γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Δευτέρα 5 Ιουνίου 2017

Ομολογία Πίστεως της εν Κωνσταντινουπόλει Συνόδου (1727 μ.Χ.)


ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1727 μ.Χ.

Ἔκθεσις σύντομος καὶ κεφαλαιώδης τῶν ἱερῶν ὅρων τε καὶ δογμάτων τῆς Ἀνατολικῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ἤτοι ἡ Ὀρθόδοξος Ὁμολογία τῆς εὐσεβοῦς καὶ ἀμώμητον πίστεως τῶν χριστιανῶν, καθὼς ὁμολογεῖ καὶ φρονεῖ καὶ δοξάζει αὐτὴν ἡ Ἀνατολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, ἥν τινα ὀφείλουσι πάντες οἱ ἀπαντα­χοῦ χριστιανοί, ὅσοι τῆς Ἀνατολικῆς Ἐκκλησίας εἰσὶ γνήσια τέκνα, ἀποδέχεσθαι καὶ πιστεύειν καὶ ὁμολογεῖν ἀπαραλλάκτως, καθὼς ἐνταῦθα ἐκτίθεται.

Προοίμιον. Τοῖς διαπλέουσι τοῦ τῇδε βίου τὸ πολυτάραχον πέλαγος καὶ εἰς τοὺς εὐδίους καὶ ἀκυμάντους λιμένας τῆς τῶν οὐρανῶν βασιλείας καταντῆσαι ἀσφαλῶς ἐφιεμένοις, οὐκ ἔνεστιν ἄλλως τοῦ σκοποῦ ἐγκρατέσι γενέσθαι, εἰ μὴ χρησαμένοις ὥσπερ πλοίῳ ἀσφαλεῖ τῇ ἱερᾷ καὶ ἀμωμήτῳ πίστει ἡμῶν, ναυπηγηθέντι ταῖς ἱεραῖς καὶ θεοπνεύστοις Γραφαῖς καὶ κυβερνήτην ἔχοντι αὐτὸν τὸν Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ. Ὁ γὰρ τοιοῦτος πλοῦς ἀσφαλής τε καὶ εὔδιος καὶ διασῴζει τοὺς πλωτῆρας ἀπὸ κινδύνων καὶ ναυαγίων τῆς ἀπιστίας καὶ τῶν αἱρέσεων, ἥκιστα ἐκ­βολὴν ὑφορώμενος καὶ ζημίαν τοῦ πλούτου τῆς εἰς Θεὸν εὐσεβείας. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ μακάριος Παῦλος, Τιμοθέῳ γράφων, «ταύτην τὴν παραγγε­λίαν παρατίθεμαί σοι, φησί, ἵνα στρατεύῃ τὴν καλὴν στρατείαν, ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν». Τῷ ὄντι γὰρ ναυάγιον ὑφίσταται δεινὸν καὶ ὀλέθριον ὁ τῆς ὀρθῆς καὶ ὑγιοῦς πίστεως ἐκπεσών, καὶ γυμνὸς καὶ πάντων ἔρημος ὑπολείπεται· τί γὰρ τοῦ λοιποῦ σώματος ὄφελος τῆς κεφαλῆς διεφθαρμένης; Ὅθεν ὅσοι τῇ χριστωνύμω προσηγορίᾳ σεμνύνονται, κατὰ πᾶσαν ἀνάγκην ὀφείλουσιν ἀποδέχεσθαι ἐν καθαρῷ ψυχῆς συνειδότι τὴν πάντων τῶν ἀγαθῶν μητέρα πίστιν, καὶ ταύτην σέβεσθαι ἐν ἀκεραιότητι καὶ εὐθύτητι γνώμης, εἰδότες ἡλίκον τὸ τῆς ἀπιστίας βάραθρον καὶ πόσον τὸ τῆς εὐσεβείας καὶ ὑγιοῦς πίστεως τεῖχος, καὶ ταύτην ὥσπερ τροφὴν πνευματικὴν καθεκάστην προσφέρεσθαι καὶ ἐπιδιδόναι «κατὰ τὸν ἔσω ἄνθρωπον», μηδὲ συγχωρεῖν τοῖς συλλογισμοῖς περιπίπτειν, ὥσπερ τινὶ λαβυρίνθῳ, ταῖς τῶν ἑτεροδόξων καὶ ἀντι­θέτων σοφιστικαῖς κακοτεχνίαις καὶ ἀπάταις λυμαινομέναις περὶ τὰ καίρια, ἀλλ’ ἐκτρέπεσθαι, κατὰ τὴν ἀποστολικὴν εἰσήγησιν, «τὰς βεβήλους κενοφωνίας καὶ ἀντι­θέσεις τῆς ψευδωνύμου γνώσεως, ἥν τινες ἐπαγγελλόμενοι, φησί, περὶ τὴν πίστιν ἠστόχησαν». Καί γε εἰκότως· πίστεως γὰρ οὐκ οὔσης, οὐδὲ γνῶσίς ἐστιν, εἴ γε τὸ ἐκ τῶν ἰδίων λογισμῶν τικτόμενον γνῶσις οὐκ ἔστιν. «Εἴ τις γὰρ δοκεῖ, φησίν, εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι». Διὸ κελεύει, μὴ ὁμόσε χωρεῖν πρὸς τοὺς τοιούτους, ἀλλ’ ἀποστρέφεσθαι τὰς ἀντιλογίας τῶν κακοδόξων, ὅτι τῆς ὑγιοῦς ἐκβάλλουσι πίστεως καὶ οὐκ ἀφιᾶσιν ἑστᾶναι βεβαίως ἐπὶ τῆς ἀρραγοῦς πέτρας. «Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκε», φηοίν. Οἱ γὰρ πῆξιν λαβόντες ἐν τῇ εὐσεβείᾳ καὶ δογμάτων ὀρθότητι οὐ μόνον οὐδὲν πάσχουσιν ὑπὸ τῶν ἀπατεώνων, ἀλλὰ καὶ θαυμάζονται κατὰ τὸν χρυσορρήμονα Ἰωάννην, οὓς οὔτε ποταμοὶ οὔτε ἄνεμοι προσπεσόντες δυνήσονταί τι παραλυμήνασθαι.
Ἐπεὶ οὖν ἀναγκαῖον παντὶ εὐσεβεῖ χαλινὸν ἐπιθεῖναι τοῖς λογισμοῖς, καὶ μὴ ὑπερβαίνειν τοὺς ὅρους καὶ τὰ μέτρα τὰ δεδομένα ἡμῖν παρὰ Θεοῦ διὰ τῆς θείας Γραφῆς, τῆς ὑγιαινούσης ἐν τῇ πίστει διδασκαλίας, μηδὲ ὑπὲρ τὰ ἐσκάμμενα (τὸ τοῦ λόγου) πηδᾶν· «ἰσχυρότερα γάρ σου, φησὶν ὁ σοφός, μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ πολυπραγμόνει· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ» καὶ πάλιν «ἐν ᾧ ἕκα­στος ἐκλήθη, ἐν τούτῳ μενέτω»· ἐκλήθημεν δὲ ἄνωθεν οἱ εὐσεβεῖς τῆς Ἀνατολικῆς Ἐκκλησίας χριστιανοὶ διὰ τοῦ Πνεύματος τοῦ ἁγίου ἀπό τε τῶν Προφητῶν, ἀπό τε τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ἀπό τε τῶν Ἀποστόλων, ἀπό τε τῶν οἰκουμενικῶν Συνόδων καὶ ἁπαξαπάντων τῶν ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχηθέντων ἁγίων Πατέρων εἰς τὸ πιστεύειν καὶ φρονεῖν ὅσα ἡ καθ’ ἡμᾶς τοῦ Χριστοῦ Ἐκκλησία παρέλαβε καὶ διασῴζει μέχρι τοῦδε ἀπαραμείωτα καὶ ἀνόθευτα εἰς τὸ παντελές, εἴτε δόγματα πίστεως, ὅρους τε καὶ κανόνας, εἴτε παραδόσεις τῆς Ἐκκλησίας ἐγ­γράφους τε καὶ ἀγράφους· ὀφείλομεν ἄρα καὶ περιέπειν ταῦτα πάντα καὶ ἐνστερνίζεσθαι ὅλῃ ψυχῇ, διανοίᾳ τε καὶ προθυμίᾳ, καὶ μηδὲ κεραίαν ἐκ τούτων ἀθετεῖν ἢ μεταποιεῖν ἢ προστιθέναι ἢ ἀφαιρεῖν, ἀλλὰ τὴν εὐθεῖαν βαδίζειν καὶ βασιλικὴν καὶ ἄπταιστον τῆς σωτηρίας ὁδόν, τὴν μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερὰ κλίνουσαν. Καὶ γὰρ καὶ μικρὰ παρέγκλισις καὶ μεταποίησις ἐν τοῖς περὶ Θεοῦ λόγοις εἰς κρημνὸν φέρει καὶ βάραθρα, καὶ βυθῷ ψυχικῆς ἀπωλείας παραπέμπει τὸν ὁπωσοῦν ἐκτραπέντα τῆς εὐθείας καὶ τῆς ἀληθείας διαμαρτήσαντα. Καὶ μὴ μόνον οὕτω φρονεῖν τῇ ψυχῇ καὶ πιστεύειν τῇ διανοίᾳ, ἀλλὰ καὶ τῷ στόματι ὁμολογεῖν τὴν εὐσέβειαν ἐδιδάχθημεν· «καρδίᾳ μὲν γάρ, φησί, πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν». Οὐδὲ γὰρ ἀρκεῖται ὁ Θεὸς τῇ κατὰ διάνοιαν πίστει, ἀλλὰ καὶ τὴν διὰ τοῦ στόματος ὁμολογίαν ἀπαιτεῖ, εἰς παρρησίαν ἡμᾶς διὰ τούτου ἐπαλείφων καὶ προσκαλούμενος, καὶ πλείονα ἀγάπην καὶ διάθεσιν ἐμβαλλόμενος, καὶ ὑψηλοὺς καὶ τελείους ἀπεργαζόμενος. «Πᾶς γὰρ ὅστις ὁμο­λογήσει, φησὶν ὁ Σωτήρ, ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν ἀυτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».
Ἀλλ’ ἐπεὶ πολλοὶ πολλαχόθεν καὶ διάφοροι τῆς Ἐκκλησίας ἐχθροὶ ἐπιφύονται καθ’ ἡμῶν, καὶ προδόται τῆς εὐσεβείας κατεξανίστανται τῶν ὑγιαινόντων καὶ ὀρθῶν δογμάτων τῆς εὐσεβοῦς ἡμῶν πίστεως, οἵτινες καὶ τεχνάσμασιν ἀπατηλοῖς καὶ σοφιστικαῖς κακομηχανίαις οὐ παύονται τοὺς ἁπλουστέρους τοῦ ἡμετέρου γέ­νους παραδιδάσκοντες καὶ σατανικαῖς ὑποκρίσεσι διαφθείροντες, καὶ παρενσπείροντες τῇ καλῇ γεωργίᾳ καὶ φυτείᾳ τοῦ Χριστοῦ τὰς ἀκάνθας καὶ τὰ ζιζάνια τῶν αἱρέσεων καὶ τὰς σχισματικὰς φλυαρίας, ἵνα μὴ ἐξαπατῶνται οἱ ἡμέτεροι ὑπὸ τῶν τοιούτων κακοτεχνιῶν, μηδὲ λανθάνωσιν αὐτοὺς αἱ παγίδες τῶν ἐναντίων, δεῖν ἔγνωμεν ἔκθεσιν πονήσασθαι γενικὴν καὶ περιληπτικὴν καὶ κεφαλαιώδη τῶν ἱερῶν δογμάτων, ὅρων τε καὶ κανόνων καὶ παραδόσεων τῆς Ἀνατολικῆς ἡμῶν τοῦ Χριστοῦ Ἐκκλησίας, ὅσα τε φρονεῖ καὶ παρέλαβε καὶ ἐδιδάχθη ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ ὅσα πιστεύειν τῇ ψυχῇ, τῷ νῷ τε καὶ τῇ καρδίᾳ καὶ ὁμο­λογεῖν τῷ στόματι παρρησίᾳ ἀναγκαίως ὀφείλουσιν οἱ τοῦ ἡμετέρου γένους ὀρθόδοξοι χριστιανοί, καὶ ταῦτα ῥητῶς καὶ εἰδικῶς καταγράψαι ἐν τῷ παρόντι, καὶ ἰδίαις ἡμῶν ὑπογραφαῖς συνοδικῶς κατασφαλίσασθαι καὶ βεβαιῶσαι, ὅπως αὐτὰ ἀναγινώσκοντες καὶ συνιέντες καλῶς καὶ ἀποδεχόμενοι, καὶ τούτοις ὥσπερ τινὶ στάθμῃ καὶ κανόνι ἀκριβεστάτῳ ἀφορῶντες καὶ προσέχοντες, πᾶσαν σκολιὰν καὶ ἀπᾴδουσαν καὶ ἐναντίαν διδασκαλίαν ἀποστρέφωνται, καὶ ὥσπερ ἐν γαληνῷ πλέοντες λιμένι, τῇ τῶν δογμάτων ὀρθότητι καὶ ὑγιαινούσῃ διδασκαλίᾳ, τὸν βίον αὐτῶν μετὰ ἀσφαλείας κατευθύνωσι καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωσι.
1. Πρῶτον μὲν οὖν ὀφείλει ἅπας εὐσεβής, ὁποίας ἂν εἴη τάξεως ἢ βαθμοῦ, εἴτε δηλαδὴ τοῦ ἱερατικοῦ καταλόγου ὑπάρχει ἢ τῶν κατειλεγμένων τῷ ἐκκλησιαστικῷ κλήρῳ ἢ τῆς τῶν λαϊκῶν καί τῶν ἰδιωτῶν τάξεως, μικρὸς ἢ μέγας, ἄρ­χων ἢ ἀρχόμενος, πιστεύειν καὶ ὁμολογεῖν καρδίᾳ καὶ στόματι τὸ θεῖον καὶ ἱερὸν καὶ ἅγιον Σύμβολον τῆς εὐσεβοῦς ἡμῶν πίστεως, τὸ ὑπὸ τῶν οἰκουμενικῶν Συνό­δων διὰ τῆς τοῦ ἁγίου Πνεύματος ἐνηχήσεως συντελεσθὲν εὐσεβοφρόνως καὶ ἀπαρτισθέν, ᾧτινι χρῆται ἡ ἁγία τοῦ Χριστοῦ ἀποστολικὴ καὶ ἀνατολικὴ Ἐκκλη­σία, ὁμολογοῦσα καὶ διδάσκουσα καὶ προφέρουσα αὐτὸ χωρὶς προσθήκης ὅλως τινὸς ἢ ἀφαιρέσεως ἢ μεταποιήσεως μέχρι κεραίας μιᾶς, ὅπερ ἐστὶν ἐπὶ λέξεως τοιοῦτον·
Πιστεύομεν εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογοῦμεν ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶμεν ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
 2. Δεύτερον, σέβεσθαι καὶ ἀποδέχεσθαι οἰκουμενικὰς σεπτὰς Συνόδους μόνον ἑπτά, ὧν πρώτη ἐστὶν ἡ ἐν Νικαίᾳ τὸ πρῶτον συγκροτηθεῖσα, τὴν ἄθεον τοῦ Ἀρείου αἵρεσιν καταβαλλοῦσα· δευτέρα ἡ ἐν Κωνσταντινουπόλει τὸ πρῶτον, κατὰ τοῦ πνευματομάχου Μακεδονίου συναθροισθεῖσα· τρίτη ἡ ἐν Ἐφέσῳ, Νεστόριον τὸν δυσσεβῆ καθαιροῦσα· τετάρτη ἡ ἐν Χαλκηδόνι, Εὐτυχῆ καὶ Διόσκορον περιτρέπουσα· πέμπτη ἡ ἐν Κωνσταντινουπόλει τὸ δεύτερον, ἐν ᾗ ὁ τῆς ῥηθείσης ἐν Χαλκηδόνι Συνόδου ὅρος ἀνακεκαίνισται· ἕκτη ἡ ἐν Κωνσταντινουπόλει τὸ τρίτον, Μονοθελήτας διώ­κουσα· ἑβδόμη ἡ ἐν Νικαίᾳ τὸ δεύτερον, τοὺς εἰκονοκλάστας συντρίβουσα. Τὰς δὲ παρὰ ταύτας οἰκουμενικὰς λεγομένας Συνόδους, ἤτοι τὴν ἐν Φλωρεντίᾳ καὶ τὴν ἐν Τριδέντῳ, μηδαμῶς ἀποδέχεσθαι. Πρὸς δὲ ταῖς ῥηθεῖσαις ἑπτὰ ἀποδέχεσθαι καὶ τὰς τοπικὰς Συνόδους, τὰς κατὰ Θεοῦ χάριν ἐν διαφόροις καιροῖς πρὸς βεβαίωσιν τῆς εὐσεβείας καί εὐαγγελικῆς πολιτείας συναθροισθείσας, καὶ μετὰ πάσης εὐλαβείας στέργειν καὶ πείθεσθαι πᾶσι τοῖς διορισθεῖσι καὶ παραδοθεῖσιν ὑπ’ αὐτῶν.
3. Τρίτον στέργειν καὶ ἀποδέχεσθαι καὶ πάσας τὰς ἐκκλησιαστικὰς παραδόσεις, ἐγγράφους τε καὶ ἀγράφους, καθὼς αὐτὰς ἡ Ἀνατολικὴ τοῦ Χριστοῦ Ἐκ­κλησία ἄνωθεν ἔτι ἐξ αὐτῶν τῶν Ἀποστόλων παρέλαβε καὶ διεδέξατο καὶ ἐνεργεῖ καὶ φυλάττει ἀπαρατρέπτως μέχρι τῆς σήμερον.
4. Τέταρτον, ὁμολογεῖν καὶ ἀποδέχεσθαι εὐσεβοφρόνως τὰ θεῖα καὶ ἱερὰ τῆς Ἐκκλησίας μυστήρια, ἅτινα εἰσὶ τὸ ἅγιον βάπτισμα, τὸ ἅγιον μύρον, ἡ ἁγία λειτουργία, ἡ ἱερωσύνη, ὁ νόμιμος γάμος, ἡ μετάνοια καὶ τὸ εὐχέλαιον, καὶ ταῦτα τιμᾶν καὶ γεραίρειν μετὰ πάσης πίστεως καὶ εὐλαβείας, ὡς ἀναγκαίως συντελοῦντα εἰς τὴν ψυχικὴν ἡμῶν σωτηρίαν, ὧν τινων τὴν ἐνέργειαν κοινωνίαν τε καὶ μετουσίαν, τοῦ ἁγιασμοῦ τε καὶ τῆς χάριτος αὐτῶν ἀποδέχεσθαι καὶ σέβεσθαι κατὰ τὸν τύπον καὶ τὴν τάξιν τὴν ἐνεργουμένην καὶ φυλαττομένην ἐν τῇ Ἀνατολικῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ. Καὶ ταῦτα μὲν εἰσὶ τὰ γενικῶς καὶ καθόλου πιστεύεσθαι καὶ ὁμολογεῖσθαι ὀφείλοντα παρὰ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. Ἰδίως δὲ καὶ ἀνεπτυγμένως καὶ σχετικῶς (ὡς εἰπεῖν) καὶ ἀντιθέτως, ὅσον πρὸς τὰς κατεχούσας τό γε νῦν ἔχον τὴν οἰκουμένην ἐν πολλοῖς τε καὶ διαφόροις τῆς γῆς μέρεσιν εὑρισκομένας καὶ διεσπαρμένας αἱρέσεις καὶ νεωτερισμοὺς καὶ σχίσματα εἴς τε ἀποφυγὴν καὶ ἀποστροφὴν τῆς ἀπ’ αὐτῶν προερχομένης ψυχοφθόρου βλά­βης, ὀφείλουσιν ἔτι ὁμολογεῖν οἱ πιστοί.
5. Πέμπτον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ’ οὐ καὶ ἐκ τοῦ Ὑἱοῦ. Τοῦτο γὰρ τῆς τῶν Λατίνων ἐστὶ προσθήκης καὶ καινοτομίας, ἣν ὡς ἄδικον καὶ σκανδάλων πρόξενον καὶ ἀποβεβλημένην ὑπὸ τῶν ἱερῶν Συνόδων καὶ τῶν ἁγίων Πατέρων ὀφείλουσι καὶ αὐτοὶ ἀποστρέφεσθαι, τοῦτο μὲν ὅτι οὐκ ἔξεστιν οὔτε λέξιν ἢ συλλαβὴν ἢ ἰῶτα ἓν προσθεῖναι τῷ ἁγίῳ Συμβόλῳ, τοῦτο δὲ ὅτι μόνος ὁ Πατήρ ἐστιν αἰτία καὶ ἀρχὴ τῆς ἐν Υἱῷ καὶ ἁγίῳ Πνεύματι θεότητος, τοῦ μὲν Υἱοῦ διὰ γεννήσεως, τοῦ δὲ Πνεύματος τοῦ ἁγίου δι’ ἐκπορευσεως· ὁ δὲ Υἱὸς ἄναρχος μὲν ὡς ἄχρονος, οὐκ ἄναρχος δὲ ὡς ἀρχὴν καὶ ῥίζαν τὸν Πατέρα ἔχων, ἐξ οὗ καὶ ἀϊδίως γεννᾶται· τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς μόνου ἐκπορευόμενον, συνάναρχον μέν ἐστι τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὡς ἄχρονον, οὐκ ἄναρχον δὲ ὡς καὶ αὐτὸ ῥίζαν καὶ πηγὴν ἔχον τὸν Πατέρα, οὐχ ὡς γεννητόν, ἀλλ’ ὡς ἐκπορευτόν, ἀδιαίρετον τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ὡς ἐκ τοῦ Πατρὸς τὴν ὕπαρξιν ἔχον ἐκπορευτῶς καὶ ἐν Υἱῷ ἀναπαυόμενον, μὴ συνεννοου­μένου τοῦ Υἱοῦ ὡς αἰτίου τῆς τοῦ Πνεύματος ὑπάρξεως καθ’ οἱονδήτινα τρόπον.
6. Ἕκτον, πιστεύειν καὶ ὁμολογεῖν τὴν μυστικωτάτην καὶ πανίερον τῆς ἱερᾶς  λειτουργίας καὶ ἀναίμακτου θυσίας τελετὴν καὶ εὐχαριστίαν γινομένην εἰς ἀνάμνησιν τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως σφαγιασθέντος Χριστοῦ τοῦ Θεοῦ τελεῖσθαι τόνδε τὸν τρόπον· ἄρτον μὲν ἔνζυμον προσφέρεσθαι, οἶνον δὲ σὺν ὕδατι ζέοντι τῷ ἁγίῳ ποτηρίῳ ἐμβάλλεσθαι, καὶ μεταβάλλεσθαι ὑπερφυῶς τὸν μὲν ἄρτον εἰς τὸ ζωαρχικὸν ἐκεῖνο δεσποτικὸν σῶμα, τὸν δὲ οἶνον εἰς τὸ τίμιον αὐτοῦ αἷμα ὑπὸ τοῦ παναγίου Πνεύματος διὰ τῆς ἐντεύξεως καὶ ἐπικλήσεως τοῦ ἱερέως, ἐπιστηριζομένης τῇ δυνάμει τῶν κυριακῶν λογίων, οὐ μὴν δὲ τελειοῦσθαι ἐν τῷ «λάβετε, φάγετε» καὶ τοῖς λοιποῖς, οὐδὲ ἐν τῷ «πίετε ἐξ αὐτοῦ πάντες» καὶ τοῖς ἑξῆς, ὡς οἱ Λατῖνοι φρονοῦσιν. Ἐν γὰρ τῇ δεήσει τοῦ ἱερέως ἐδιδάχθημεν γίνεσθαι τὴν τελείωσιν τοῦ μυστηρίου τούτου, καὶ ἐν τοῖς ἐκφωνουμένοις ὑπ’ αὐτοῦ ῥήμασι, δη­λαδὴ «ποίησον τὸν μὲν ἄρτον τοῦτον τίμιον σῶμα τοῦ Χριστοῦ σου, τὸ δὲ ἐν τῷ ποτηρίῳ τούτῳ τίμιον αἷμα τοῦ Χριστοῦ σου, μεταβαλὼν τῷ Πνεύματί σου τῷ ἁγίῳ», καθὼς οἱ τὰς ἱερὰς λειτουργίας συγγράψαντες Ἀπόστολοί τε ἔνδοξοι καὶ πνευματέμφοροι Πατέρες ἡρμήνευσαν καὶ παραδεδώκασι, καὶ ἐκ τῆς ἐκείνων θεοσόφου διδασκαλίας περιῆλθεν ἡ τοιαύτη παράδοσις εἰς ἡμᾶς τε καὶ τὴν ἁγίαν τοῦ Χριστοῦ Ἐκκλησίαν, ἀλλὰ καὶ ἐξ ὑποδείγματος αὐτοῦ τοῦ Κυρίου, εὐξαμένου πρῶ­τον καὶ ἐντειλαμένου τοῖς μαθηταῖς, «τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», σα­φῶς παριστάνεται. Τοιγαροῦν ἐν τῇ ἐπικλήσει τοῦ ἱερέως καθομολογοῦμεν τελειοῦσθαι τὸ ἀνέκφραστον ἐκεῖνο μυστήριον, εἶναί τε ἀληθῶς καὶ οὐσιωδῶς πιστεύομεν αὐτὸ τὸ ἔμψυχον καὶ τεθεωμένον σῶμα καὶ αὐτὸ τὸ ζωοποιὸν αἷμα τοῦ Σωτῆρος ἡμῶν, ὅλον ἀπαθῶς παρὰ τῶν μεταλαμβανόντων ἐσθιόμενον καὶ ἀναιμάκτως θυόμενον, οὗ ἐν τῇ μεταλήψει καὶ κοινωνίᾳ, εἰ καὶ ἐπὶ θατέρῳ μόνον εἴδει ὅλον καὶ τέλειον τὸν Χριστὸν εἶναι ἀνενδοιάστως πιστεύομεν, ὅμως κεχωρισμένως λαμβάνεσθαι παρὰ πᾶσι τοῖς πιστοῖς, ἱερωμένοις καὶ λαϊκοῖς, ἐν ἑκατέρῳ τῷ εἴδει παρελάβομεν κατὰ ἀρχαίαν παράδοσιν, ἐπικρατήσασαν ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ, καὶ μὴ ἐπὶ θατέρῳ μὲν οἱ λαϊκοί, ἐν ἑκατέρῳ δὲ οἱ ἱερεῖς, ὡς καὶ τοῦτο οὐ καλῶς καινοτομεῖται τοῖς Λατίνοις. Ἧστινος μεταβολῆς τοῦ ἄρτου καὶ τοῦ οἴνου εἰς αὐτὸ τὸ δεσποτικὸν σῶμα καὶ αἷμα παραστατικὴν καὶ ἀκριβέστατα ἐμφαντικὴν καὶ σημαντικὴν ὁμολογεῖν ὀφείλουσι καὶ ἀποδέχεσθαι οἱ πιστοὶ τὴν λέξιν τῆς μετουσιώσεως, ἣν καὶ ἡ καθόλου τοῦ Χριστοῦ Ἐκκλησία ὡς προσφυέστατα παραστατικὴν τοῦ μυστηρίου τούτου κέχρηται καὶ ἀποδέχεται. Τὸ δὲ διὰ τῶν ἀζύμων ἔθος ὡς ὑστερογενὲς καὶ νεωτερικὸν ἀποποιεῖσθαι, ἀποδέχεσθαι δὲ τὴν διὰ τοῦ ἐνζύμου ἄρτου θείαν μυσταγωγίαν, ἥτις ἄνωθεν ἐπεκράτησεν ἐν τῇ Καθολικῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ.
7. Ἕβδομον, τὸ λεγόμενον παρὰ Λατίνοις καθαρτήριον πῦρ, ἤτοι κόλασιν προτέραν τοῖς ἀποιχομένοις, πρὸ τῆς κοινῆς κρίσεως, οὐδόλως ἀποδέχεσθαι καὶ φρονεῖν, ἀλλ’ ἡγεῖσθαι μὲν ὀδυνᾶσθαι ἐν τόποις ζοφεροῖς καὶ ἀπαρακλήτοις, ὡς ἐν εἱρκτῇ κατεχομένας τὰς τῶν ἡμαρτηκότων ψυχάς, τὴν τελευταίαν ἀναμενούσας ἀπόφασιν τοῦ ἀδεκάστου κριτοῦ, ὥσπερ τὰς τῶν δικαίων ἐν τόποις φω­τεινοῖς καὶ ἀνέσεως ὑπαρχούσας ἀπεκδέχεσθαι τὴν μακαρίαν μετὰ τῶν σωμάτων ἀπόλαυσιν, παρέχειν δὲ ἄνεσιν καὶ παρηγορίαν τῆς ὀδύνης καὶ τοῦ φόβου τοῖς ἐν μετανοίᾳ, ἀτελῶς ὅμως ἀποβιώσασι, τὰς ὑπὲρ αὐτῶν γιγνομένας εὐποιΐας καὶ ἱερὰς προσευχάς, καὶ μάλιστα τὰς ἀναιμάκτους θυσίας ὑπὲρ ἐκείνων Θεῷ προσφερομένας, εἴ γε μόνον ὀρθῇ τῇ πίστει τῶν τῇδε μετέστησαν, καὶ μετανοίᾳ κἂν τῷ τέλει τοῦ βίου ἐχρήσαντο. Καθαρτικῷ δὲ ὅλως πυρὶ προσομιλεῖν τὰς τῶν ἀποιχομένων ψυ­χὰς καὶ δι’ αἰκισμῶν καὶ βασάνων καθαίρεσθαι, ὡρισμένοις τε καιροῖς καὶ ὡρισμέναις εὐποιΐαις κατὰ βουλὴν ἀνθρώπου κεκαθαρμένας, οὕτω τοῦ πυρὸς ἀπαλλάττεσθαι τοῖς εὐσεβῶς φρονοῦσιν οὐδόλως χρὴ πιστεύεσθαι. Ἐν χειρὶ δὲ Θεοῦ κεῖσθαι μᾶλλον πάσας ἁπλῶς καὶ κατὰ τὴν δικαίαν καὶ φιλάνθρωπον αὐτοῦ εὐ­δοκίαν τὰ πρὸς ἄνεσιν καὶ δεινῶν ἀπαλλαγὴν αὐταῖς οὕτως οἰκονομεῖσθαι χρὴ δοξάζειν, ἐπικαμπτομένου ἀναμφιβόλως τοῦ Κυρίου ταῖς πολλαῖς ἱκεσίαις.
8. Ὄγδοον, περὶ δὲ τῆς τῶν ἁγίων ἀπολαύσεως τοῦτο πιστεύειν χρή, ὅτι τὴν δευτέραν τοῦ Κυρίου παρουσίαν εἰς τελείαν καὶ πληρεστάτην δόξαν τε καὶ μα­καριότητα οἱ ἅγιοι περιμένουσιν ἐν τῇ μετὰ σώματος ἀναστάσει, νῦν δὲ ἄνευ σωώματος μέχρι τῆς παγκοσμίου ἐκείνης ἀνταποδόσεως ἀπολαύουσιν ἐν μέρει τῆς μακαριότητος· οὐ γὰρ ἧττον θεωρεῖ τὰ νῦν Παῦλος ἐν οὐρανῷ μετὰ πνεύματος ἢ ὅτε μετὰ σώματος παρ’ ἡμῖν  ἐνδημῶν ἡρπάγη εἰς τὸν παράδεισον, ἢ ὅτε Μωυσῆς καὶ Ἠλίας μετὰ τῶν Ἀποστόλων ἐν τῷ Θαβωρίῳ τοῦ ἀκτίστου καὶ θειοτάτου κατετρύφων φωτός· ὥστε θαρροῦντες ἂν μετὰ τοῦ Ἀποστόλου καὶ πάντες οἱ κατ’ ἐκεῖνον γινόμενοι ἐρασταὶ τοῦ Χριστοῦ προσφωνοῖεν, «ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι».
9. Ἔνατον, τὸ θειότατον φῶς τῆς ἐν τῷ Θαβωρίῳ ὄρει μεταμορφώσεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ καὶ Θεοῦ ὁμολογεῖν ὀφείλουσι μὴ κτίσμα εἶναι, ἀλλ’ οὐδὲ οὐσίαν ἁπλῶς τοῦ Θεοῦ· οὐδεὶς γὰρ πώποτε Θεοῦ φύσιν καὶ οὐσίαν εἶδεν ἢ ἐξηγόρευσεν, ἀλλ’ ἄκτιστον καὶ φυσικὴν ἔλλαμψιν καὶ ἐνέργειαν δι’ αὐτῆς προϊοῦσαν τῆς θείας οὐσίας, οὐχ ὅλην δὲ αὐτοῦ τὴν θεϊκὴν δόξαν τοῦ Θεανθρώπου ἀναδείξαντος, ἀλλὰ καθ’ ὅσον ἠδύναντο ἰδεῖν οἱ μαθηταί, ὧν καὶ φειδόμενος οὐκ ἔδειξεν αὐτοῖς ὁ Σωτὴρ τῆς ἀθεάτου βασιλείας τὴν τελείαν θεϊκὴν αὐτοῦ δόξαν, ὅπως μὴ σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσι.
10. Δέκατον, τὴν κοινὴν χάριν Πατρός, Υἱοῦ καὶ Πνεύματος καὶ τὸ φῶς τοῦ μέλλοντος αἰῶνος, καθ’ ὃ καὶ «οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος», ὡς καὶ ὁ Χριστὸς προϋπέδειξεν ἐπ’ ὄρους λάμψας, καὶ ἁπλῶς πᾶσαν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος καὶ πᾶν τὸ διαφέρον ὁπωσοῦν τῆς θείας φύσεως ἄκτιστα εἶναι ὁμολογεῖν, ἅτε μηδενὸς ὄντος προσφάτου, τῶν τῷ Θεῷ προσόντων φυσικῶς.
 11. Ἑνδέκατον, οὐδεμίαν ἄλλην ἥντιναοῦν κεφαλὴν ἀποδέχεσθαι ἐν αὐτῇ τῇ ἀποστολικῇ Ἐκκλησίᾳ, εἰμὴ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον, παρὰ τοῦ Πατρὸς δοθέντα κατὰ πάντα τῇ Ἐκκλησίᾳ, καὶ θεμέλιον τὸν αὐτόν, κατὰ τὸν μακά­ριον Ἀπόστολον φάσκοντα, «θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κεί­μενον, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός», καὶ «αὐτός ἐστιν ἡ κεφαλὴ τῆς Ἐκκλησίας». Τὸν δὲ Πάπαν Ῥώμης οὐ κεφαλὴν ἡγεῖσθαι τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας, ἀλλὰ μέλος ὄντα ὑποκεῖσθαι ταῖς Συνόδοις, καὶ ὡς δυνάμενον ἁμαρτῆσαι (οὐ μόνον ὡς ἄνθρωπον ἁπλῶς, ἀλλὰ καὶ ὡς ἀπ’ αὐτῆς τῆς καθέδρας διδάσκοντα) τοῦ ὀρθοῦ καὶ τοῦ ἀληθοῦς, κρίνεσθαί τε καὶ ἀνακρίνεσθαι καὶ διορθοῦσθαι καὶ παιδείαις ἐκκλησιαστικαῖς ὑποβάλλεσθαι, ὅτε τύχοι ἂν πταῖσαι, ὑπὸ τῆς ἱερᾶς Συνόδου, ὡς μέ­ρος ὤν, ἀλλ’ οὐ κεφαλὴ τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας· καὶ τοῦτο δὲ ὁπηνίκα συμφρονῇ τοῖς λοιποῖς ἁγιωτάτοις Πατριάρχαις ἐν τοῖς περὶ εὐσεβείας καὶ πίστεως λόγοις, καὶ τὰ αὐτὰ δοξάζων ᾖ δόγματα τῇ καθόλου τοῦ Χριστοῦ Ἐκκλησίᾳ, οὐ μὴν δὲ ὅταν σχισματικός ἐστι, καὶ ξένα καὶ ἀλλότρια καί ἀπᾴδοντα τῇ εὐσεβείᾳ φρονῇ· τότε γὰρ οὐδ’ ὡς μέρος αὐτὸν ἀποδέχεσθαι χρή. Ὅσα δὲ ὑπέρογκα καὶ φορτικὰ αὐχήματα προσοικειοῦσιν αὐτῷ τινες, τὸ εἶναι δηλαδὴ ὑπεράνω κανόνων καὶ νό­μων, καὶ τὸ ἄπταιστον καὶ ἀναμάρτητον, καὶ τὸ πάντας τοὺς ἄλλους ἀρχιερεῖς αὐτῷ ὑποκεῖσθαι, καὶ αὐτὸν μόνον ἐπίτροπον εἶναι ἐκ προσώπου τοῦ Χριστοῦ καθο­λικὸν εἰς πάντα καὶ πάντας, καὶ κεφαλὴν ὁρατὴν ἀντὶ τοῦ Σωτῆρος ἡμῶν τῆς Κα­θολικῆς Ἐκκλησίας, καὶ ὅσα τούτοις συγγενῆ καὶ παραπλήσια, λῆρον ἡγεῖσθαι μακρὸν καὶ κολακείας ψυχοβλαβοῦς ἐφευρέματα καὶ ἠπατημένης διανοίας γεννήματα.
12. Δωδέκατον, τὴν θείαν Γραφὴν ἀποδέχεσθαι κατ’ ἐκεῖνον τὸν νοῦν, ὃν ἐκράτησε καὶ κρατεῖ ἡ Καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία, ἧστινος ἐστὶ διακρίναι περὶ τῆς ἀληθινῆς ἐννοίας καὶ ἑρμηνείας τῶν θείων Γραφῶν, καὶ κατὰ τὴν σύμψηφον συμφωνίαν τῶν ἁγίων Πατέρων ἐκλαμβάνειν καὶ ἑρμηνεύειν τὰ ἐν ταῖς θείαις Γραφαῖς νοήματα, οὐ μὴν δὲ καθὼς ἡ μερικὴ Ῥωμαϊκὴ Ἐκκλησία ἑρμηνεύει αὐτήν· ἀλλὰ καὶ τὰς λοιπὰς τῶν αἱρετικῶν παρεξηγήσεις καὶ ἀπροσφίλους ἑρμηνείας τῶν ἱερῶν λογίων ἀποστρέφεσθαι τέλεον.
13. Δέκατον τρίτον, τὴν ἐξουσίαν ὑπὲρ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, ἣν ἐγγράφως διδομένην τοῖς εὐσεβέσιν ἡ μὲν Ἀνατολικὴ τοῦ Χριστοῦ Ἐκκλησία ὀνομάζει συγχωροχάρτια, Λατῖνοι δὲ ταῦτα καλοῦσιν ἰντουλγκέντζας, ὁμολογεῖν δίδοσθαι μὲν παρὰ Χριστοῦ ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ, καὶ τὴν αὐτῶν χρῆσιν τοῖς πιστοῖς σωτηριωτάτην εἶναι καταφυγήν, δίδοσθαι μέντοι τὰ τοιαῦτα συγχωροχάρτια ἐν ὅλῃ τῇ Καθολικῇ Ἐκκλησίᾳ καὶ παρὰ τῶν τεσσάρων ἁγιωτάτων Πατριαρχῶν, τοῦ Κωνσταντινουπόλεως, τοῦ Ἀλεξανδρείας, τοῦ Ἀντιοχείας καὶ τοῦ Ἱεροσολύμων, φειδομένως μέντοι καὶ μετὰ πνευματικῆς ἐπικρίσεως, καὶ οἷσπερ δεῖ καὶ ὅτε δεῖ, καθὼς ἡ Ἀνατολικὴ Ἐκκλησία ἐν ταῖς τοιαύταις ὑποθέσεσιν ἀκριβῶς παρατηρεῖ, οὐχὶ δ’ ὡς ἡ τῶν Λατίνων καὶ ἐν τούτοις προχωρεῖ ἄλογος ἐλευθεριότης καὶ κατάχρησις, ἐξ ἧς ὅσα κακὰ ἠκολούθησαν τῇ Δυτικῇ Ἐκκλησίᾳ, οὐδένα λέληθε τῶν ἁπάν­των. Τὸ δὲ λέγειν ἀποκεκληρωμένως ἔχει τὴν ἐξουσίαν τοῦ διδόναι ταῦτα μόνος ὁ Ῥώμης Πάπας, ψεῦδός ἐστι προφανὲς καὶ τῆς τῶν Λατίνων ἀτόπου καινοτομίας.
14. Δέκατον τέταρτον, τὴν τῶν εἰδωλοθύτων καὶ τοῦ αἵματος καὶ τοῦ πνικτοῦ μετάληψιν ἀπηγορευμένην εἶναι καὶ κεκωλυμένην, καθὼς ὑπὸ τῶν Ἀποστό­λων ἀπηγόρευται καὶ κεκώλυται, καὶ τὴν ἀπαγόρευσιν ταύτην ἔχειν τὸ κῦρος καὶ τὴν ἰσχύν, καὶ κρατεῖν ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ τὴν τούτων ἀποχήν. Τὸ δὲ ὑπό τινων κακῶς λεγόμενον φυλάττεσθαι μόνον τὴν τούτων ἀπαγόρευσιν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἦν ἡ περὶ τούτων διχόνοια μεταξὺ Ἰουδαίων τε καὶ Ἑλλήνων, ἤδη δὲ τῆς αἰτίας πεπαυμένης, δεῖν πεπαῦσθαι καὶ τὸ ἀποτέλεσμα, καὶ ἀκώλυτον εἶναι δῆθεν ἤδη τὴν χρῆσιν αὐτῶν, ὡς ψεῦδος προφανὲς καὶ πάσης γέμον κακοηθείας καὶ ἐπισφαλῶς ἑρμηνευόμενον ἀποστρέφεσθαι.
15. Δέκατον πέμπτον, τοῦ μυστηρίου τοῦ γάμου τὸν δεσμὸν ἀδιάλυτον εἶναι, κατὰ τὸ «οὓς ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.  Εὐλόγου δὲ καὶ νομίμου αἰτίας καὶ περιστάσεως ὑπούσης εἰς χωρισμὸν καὶ διάλυσιν, καὶ ἐξ ὧν οἱ θεῖοι καὶ ἱεροὶ νόμοι καὶ κανόνες τῆς ἁγίας Ἐκκλησίας καὶ εὐσεβῶν βασιλέων αἱ νεαραὶ καὶ τὰ θεσπίσματα ῥητῶς διωρίσαντο καὶ ἀπηριθμήσαντο κεφαλαίων καὶ αἰτιῶν, συγχωρούντων κατὰ νόμους τὴν διάζευξιν τοῦ ἀνδρογύνου, δύναται ὁ ἀνὴρ νομίμως χωρισθῆναι μόνον τῆς γυναικός· εἰ δὲ φωραθῇ ἡ γυνὴ μοιχευομένη, δύναται ὁ ἀνὴρ μετὰ τὴν ἀπ’ ἐκείνης διάζευξιν καὶ εἰς ἄλλον συνελθεῖν γάμον ἀνεπιλήπτως, κατὰ τὴν δεσποτικὴν τοῦ Σωτῆρος ἀπόφασιν, τὴν «παρεκτὸς λόγου πορνείας» ἀποφαινομένην, κἂν περὶ τούτου κακῶς φρονοῦντες οἱ Λατῖνοι ἄλλα παρὰ ταῦτα διδάσκουσι.
16. Δέκατον ἕκτον, κεφάλαιον δ’ ἐπὶ πᾶσι δόγμασί τε καὶ διδάγμασι τοῦτο ἐπισφραγίζομεν ἀσφαλῶς πιστευόμενον, τὴν ἁγίαν τοῦ Χριστοῦ καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν, ἄνωθεν ἀεὶ ὀρθοδοξίᾳ διαπρέψασαν καὶ εἰς τὸ διηνεκὲς διαλάμπουσαν, καὶ συγκροτουμένην κανόσι τῶν Ἀποστόλων καὶ τῶν ἑπτὰ οἰκουμενικῶν Συνόδων καὶ τῶν λοιπῶν τοπικῶν, ἔτι δὲ καὶ τῶν ἁγίων Πατέρων, συμφρονοῦσάν τε καὶ συμφωνοῦσαν διόλου ἐκείνοις, μήτε ποτὲ πεπλανῆσθαι, μήτε ποτὲ πλανηθήσεσθαι, ἀλλ’ ἀεὶ ἀσφαλῶς ἑστηκέναι, ἐρειδομένην ἐπὶ πέτρας ἀσφαλοῦς τῆς ὀρθοδόξου ἡμῶν πίστεως. Διὸ χρὴ τοὺς εὐσεβεῖς χριστιανοὺς πάντα τὰ παραδοθέντα καὶ σαφηνισθέντα ὑπ’ αὐτῆς τῆς Ἐκκλησίας ὁμολογεῖν καὶ ἀποδέ­χεσθαι καὶ δογματίζειν ἃ δογματίζει, καὶ δοξάζειν καὶ φρονεῖν ἃ φρονεῖ καὶ δο­ξάζει· πάντα δὲ τὰ ἐναντία αὐτῇ καὶ τὰ σχίσματα καὶ τὰς οἱασδηποτοῦν αἱρέσεις, τὰς καταδικασθείσας καὶ ἀποβληθείσας καὶ ἀναθεματισθείσας ὑπ’ αὐτῆς, καὶ τοὺς εὐσεβεῖς ὡσαύτως καταδικάζειν ταῦτα, ἀποβάλλειν τε καὶ ἀναθεματίζειν καὶ ἀπόμνυσθαι. Τοὺς δ’ ἄλλως φρονοῦντας, ἢ τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ μὴ συμφρονοῦντας ἢ τὴν ὀρθοδοξίαν ταύτης διαβάλλοντας, ἢ τὰ νόμιμα αὐτῆς καὶ ἔθιμα συκοφαντοῦντας, ἢ τῆς κοινωνίας αὐτῆς ἀποσχιζομένους, ἀποκηρύττειν καὶ ἀποβάλλεσθαι.
Ταύτην τὴν πίστιν τῆς Καθολικῆς Ἐκκλησίας, ἣν ἐλέει Θεοῦ νῦν ὁμολογεῖ καὶ ἀποδέχεται ἡ ἐν Εὐρώπῃ καὶ Ἀσίᾳ καὶ Λιβύῃ καὶ ἐν τοῖς ὑπερβορείοις μέρεσι θεοφρούρητος Ἀνατολικὴ Ἐκκλησία, ἡ συγκροτουμένη παρὰ τῶν θεοπροβλήτων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἀλεξανδρείας, Ἀντιοχείας καὶ Ἱεροσολύμων, καὶ τῶν αὐτοκεφάλων ὑπερτίμων ἀρχιεπισκόπων καὶ τῶν ἱερωτάτων μητροπολιτῶν καὶ τῶν θεοφιλεστάτων ἐπισκόπων καὶ παντὸς τοῦ κατ’ αὐτὴν ἐκκλησιαστικοῦ κλήρου καὶ τάγματος, ἧς ἔξωθεν οὐδεὶς δύναται σῴζεσθαι, κἀγὼ ἐν τῷ παρόντι ὁμο­λογῶ (οὕτω γὰρ ὀφείλει λέγειν καὶ παρρησίᾳ κηρύττειν ὁ τὸ ἡμέτερον ἀμώμητον σέβας ἔχειν ἐπαγγελλόμενος χριστιανός) καὶ ἀληθῶς κρατῶ, καὶ ὥσπερ ἔγγρα­φον ἐμὴν ὁμολογίαν ἐπ’ ἀνθρώπων μὲν ἐκφωνουμένην, ἐπ’ ἀγγέλων δὲ καὶ τοῦ ἀοράτου Θεοῦ σφραγιζομένην, καὶ ὄμνυμι καὶ διαμαρτύρομαι ἐπ’ αὐτῆς τῆς ἁγίας καὶ μακαρίας Τριάδος καὶ κατὰ τῶν φρικτῶν καὶ ἁγίων τοῦ Χριστοῦ εὐαγγελίων οὕτως ἔχειν με εἰλικρινεῖ τῇ διανοίᾳ, οὕτω πιστεύειν με ἀπλάστῳ τῇ καρδίᾳ, οὕτω διαφυλάττειν με πάσαις ταῖς δυνάμεσιν ἀκεραίαν, ἀπαραχάρακτον, ἀπαράβατον, ἀμετάθετον, ἀδιάβλητον, ἀνυπόκριτον, ἐν ταῖς πλαξὶ τῆς καρδίας μου εἰς βάθος ἐντετυπωμένην καὶ ἐγκεκολαμμένην στεγανώτατα γράμμασιν ἀνεξαλείπτοις μέχρι τῆς τελευταίας μου ἀναπνοῆς, ὑπέρ τε τῶν ὀρθῶν δογμάτων, εἰ καὶ δεήσει με τὸ ἴδιον αἷμα προχέαι οὐ φείσομαι, πεποιθὼς ἐπὶ τῷ ἐνδυναμοῦντί με Χριστῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν.
Τοιαύτης τοιγαροῦν οὔσης τῆς καθαρᾶς καὶ ὑγιαινούσης καὶ τελείας ὁμολο­γίας τῆς πίστεως τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, καὶ οὕτως ὀφειλούσης καὶ τῇ καρδίᾳ πιστεύεσθαι καὶ τῷ στόματι παρρησίᾳ ὁμολογεῖσθαι, καθὼς ἐξετέθη καὶ διωρίσθη ἐν τῷ παρόντι, ὀφείλουσι κατὰ χρέος ἀπαραίτητον πάντες οἱ τὴν ὀρθόδοξον πίστιν ἔχειν ἐπαγγελλόμενοι χριστιανοί, εἴτε, τοῦ ἡμετέρου γένους ὄντες, ἐγεννήθησαν καὶ ἀνετράφησαν ἐκ παιδὸς ἐν αὐτῇ, καὶ ἐπέμειναν μέχρι τέ­λους αὐτῆς, εἴτε ἐπηρείᾳ τοῦ μισοκάλου δαίμονος παρατραπέντες ὅπώσποτε καὶ ἐξαπατηθέντες ταῖς τῶν σχισματικῶν καὶ αἱρετικῶν πανουργίαις καὶ μηχαναῖς καὶ ἀπάταις τῆς τοιαύτης ὁμολογίας ἐξέκλιναν, καὶ ἢ πολλὰ ἢ ὀλίγα ἢ μικρὸν ἢ μέγα ἢ ὅλως μίαν κεραίαν τῶν ἐμπεριεχομένων αὐτῇ δογμάτων καὶ παραδόσεων ἀθέ­τησαν καὶ παρέβησαν ἢ μετέβαλον ὁπωσοῦν, ἢ ἔξωθεν τῆς ἡμετέρας αὐλῆς καὶ τῆς τῶν ὀρθοδόξων χριστιανῶν ὁμηγύρεως ὑπάρχοντες βούλονται αὐθαιρέτως προσελθεῖν τῇ χριστωνύμω πίστει τῆς Ἀνατολικῆς Ἐκκλησίας καὶ προσκολληθῆναι Χριστῷ τῷ Θεῷ ἡμῶν, οὕτως ὁμολογήτωσαν καὶ πιστευέτωσαν κατὰ τὸν ἀνωτέρω ὑποδειχθέντα τύπον, καὶ πάντα τὰ ἐν τῇ ἱερᾷ ταύτῃ ὁμολογίᾳ περιεχόμενα εἰλικρινῶς καὶ ἀπαραμειώτως ἀποδεχέσθωσαν, καὶ πάντως σωθήσονται ἐν Χριστῷ.

Ἐξεδόθη καὶ συνεγράφη τὸ πάρον ἐν Κωνσταντινουπόλει κοινῇ γνώμῃ καὶ συναινέσει καὶ ἐπικρίσει τῶν ὑπογεγραμμένων ἐνταῦθα ἁγιωτάτων πατριαρχῶν, ἱερωτάτων μητροπολιτῶν καὶ παντὸς τοῦ εὐαγοῦς κλήρου τῆς Κωνσταντινουπόλεως, εἰς κοινὴν τῶν ἐντευξομένων ὠφέλειαν, ἐν ἔτει σωτηρίῳ ,αψκζ΄, κατὰ μῆνα Φεβρουάριον.

† Παΐσιος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης, οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ἀποφαίνομαι καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθο­δοξον πίστιν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ ἀποστολικῆς, καθολικῆς καὶ ἀνατολικῆς Ἐκ­κλησίας.
† Σίλβεστρος ἐλέῳ Θεοῦ πατριάρχης τῆς μεγάλης θεουπόλεως Ἀντιοχείας, οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ συναποφαίνομαι καὶ βεβαιῶ καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ ἀποστολικῆς, καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Χρύσανθος ἐλέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλήμ, οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ἀποφαίνομαι καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθ’ ἡμᾶς τοῦ Χριστοῦ ἀποστολικῆς, καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Ἡρακλείας Γεράσιμος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Κυξίκου Αὐξέντιος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδο­ξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Νικομήδειας Σεραφεὶμ οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνα­τολικῆς Ἐκκλησίας.
† Ὁ Χαλκηδόνος Νικόδημος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Τορνόβου Νικηφόρος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Προύσης Γρηγόριος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ πρῴην Βερροίας καὶ πρόεδρος Σηλυβρίας Μακάριος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Διδυμοτείχου Παΐσιος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Μηθύμνης Ἄνθιμος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Ἀγχιάλου Καλλίνικος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμο­λογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.
† Ὁ Χίου Δανιὴλ οἰκείᾳ χειρὶ ὑπέγραψα, πιστεύω δὲ καὶ ὁμολογῶ καὶ κηρύττω εἶναι ταύτην τὴν ὀρθόδοξον πίστιν τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς, ἀποστολικῆς καὶ ἀνα­τολικῆς Ἐκκλησίας.
† Ὁ Δέρκων Νικόδημος οἰκείᾳ χειρὶ ὑπέγραψα καὶ ὁμολογῶ ταύτην εἶναι τὴν ὀρθόδοξον πίστιν τῆς ἁγίας τοῦ Χριστοῦ καθολικῆς καὶ ἀνατολικῆς Ἐκκλησίας.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 861-870


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου