ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ
«ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(1368 μ.Χ.)
Τὰ κατὰ τοῦ Βαρλαὰμ
καὶ Ἀκινδύνου Κεφάλαια.
Βαρλαὰμ
καὶ Ἀκινδύνῳ καὶ
τοῖς ὀπαδοῖς καὶ διαδόχοις αὐτῶν,
ἀνάθεμα.
Τοῖς
αὐτοῖς φρονοῦσι καὶ
λέγουσι τὸ λάμψαν ἀπὸ
τοῦ Κυρίου ἐπὶ
τῆς θείας αὐτοῦ μεταμορφώσεως
φῶς ποτὲ μὲν
εἶναι ἴνδαλμα καὶ κτίσμα καὶ
φάσμα ἐπὶ βραχὺ φανὲν
καὶ διαλυθὲν παραχρῆμα,
ποτὲ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ,
ὡς εἰς αὐτὰ τὰ ἐναντιώτατα φρενοβλαβῶς καὶ
ἀδύνατα παντελῶς ἑαυτοὺς
ἐπιρρίπτουσι, καὶ τοῦτο
μὲν τὴν Ἀρείου μαινομένοις μανίαν εἰς
κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ
τὸν ἕνα Θεὸν κατατέμνοντος, τοῦτο
δὲ τῇ τῶν Μασσαλιανῶν δυσσεβείᾳ
συμφερομένοις τὴν θείαν οὐσίαν
ὁρατὴν εἶναι λεγόντων, μὴ ὁμολογοῦσι
δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους
θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς
φρόνημα, μήτε κτίσμα εἶναι τὸ θειότατον ἐκεῖνο
φῶς μήτε οὐσίαν Θεοῦ,
ἀλλ’ ἄκτιστον καὶ φυσικὴν
χάριν καὶ ἔλλαμψιν καὶ ἐνέργειαν,
ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως
ἀεὶ προϊοῦσαν, ἀνάθεμα.
Ἔτι
τοῖς αὐτοῖς φρονοῦσι καὶ
λέγουσι μηδεμίαν ἐνέργειαν φυσικὴν ἔχειν
τὸν Θεόν, ἀλλὰ
μόνην οὐσίαν εἶναι, ταὐτόν
τε καὶ ἀδιάφορον παντελῶς οἰομένοις
τήν τε θείαν οὐσίαν καὶ τὴν
θείαν ἐνέργειαν καὶ μηδεμίαν νοεῖσθαι
τούτων κατά τι διαφοράν, ἀλλὰ τὴν αὐτὴν ποτὲ μὲν
οὐσίαν ποτὲ δὲ
ἐνέργειαν λέγεσθαι, ὡς καὶ
αὐτὴν ἀνοήτως τὴν θείαν οὐσίαν
παντάπασιν ἀναιροῦσι καὶ
εἰς τὸ μὴ ὂν ἄγουσιν· ἐνεργείας γὰρ
μόνον τὸ μὴ ὂν στερεῖσθαι φασὶν
ἐπὶ λέξεως οἱ τῆς
Ἐκκλησίας διδάσκαλοι· ἤδη δὲ
καὶ τὰ Σαβελλίου νοσοῦσι
καὶ τὴν παλαιὰν ἐκείνου
συναίρεσιν καὶ σύγχυσιν καὶ συναλοιφὴν
ἐπὶ τῶν τριῶν τῆς
θεότητος ὑποστάσεων νῦν ἐπὶ
τῆς θείας οὐσίας καὶ
ἐνεργείας ἀνακαινίζειν τολμῶσι,
καὶ ὁμοίως δυσσεβῶς αὐτὰς
συναλείφουσι· μὴ ὁμολογοῦσι δὲ
κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ
τὸ τῆς Ἐκκλησίας εὐσεβὲς
φρόνημα οὐσίαν τε ἐπὶ
Θεοῦ καὶ οὐσιώδη καὶ φυσικὴν
τούτου ἐνέργειαν, ὡς ἄλλοι
τε πλεῖστοι τῶν ἁγίων,
καὶ μάλιστα οἱ τῆς
ἁγίας καὶ οἰκουμενικῆς
ἕκτης Συνόδου τρανῶς διεσάφησαν, περὶ
τῶν δύο ἐνεργειῶν
τοῦ Χριστοῦ τῆς
τε θείας καὶ ἀνθρωπίνης καὶ τῶν
δύο θελημάτων, αὐτὴν ἅπασαν συγκροτήσαντες, μήτε μὴν νοεῖν
βουλομένοις ὥς περ ἕνωσιν θείας οὐσίας
καὶ ἐνεργείας ἀσύγχυτον, οὕτως
εἶναι καὶ διαφορὰν
ἀδιάστατον κατά τε ἄλλα καὶ
μάλιστα τὸ αἴτιον καὶ τὸ
αἰτιατὸν καὶ
ἀμέθεκτον καὶ μεθεκτόν, τὸ
μὲν τῆς οὐσίας, τὸ δὲ
τῆς ἐνεργείας. τούτοις οὖν τοῖς
τὰ τοιαῦτα δυσσεβοῦσιν,
ἀνάθεμα.
Ἔτι
τοῖς αὐτοῖς φρονοῦσι καὶ
λέγουσι κτιστὴν εἶναι πᾶσαν φυσικὴν
δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου
θεότητος ὡς κτιστὴν ἐκ
τούτου πάντως καὶ αὐτὴν τὴν θείαν οὐσίαν ἀναγκαζομένοις
δοξάζειν· κτιστὴ γὰρ κατὰ τοὺς
ἁγίους ἐνέργεια κτιστὴν
δηλώσει καὶ φύσιν, ἄκτιστος δὲ
ἄκτιστον χαρακτηρίσει οὐσίαν· κἀντεῦθεν
ἤδη κινδυνεύσουσιν εἰς ἀθεΐαν
παντελῆ περιπίπτειν καὶ τὴν
ἑλληνικὴν μυθολογίαν καὶ
τὴν τῶν κτισμάτων λατρείαν τῇ καθαρᾷ
καὶ ἀμώμῳ τῶν χριστιανῶν πίστει προστριβομένοις,
μὴ ὁμολογοῦσι δὲ
κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ
τὸ τῆς Ἐκκλησίας εὐσεβὲς
φρόνημα, ἄκτιστον εἶναι πᾶσαν
φυσικὴν δύναμιν καὶ ἐνέργειαν
τῆς τρισυποστάτου θεότητος, ἀνάθεμα.
Ἔτι
τοῖς αὐτοῖς φρονοῦσι καὶ
λέγουσι σύνθεσιν τινὰ ὅλως διὰ ταῦτα
γίνεσθαι ἐπὶ Θεοῦ, μὴ πειθομένοις δὲ τῇ
τῶν ἁγίων διδασκαλίᾳ μηδεμίαν σύνθεσιν ἀπὸ
τῶν φυσικῶν ἐν
τῇ φύσει γίνεσθαι διδασκόντων, κἀντεῦθεν
οὐ μόνον ἡμᾶς
ἀλλὰ καὶ τοὺς ἁγίους ἅπαντας συκοφαντοῦσι,
διαρρήδην ἐν πολλοῖς πολλάκις ἀναδιδάσκοντας τό
τε ἁπλοῦν ἐπὶ Θεοῦ καὶ ἀσύνθετον καὶ τὴν
τῆς θείας οὐσίας καὶ
ἐνεργείας διαφοράν, ὡς κατ’ οὐδὲν
πάντως τὴν διαφορὰν ταύτην λυμαινομένην
τῇ θείᾳ ἁπλότητι· οὐ γὰρ
ἂν οὕτω προδήλως ἑαυτοῖς
ἐναντία θεολογεῖν ἐπεχείρουν·
τοῖς οὖν τοιαῦτα κενολογοῦσι,
μὴ ὁμολογοῦσι δὲ
κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ
τὸ τῆς Ἐκκλησίας εὐσεβὲς
φρόνημα, μετὰ τῆς θεοπρεποῦς ταύτης διαφορᾶς
καὶ τὴν θείαν ἁπλότητα πάνυ καλῶς
διασῴζεσθαι, ἀνάθεμα.
Ἔτι
τοῖς αὐτοῖς φρονοῦσι καὶ
λέγουσιν ἐπὶ τῆς θείας οὐσίας μόνης τὸ
τῆς θεότητος ὄνομα λέγεσθαι, μὴ
ὁμολογοῦσι δὲ
κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ
τὸ τῆς Ἐκκλησίας εὐσεβὲς
φρόνημα, καὶ ἐπὶ τῆς θείας ἐνεργείας οὐχ
ἧττον αὐτὸ
τίθεσθαι, καὶ οὕτω πάλιν μίαν θεότητα πᾶσι τρόποις
πρεσβεύουσι, Πατρός, Υἱοῦ,
καὶ ἁγίου Πνεύματος, εἴτε τὴν
οὐσίαν αὐτῶν
εἴτε τὴν ἐνέργειαν, θεότητα εἴποι τις, ὡς
οἱ θεῖοι μυσταγωγοὶ καὶ
τοῦτο ἡμᾶς ἐκδιδάσκουσιν, ἀνάθεμα.
Ἔτι
τοῖς αὐτοῖς φρονοῦσι καὶ
λέγουσι μεθεκτὴν τὴν θείαν οὐσίαν εἶναι
ὡς τὴν τῶν Μασσαλιανῶν δυσσέβειαν εἰς
τὴν καθ’ ἡμᾶς
Ἐκκλησίαν ἤδη παρεισάγειν ἀναισχυντοῦσι
πάλαι τὴν τοιαύτην δόξαν νενοσηκότων, μὴ
ὁμολογοῦσι δὲ
κατὰ τὰς τῶν
ἁγίων θεοπνεύστους θεολογίας καὶ
τὸ τῆς Ἐκκλησίας εὐσεβὲς
φρόνημα, ἄληπτον μὲν εἶναι
παντελῶς αὐτὴν καὶ ἀμέθεκτον, μεθεκτὴν δὲ
τὴν θείαν χάριν τε καὶ ἐνέργειαν,
ἀνάθεμα.
Πᾶσι
τοῖς δυσσεβέσιν αὐτῶν
λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα.
Ἰσαὰκ
τῷ ἐπονομαζομένῳ Ἀργυρῷ
τῷ διὰ βίου παντὸς τὰ
τοῦ Βαρλαὰμ καὶ
Ἀκινδύνου νοσήσαντι, κἂν τῷ
τέλει τῆς ἰδίας ζωῆς ὡς
καὶ πρότερον πολλάκις παρὰ τῆς
Ἐκκλησίας Χριστοῦ τὴν
ἐπιστροφὴν ἀπαιτηθέντι
καὶ τὴν μετάνοιαν, ἐπιμείναντι δὲ
τῇ δυσσεβείᾳ καὶ
κακῶς τὴν ψυχὴν ἐν
τῇ τῆς αἱρέσεως αὐτοῦ
ὁμολογίᾳ ἀπορρήξαντι,
ἀνάθεμα.
Ἀνδρονίκου
τοῦ ἀοιδίμου καὶ μακαρίου βασιλέως ἡμῶν
τοῦ Παλαιολόγου τοῦ τὴν
προτέραν κατὰ Βαρλαὰμ συγκροτήσαντος Σύνοδον
γενναίως τε τῆς Ἐκκλησίας Χριστοῦ καὶ
τῆς ἱερᾶς ἐκείνης Συνόδου προστάντος, καὶ
πράγμασι καὶ λόγοις καὶ ταῖς
διὰ στόματος ἰδίου θαυμασταῖς
δημηγορίαις, τὰ μὲν εὐαγγελικὰ καὶ
ἀποστολικὰ κρατύναντος δόγματα,
τὸν δὲ προρρηθέντα Βαρλαάμ, αὐταῖς
αἱρέσεσι καὶ συγγράμμασι καὶ
ταῖς κατὰ τῆς
ὀρθῆς ἡμῶν πίστεως κενοφωνίαις καθελόντος τε καὶ
ἀποκηρύξαντος ὡς ἐν
τοῖς ἱεροῖς τούτοις ἀγῶσι,
καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀριστεύμασι μακαρίως
μεταλλάξαντος τὸν τῇδε βίον, καὶ πρὸς
τὴν ἀμείνω καὶ μακαρίαν ἐκείνην
διαβάντος λῆξιν, αἰωνία ἡ
μνήμη.
Γρηγορίου τοῦ
ἁγιωτάτου μητροπολίτου Θεσσαλονίκης, τοῦ
συνοδικῶς ἐπ’ Ἐκκλησίας μεγάλης Βαρλαάμ τε καὶ
Ἀκίνδυνον τοὺς ἀρχηγοὺς
καὶ ἐφευρετὰς τῶν
καινῶν αἱρέσεων καθελόντος σὺν τῇ
αὐτῶν πονηρᾷ συμμορίᾳ,
τοὺς τὴν φυσικὴν καὶ
ἀχώριστον ἐνέργειαν καὶ
δύναμιν τοῦ Θεοῦ καὶ ἁπλῶς πάντα ὁμοῦ
τὰ φυσικὰ τῆς
ἁγίας Τριάδος ἰδιώματα, κτίσματα
τετολμηκότας εἰπεῖν· ἀλλὰ δὴ καὶ τὸ τῆς θεότητος ἀπρόσιτον φῶς
τὸ λάμψαν ἐπὶ
τοῦ ὄρους ἀπὸ
Χριστοῦ, θεότητά τε κτιστήν, καὶ τὰς
πλατωνικὰς ἰδέας καὶ τοὺς
ἑλληνικοὺς μύθους ἐκείνους
ἐπεισαγαγεῖν ἐπιχειρήσαντας
αὖθις κακῶς τῇ
Ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῆς
δὲ κοινῆς τοῦ
Χριστοῦ Ἐκκλησίας καὶ τῶν
ἀληθινῶν καὶ
ἀπταίστων περὶ θεότητος δογμάτων σοφῶς
καὶ γενναίως ἄγαν προπολεμήσαντος καὶ
συγγράμμασι καὶ λόγοις καὶ διαλέξεσι, καὶ
μίαν θεότητα καὶ Θεὸν ἕνα τρισυπόστατον, ἐνεργῆ,
θελητικόν, παντοδύναμον, ἄκτιστον διὰ
πάντων κατὰ τὰς θείας Γραφὰς καὶ
δὴ καὶ τοὺς θεολόγους καὶ ἐξηγητὰς
τούτων ἀνακηρύξαντος, Ἀθανάσιον φημὶ
καὶ Βασίλειον, Γρηγόριον καὶ Ἰωάννην
τὸν χρυσορρήμονα Κύριλλόν τε πρὸς
τούτοις καὶ Μάξιμον τὸν σοφὸν
καὶ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, οὐ
μὴν ἀλλὰ καὶ τοὺς λοιποὺς Πατέρας καὶ
Διδασκάλους τῆς Χριστοῦ Ἐκκλησίας,
καὶ κοινωνοῦ καὶ
συνῳδοῦ καὶ
συμφώνου καὶ σπουδαστοῦ καὶ
συναγωνιστοῦ πάντων τούτων ἀναφανέντος καὶ
λόγοις καὶ πράγμασιν, αἰωνία ἡ
μνήμη.
Πάντων τῶν
ὑπὲρ τῆς ὀρθοδοξίας συναγωνισαμένων τῷ
ἀοιδίμῳ καὶ
μακαρίῳ τούτῳ
βασιλεῖ καὶ δὴ καὶ [τοῖς] μετ’ ἐκεῖνον
καὶ λόγοις καὶ διαλέξεσι συγγράμμασί
τε καὶ διδασκαλίαις καὶ παντὶ
λόγῳ καὶ πράγματι γενναίως τῆς
Ἐκκλησίας προστάντων Χριστοῦ, καὶ
τὰς μὲν πονηρὰς καὶ
πολυειδεῖς αἱρέσεις Βαρλαάμ τε καὶ Ἀκινδύνου
καὶ τῶν ὁμοφρόνων ἐκείνοις ἐπ’
Ἐκκλησίας ἐξελεγξάντων τε καὶ
ἀποκηρυξάντων ὁμοῦ,
τὰ δὲ ἀποστολικά τε καὶ πατρικὰ
τῆς εὐσεβείας δόγματα λαμπρῶς ἀνακηρυξάντων,
καὶ διὰ ταῦτα κακῶς
ἀκουόντων παρὰ τῶν
κακοδόξων καὶ συκοφαντουμένων καὶ συνυβριζομένων τοῖς
ἱεροῖς θεολόγοις καὶ θεοφόροις ἡμῶν
Πατράσι καὶ Διδασκάλοις, αἰωνία ἡ
μνήμη.
Τῶν
ὁμολογούντων ἕνα Θεὸν
τρισυπόστατον, παντοδύναμον, οὐ μόνον ἄκτιστον
κατὰ τὴν οὐσίαν καὶ τὰς
ὑποστάσεις ἀλλὰ
καὶ κατὰ τὴν ἐνέργειαν, καὶ
λεγόντων «προϊέναι μὲν τὴν θείαν ἐνέργειαν ἐκ
τῆς θείας οὐσίας, προϊέναι δὲ
ἀδιαιρέτως», διὰ μὲν
τοῦ «προϊέναι» τὴν ἀπόρρητον
διάκρισιν παριστώντων, διὰ δὲ
τοῦ «ἀδιαιρέτως» ὑπερφυᾶ
δεικνύντων τὴν ἕνωσιν, ὡς ἡ
ἁγία καὶ οἰκουμενικὴ
ἕκτη Σύνοδος ἀπεφήνατο, αἰωνία
ἡ μνήμη.
Τῶν
ὁμολογούντων τὸν Θεόν, ὥσπερ
κατ’ οὐσίαν ἄκτιστον καὶ
ἄναρχον, οὕτω δὴ
καὶ κατ’ ἐνέργειαν, τοῦ
ἀνάρχου δηλαδὴ κατὰ
χρόνον λαμβανομένου, καὶ κατὰ
μὲν τὴν θείαν οὐσίαν ἀμέθεκτον
καὶ ἀπερινόητον πάντῃ τὸν
Θεὸν λεγόντων, μεθεκτὸν δὲ
αὐτὸν εἶναι τοῖς ἀξίοις
κατὰ τὴν θείαν καὶ θεοποιὸν
ἐνέργειαν, ὡς οἱ
τῆς Ἐκκλησίας θεολόγοι φασίν, αἰωνία ἡ
μνήμη.
Τῶν
ὁμολογούντων τὸ ἐκλάμψαν
ἀπορρήτως φῶς ἐπὶ
τοῦ ὄρους τῆς τοῦ
Κυρίου μεταμορφώσεως φῶς ἀπρόσιτον εἶναι καὶ
φῶς ἄπλετον καὶ φύσιν ἀπερινόητον
θείας αἴγλης καὶ δόξαν ἀπόρρητον
καὶ θεότητος δόξαν ὑπερτελῆ
καὶ προτέλειον καὶ ἄχρονον
τοῦ Υἱοῦ δόξαν καὶ βασιλείαν Θεοῦ
καὶ κάλλος ἀληθινὸν
καὶ ἐράσμιον περὶ τὴν
θείαν καὶ μακαρίαν φύσιν καὶ φυσικὴν
δόξαν Θεοῦ καὶ θεότητα Πατρὸς καὶ
Πνεύματος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν,
ὡς οἱ θεῖοι καὶ θεοφόροι Πατέρες ἡμῶν
εἰρήκασιν, Ἀθανάσιος καὶ Βασίλειος οἱ μεγάλοι, Γρηγόριος ὁ
Θεολόγος καὶ Ἰωάννης ὁ
Χρυσόστομος ἔτι τε καὶ ὁ
ἐκ Δαμασκοῦ Ἰωάννης,
καὶ διὰ ταῦτα καὶ ἄκτιστον
δοξαζόντων τὸ θειότατον τοῦτο φῶς,
αἰωνία ἡ μνήμη.
Τῶν
δοξαζόντων τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως ἄκτιστον μὲν
διὰ τὰ προειρημένα, μὴ μέντοιγε αὐτὸ
εἶναι λεγόντων τὴν ὑπερούσιον
τοῦ Θεοῦ οὐσίαν ὡς ἐκείνης
ἀοράτου παντάπασι καὶ ἀμεθέκτου
μενούσης· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε», δηλαδὴ καθὼς
ἔχει φύσεως, οἱ θεολόγοι φασί· δόξαν
δὲ μᾶλλον αὐτὸ
λεγόντων φυσικὴν τῆς ὑπερουσίου οὐσίας ἐξ
ἐκείνης προϊοῦσαν ἀδιαιρέτως
καὶ ἐπιφαινομένην διὰ φιλανθρωπίαν Θεοῦ
τοῖς κεκαθαρμένοις τὸν νοῦν,
μεθ’ ἧς δόξης ὁ Κύριος ἡμῶν
καὶ Θεὸς ἥξει κατὰ τὴν
δευτέραν καὶ φρικτὴν αὐτοῦ
παρουσίαν «κρῖναι ζῶντας καὶ
νεκρούς», ὡς οἱ θεολόγοι τῆς ἐκκλησίας
φασίν, αἰωνία ἡ μνήμη.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 410-414.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου