γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Σάββατο 15 Οκτωβρίου 2016

Κυρίλλου Λουκάρεως, Ομολογία Πίστεως (1631 μ.Χ.)


[ΣΗΜΕΙΩΣΙΣ: Δημοσιεύεται ἐδῶ ἡ ἐκδοθεῖσα ἐν ἔτει 1631 μ.Χ. καλβινίζουσα «Ἀνατολική Ὁμολογία τῆς Χριστιανικῆς Πίστεως» τοῦ Πατριάρχου Κωνσταντινοπόλεως Κυρίλλου Α΄ τοῦ Λουκάρεως (1612, 1620–1623, 1623–1633, 1633–1634, 1634–1635, 1637–1638), προκειμένου νά κατανοηθοῦν τά κείμενα τῶν Συνόδων Κων/πόλεως τοῦ 1638, Κων/πόλεως τοῦ 1642, Ἰασίου τοῦ 1642 καί Κων/πόλεως τοῦ 1691, τά ὁποῖα δημοσιεύονται στήν ἑνότητα «Κείμενα Δογματικά καί Συμβολικά» τοῦ παρόντος ἰστολογίου]

ΚΥΡΙΛΛΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ ΤΟΥ ΛΟΥΚΑΡΕΩΣ
«ΑΝΑΤΟΛΙΚΗ ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΧΡΙΣΤΙΑΝΙΚΗΣ ΠΙΣΤΕΩΣ»
(1631 μ.Χ.)

Εἰς τὸ ὄνομα
τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.

Κύριλλος Πατριάρχης Κωνσταντινουπόλεως τοῖς ἐρωτῶσι καὶ πυνθανομένοις περὶ τῆς πίστεως καὶ θρησκείας τῆς τῶν Γραικῶν, ἤτοι τῆς Ἀνατολικῆς Ἐκκλησίας, πῶς δηλονότι περὶ τῆς ὀρθοδόξου πίστεως φρονεῖ, ἐν ὀνόματι κοινῶς τῶν χρι­στιανῶν ἁπάντων ἐκδίδωσι σύντομον ὁμολογίαν ταύτην εἰς μαρτύριον πρός τε Θεοῦ πρός τε ἀνθρώπων εἰλικρινεῖ συνειδήσει, οὐδεμιᾶς ἄνευ προσποιήσεως.

Κεφάλαιον α΄. Πιστεύομεν ἕνα Θεὸν ἀληθῆ, παντοκράτορα καὶ ἀόριστον, τρισυπόστατον, Πατέρα, Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα ἀγέννητον Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ὁμοούσιον αὐτῷ· Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ προερχόμενον, Πατρὶ καὶ Υἱῷ ὁμοούσιον. Ταύτας τὰς τρεῖς ὑποστά­σεις ἐν μιᾷ οὐσίᾳ παναγίαν Τριάδα προσαγορεύομεν, ὑπὸ πάσης κτίσεως ἀεὶ εὐλογουμένην, δοξαζομένην καὶ προσκυνουμένην.

Κεφάλαιον β΄. Πιστεύομεν τὴν ἱερὰν Γραφὴν εἶναι θεοδίδακτον, ἧς τὸ Πνεῦμα τὸ ἅγιον δημιουργός ἐστι καὶ οὐκ ἄλλος. Ταύτῃ ἀδιστάκτως πιστεύειν ὀφείλομεν, ὅτι γέγραπται· ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ. Εἶτα τὴν τῆς ἱερᾶς Γραφῆς μαρτυρίαν πολλῷ μᾶλλον ἀνωτέραν εἶναι τῆς ἣν κέκτηται ἡ Ἐκκλησία. Οὐ γάρ ἐστιν ἴσον ὑπὸ τοῦ παναγίου Πνεύματος ἡμᾶς διδάσκεσθαι καὶ ὑπὸ ἀνθρώπου· τὸν γὰρ ἄνθρωπον ἐξ ἀγνοίας ἐνδεχόμενον ἁμαρτῆσαι καὶ ἀπατῆσαι καὶ ἀπατηθῆναι. Ἡ δὲ θεία Γραφὴ οὔτε ἀπατᾷ οὔτε ἀπατᾶται, οὐδ’ ὑπόκειται ἁμαρτήματι, ἀλλ’ ἔστιν ἀδιάπτωτος καὶ ἀενάον τὸ κῦρος ἔχουσα.
Κεφάλαιον γ΄. Πιστεύομεν τὸν ἄκρως ἀγαθὸν Θεὸν πρὸ καταβολῆς κόσμου οὓς ἐξελέξατο εἰς δόξαν προορίσαι, μη­δαμῶς εἰς τὰ ἔργα ἀποβλέποντα αὐτῶν, οὔτε μὴν ἔχοντα ἑτέραν αἰτίαν εἰς τὴν ἐκλογὴν ταύτην κατεπείγουσαν, εἰ μὴ τὴν εὐδοκίαν, τὸ θεῖον ἔλεος. Ὡσαύτως πρὸ τοῦ τὸν αἰῶνα γενέσθαι, ἀποβεβληκέναι, οὓς ἀποβέβληκε· τῆς δὲ ἀποβολῆς ταύτης, εἲ τις ἐπίδῃ ἐπὶ τὴν ἀπολελυμένην τοῦ Θεοῦ αὐθεντίαν καὶ κυριότητα, εὑρήσει ἀναμφιβολως αἰτίαν εἶναι τὴν θείαν θέλησιν· εἰ δέ τις αὖθις εἰς τοὺς τῆς εὐταξίας νόμους τε καὶ κανόνας στραφείη, οἷς ἡ ἄνω πρόνοια εἰς τὴν τῆς οἰκουμένης κέχρηται κυβέρνησιν, αἰτίαν τὴν δικαιοσύνην κατανοήσει. Οἰκτίρμων γάρ ἐστιν ὁ Θεός, ἀλλὰ καὶ δίκαιος.
Κεφάλαιον δ΄. Πιστεύομεν τὸν τρισυπόστατον Θεόν, τὸν Πα­τέρα, τὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ποιητὴν εἶναι τῶν ὁρα­τῶν καὶ τῶν ἀοράτων κτισμάτων. Καὶ ἀόρατα μὲν τὰς ἀγγελικὰς δυνάμεις, ὁρατὰ δὲ τὸν οὐρανὸν καὶ τὰ ὑπ’ οὐρανὸν λέγομεν. Ὅτι δὲ φύσει ἀγαθὸς ὁ ποιητής, ἐποίησε καλὰ πάντα ὅσα ἐποίησε· οὐδὲ δύναταί ποτε κακοῦ ποιητὴς εἶναι. Εἰ δέ τι κακόν ἐστιν ἐν τῇ φύσει, ἐκεῖνο ἢ τοῦ διαβόλου ἢ τοῦ ἀνθρώπου εἶναι. Κανὼν γάρ ἐστιν ἀληθὴς καὶ ἀδιάπτωτος, κακοῦ τὸν Θεὸν μηδαμῶς εἶναι δημιουργόν, μήτε μὴν δικαίῳ λόγῳ τοῦ Θεοῦ καταψηφίζεσθαί τινα.
Κεφάλαιον ε΄. Πιστεύομεν τὰ πάντα ὑπὸ τῆς τοῦ Θεοῦ κυβερνᾶσθαι προνοίας, ἥν τινα ἐκθειάζειν, ἀλλ’ οὐκ ἐξετάζειν ὀφείλομεν, ὑπὲρ τὴν ἡμετέραν οὖσαν κατάληψιν, μὴ δυνάμενοι ἀφ’ ἑαυτῶν ἀκριβῶς εἰς κατάληψιν τῶν ἐκείνης λόγων ἀφικέσθαι. Διὸ περὶ τούτου ἀποφαινόμεθα ἐν ταπεινώσει μᾶλλον δεῖν ἡμᾶς σιωπὴν ἄγειν, ἢ μηδαμῶς οἰκοδομοῦντας περιττολογεῖν.
Κεφάλαιον ς΄. Πιστεύομεν τὸν πρῶτον ἄνθρωπον, κτισθέντα παρὰ Θεοῦ, ἐν παραδείσῳ πεπτωκέναι, ὅτε παριδὼν τὴν θείαν ἐντολὴν τῇ τοῦ ὄφεως ἀπατηλῇ συμβουλῇ ἐπειθάρχησε. Κἀντεῦθεν ἀναβλύσαι τὴν προπατορικὴν ἁμαρτίαν τῇ διαδοχῇ· ὥστε μηδένα κατὰ σάρκα γεννᾶσθαι, ὃς τὸ φορτίον οὐκ ἐπιφέ­ρει τοῦτο, καὶ τοὺς καρποὺς αὐτῆς οὐκ αἰσθάνεται ἐν τῷ νῦν αἰῶνι.
Κεφάλαιον ζ΄. Πιστεύομεν τὸν υἱὸν τοῦ Θεοῦ, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, κένωσιν ὑποστῆναι, τουτέστιν ἐν τῇ ἰ­δίᾳ ὑποστάσει τὴν ἀνθρωπίνην σάρκα προσειληφέναι, ἐκ Πνεύματος ἁγίου ἐν τῇ γαστρὶ τῆς ἀεὶ παρθένου Μαρίας συλληφθέντα καὶ ἐνανθρωπήσαντα, γεννηθέντα, παθόντα, ταφέντα καὶ ἀναστάντα ἐν δόξῃ, σωτηρίαν πᾶσι τοῖς πιστοῖς καὶ δόξαν προξενῆσαι. Ὃν καὶ προσδοκῶμεν ἐλευσόμενον κρῖναι ζῶντας καὶ νεκρούς.
Κεφάλαιον η΄. Πιστεύομεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χρι­στόν, ἐν δεξιᾷ τοῦ Πατρὸς καθεζόμενον, ἐκεῖ μεσίτην εἶναι, καὶ ὑπὲρ ἡμῶν ἐντυγχάνειν, μόνον ἔργον πράττοντα ἀληθινοῦ καὶ γνησίου ἀρχιερέως καὶ μεσίτου. Ὅθεν καὶ μόνος κήδεται τῶν ἰδίων, καὶ προΐσταται τῆς Ἐκκλησίας, αὐτὴν τῇ τῶν εὐλογιῶν ποικιλότητι καὶ κοσμῶν καὶ πλουσιωτέραν ἀποδεικνύμενος.
Κεφάλαιον θ΄. Πιστεύομεν μηδένα σώζεσθαι ἄνευ πίστεως. Πίστιν δὲ λέγομεν τὴν ἐν Χριστῷ Ἰησοῦ δικαιοῦσαν, ἣν ἥ τε ζωὴ καὶ ὁ θάνατος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἡμῖν ἔτεκε, καὶ τὸ εὐαγγέλιον κηρύττει, καὶ ἧς ἄνευ τῷ Θεῷ εὐαρεστῆσαι ἀδύνατον.
Κεφάλαιον ι΄. Πιστεύομεν τὴν λεγομένην Καθολικὴν Ἐκκλη­σίαν τοὺς ἐν Χριστῷ πιστοὺς καθόλου περιέχειν, εἴτε κεκοιμένους καὶ εἰς τὴν πατρίδα ἀποκαταστάντας, εἴτε καὶ νῦν ἐν τῇ ὁδῷ παρεπιδήμους. Ἧς τινος Ἐκκλησίας, διότι θνητὸς ἄν­θρωπος κεφαλὴ οὐδοπωσοῦν εἶναι δύναται, αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μόνος κεφαλή ἐστι, καὶ αὐτὸς τοὺς οἴακας ἔχων ἐν τῇ τῆς Ἐκκλησίας κυβερνήσει πηδαλιουχεῖ. Διότι δ’ ὅμως ἐν τῇ παροικίᾳ αἱ κατὰ μέρος ἐκκλησίαι ὁραταί εἰσι καὶ κατὰ τάξιν ἑκάστη ἔχει τὸν προϊστάμενον, αὐτὸν μὴ καλεῖσθαι κυρίως κεφαλὴν τῆς μερικῆς ἐκείνης ἐκκλησίας, ἀλλ’ ἐν καταχρήσει, ὅτι ἐν αὐτῇ μέλος ἐστὶ προηγούμενον.
Κεφάλαιον ια΄. Πιστεύομεν τὰ μέλη τῆς Καθολικῆς Ἐκ­κλησιας εἶναι τοὺς ἁγίους τοὺς εἰς τὴν αἰώνιον ζωὴν ἐκλελεγμένους, ὧν τοῦ κλήρου καὶ τῆς μετοχῆς ἀποκλείεσθαι τοὺς ὑποκριτάς· εἰ καὶ καταλαμβάνομεν καὶ ὁρῶμεν ἐν ταῖς μερικαῖς ἐκκλησίαις τὸν σῖτον τοῖς ἀχύροις συναναμιγνύμενον.
Κεφάλαιον ιβ΄. Πιστεύομεν ἐν τῇ παροικίᾳ ὑπὸ τοῦ παναγί­ου Πνεύματος ἁγιάζεσθαι καὶ διδάσκεσθαι τὴν Ἐκκλησίαν. Αὐτὸ γάρ ἐστιν ὁ ἀληθὴς παράκλητος, ὃν πέμπει παρὰ τοῦ Πατρὸς ὁ Χριστός, διδάξαι τὴν ἀλήθειαν καὶ τὸ σκότος ἀπὸ τῆς τῶν πιστῶν διανοίας ἀπελάσαι. Ἀληθὲς γὰρ καὶ βέβαιόν ἐστιν ἐν τῇ ὁδῷ δύνασθαι ἁμαρτάνειν τὴν Ἐκκλησίαν, καὶ ἀντὶ τῆς ἀληθείας τὸ ψεῦδος ἐκλέγεσθαι. Τῆς πλάνης δὲ ταύτης καὶ τῆς ἀπάτης μόνου τοῦ παναγίου Πνεύματος ἡ διδαχὴ καὶ τὸ φῶς ἡμᾶς ἀπαλλάτει καὶ οὐκ ἀνθρώπου θνητοῦ· εἰ καὶ δυνατὸν τοῦτο ἐνεργεῖσθαι δι’ ὑπηρεσίας τῶν πιστῶς διακονούντων τῇ Ἐκκλησίᾳ.
Κεφάλαιον ιγ΄. Πιστεύομεν πίστει δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐξ ἔργων. Πίστιν δ’ ὅταν λέγωμεν, τὸ τῆς πίστεως νοοῦμεν ἀναφορικόν, ὅπερ ἐστὶν ἡ δικαιοσύνη τοῦ Χριστοῦ ἧς ἡ πίστις, χειρὸς ἔργον πληροῦσα, δραξαμένη, αὐτὴν ἡμῖν εἰς σωτηρίαν προσοικειοῖ, ὅπερ ἐπὶ συστάσει καὶ οὐκ ἐπὶ ζημίᾳ τῶν ἔργων ἀποφαινόμεθα. Ἐπεὶ καὶ τὰ ἔργα μὴ δεῖν ἀμελεῖσθαι, ὡς μέσα ὄντα ἀναγκαῖα ἐπὶ μαρτυρίᾳ τῆς πίστεως πρὸς βεβαίωσιν τῆς ἡμῶν κλήσεως, διδάσκει ἡμᾶς αὐτὴ ἡ ἀλήθεια. Ἅμα δὲ ἐξ ἑαυτῶν μηδαμῶς ἀρκετὰ εἶναι ἐν τῷ Χριστοῦ βήματι παρρησιάσαι, καὶ ἐπάξιον αἰτήσασθαι τὴν ἀντιμισθίαν, καὶ σῶσαι τὸν κτησάμενον· τοῦθ’ οὕτως ἔχειν μαρτυρεῖ ἡ ἀνθρωπίνη ἀσθένεια. Ἡ δὲ τοῦ Χριστοῦ δικαιοσύνη τοῖς μετανοοῦσι προσαχθεῖσα καὶ προσοικειωθεῖσα μόνη δικαιοῖ καὶ σῴζει τὸν πιστόν.
Κεφάλαιον ιδ΄. Πιστεύομεν ἐν τοῖς οὐκ ἀναγεννηθεῖσι τὸ αὐτεξούσιον νεκρὸν εἶναι, μηδαμῶς ἐκείνων ἰσχυόντων ποιῆσαι τὸ ἀγαθόν, καὶ ὅ,τι ποιήσαιεν ἁμαρτίαν εἶναι· ἐν δὲ τοῖς ἀναγεννηθεῖσι διὰ τῆς τοῦ παναγίου Πνεύματος χάριτος ζωογονεῖσθαι τὸ αὐτεξούσιον, καὶ ἐνεργεῖν μέν, οὐκ ἄνευ βοηθείας δὲ τῆς χάριτος. Ὁ ἄνθρωπος τοιγαροῦν ἀναγεννηθείς, ἵνα ποιῇ τὸ ἀγαθόν, ἀνάγκη προηγεῖσθαι καὶ προφθάνειν τὴν χάριν, ἧς ἄνευ τραυματίας ἐστὶ καὶ τοσαύτας ἔχει πληγάς, ὅσας παρὰ τῶν λῃστῶν λαβὼν ὁ ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ καταβαίνων, ὥστε μηδὲν ἐξ ἑαυτοῦ ἢ δύνασθαι ἢ ἐργάζεσθαι.
Κεφάλαιον ιε΄. Πιστεύομεν τὰ εὐαγγελικὰ μυστήρια ἐν τῇ Ἐκκλησίᾳ εἶναι, ἅπερ ὁ Κύριος παρέδωκεν ἐν τῷ εὐαγγελίῳ, κἀκεῖνα δύο εἶναι. Τοσαῦτα γὰρ ἡμῖν παρεδόθη, καὶ ὁ νομοθετήσας οὐ πλείω παρέδωκε. Ταῦτα δὲ συνίστασθαι ἐκ ῥήματος καὶ στοιχείου· εἶναι δὲ σφραγίδας τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν καὶ χάριτος πρόξενα, κατέχομεν ἀσφαλῶς. Ἵνα δὲ τέλειον ᾖ τὸ μυστήριον καὶ ὁλόκληρον, δέον συντρέχειν τήν τε χοϊκὴν ὕλην καὶ τὴν ἐξωτέραν πρᾶξιν μετὰ τῆς τοῦ χοϊκοῦ πράγματος ἐκείνου χρήσεως, τῆς νομοθετηθείσης παρὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡνωμένης μετὰ πίστεως εἰλικρινοῦς· ὅτι ἠλαττωμένης τῆς πίστεως τοῖς μεταλαμβάνουσιν, ἡ ὁλοκληρία τοῦ μυστηρίου οὐ σῴζεται.
Κεφάλαιον ις΄. Πιστεύομεν τὸ βάπτισμα εἶναι μυστήριον παρὰ τοῦ Κυρίου νενομοθετημένον, ὅπερ εἰ μή τις λάβῃ, κοι­νωνίαν οὐκ ἔχει μετὰ τοῦ Χριστοῦ, οὗτινος ἐκ τοῦ θανάτου, τῆς ταφῆς καὶ τῆς ἐνδόξου ἀναστάσεως ἀναβλύζει πᾶσα ἡ δύναμις καὶ ἡ ἐνέργεια τοῦ βαπτίσματος. Διὸ τοῖς οὕτω βαπτισθεῖσιν, ὡς ἐντέταλται ἐν τῷ εὐαγγελίῳ, οὐκ ἀμφιβάλλομεν ἀφεῖσθαι τὰς ἁμαρτίας, τήν τε προπατορικὴν καὶ ὅσας ἄλλας ἦν πεπραχὼς ὁ βαπτισθείς· ὥστε τοὺς λελουμένους ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἀναγεγεννημέ­νους εἶναι, κεκαθαρμένους καὶ δεδικαιωμένους. Περὶ δὲ τοῦ ἐκ δευτέρου βαπτίζεσθαί τινα ἐντολὴν οὐκ ἔχομεν ἀναδιπλάζεσθαι τὸ βάπτισμα. Διὰ τοῦτο ἀπέχειν ὀφείλομεν ἀπὸ τοῦ τοιούτου ἀτοπήματος.
Κεφάλαιον ιζ΄. Πιστεύομεν τὸ ἕτερον μυστήριον, τὸ παρὰ τοῦ Κυρίου νενομοθετημένον ἐκεῖνο εἶναι, ὅπερ εὐχαριστίαν λέγομεν. Τῇ νυκτὶ γάρ, ᾗ παρεδίδου ἑαυτὸν ὁ Κύριος, λαβὼν ἄρτον καὶ εὐλόγησας, ἔλεγε τοῖς ἀποστόλοις· λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου. Καὶ λαβὼν τὸ ποτήριον εὐχαριστίας ἔλεγε· πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ ὑπὲρ ὑμῶν ἐκχυνομενον, τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Καὶ προστίθησιν ὁ Παῦλος· ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸν ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλετε. Αὕτη ἐστὶν ἡ ἁπλῶς ἀληθὴς καὶ γνησία τοῦ θαυμαστοῦ μυστη­ρίου παράδοσις, οὗτινος ἐν τῇ ἐγχειρίσει καὶ διακονίᾳ τὴν ἀληθῆ καὶ βεβαίαν παρουσίαν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογοῦμεν καὶ πιστεύομεν· πλὴν ἣν ἡ πίστις ἡμῖν παρίστησι καὶ προσφέρει, οὐχ ἣν ἡ ἐφευρεθεῖσα εἰκῇ διδάσκει μετουσίωσις. Πιστεύομεν γὰρ τοὺς πιστοὺς μεταλαμβάνοντας ἐν τῷ δείπνῳ, τὸ σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐσθίειν, οὐκ αἰσθητῶς τοῖς ὀδοῦσι τρύχοντας καὶ ἀναλύοντας τὴν μετάληψιν, ἀλλὰ τῇ τῆς ψυχῆς αἰσθήσει κοινωνοῦντας. Τὸ γὰρ σῶμα τοῦ Κυρίου οὐκ ἔστιν, ὅπερ ἐν τῷ μυστηρίῳ τοῖς ὀφθαλμοῖς ὁρᾶταί τε καὶ λαμβάνεται, ἀλλ’ ὅπερ πνευματικῶς ἡ πίστις λαβοῦσα ἡμῖν πα­ριστάνει τε καὶ χαρίζεται. Ὅθεν ἀληθές ἐστιν, ἐσθίειν ἡμᾶς καὶ μετέχειν καὶ κοινωνοὺς εἶναι, ἐὰν πιστεύωμεν· ἐὰν οὐ πιστεύωμεν, παντὸς ἡμᾶς τοῦ μυστηρίου κέρδους ἀφίστασθαι. Ἀκολούθως τὸ ποτήριον πίνειν ἐν τῷ μυστηρίῳ εἶναι τὸ αἷμα πίνειν ἀληθῶς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν τρόπον καὶ περὶ τοῦ σώματος εἴρηται. Ὁ γὰρ νομοθέτης, ὡς περὶ τοῦ σώματος τοῦ ἰδίου, οὕτω καὶ περὶ τοῦ ἰδίου αἵματος ἐνετείλατο, ἣν ἐντολὴν οὐ δεῖ κατὰ τὸ δοκοῦν ἑκάστῳ κολοβοῦσθαι, ἀλλὰ σώαν τηρεῖσθαι τὴν νομοθετηθεῖσαν παράδοσιν. Ὅταν οὖν ἀξίως μεθέξωμεν καὶ ὁλοκλήρως κοινωνήσωμεν ἐν τῷ μυστηρίῳ τοῦ σώ­ματος καὶ αἵματος τοῦ κυρίου Ἰησοῦ Χριστοῦ, εἶναι ἡμᾶς ἤδη ὁμολογοῦμεν διηλλαγμένους τῇ κεφαλῇ ἡμῶν καὶ ἡνωμένους καὶ συσσώμους μετὰ βεβαίας ἐλπίδος καὶ συγκληρονόμους ἔσεσθαι ἐν τῇ βασιλείᾳ.
Κεφάλαιον ιη΄. Πιστεύομεν τὰς τῶν κεκοιμημένων ψυχὰς εἶ­ναι ἢ ἐν μακαριότητι ἢ ἐν κατακρίσει, καθ’ ὅ,τι ἕκαστος ἔπραξεν· ἐκδημοῦντας γὰρ ἀπὸ τῶν σωμάτων παραυτίκα ἢ πρὸς Χριστὸν ἢ πρὸς κατάκρισιν ἐκδημεῖν. Οἷος γάρ τις εἱρίσκεται ἀποθνήσκων, παρόμοιον ἀπολαμβάνει τὸ τάλαντον, μὴ οὔσης μετὰ θάνατον μετανοίας· καιρὸς γὰρ χάριτος ὁ παρὼν αἰών. Διὰ τοῦτο οἱ ἐνταῦθα δεδικαιωμένοι οὐδαμῶς μετὰ ταῦτα ὑποκείσονται κατακρίσει. Ὅσοι δὲ πάλιν οὐκ ἐδικαιώθησαν κοιμηθέντες, εἰς αἰώνιον ἀποκληροῦνται κατάκρισιν. Ἐξ οὗ δῆλον, τὸν περὶ καθαρτηρίου μῦθον μὴ δεῖν ἡμᾶς προσίεσθαι, ἀλλ’ ἐν ἀληθείᾳ ἀποφαίνεσθαι, δεῖν ἕκαστον ἐν τῷ νῦν μετανοεῖν καὶ ἄφεσιν ἁμαρτιῶν διὰ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ ἐξαιτεῖν, εἰ σωθῆναι θελήσειε. Καὶ ταῦτα μὲν οὕτω.
Τὴν σύντομον ταύτην ὁμολογίαν ἡμῶν εἰς σημεῖον ἔσεσθαι ἀντιλεγόμενον τεκμαιρόμεθα, οἷς ἐραστὸν ἀδίκως ἡμᾶς διασύρειν καὶ τῶν ἡμετέρων καταψηφίζεσθαι. Ἀλλ’ ἡμεῖς θαρροῦντες εἰς τὸν Κύριον βεβαιούμεθα, ὅτι οὐ παρόψεται τοὺς ἰδίους, οὐδ’ αὐτοὺς ἐγκαταλείψει, οὔτε πάντως ἀφήσει τὴν ῥάβδον τῶν πονηρευομένων ἐπὶ τὸν κλῆρον τῶν δικαίων.
Τὴν ἄνωθεν ὁμολογίαν, λατινιστὶ πρῶτον συγγράψαντες, τό γε νῦν εἰς τὴν ἡμετέραν φράσιν μετεγλωττίσαμεν κατὰ λέξιν, ὡς κεῖται ἐν τῷ λατινικῷ πρωτοτύπω· ἐν ᾧ συντομῇ χρησάμενοι οὐκ εὐρύχωρον τὴν πραγματείαν παρεστήσαμεν, ὡς ὁ και­ρὸς ἐν χρείᾳ ἴσως ἀπῄτει. Ἀλλὰ ταῦτα μὲν τεταμιεύσθω· μετ’ οὐ πολὺ γὰρ σὺν Θεῷ φροντίσωμεν, ἵνα ἕκαστος γνῶ, ὅτι ἡ πίστις ἡμῶν ἐκείνη ἐστίν, ἣν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρέδωκε καὶ οἱ Ἀπόστολοι ἐκήρυξαν καὶ ἐδίδαξεν ἡ Ὀρ­θοδοξία. Διὰ τὶ δὲ τό γε νῦν τινες Ὀρθόδοξοι ἠρώτησαν ἡμᾶς, ὡς φρονοῦμεν περὶ μερικῶν ἄρθρων, καὶ ᾐτήσαντο ἐκδοῦναι ἡμᾶς τὴν ἡμετέραν γνώμιν, διὰ τοῦτο ταῦθ’ ἅπερ ἕπεται τοῖς ἀνωτέροις προστιθέμεθα, ὡς ὁρᾶτε.
Ἐρώτησις α΄. Εἰ δεῖ τὴν ἱερὰν Γραφὴν κοινῶς παρὰ πάντων τῶν χριστιανῶν ἀναγινώσκεσθαι;
Ἀπόκρισις. Ὀφείλουσιν οἱ πιστοὶ πάντες χριστιανοὶ τὰ τῆς ἱερᾶς Γραφῆς, εἰ μὴ πάντα, ἀλλὰ γοῦν τὰ ἀναγκαῖα οὐκ ἀγνοεῖν, καὶ πιστεύειν καὶ ὁμολογεῖν καὶ ἀπαγγέλεσθαι τὰ ἐν αὐτῇ. Οὐδὲ γὰρ ἄλλοθεν ἢ παρὰ τῆς ἱερᾶς Γραφῆς μανθάνομεν ἢ αὐτὴν ἀναγινωσκοντες ἢ τὰ ἐν αὐτῇ παρὰ πιστῶν ἀν­θρώπων ἀπαρερμηνεύτως ἀκούοντες. Ὡς γὰρ τὸ ἀκούειν τὰ τῆς ἱερᾶς Γραφῆς οὐδενὶ τῶν χριστιανῶν ἀπηγόρευται, οὕτως οὐδὲ τὸ ἀναγινώσκειν· ἐγγὺς γὰρ αὐτῶν ἐστι τὸ ῥῆμα καὶ ἐν τῷ στόματι καὶ τῇ καρδίᾳ. Διὰ τοῦτο ὁ πιστὸς χριστιανός, ἐν ὁποίᾳ οὖν τάξει, ἀδικηθείη προφανῶς ὑστερούμενος καὶ κω­λυόμενος ἢ τῆς ἀκροάσεως τῆς ἱερᾶς Γραφῆς ἢ τῆς ἀναγνώσεως. Ἴσον γάρ ἐστιν ὑστερεῖν καὶ ἅπτεσθαι κωλύειν τροφῆς πνευματικῆς τὴν πεινῶσαν ψυχήν.
Ἐρώτησις β΄. Εἰ σαφής ἐστιν ἡ Γραφὴ τοῖς ἀναγινώσκουσι χριστιανοῖς;
Ἀπόκρισις. Τὴν ἱερὰν Γραφὴν ἱκανὰς μὲν ἔχειν πολλαχοῦ τὰς δυσκολίας ἐν τῷ γράμματι καὶ ταῖς λέξεσι, βέβαιόν ἐστι· τὰ δὲ ἐν αὐτῇ τῆς πίστεως δόγματα λαμπρὰ καὶ σαφῆ τοῖς ἀναγεννηθεῖσι καὶ φωτισθεῖσιν ὑπὸ τοῦ ἁγίου Πνεύματος. Ἐξ οὗ δῆλον, τὸν ἀναγινώσκοντα δύνασθαι μὲν πολλάκις εἰς δυσκο­λίαν ἥντινα οὖν ἐμπεσεῖν, ἀλλὰ τῇ τοῦ παναγίου Πνεύματος χάριτι φωτισθέντα παρ’ αὐτῆς τῆς Γραφῆς ἀναλόγως τὰς λέ­ξεις καὶ τὸ γράμμα συγκρίνοντα τήν τε λύσιν ἀναλαμβάνειν καὶ σὺν αὐτῇ ὀρθὴν τὴν διάνοιαν. Διὸ καὶ λύχνος καὶ φῶς ἡ Γραφή, φωτίζουσα τὴν διάνοιαν τῶν πιστῶν καὶ ἀπελαύνουσα τὸ σκότος.
Ἐρώτησις γ΄. Ἱερὰν Γραφὴν ποία βιβλία καλεῖς;
Ἀπόκρισις. Ἱερὰν Γραφὴν πάντα τὰ κανονικὰ βιβλία λέγομεν, ἅπερ ὡς κανόνα τῆς πίστεως ἡμῶν καὶ τῆς σωτηρίας παρελάβομεν καὶ κρατοῦμεν μάλισθ’ ὅτι τὸ θεόπνευστον ἡμῖν προβάλλουσα τὴν διδασκαλίαν, καὶ αὐτάρκη κατηχῆσαι, φωτίσαι καὶ τελειῶσαι τὸν τῇ πίστει προσερχόμενον. Ταῦτα δὲ τὰ κανο­νικὰ βιβλία τοσαῦτα τὸν ἀριθμὸν εἶναι πιστεύομεν, ὅσα ἡ ἐν Λαοδικείᾳ σύνοδος ἀπεφήνατο καὶ ἡ τοῦ Χριστοῦ Καθολικὴ καὶ Ὀρθόδοξος Ἐκκλησία ὑπὸ τοῦ παναγίου Πνεύματος φωτισθεῖσα μέχρι τοῦ παρόντος ὑπαγορεύει. Ἅπερ δὲ ἀπόκρυ­φα λέγομεν, διὰ τοῦτο τὸ ἐπώνυμον οὕτως ἔχουσιν, ὅτι τὸ κῦρος παρὰ τοῦ παναγίου Πνεύματος οὐκ ἔχουσιν, ὡς τὰ κυρίως καὶ ἀναμφιβόλως κανονικὰ βιβλία, ἐν οἷς ἡ τοῦ Μωυσέως πεντάτευ­χος καὶ τὰ ἁγιόγραφα καὶ οἱ προφῆται, ἅτινα ὥρισεν ἀναγινώσκεσθαι ἡ ἐν Λαοδικείᾳ σύνοδος, ἀπὸ τῆς παλαιᾶς Διαθήκης βιβλία εἴκοσι δύο· ἀπὸ δὲ τῆς νέας πλουτοῦμεν τοὺς τέσσαρας εὐαγγελιστάς, τὰς πράξεις, τὰς ἐπιστολὰς μακαρίου Παύλου καὶ τὰς καθολικάς, αἷς συνάπτομεν καὶ τὴν ἀποκάλυψιν τοῦ ἠγαπημένου. Καὶ ταῦτα μὲν εἶναι τὰ κανονικὰ βιβλία κρατοῦμεν, καὶ ταῦτα ἱερὰν Γραφὴν λέγεσθαι ὁμολογοῦμεν.
Ἐρώτησις δ΄. Περὶ τῶν εἰκόνων πῶς ὀφείλομεν φρονεῖν;
Ἀπόκρισις. Ὡς παρὰ τῆς θείας καὶ ἱερᾶς Γραφῆς διδασκόμεθα, λεγούσης τρανῶς· οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, οὐ προ­σκυνήσεις αὐτοῖς, οὐδὲ μὴ λατρεύσεις αὐτοῖς, ὀφειλόντων ἡμῶν οὐ τῇ κτίσει, ἀλλὰ μόνῳ τῷ κτίστῃ καὶ ποιητῇ τοῦ οὐρανοῦ καὶ τῆς γῆς λατρεύειν, κἀκεῖνον μόνον προσκυνεῖν. Ἐξ ὧν δῆλον, ὅτι τὴν ἱστορίαν, ἐπίσημον τέχνην οὖσαν, οὐκ ἀποβάλλομεν, ἀλλὰ καὶ εἰκόνας ἔχειν καὶ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων τῷ βουλομένῳ παρέχομεν· τὴν δὲ λατρείαν καὶ θρησκείαν αὐτῶν, ὡς ἀπηγορευμένην παρὰ τοῦ ἁγίου Πνεύματος ἐν τῇ ἱερᾷ Γρα­φῇ ἐξουδενοῦμεν, ἵνα μὴ λάθωμεν ἀντὶ τοῦ κτίστου καὶ ποιητοῦ χρώματα καὶ τέχνην καὶ κτίσματα προσκυνεῖν. Καὶ τὸν ἄλλως φρονοῦντα ἄθλιον ἡγούμεθα, ὡς δεινὸν ἔχοντα σκότος ἐν ταῖς φρεσὶ καὶ πεπωρωμένην τὴν καρδίαν. Καὶ ἦν ἂν κρεῖσσον τοῦ Θεοῦ ἐντολῇ ἀποτάσσεσθαι, ἢ ἀνθρώπων πείθεσθαι ματαιολογίαις. Ὅπερ ἐν φόβῳ Θεοῦ καὶ ἀγαθῇ συνειδήσει ἐκτιθέμεθα, εἰ καὶ στῆσαι τὴν φορὰν κρεῖττον ἢ καθ’ ἡμᾶς εἶναι ὁμολογοῦμεν. Οὕτω μὲν ἐγγράφως τοῖς ἐρωτήσασιν ἡμᾶς ἀποκρινάμενοι ἐπεράναμεν, καὶ τὰς ἀποκρίσεις τῇ ἡμετέρᾳ ὁμολογίᾳ συνήψαμεν. Δώῃ δὲ ὁ Κύριος τοῖς πᾶσιν ἐν πᾶσιν ὀρθῶς φρονεῖν καὶ συνείδησιν εἰλικρινῆ.

Ἐδόθη ἐν Κωνσταντινοπόλει, μηνὶ Ἰανουαρίῳ ,αχλα΄
Κύριλλος Πατριάρχης Κωνσταντινουπόλεως

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 565-570.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου