ἱστ. ἐκκλ., βιβλ. Γ΄, κεφ. 7.
[56] Σελ. 9, στίχ. 20.
[57] Ἐπιστ. 197, MPG, 32,712.
[58] Πρᾶξις στ΄.
[59] Σελ. 11, στίχ. 16.
[60] Σελ. 11, στίχ. 11.
[61] Σελ. 11, στίχ. 5.
[62] Σελ. 7, στίχ. 22.
[63] Σελ. 7, στίχ. 23.
[64] Ἀποκ. 5,1.
[65] Σελ. 8, στίχ. 30.
[66] Σελ. 8, στίχ. 31.
[67] Αὐτόθι.
[68] Σελ. 11, στίχ. 16.
[69] Σελ. 11, στίχ. 14.
[70] Σελ. 8, στίχ. 32.
[71] Ἡσ. 60,17.
[72] Ἐφ. 4,15.
[73] Πράξ. 20, 28-30.
[74] Α΄ Πέτρ. 5,8.
[75] Ματθ. 12,32.
[76] Γαλ. 1, 6-8.
[77] Ψαλμ. 108,18.
[78] Α΄ Πέτρ. 1,22.
[79] Ἑβρ. 2,1.
[80] Σελ. 7, στίχ. 12.
[81] Ψαλμ. 117,11.
[82] Σελ. 11, στίχ. 2-25.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου