γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Κυριακή 2 Οκτωβρίου 2016

Μητροφάνους Κριτοπούλου, Ομολογία Πίστεως (1625 μ.Χ.), Μέρος Α΄


ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ

ΣΥΓΓΡΑΦΕΙΣΑ ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625 μ.Χ.

ΜΕΡΟΣ Α΄

Προοίμιον.

Ἡ περὶ τὰ θεῖα σπουδὴ καὶ διηνεκὴς μελέτη τοσοῦτον φαίνεται πασῶν τῶν ἄλλων σπουδῶν ὑπερφέρουσα, ὅσον ἐκεῖναι μὲν περὶ φθαρτῶν καὶ ἐπικήρων πραγμάτων καταγινόμεναι, πρὸς τῷ τὸν τοῦ ἀνθρώπου νοῦν, τὸ θειότερον τῆς ψυ­χῆς, κωλύειν τῆς εἰς τὰ ἄνω ὁρμῆς κάτω περὶ τὴν ὕλην τοῦτο καθέλκουσαι, καὶ τὸ χρήσιμον πάνυ ὀλίγον, ἀβέβαιόν τε καὶ πρόσκαιρον ἔχουσιν. Αὕτη δέ, περὶ θείων καὶ οὐρανίων ἀναστρεφομένη, πείθει τὸν μελετῶντα ὑπερορᾶν μὲν τῶν τῇδε καὶ κάτω πατουμένων, ἅτε μὴ δυναμένων συμπαρομαρτεῖν τοῖς τὴν ἄνω πορείαν ἰοῦσιν, ἀλλ’ ἅμα τῷ ἄρξασθαι καὶ τὸ παύεσθαι ὑφισταμένων καθάπερ αἱ πομφό­λυγες, ἄνω δὲ καὶ ὑψοῦ τὸ τοῦ νοῦ πτερὸν αἴρειν καὶ τῆς ἧς πρὸς τὴν ὕλην ἀρχῆθεν εἴληχε συναφείας καδδύναμιν ὑπανασπᾶν, ἵνα μὴ τοῖς τῇδε ἐπὶ πολὺ παραμένον, κατασύροιτο ἐλεεινῶς καὶ τῷ βορβόρῳ τῶν κοσμικῶν φροντίδων καταβαπτίζοιτο καὶ καταποντίζοιτο.

Πρὸς ἣν θεοτερπῆ σπουδὴν ὁ μακάριος Πέτρος, ὁ τῶν Ἀποστόλων τοῦ Χρι­στοῦ πρόεδρος, διεγείρων τοὺς ἄρτι ἀπό τε τοῦ σκιώδους Ἰουδαϊσμοῦ, ἀπό τε τῆς πλανήσεως τῶν ἐθνῶν ἐπὶ τὴν ἀμώμητον τῶν χριστιανῶν θρησκείαν ἀνακύψαντας, παρῄνει λέγων, γίνεσθε «ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος, μετὰ πρᾳΰτητος καὶ φόβου»[1], ἅμα μὲν πλατύνεσθαι καὶ λαμπρύνεσθαι τὴν ἐκείνων ὀρθὴν διδασκαλίαν βουλόμενος διὰ τῆς παραχρῆμα καὶ ἐξ ὑπογυίου πρὸς πάντας ἀποκρίσεως, ἅμα δὲ τῶν γηίνων φροντί­δων τούτους ἀφέλκων, τῷ πείθειν αὐτοὺς τοιαῦτα μελετᾶν ἀεί, καὶ περὶ τοιαύτην ἀπολογίαν παρασκευάζεσθαι.
Ἐχρῆν οὖν καὶ ἡμᾶς ταύτην ἀεὶ μελετᾶν καὶ ταύτῃ ἐνασχολεῖσθαι νύκτωρ καὶ μεθ’ ἡμέραν, ἐντολήν τε πληροῦντες ἀποστολικὴν καὶ τὸ ἐν ἡμῖν κατ’ εἰκόνα Θεοῦ τῇ ταύτης σπουδῇ καὶ συνεχεῖ ἀσκήσει λαμπρότερον ὡς οἷόν τε παριστάνοντας. Ἐπεὶ δὲ αἵ τε ἀπὸ τῆς ὁδοιπορίας δυσχέρειαι, αἵ τε τοῦ σώματος πυκναὶ καὶ ἀλλεπάλληλοι νόσοι ἐμποδών μοι τέως καθεστήκασι πρὸς τὴν τοιαύτην θεάρεστον ἄσκησιν, ἀλλὰ γοῦν σιγὴν ἄγειν βαθεῖαν, ἐπιγινώσκοντα τὴν ἐμὴν ἀσθένειαν, βέλτιον ἂν εἴη ἢ τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν καὶ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν, τὸ τοῦ λόγου, ὡς ἂν μὴ τόλμην καὶ αὐθάδειαν παρὰ τῶν δεινῶν τὰ τοιαῦτα δικάζειν κατακριθῶμεν. Ὅμως ἡ τῶν σοφωτάτων καὶ λαμπροτάτων διδασκάλων τῆς περιφανεστάτης Ἀκαδημίας Ἰουλίας πρός με φιλανθρωπία καὶ πολλὴ εὔνοια μείζων ἐγένετο, ἢ ὥστε με πρὸς τὴν ἐκείνων αἴτησιν ἀνανεῦσαι, ἣν ᾐτήσαντο γνῶναι περὶ τῆς Ἀνατολικῆς Ἐκκλησίας, ὅπως τε αὕτη καταστάσεως ἔχει τῷ νῦν χρόνῳ ὑπὸ τὸν σκληρὸν καὶ δυσβάστακτον τῆς βαρβαρικῆς τυραννίδος ζυγὸν τελοῦσα καὶ ὅπως περὶ τὴν χριστιανικὴν ὀρθόδοξον πίστιν διάκειται. Ἔδοξαν γάρ τινες ἄλλοι ἀμφιβάλλειν καὶ βεβαιωθέντες αὖθις θαυμάσαι, εἰ ἔτι σῴζεται Χριστιανισμὸς ἐν τῇ Ἀνατολῇ, ὅπου ὁ Ἀντίχριστος ἐπικρατεῖ καὶ τοῦτον συντόνως διώκει. Ἐγὼ δὲ ὑπὸ τῶν ἐκείνων πολλῶν πρός με εὐεργεσιῶν, ἐπιλαθόμενος τῆς ἐμῆς ταπεινότητος καὶ περὶ τὰ τοιαῦτα ἀδυναμίας, ἥκω πληρώσων τὴν τούτων αἴτησιν, ἐπικαλεσάμενος πρότερον τὴν ἄνωθεν ἐπικουρίαν ἀντιλαβέσθαι τῆς ἐμῆς ἀσθενείας καὶ χάριν ἐμπνεῦσαί μοι, ὅπως ἀκριβῶς καὶ ἄνευ τῆς οἱασοῦν προσθαφαιρέσεως δυνήσομαι τὴν Ὁμολογίαν τῆς Ἀνατολικῆς Ἐκκλησίας ἐκδοῦναι, ὅπως αὕτη δηλαδὴ τὸν ἀληθῆ Χριστιανισμὸν κατέχει καὶ τὶ τὰ ταύτης τέκνα ὁσημέραι διδάσκει.

Κεφάλαιον α΄. Ἡ διδασκαλία τῆς Ἐκκλησίας.

Διδάσκει τοιγαροῦν ἡ καθο­λικὴ αὕτη καὶ ἀποστολικὴ Ἐκκλησία θεμέλιον τῆς ἡμῶν σωτηρίας αὐτὸν καὶ μόνον τὸν Θεὸν εἶναι, τὸν τὸ εἶναι ἡμῖν χαρισάμενον καὶ τὸ εὖ ἔσεσθαι δωρησόμενον· κἀντεῦθεν τὸ γινώσκειν αὐτὸν πρὸ πάντων τῶν ἄλλων τίθησι. Βούλεται δὲ τὴν τοιαύτην διδασκαλίαν διαιρεῖσθαι εἴς τε τὴν ἁπλῆν Θεολογίαν καὶ εἰς τὴν οἰκονομικήν.
Τὰ μὲν οὖν τῆς ἁπλῆς Θεολογίας εἶναι διδάσκει τὸ γινώσκειν ἕνα καὶ μόνον Θεόν, τουτέστι μίαν οὐσίαν Θεοῦ, ἄναρχον, ἀγέννητον καὶ ἀγένητον, ἀΐδιον, ποιητικὴν ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων, κυβερνητικήν, προνοητικὴν καὶ σωστικὴν πάσης κτίσεως ὁρωμένης τε καὶ οὐχ ὁρωμένης. Ταύτην δὲ τὴν μακαρίαν καὶ ὑπέρθεον οὐσίαν τρισυπόστατον εἶναι καὶ αὕτη πιστεύει καὶ τοὺς ἄλλους μαθητεύει, τουτέστιν ἐν τρισὶν ὁμοτίμοις καὶ ἀδιαιρέτοις ὑποστάσεσιν. Ἃς δὴ μακαρίας καὶ ὑπεραγίας ὑποστάσεις οὔτε μέρη θεότητος οἴεται, οὔτε ποιότητας ἐν ἄλλῳ θεωρουμένας, ἀλλ’ ἑκάστην τούτων ἰδίως καὶ καθ’ ἑαυτὴν ὑφισταμένην ἐν μιᾷ καὶ τῇ αὐτῇ οὐσίᾳ, κοινῇ οὔσῃ τῶν τριῶν ὑποστάσεων, ἀκοινωνήτῳ ἰδιώματι τῶν ἄλλων διϊσταμένην. Οὔτε μὴν ἐκ τούτων τὴν θεότητα δοξάζει, ἵνα μὴ σύνθεσις ὑπονοηθῇ κατὰ τῆς ἁπλῆς καὶ ἀσύνθετου φύσεως, ἀλλ’ ἐν αὐταῖς τὴν μίαν θεότητα κηρύττει.
Τούτων δὲ τῶν τριῶν θεαρχικῶν ὑποστάσεων παρέλαβεν ἔκ τε τῆς ἁγίας Γραφῆς καὶ ἐκ τῆς ἀρχαίας Ἐκκλησίας, τὴν μὲν Πατέρα καλεῖσθαι καὶ προβολέα καὶ νοῦν, τὴν δὲ Υἱὸν καὶ Λόγον, τὴν δὲ Πνεῦμα ἅγιον καὶ πρόβλημα. Ἡ σχέσις δέ, ἣν πρὸς ἀλλήλας αὗται ἔχουσιν, αὕτη ἐστίν. Ὁ Πατὴρ τοῦ Υἱοῦ ἐστι πατήρ, τοῦ δὲ ἁγίου Πεύματος προβολεύς, ἀμφοῖν δὲ νοῦς. Ὁ Υἱὸς τοῦ μὲν Πατρὸς μό­νου υἱός, κοινῇ δὲ Πατρὸς καὶ Πνεύματος λόγος· (ἔστι γὰρ τὸ ἅγιον Πνεῦμα λογικόν, ἔστι δὲ καὶ Θεός· ἄλλος δὲ λόγος ἐν τῷ Θεῷ παρὰ τὸν οὐσιώδη καὶ ἐνυπόστατον οὐ δύναται εἶναι· οὐκ ἄρα οὐδὲ τὸ ἅγιον Πνεῦμα δεηθήσεται ἄλλου λόγου, τὸν οὐσιώδη καὶ ἐνυπόστατον ἔχον ὡς Θεός). Τὸ δὲ ἅγιον Πνεῦμα, προόβλημα μὲν μόνου τοῦ Πατρός, Πνεῦμα δὲ κοινῇ Πατρὸς καὶ Υἱοῦ.
Ὁμολογεῖ δὲ ἡ Ἐκκλησία ἐν τῇ ἁγίᾳ Τριάδι μίαν ἀρχὴν καὶ ἓν αἴτιον, τὸν Πατέρα· Υἱὸν δὲ καὶ ἅγιον Πνεῦμα αἰτιατὰ ἐκ τῆς ὑποστάσεως τοῦ Πατρὸς ἀμφότερα φυσικῶς πεφυκότα, τὸν μὲν Υἱὸν γεννητῶς, τὸ δὲ ἅγιον Πνεῦμα ἐκπορευτῶς, ἄμφω δὲ τῆς αὐτῆς οὐσίας τῷ Πατρί· κἀντεῦθεν ὁμοούσιον τὴν ἁγίαν Τριάδα κηρύττει.
Ἐπεὶ δὲ οἱ περὶ τὸν Πάπαν τῆς παλαιᾶς Ῥώμης μέμφονται ἡμῖν λίαν ἀκαίρως, μὴ ὁμολογοῦσι τὸ ἅγιον Πνεῦμα κἀκ τοῦ Υἱοῦ ὑφίστασθαι, τουτέστι μὴ κηρύττουσι δύο ἀρχὰς καὶ δύο αἴτια ἐπὶ τοῦ ἑνὸς Θεοῦ, (τοῦτο γὰρ ἕπεται πάντως τῷ λέγειν ἐξ ἀμφοῖν ὑφίστασθαι τὸ ἅγιον Πνεῦμα), ῥητέον βραχέα περὶ τούτου, ἵνα φανῇ μὲν ἡ ἡμέτερα ὀρθοδοξία, ἐλεγχθῇ δὲ ἡ ἐκείνων καθ’ ἡμῶν σὺν οὐδενὶ λόγῳ μεμψιμοιρία.
Δεῖ δὲ πρῶτον εἰπεῖν περὶ τῆς ὁμωνυμίας τοῦ Πνεύματος καὶ τῶν τοῦ ἐκπορεύεσθαι σημαντικῶν, καὶ τότε περὶ τοῦ ἀμφισβητούμενου. Τὸ ἐκπορεύεσθαι ση­μαίνει κυρίως τὸ ἔκ τινος τόπου ἐξέρχεσθαι, κατὰ τὸ «ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν Παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς» κλπ.[2]· καὶ πάλιν «ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα» κλπ.[3]. Τροπολογικῶς δὲ σημαίνει τὴν ἄχρονον ἐκ τοῦ Πατρὸς ὕπαρξιν τοῦ πανα­γίου Πνεύματος. Ἐπειδὴ γὰρ πᾶσαι αἱ γλῶσσαι καὶ αἱ διάλεκτοι ἀσθενεῖς εἰσιν ἢ ὥστε σημάναι κυριολέκτως τὰ θεῖα, ἀναγκάζονται μεταφοραῖς καὶ τροπολογίαις χρῆσθαι. Ὑφίσταται μὲν ὅ τε Υἱὸς καὶ τὸ ἅγιον Πνεῦμα ἐκ τοῦ Πα­τρός, ὁμοούσια τούτῳ ὄντα, συνάναρχά τε καὶ συναΐδια, οὐ τὸν αὐτὸν μέντοι τρόπον ἀμφότερα· ἦ γὰρ ἂν οὐδὲ κατὰ τὰς προσηγορίας διεφέρετον, ἀλλ’ ἐκαλεῖσθον ἂν ἄμφω ἤτοι υἱῷ ἢ πνεύματι. Νῦν δὲ ὁ διάφορος τῆς ὑπάρξεως τρό­πος διαφόρους καὶ τὰς προσηγορίας ἐπέθηκεν, οἳ οὐ μόνον ἡμῖν, ἀλλὰ καὶ ἀγγέλοις ἄγνωστοι· οὓς μὴ δυναμένη ἡ γλῶσσα ἐκφράσαι, ἠναγκάσθη τοιαύταις προσηγορίαις χρήσασθαι, γεννήσει μὲν ἐπὶ Υἱοῦ, ἐκπορεύσει δὲ ἐπὶ τοῦ ἁγίου Πνεύμα­τος. Ἀμφότεραι μέντοι αἱ προσηγορίαι αὗται σημαίνουσι μὴ ἀλλοτρίας εἶναι τῆς πατρικῆς, εἴτ’ οὖν προβλητικῆς, ὑποστάσεως τήν τε τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνευ­ματος· καὶ γὰρ ἐπ’ ἀνθρώπων ὁ υἱὸς τῆς αὐτῆς τε οὐσίας ἐστὶ τῷ πατρί, ἐξ οὗ γεγέννηται, καὶ ὅμοιος ἐκείνῳ ἐν πᾶσι τοῖς οὐσιώδεσι· τὸ δ’ ἐν ἡμῖν πνεῦμα ἔκ τε τῆς φύσεως πέφυκε καὶ ταύτῃ μάλα κατάλληλον, κἂν ὁ τρόπος ἐνθάδε δια­φέρει ὥσπερ ἐκεῖ.
Ἔπειτα δὲ ἡ ἐκπορεύεται λέξις σημαίνει καὶ τὴν τῶν χαρισμάτων τοῦ πανα­γίου Πνεύματος ἐπὶ τὴν κτίσιν πρόοδον εἰς ἀσφάλειαν καὶ διαμονὴν ταύτης. Ὃ δὴ καὶ κυριώτερον ἂν εἴη ἐπὶ ταύτης ἐκλαμβάνεσθαι μᾶλλον ἢ ἐπὶ τῆς ἀνάρχου ὑπάρξεως τοῦ παναγίου Πνεύματος. Ἀλλ’ ἐκεῖ μὲν διὰ τὴν ἀσθένειαν καὶ ἀπο­ρίαν τῆς γλώσσης ἐξ ἀνάγκης, ὡς εἴρηται, ἡ λέξις εἴληπται, δηλώσουσα ἡμῖν τὴν διαφορὰν τῆς υἱϊκῆς καὶ πνευματικῆς ὑποστάσεως καὶ τὴν ἀπὸ τοῦ Πατρὸς ἑκατέρων κατὰ διάφορον τρόπον ὕπαρξιν· ἐνταῦθα δὲ κυριολεκτότερον παριστάνουσα τὴν πρὸς ἡμᾶς ἐπιφοίτησιν τοῦ παναγίου Πνεύματος, ἣν δὴ ἐξ ἀμφοῖν, ἔκ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ταύτην ὁμολογεῖν οὐδὲν τὸ κωλῦον. Ἡ γὰρ πρὸς τὰ ἔξω τῆς ἁγίας Τριάδος ἐνέργεια κοινή ἐστι Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται.
Περὶ δὲ τῶν τοῦ πνεύματος σημαντικῶν οἴδαμεν ὅτι πολυσήμαντος ἡ λέξις. Πνεῦμα γὰρ ὁ ἄνεμος λέγεται, πνεῦμα τὸ ἐν τοῖς ζῴοις ζωτικόν, πνεῦμα ἡ νοερὰ καὶ λογικὴ καὶ ἀθάνατος τοῦ ἀνθρώπου ψυχή, πνεῦμα ὁ ἄγγελος, ἀλλὰ δὴ καὶ αὐτὴ ἡ τρισυπόστατος θεότης, κατὰ τὸ «Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν»[4]. Πνεῦμα καλεῖται καὶ ἕκαστον τῶν τοῦ παναγίου Πνεύματος χαρισμάτων· «ἐπαναπαύσεται ἐπ’ αὐτῷ πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα γνώσεως, πνεῦμα εὐσεβείας, πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν»[5]. Καὶ πολλαχοῦ δὲ τῆς ἁγίας Γραφῆς ἔστιν εὑρεῖν τοῦτο. Πνεῦμα δὲ ἅγιον ἐξαιρέτως λέγεται αὐτὴ ἡ τρίτη ὑπόστασις τῆς μιᾶς καὶ ὑπερθέου θεότητος.
Τρίτην δὲ λέγω τῇ τάξει, οὐ τῇ ἀξίᾳ· ὁμότιμοι γὰρ αὗται ἀλλήλαις κατὰ πάντα. Τάξιν δὲ πάλιν φημὶ τὸν χρόνον, καθ’ ὃν ἡμῖν ἐγνώσθη ἡ ἀπρόσιτος Τριάς. Καὶ γὰρ πρῶτον ὁ Πατὴρ ἐγνώσθη τοῖς ἀνθρώποις ἐν τῇ παλαιᾷ Γραφῇ, (καίπερ οὔθ’ ὁ Υἱός, οὔτε τὸ ἅγιον Πνεῦμα ἄγνωστα ἐκεῖθι, πλὴν ἀλλ’ ἀμυδρῶς πως καὶ οὐ τελείως διὰ τὴν ἀσθένειαν τῶν ἀκουόντων). Ἔπειθ’ ὁ Υἱὸς ἐφανέρωσεν ἡμῖν ἑαυτὸν διὰ σαρκός, ἅτε μὴ δυναμένοις γυμνὸν Θεὸν καὶ δίχα προκαλύμμα­τος θεάσασθαι. Τρίτον δὲ τὸ ἅγιον Πνεῦμα ἠξίωσεν ἑαυτὸ ἡμῖν ἀποκαλύψαι, καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ τρὶς μάλιστα· ἔν τε τῷ βαπτισμῷ τοῦ Σωτῆρος ἐν εἴδει πε­ριστερᾶς, ἔν τε τῇ μεταμορφώσει τοῦ αὐτοῦ ἐν σχήματι φωτεινῆς νεφέλης, καὶ κατὰ τὴν Πεντηκοστὴν ἐν εἴδει πυρίνων γλωσσῶν. Αὕτη ἐστὶν ἡ τάξις, καθ’ ἣν λέγεται τὸ ἅγιον Πνεῦμα τρίτον τῇ τάξει. Λέγοντες οὖν οἱ ἅγιοι πατέρες περὶ τῆς τοῦ παναγίου Πνεύματος ἐκπορεύσεως, εἰ μὲν ὁ λόγος αὐτοῖς περὶ τῆς χρονικῆς ἐκπορεύσεως, ἤτοι τῆς εἰς τὰ κτίσματα προόδου, ἐκ Πατρὸς ταύτην ὁμολογοῦσι διὰ τοῦ Υἱοῦ ἢ καὶ ἐξ ἀμφοῖν. Ἀλλὰ δὴ καὶ αὐτὸ ἐξ ἑαυτοῦ τὸ ἅγιον Πνεῦμα ἡμῖν ἐπιφοιτᾶ τε καὶ διαμένει, ὅτι αὐτοδέσποτον καὶ αὐτεξούσιον, καθάπερ ὅ τε Πατὴρ καὶ ὁ Υἱός, καὶ ὅτι κοινὴ ἡ τῆς ὁμοουσίου Τριάδος πρὸς τὰ ἔξω ἐνέργεια, ὡς εἴρηται. Ἡνίκα δὲ τὴν ἐκπορεύεσθαι λέξιν ἐκλαμβάνουσιν ὁμωνύμως περὶ τῆς ἀνάρχου τοῦ ἁγίου Πνεύματος ὑπάρξεως, οὐ λέγουσι ταύτην καὶ ἐκ τοῦ Υἱοῦ, ἄπαγε, πολλοῦ γε δέουσι τοῦτο νοῆσαι καὶ εἰπεῖν, ὡς ἔνεστι καταμαθεῖν παρὰ τῶν ἐκεί­νων ῥητῶν, ὧν τινα καὶ πάνυ ὀλίγα ἐνθάδε τίθημι, δηλαδὴ ὅσα τῇ μνήμῃ ἐπέρχεται.
Καὶ πρῶτον μὲν ἔστω τὸ τῆς ἁγίας καὶ οἰκουμενικῆς πρώτης συνόδου πρὸς τὸν μαθητιῶντα φιλόσοφον, οὑτωσὶ κατὰ λέξιν ἔχον. «Δέχου μίαν θεότητα τοῦ Πατρὸς τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός, ἰδίου δὲ ὄντος τοῦ Υἱοῦ, καθά φησιν ὁ θεῖος ἀπόστολος Παῦλος· «εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Δύο σημειωτέον ἐνθάδε· πρῶτον, ὅτι προσεχῶς ἡ ἁγία σύνοδος μνησθεῖσα τοῦ Υἱοῦ, ἵνα μὴ ὁ φιλόσοφος τὸ «ἐξ αὐτοῦ» ἀκούων ὑπολάβοι περὶ τοῦ Υἱοῦ, εὐθὺς ἐπήγαγε τοῦ Πατρός, ἐξ αὐτοῦ τοῦ Πα­τρὸς λέγουσα. Δεύτερον, ὅτι διαφορὰν ἐποίησεν ἡ σύνοδος μεταξὺ τοῦ «ἐκπορεύεσθαι» καὶ τοῦ «ἴδιον εἶναι»· καὶ τὸ μὲν ἐκπορεύεσθαι, ὡς αἰτίαν ὑπάρξεως ἐνταῦθα σημαῖνον, ἀπένειμε τῷ Πατρί, αἰτίῳ ὄντι Υἱοῦ καὶ ἁγίου Πνεύματος· τὸ δὲ ἴδιον εἶναι, ὡς ὁμοουσιότητα δηλοῦν, ἀπένειμε τῷ Υἱῷ, ὁμοουσίῳ ὄντι Πατρὶ καὶ ἁγίῳ Πνεύματι. Τί ταύτης τῆς διδασκαλίας σαφέστερον γένοιτ’ ἄν, τοῦ τὸ ἅγιον Πνεῦμα ἐκπορεύεσθαι, εἴτ’ οὖν ὑφίστασθαι, ἐκ μόνου τοῦ Πατρός;
Εἶτα ὁ ἐν ἁγίοις Διονύσιος ὁ Ἀρεοπαγίτης, (περὶ οὗ πολλαὶ ἀμφιβολίαι κεκίνηνται, ἀλλ’ οὐ τοῦ παρόντός ἐστι διασαφηνίζειν, μέντοι γε ὅτι παλαιοτάτη ἡ βίβλος καὶ ὅτι σοφίας καὶ πολυμαθείας μεστὴ καὶ ὅτι ὀρθοδοξίας ἐς τὰ μάλιστ’ ἔχεται, οὐδεὶς ἀντειπεῖν δύναται), οὕτω φησί. «Μόνη δὲ πηγὴ τῆς ὑπερουσίου θεο­τητος ὁ Πατήρ, οὐκ ὄντος Υἱοῦ τοῦ Πατρός, οὐδὲ Πατρὸς τοῦ Υἱοῦ, φυλαττόντων δὲ τὰ οἰκεῖα τῶν ὕμνων εὐαγῶς ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεων»[6]. Ἔτι ὁ αὐτός. «Πάλιν, ὅτι μέν ἐστι πηγαία θεότης ὁ Πατήρ, ὁ δὲ Υἱὸς καὶ τὸ Πνεῦμα τῆς θεογόνου θεότητος, (εἰ οὕτω χρὴ φάναι), βλαστοὶ θεόφυτοι καὶ οἷον ἄνθη καὶ ὑπερούσια φῶτα, πρὸς τῶν ἱερῶν λογίων παρειλήφαμεν· ὅπως δὲ ταῦτά ἐστιν, οὔτε εἰπεῖν οὔτε ἐννοῆσαι δυνατόν»[7]. Ὁρᾶτε, ὅτι μόνην πηγὴν τῆς θεότητος τὸν Πατέρα φησὶν εἶναι, Υἱὸν δὲ καὶ ἅγιον Πνεῦμα ἐκ τοῦ Πατρὸς ὑφίστασθαι, καὶ ὅτι χρὴ τὰ ἰδιώματα φυλάττεσθαι εὐαγῶς ἑκάστῃ τῶν θεαρχικῶν ὑποστά­σεων; ὡς ἄλλως σύγχυσις ἔσεται ἐν τῇ ἀσυγχύτῳ Τριάδι, ὅταν τις τὴν ἐνδοτέραν ἐνέργειαν ταύτης (λέγω δὴ τὸ γεννᾶν, τὸ ἐκπορεύειν, τὸ γεννᾶσθαι, τὸ ἐκπορεύεσθαι) μὴ ἰδίαν εἶναι δοξάζῃ ἑκάστῃ τῶν τριῶν ὑποστάσεων, ἀλλὰ κοινωνητὴν αὐ­τὴν οἴεται, ἀκοινώνητον οὖσαν. Ὥσπερ γὰρ τὴν εἰς τὰ ἔξω ἐνέργειαν κοινὴν τῶν τριῶν ὑποστάσεων ἀναγκαζόμεθα ὁμολογῆσαι, ἤγουν τὸ κτίζειν, τὸ σῴζειν τὰ κτιζόμενα, τὸ ταῦτα κυβερνᾶν καὶ διατάττειν, καὶ τἄλλα ὅσα εἰς τοῦτο ἀνήκει, ὡς ἄλλως μὴ δυναμένου γνωσθῆναι τοῦ ὁμοουσίου καὶ ὁμοδυνάμου τῶν τριῶν ὑποστάσεων, οὕτως αὖθις ἀναγκαζόμεθα ὁμολογεῖν τὴν ἐνδοτέραν τούτων ἐνέρ­γειαν ἰδίαν καὶ ἀκοινώνητον· ὡς ἄλλως οὐχ οἷόν τε ἀσυγχύτως ἀλλήλων τὰς μακαρίας ὑποστάσεις διακριθῆναι, μὴ τῆς ἐνδοτέρας ἐνεργείας τούτων ἰδίας οὔσης καὶ ἀκοινώνητου.
Μετὰ τὸν ἅγιον Διονύσιον παρείτω ὁ ἐν ἁγίοις Ἀθανάσιος ὁ πολύαθλος, διαρρήδην κηρύττων ἐν τῷ καθ’ αὑτὸν συμβόλῳ, ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ πανάγιον Πνεῦμα. Ἐπὶ καί τινες ἐν τῇ λατινικῇ μεταφράσει προσέθηκαν «καὶ ἐκ τοῦ Υἱοῦ», ἀλλὰ χάρις τῇ θείᾳ προνοίᾳ μέχρι μὲν τοῦ φθαρῆναι τὸ λατινικὸν συγχωρησάσῃ, κρίμασιν οἷς αὕτη οἶδε, φυλαξάσῃ δὲ τὸ ἑλληνικὸν ἀκίβδηλον· ἵνα σαφῶς πληρωθῇ τὸ «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν»[8]. Εἰ δὲ τοῦτο οὐ πιθανὸν δοκεῖ, καίπερ ἅλις πιθανόν, ἀλλὰ γοῦν φανερῶς ὁ αὐτὸς ἐκ μόνου τοῦ Πατρὸς τοῦθ’ ὁμολογῶν διὰ τοῦ ἡλιακοῦ παραδείγματος, ἱκανὸς ἂν εἴη τὴν ἀλήθειαν παραστῆσαι· φησὶ γάρ. «Καὶ ὥσπερ ὁ δίσκος τοῦ ἡλίου μόνος ἐστὶν αἴτιος καὶ ἀγέννητος, ἡ δὲ ἀκτὶς αἰτιατὴ καὶ γεννητὴ ἐκ τοῦ δίσκου, τὸ δὲ φῶς ἐκπορευτὸν ἐκ μόνου τοῦ δίσκου διὰ τῆς ἀκτῖνος πεμπόμενον καὶ καταλάμπον τὰ περίγεια, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ αὐτὸς μόνος ἐστὶν αἴτιος καὶ ἀγέννητος· ὁ δὲ Υἱὸς ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸς καὶ γεννητός· καὶ αὐτὸ τὸ Πνεῦμα ἐκ μόνου τοῦ Πατρὸς αἰτιατὸν καὶ ἐκπορευτόν, διὰ τοῦ Υἱοῦ ἐν τῷ κόσμῳ ἀποστελλόμενον». Ἇρ’ ἔστι ταύτης τῆς μαρτυρίας σαφέστερον; Οὐχ ὅλως οἶμαι.
Παράγω δὲ πρὸς τούτοις καὶ τὸν θεῖον Γρηγόριον τὸν Νύσσης, οὗ τὴν σοφίαν καὶ ἁγιότητα οὐδεὶς τῶν ἐν χριστιανοῖς θεολόγων ἀγνοεῖ, ὃς τῷ αἱρετικῷ Εὐνομίῳ ἀντιταττόμενος οὕτω φησί, μετὰ τὰ περὶ τοῦ Υἱοῦ ἐπάγων εὐθὺς οὑτωσὶ περὶ τοῦ ἁγίου Πνεύματος. «Καὶ πάλιν ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὐτὸν τρόπον, οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι’ αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον τοῦ πρωτοτύπου φωτός»[9]. Ἀκούετε τὴν διαφορὰν τοῦ θείου τούτου διδασκάλου, ἣν ποιεῖ μεταξὺ τοῦ λάμπειν καὶ τοῦ τὴν αἰτίαν ἔχειν; Τὴν μὲν γὰρ αἰτίαν τῆς τοῦ παναγίου Πνεύματος ὑποστάσεως ἔδωκε τῷ Πατρί· τὴν δὲ λάμψιν τούτου, ἤγουν τὴν φανέρωσιν καὶ τὴν εἰς τὰ κτίσματα πέμψιν, διὰ τοῦ Υἱοῦ ἔφησεν εἶναι, ἑπόμενος τῷ ὁμωνυμοῦντι αὐτῷ Γρηγορίῳ τῷ θαυματουργῷ, οὖ καὶ τὸν βίον ἄριστα ἐξέθετο. Ἔφη γὰρ κἀκεῖνος ἐν τῇ θεόθεν ἀποκαλυφθείσῃ αὐτῷ πίστει μετὰ τὰ περὶ Πα­τρὸς καὶ Υἱοῦ, οὕτω περὶ τοῦ ἁγίου Πνεύματος· «καὶ ἓν Πνεῦμα ἅγιον, ἐκ τοῦ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ δι’ Υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις». Ὁρᾶτε, ὅπως οἱ ἅγιοι ἐκλαμβάνουσι τὸ «διὰ τοῦ Υἱοῦ», τουτέστι φαίνεται διὰ τοῦ Υἱοῦ, γινώσκεται διὰ τοῦ Υἱοῦ καὶ πέμπεται τοῖς ἀνθρώποις διὰ τοῦ Υἱοῦ.
Τελευταῖον τίθημι τὰ τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου τοῦ Θεολόγου, τοῦ μίαν τῶν πυρίνων γλωσσῶν ἐσχηκότος καὶ πῦρ ὑψηγορίας πνεύσαντος, περὶ οὗ καὶ αὖθις οἶμαι εἰπεῖν τὴν παντοδύναμον Τριάδα, «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν»· καὶ μέντοι πεποίηκε τὸν μέγαν τοῦτον καὶ περιβόητον διδάσκαλον. Τοιᾶδε τοίνυν οὗτός φησιν, (οὗ τὰ ἐπιχειρήματα οὐδ’ ἂν ὁ πᾶς κόσμος καταλύσειεν). «Ἐπειδὴ χρὴ καὶ τὸν ἕνα Θεὸν τηρεῖν, καὶ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖν, εἴτ’ οὖν τρία πρόσωπα, καὶ ἑκάστην μετὰ τῆς ἰδιότητος, τηροῖτο δ’ ἄν, ὡς ἐμὸς λόγος, εἷς μὲν Θεός, εἰς ἓν αἴτιον καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων, οὐδὲ συναλειφομένων, καὶ κατὰ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵνα οὕτως ὀνομάσω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐ­σίας ταυτότητα· αἱ δὲ τρεῖς ὑποστάσεις, μηδεμιᾶς ἐπινοούμενης συναλοιφῆς ἢ ἀναλύσεως ἢ συγχύσεως, ἵνα μὴ τὸ πᾶν καταλυθῇ, δι’ ὧν τὸ ἓν σεμνύνεται πλέον ἢ καλῶς ἔχει. Αἱ δὲ ἰδιότητες, Πατρὸς μὲν καὶ ἀνάρχου καὶ ἀρχῆς ἐπινοουμένου καὶ λεγομένου· ἀρχῆς δὲ ὡς αἰτίου καὶ πηγῆς καὶ ἀϊδίου φωτός· Υἱοῦ δὲ ἀνάρχου μὲν οὐδαμῶς, ἀρχῆς <δὲ> τῶν ὅλων. Ἀρχὴν δὲ ὅταν εἴπω, μὴ χρόνον παρενθῇς, μηδὲ μέσον τι τάξῃς τοῦ γεγεννηκότος καὶ τοῦ γεννήματος». Εἶτα μετὰ πολλὰ περὶ τοῦ Υἱοῦ φησί· «Πνεύματος δὲ ἁγίου τοῦ προϊόντος ἐκ τοῦ Πατρός»[10].
Ἐν τούτοις τοῖς ῥήμασι κατεμάθομεν ἀκριβῶς τρία τινὰ εἶναι τἀναγκαῖα, ἃ τοὺς Ὀρθοδόξους φρονεῖν δεῖ περὶ τῆς ὑπεραγίας Τριάδος· πρῶτον τὸν ἕνα Θεόν· δεύτερον τὰς τρεῖς ὑποστάσεις εἴτ’ οὖν τρία πρόσωπα· τρίτον τὰς ἰδιότητας ἑκάστης τῶν ὑποστάσεων. Καὶ ἕνα μὲν Θεὸν οὐκ ἂν ἄλλως τηρήσωμεν, εἰ μὴ εἰς ἓν αἴτιον, τουτέστι τὸν Πατέρα, καὶ Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, δίχα συναλοιφῆς καὶ συνθέσεως. Τὰς δὲ τρεῖς ὑποστάσεις τότε ὀρθοδόξως ὁμολογήσομεν, ὅτε μηδεμίαν συναλοιφὴν ἢ ἀνάλυσιν ἢ σύγχυσιν ἐπινοήσωμεν. Τὰς δὲ ἰδιότητας ἑκάστης τῶν ὑποστάσεων εἰλικρινῶς φυλάξομεν, εἰ τῷ Πατρὶ μόνῳ δῶμεν τήν τε γέννησιν τοῦ Υἱοῦ καὶ τὴν ἐκπόρευσιν τοῦ ἁγίου Πνεύματος· τῷ δὲ Υἱῷ μόνῳ τὸ ἐκ μό­νου τοῦ Πατρὸς γεννᾶσθαι· τῷ δὲ ἁγίῳ Πνεύματι μόνῳ τὸ ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι, εἴτ’ οὖν ὑφίστασθαι. Ὁ αὐτὸς δὲ θειότατος πατὴρ καὶ διδάσκαλος τῆς Ἐκκλησίας φησὶν ἀλλαχοῦ τάδε. «Μοναρχία δὲ οὐχ ἣν ἓν περιγράφει πρόσωπον, ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ καθίστασθαι, ἀλλ’ ἣν φύσεως ὁμότιμια καθίστησι καὶ γνώμης σύμπνοια καὶ ταυτότης κινήσεως καὶ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις». Δέδεικται σαφῶς διὰ τῶν ῥηθέντων, ὅτι πρὸς τοῖς ἄλλοις, δι’ ὧν ἡ τοῦ Θεοῦ μοναρχία σῴζεται, οὐχ ἧττον καὶ ἡ πρὸς τὸ ἓν τῶν ἐξ αὐτοῦ σύννευσις ἀναγκαίως εἰς τοῦτο συμβάλλει.
Πρὸ δὲ τούτων ἁπάντων καὶ ὑπὲρ ταῦτα πάντα ἔχομεν τὰ ἀήττητα καὶ ἀκρά­δαντα ῥήματα τοῦ πρώτου καὶ μεγίστου πάντων διδασκάλου, τοῦ θεανθρώπου Σωτῆρος καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὰ «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται» κλπ.[11], ἐν οἷς ἀριδήλως ἀπεφήνατο τήν τε πρὸς τὰ ἔξω τῆς ὁμοουσίου Τριάδος ἐνέργειαν κοινὴν εἶναι καὶ τὴν ἐνδοτέραν ἰδίαν καὶ ἀκοινώνητον. Τὴν μὲν διὰ τοῦ «ὃν ἐγὼ πέμψω», ὡς ἀλλαχοῦ «ὃν ὁ Πατὴρ πέμψει ἐν τῷ ὀνόματί μου»[12]. Ἐπειδὴ οὖν καὶ ὁ Πατὴρ πέμπει τὸ ἅγιον Πνεῦμα καὶ ὁ Υἱὸς πέμπει τοῦτο, καὶ αὐτὸ δὲ τὸ ἅγιον Πνεῦμα οὐ μόνον ἐξ ἀμφοῖν πέμπεται τοῖς κτίσμασιν, ἀλλὰ καὶ αὐτὸ ἑαυτὸ πέμπει καὶ μεταδίδωσιν ἑαυτὸ οἷς ἂν βούλεται, (αὐτοδέσποτον γὰρ καὶ αὐτεξούσιον, ὡς τῆς αὐτῆς οὐσίας καὶ δυνάμεως ΙΙατρί τε καὶ Υἱῷ, καὶ «ὅπου θέλει πνεῖ, καὶ διαιρεῖ ἑκάστῳ, ὡς βούλεται»[13]), φανερὸν ὅτι κοινὴ ἡ τῆς ὑπερουσίου Τριάδος πρὸς τὰ ἔξω ἐνέργεια. Τὴν δὲ ἐνδοτέραν ἰδίαν καὶ ἀκοινώνητον διὰ τοῦ εἰπεῖν «παρὰ Πατρός». Ἐγώ, φησί, πέμψω, ὡς ταὐτὰ τῷ Πατρὶ δυνάμενος ἐν τοῖς ἔξω, ἀλλὰ παρὰ τοῦ Πατρὸς τὸν παράκλητον πέμψω, ὡς ἐκεῖθεν τὴν αἰτίαν ἔχοντα, καὶ ὡς τοῦ Πατρὸς πηγῆς καὶ αἰτίου ὄντος ἐμοῦ τε καὶ τοῦ ἄλλου παρακλήτου, ἤτοι τοῦ ἁγίου Πνεύματος. Ἔπειτα μᾶλλον τοῦτο σαφηνίσαι βουλόμενος ἐπήγαγε, «τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται», δι’ οὗ σαφέστατα ἔδειξεν, ὅτι πέμπεται μὲν τὸ ἅγιον Πνεῦμα ἐκ Πα­τρὸς δι’ Υἱοῦ ἢ καὶ ἐξ ἀμφοῖν, καὶ χορηγεῖται καὶ γινώσκεται ἐξ ἀμφοῖν, ἔχει δὲ αἰτίαν τῆς αὐτοῦ ἀνάρχου ὑπάρξεως τὸν ἄναρχον αὐτοῦ προβολέα καὶ πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τὸ μὲν οὖν εὐσεβὲς καὶ ὀρθόδοξον φρόνημα τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας τῆς Ἀνατολικῆς καὶ ὁλοφώτου ἤδη ἐξεθήκαμεν πᾶσιν, ὥσπερ τινὰ καρπὸν εὐγενῆ καὶ ὥριμον, οὐδὲ πρότερον μέντοι ἀγνοούμενον, καὶ ἀρκούντως διὰ βραχέων ἐδείξαμεν τὴν ἀλήθειαν. Οὐκ ἄκαιρον δ’ ἂν εἴη καὶ τὰ τῶν Παπιστῶν ἐπιχειρήματα παραγαγεῖν εἰς μέσον καὶ ταῦτα διαλύσαι τῇ δυνάμει τοῦ παναγίου καὶ παντοδυνάμου Πνεύματος. Προβάλλουσι τοίνυν ἡμῖν οἱ περὶ τὸν λεγόμενον Πάπαν τῆς Ῥώμης ταῦτα.
α΄. Ὅτι τὸ Πνεῦμα τὸ ἅγιον πέμπεται καὶ ἐκ τοῦ Υἱοῦ, ἄρα καὶ ἐκ τοῦ Υἱοῦ ὑφίσταται.
β΄. Ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λέγεται τοῦ Υἱοῦ, ἄρα διὰ τοῦτο καὶ ἐκ τοῦ Υἱοῦ ἔχει τὴν ὕπαρξιν.
γ΄. Ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λέγεται λαμβάνειν ἐκ τοῦ Υἱοῦ, (κατὰ τὸ «ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν»)· ἄρα τὴν ὑπόστασιν λαμβάνει παρὰ τοῦ Υἱοῦ.
δ΄. Πάντα ὅσα ἔχει ὁ Πατήρ, τοῦ Υἱοῦ ἐστιν· ὁ Πατὴρ ἔχει τὸ ἐκπορεύειν ἀνάρχως τὸ ἅγιον Πνεῦμα, ἄρα καὶ ὁ Υἱὸς ἔχει τοῦτο.
Τὸ πρῶτον, ὅτι τὸ ἅγιον Πνεῦμα πέμπεται ἐκ τοῦ Υἱοῦ, ἄρα καὶ ἐκ τοῦ Υἱοῦ ὑφίσταται, οὐχ ἕπεται. Οὐ γὰρ πᾶν, ὃ ἔκ τινος πέμπεται, ἤδη κἀξ ἐκείνου τὴν ὕπαρξιν ἔχει. Ἄλλο γάρ ἐστι τὸ πέμπεσθαι καὶ ἄλλο τὸ ὑφίστασθαι. Καὶ τὸ μὲν πέμπεσθαι σημαίνει τὴν περὶ τὰ ἔξω ἐνέργειαν, ἣν κοινὴν ὁμολογοῦμεν εἶναι τῆς ὁμοουσίου Τριάδος. Τὸ δὲ ἐκπορεύεσθαι (λαμβανομένου ἐνθάδε τοῦ ἐκπορεύεσθαι περὶ τῆς ἀνάρχου ὑπάρξεως) καὶ γεννᾶσθαι, καὶ τὸ γεννᾶν καὶ ἐκπορεύειν ἐμφαντικά ἐστι τῆς ἐνδοτέρας ἐνεργείας καὶ ἰδιότητος ἑκάστης τῶν ἁγίων ὑποστάσεων, ἣν ἀκοινώνητον καὶ ἰδιάζουσαν οἶδεν ὁ τῆς ἀληθείας λόγος. Ἄλλως γὰρ σύγχυσις ἔσται ἐν τῇ ἀσυγχύτῳ Τριάδι, μὴ φυλαττομένων τῶν ἰδιοτήτων ἑκάστης τῶν ὑποστάσεων. Ἔτι καὶ ὁ Υἱὸς λέγεται πέμπεσθαι ἐκ τοῦ ἁγίου Πνεύματος. Ἰδού, Κύριος καὶ τὸ Πνεῦμα αὐτοῦ ἐξαπέστειλάν με[14]· ὅπερ ἐκ προσώπου τοῦ Υἱοῦ εἰρῆσθαι, ὅ τε θεῖος Χρυσόστομος καὶ ὁ λοιπὸς τῶν πατέρων κατάλογος ἡρμήνευσεν. Οὐ μέντοι γε παρὰ τοῦτο καὶ ἐκ τοῦ ἁγίου Πνεύματος ὑφίστασθαι, εἴτ’ οὖν γεννᾶσθαι τὸν Λόγον τοῦ Θεοῦ εἴπωμεν. Ἐκ μόνου γὰρ τοῦ Πατρὸς οὗτος γεγέννηται. Τὸ μὲν γὰρ πέμπεσθαι τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ ἁγίου Πνεύματος, τῶν κοινῶν τῇ Τριάδι καὶ περὶ τὰ ἔξω ἐστί, τὸ δὲ γεννᾶσθαι τῶν ἐνδοτέρων καὶ ἀκοινωνήτων. Ὥσπερ οὖν οὐ δυνάμεθα τὸν Υἱὸν λέγειν γεν­νᾶσθαι καὶ ἐκ τοῦ Πνεύματος, καίπερ κἀκ τοῦ Πνεύματος αὐτὸν οἰκονομικῶς πέμπεσθαι ἠκούσαμεν, οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι εἴτ’ οὖν ὑφίστασθαι οἷόν τε, εἰ καὶ ἐκ τοῦ Υἱοῦ τοῦτο οἰκονομικῶς πέμπεσθαι ἐμάθομεν. Πάντα γὰρ περὶ τὰ ἔξω κοινὰ τῇ ὁμοουσίῳ Τριάδι.
Πρὸς τὸ δεύτερον, ὅτι τὸ ἅγιον Πνεῦμα λέγεται τοῦ Υἱοῦ πνεῦμα, ἆρ’ οὖν καὶ ἐκ τοῦ Υἱοῦ ἔχει τὴν ὑπαρξιν, οὕτως ἀποκρινόμεθα, Τὸ Πνεῦμα τὸ ἅγιον λέγεται καὶ τοῦ Πατρὸς πνεῦμα καὶ τοῦ Υἱοῦ πνεῦμα, οὐ κατὰ τὸν αὐτὸν μέντοι λόγον, ἀλλὰ κατὰ ἄλλον καὶ ἄλλον. Οὐ γὰρ ἀνάγκη, ὅσα τινῶν λέγεται, κατὰ τὸν αὐτὸν λόγον λέγεσθαι εἶναι ἐκείνων, ὧν λέγεται εἶναι. Λέγεται γάρ τις υἱός τινος καὶ πατήρ τινος, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν λόγον ἡ σχέσις λαμβάνεται· οὐ γὰρ πᾶσαι αἱ σχέσεις ὅμοιαι. Οὕτω καὶ τὸ ἅγιον Πνεῦμα λέγεται καὶ τοῦ Πα­τρός, λέγεται καὶ τοῦ Υἱοῦ· ἀλλὰ τοῦ μὲν Πατρὸς καὶ ὡς ἐξ ἐκείνου τὴν ὑπόστασιν ἔχον καὶ ὡς ὁμοούσιον ἐκείνῳ ὄν· τοῦ δὲ Υἱοῦ, ὡς ὁμοούσιον μὲν λεχθήσεται, καὶ μάλα εἰκότως· ἔτι καὶ ὡς ἀχώριστον τούτου, ἅτε ἀδιαλείπτως αὐτῷ συμπαρομαρτοῦν· ὡς καὶ ἐκ τοῦ Υἱοῦ δὲ τὴν ὑπόστασιν ἔχον, οὐδαμοῦ τῆς θεο­πνεύστου Γραφῆς εὕρηται. Οὐκ ἄρα πᾶν, ὃ λέγεταί τινος, ἀνάγκη καὶ ἐξ ἐκείνου λέγεσθαι· ἐπεὶ καὶ ἡ ψυχὴ λέγεται τοῦ σώματος καὶ τὸ σῶμα τῆς ψυχῆς, ἀλλ’ οὐδέτερον ἐξ ἑτέρου. Εἴληπται δὲ ἡ σχέσις ἐπὶ τούτοις διὰ τὴν ἀδιάσπαστον ἕνωσιν. Τὸ δὲ ἅγιον Πνεῦμα λέγεται τοῦ Υἱοῦ καὶ διὰ τὴν ἀδιάσπαστον ἕνωσιν καὶ διὰ τὸ ταὐτὸν τῆς οὐσίας καὶ ὁμότιμον, ἀλλ’ οὐχ ὅτι καὶ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχει. Ἐκ τοῦ Πατρὸς γὰρ τοῦτο ἡ ἁγία Γραφὴ πανταχοῦ διδάσκει.
Πρὸς τὸ τρίτον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον λέγεται λαμβάνειν ἐκ τοῦ Υἱοῦ, ἆρ’ οὖν τὴν ὑπόστασιν ἐκ τοῦ Υἱοῦ λαμβάνει, τάδε λέγομεν. Πρῶτον μὲν προσεχέτωσαν ἑαυτοῖς οἱ τὰ τοιαῦτα λέγοντες, μή ποτε διὰ τῆς οὐκ ὀρθῆς ὑπολήψεως τοῦ παρόντος ῥητοῦ λάθωσι κινδύνῳ χαλεπῷ περιπίπτοντες. Ἔστι γὰρ τὸ «λήψεται» μέλλοντος χρόνου. Εἰ δ’ ἐκεῖνοι διὰ τῆς «λήψεται» λέξεως οἴονται τὸν Σωτῆρα περὶ τῆς ὑποστάσεως λέγειν τοῦ παναγίου Πνεύματος, φεῦ τῶν κακῶν, ὅτι κατ’ αὐτοὺς τότε ἔμελλε τὴν ὑπόστασιν λαμβάνειν τὸ προαιώνιον τοῦ Θεοῦ Πνεῦμα, τὸ τῷ Πατρὶ καὶ τῷ Υἱῷ ὡς ὁμοούσιον, οὕτω καὶ συνάναρχον καὶ συναΐδιον. Ἀλλὰ φεῖσαι, Κύριε, τοῦ πλάσματός σου, καὶ μηδένα ἐγκαταλίπῃς τηλικαύτῃ μανίᾳ περιπεσεῖν. Τί οὖν ἐστιν, ὃ ὁ Σωτὴρ παρ’ ἑαυτοῦ ἔφη λήψεσθαι τὸ πανά­γιον Πνεῦμα; Ἀλλὰ μὴν τοῦτο οὐ δεῖτ’ ἀπορίας οὔτ’ ἐρωτήσεως. Αὐτὸς γὰρ ὁ ἀρχιδιδάσκαλος ἡμῶν ἤδη τοῦτ’ ἐσαφήνισεν, ἐπαγαγὼν εὐθὺς τὸ «καὶ ἀναγγελεῖ ὑμῖν», μονονουχὶ λέγων, οὐκ ἄλλα μὲν ἐγὼ ἀνήγγειλα ὑμῖν, ἄλλα δ’ ἐκεῖνος, ἀναγγελεῖ, ἀλλὰ ταὐτὰ ἐμοὶ κἀκεῖνος ἀναγγελεῖ. Ἅπερ γὰρ ὁ Πατὴρ εἴρηκέ μοι, ἐκ τούτων καὶ τὸ ἅγιον Πνεῦμα ληψόμενον ἀναγγελεῖ ὑμῖν· δεικνὺς ἀναντιρρήτως κἂν τούτοις κοινὴν εἶναι τὴν τῆς ὁμοουσίου Τριάδος περὶ τὰ ἔξω ἐνέργειαν.
Ἀλλά, φασί, τὴν διδασκαλίαν, ἣν λέγεται τὸ ἅγιον Πνεῦμα λαμβάνειν ἐκ τοῦ Υἱοῦ, πότερον ἐν χρόνῳ ταύτην λαμβάνει ἢ ἄχρονως; Εἰ μὲν ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ Θεῷ πάντα ἀχρόνως. Οὐκ οὖν ἀχρόνως. Τοιγαροῦν ὅθεν λαμβάνει τι ἀχρό­νως τὸ ἅγιον Πνεῦμα, ἐκεῖθεν καὶ τὴν ὑπόστασιν. Ἡμεῖς δὲ πρὸς ταῦτα· εἰ μὲν ἑαυτῷ τὴν διδασκαλίαν ἐλέγετο λαμβάνειν τὸ ἅγιον Πνεῦμα, τάχ’ ἂν εἶχε λόγον ἡ τοιαύτη ἐρώτησις. Νῦν δ’ οὐχ ἑαυτῷ, (ἀνενδεὲς γὰρ τοῦτο καὶ ὑπερπλῆρες), ἀλλ’ ἡμῖν τοῖς χρήζουσι ταύτης. Καὶ ἀναγγελεῖ ὑμῖν, φησί· σημαίνοντος ἐνθάδε τοῦ ἐκ τοῦ ἐμοῦ λήψεται, τὸ ἐπανάληψιν τῶν παρ’ ἐμοῦ λεχθέντων ποιήσει, ἥτις πάν­τως ἐν χρόνῳ ἐγένετο· ὡσανεὶ ἔλεγε, πᾶσαν τὴν ἑαυτῆς σοφίαν ἐπέθηκεν ἐμοί, ὡς ἀνθρώπῳ, ἡ θεότης, καθάπερ τινὶ θησαυροφυλακίῳ, κατὰ τὸ «ἐν ᾧ πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικεῖ σωματικῶς»[15]. Ἐξ ἐκείνης οὖν τῆς σοφίας, ἐξ ἐκείνης τῆς διδασκαλίας λήψεται τὸ ἅγιον Πνεῦμα καὶ ἀναγγελεῖ ὑμῖν. Οὐ γὰρ ὑπελείφθη τι ἀλλαχοῦ, ὃ οὐκ ἐπέθηκέ μοι ἡ θεότης, ἵν’ ἀλλαχόθεν λάβῃ ὁ παράκλητος, ἀλλὰ πάντα ἐπέθηκέ μοι, ἐξ ὧν αὐτὸς λήψεται· οὐχ ὡς ἀπορῶν ἄλλης σο­φίας, ἀλλὰ πᾶσαν ὅσην ἔχει, ἐμοὶ ὡς ἀνθρώπῳ παρακατέθετο (ὡς γὰρ Θεὸς κἀγὼ ἀεὶ ἔχω), οἷά τινι κιβωτῷ χρυσοφόρῳ καὶ κειμηλιοφόρῳ, ἵν’ ἐκεῖθεν ἀρύηται ὁσάκις ἂν ἐθέλῃ, κατὰ τὸ «ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι»[16].
Πρὸς <τὸ> τέταρτον, «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν»[17], ἀλλ’ ὁ Πατὴρ ἔχει τὸ ὑποστατικῶς προβάλλειν τὸ ἅγιον Πνεῦμα, ἄρα καὶ ὁ Υἱὸς ἔξει τοῦτο, οὔτως ἀπαντῶμεν. Ὁ Πατὴρ πρὸς τῷ ὑποστατικῶς προβάλλειν τὸ ἅγιον Πνεῦμα, ἔχει καὶ τὸ ὑποστατικῶς γεννᾶν τὸν Υἱὸν καὶ τὸ πατὴρ ἐκείνου εἶναι. Τί οὖν; συμπεριλήψῃ τῷ πάντα καὶ ταῦτα τὰ δύο; δώσεις δὲ καὶ τῷ Υἱῷ τὸ γεννᾶν καὶ πα­τέρα εἶναι; ἢ τάχα ὀκνήσεις τοῦτο ποιῆσαι, μήποτε τήν τε τοῦ Θεοῦ μοναρχίαν καταλύσῃς, ἣν οὐκ ἄλλως σῴζεσθαι ἤκουσας, εἰ μὴ πρὸς τὸ ἓν τὰ ἐξ αὐτοῦ ἀναχθείη, καὶ τὴν Σαβελλικὴν υἱοπατρίαν παρεισάξῃς, τὸν αὐτὸν λέγων υἱόν τε καὶ πατέρα; Ὀκνεῖς, εὖ οἶδα, καὶ δέδοικας τοῦθ’ ὁμολογῆσαι· καὶ καλῶς γε ποιεῖς. Ἔστι γὰρ ἔστιν ὡς ἀληθῶς φοβερὸν καὶ ἐπικίνδυνον. Οὐκ οὖν ὄκνει καὶ τὸ ἑξῆς λέγειν. Καὶ ὅταν ἀκούσῃς παρὰ τοῦ Χριστοῦ, τὸ «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι», πρῶτον μὲν ἴσθι τὴν πρότασιν ταύτην μὴ εἶναι παρὰ τῇ ἁγίᾳ Γραφῇ οὕτω καθόλου, ὡς παρὰ τῇ λογικῇ. Ἤκουσας γὰρ τὸ «ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ»[18], ἀλλ’ οὐκ ἂν συμπεριλάβοις λέοντας καὶ παρδάλεις καὶ ὄνους καὶ τὰ λοιπὰ τῶν ἀλόγων, σάρκας ὄντα. Ὁμοίως ἤκουσας τὸ «ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν»[19], ἀλλ’ ὁρᾷς πολλὰ πλήθη τῶν ἀσεβῶν κάτω καὶ περὶ τὸν τῆς σφῶν ἁμαρτίας βόρβορον καταλειφθέντα. Οὐκ ἄρα καθ’ ὅλου σημαίνει τὸ πᾶν ἐνθάδε, ἀλλὰ φυλαττομένων ἀσυγχύτως τῶν ἰδιοτήτων ἑκάστης τῶν θεαρχι­κῶν ὑποστάσεων, ὅσαι πρὸς τὴν ἔνδον ἐνέργειαν ἀφορῶσι, τὰ λοιπὰ πάντα τὰ τῇ πρὸς τὰ ἔξω ἐνεργείᾳ ἀνήκοντα, κοινὰ εἶναι φρόνει τῆς ὁμοουσίου καὶ ὁμοδυνάμου Τριάδος.
Δεύτερον δέ, τὸ «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι», περὶ τῆς ἀνθρωπότητος τοῦ Κυρίου ἐκληπτέον μᾶλλον ἢ περὶ τῆς θεότητος. Τὰ γὰρ τῆς θεότητος, (πλὴν τῶν ἐνδοτέρων πάλιν φημί), ἀδιόριστά ἐστιν· ὥστ’ οὐκ ἔστι λέγειν, τάδε μέν ἐστι τοῦ Πατρός, ὧν καὶ ὁ Υἱὸς μετέχει, τάδε δὲ τοῦ Υἱοῦ, ὧν καὶ τὸ ἅγιον Πνεῦμα κοινωνεῖ. Οὐδαμῶς, οὐδὲν τοιοῦτόν ἐστιν ὑπονοῆσαι ἐν τοῖς θείοις, ἀλλὰ πάντα κοινὰ καὶ ἀδιόριστα, πλὴν ὧν εἴρηται. Περὶ τῆς ἀνθρωπότητος δὲ ἵνα δείξῃ, ὅτι καὶ ὡς ἄνθρωπος ταῦτα ἔχει, τῆς θεότητος αὐτῷ τὰ πάντα παραδούσης, κατὰ τὸ «πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου», καὶ «ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς»[20]· ὃ δὴ θέλων παραστῆσαι, φησί, πάντα ὅσα ἔχει ὁ Πατήρ, τουτέστιν ἡ θεότης, (συμπεριλαμβάνεται γὰρ μιᾷ τῶν ὁμοουσίων ὑποστάσεων ὅλη ἡ θεότης), ἔχω κἀγώ, ἤγουν ἡ ἐμὴ ἀνθρωπότης. Πάντα δὲ τὰ περὶ τὰ ἔξω, τῆς ἐμῆς θεότητος ἐναποθησαυρησάσης ταῦτα τῇ ἐμῇ ἀνθρωπότητι, ἐξ ὦν ἔστι καὶ τὸ τὴν ἀλήθειαν διδάσκειν, ὃ ληψόμενον τὸ ἅγιον Πνεῦμα ἀναγγελεῖ ὑμῖν. Ὥστε τὸ «πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι» περὶ τῆς θεότητος τοῦ Υἱοῦ οὐ δύναται ληφθῆναι. Κοινὴ γὰρ αὕτη Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τῇ ὁμοουσίῳ Τριάδι, ἧς τὰ μὲν ἐνδότερα ἴδια καὶ ἀκοινώτητα, ὡς πολλάκις εἴρηται, καὶ διὰ τοῦτο ἀδύνατον· τὰ δὲ ἐξώτερα ἀδιορίστως κοινὰ ταῖς τρισὶν ὑποστάσεσιν, ὥσθ’ ὅ,τι ἂν μία τούτων ποιεῖ, τὸ αὐτὸ ἀναγκαίως καὶ αἱ λοιπαὶ δύο· διὸ καὶ κατὰ τοῦτο ἀδύνατον. Ἀνάγκη οὖν περὶ τῆς ἀνθρωπότητος ταῦτ’ ἐκλαμβάνειν.
Πρὸς τοῖς ῥηθεῖσιν ἐπιχειρήμασιν παράγουσιν οἱ αὐτοὶ ἀρχιερατικοὶ καὶ ἄλλ’ ἅττα παρὰ τῶν ἁγίων πατέρων, ἤγουν τὸ λέγεσθαι παρ’ ἐκείνοις τὸ ἅγιον Πνεῦμα εἰκόνα τοῦ Υἱοῦ, καὶ ῥῆμα τοῦ Υἱοῦ, καὶ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι· οἷς ἰσχυριζόμενοι πειρῶνται παραστῆσαι τὸ ἅγιον Πνεῦμα κἀκ τοῦ Υἱοῦ τὴν ὑπόστασιν ἔχειν. Ἀλλ’ ἡ ἀποστολικὴ Ἐκκλησία ταῦτ’ ὀρθοδόξως καὶ κατὰ τὸ προσῆκον ἑρμηνεύουσα, ἀποδείκνυσι τούτους μάτην πειρωμένους διὰ τούτων τὴν σφετέραν γνώμην βεβαιῶσαι. Τὸ μὲν γὰρ λέγεσθαι τὸ ἅγιον Πνεῦμα εἰκόνα τοῦ Υἱοῦ, ὥσ­περ τὸν Υἱὸν εἰκόνα τοῦ Πατρός, οὐδὲν ἕτερον σημαίνει ἢ τοῦτο. Ἐπειδὴ γὰρ ἀδύνατον τὸν Πατέρα τελείως γνωσθῆναι ἄνευ τοῦ Υἱοῦ, —τίνος γὰρ ἂν καὶ εἴη πατὴρ μὴ γινωσκομένου τοῦ υἱοῦ;— ὁ δὲ Υἱὸς γινωσκόμενος ἐμφαίνει ἐν ἑαυτῷ τὸν Πατέρα, εἰκότως ὡς τὸν Πατέρα ἐν ἑαυτῷ ἐμφαίνων, εἰκὼν τοῦ Πατρὸς καλεῖται, καὶ οὐχ ὅτι ἐκ τοῦ Πατρὸς ἔχει τὴν ὑπόστασιν. Ἔχει μὲν ὡς ἀληθῶς ταύτην ἐκ τοῦ Πατρός, ἀλλ’ οὐ διὰ τοῦτο λέγεται εἰκὼν ἐκείνου. Ἔστι γὰρ ὁ τρόπος τῆς αὐτοῦ ἀπὸ τοῦ Πατρὸς γεννήσεως ἄγνωστος καὶ αὐτοῖς τοῖς ἀγγέλοις, μήτοι γε ἡμῖν. Τὰ δὲ τοιαῦτα πῶς οἷόν τε εἰκονίζεσθαι; Ἔτι πολλὰ μέν, ἀπό τινος ἔχοντα τὴν αἰτίαν, οὐδαμῶς εἰκονίζει ἐκεῖνα, ἐξ ὧν ἔχει τὴν αἰτίαν. Καὶ πόλλ’ αὖθις εἰκονίζει τινὰ μὴ ἔχοντα τὴν αἰτίαν ἀπ’ ἐκείνων· οἷον οὗτος ὁ καρπὸς ἔχων τὴν αἰτίαν ἀπὸ τοῦδε τοῦ δένδρου, οὐδαμῶς εἰκονίζει τὸ δένδρον, ἐξ οὗ ἔχει τὴν αἰ­τίαν· οὐδεμίαν γὰρ ὁμοιότητα πρὸς τὸ δένδρον ὁ καρπὸς ἔχει. Καὶ αὕτη ἡ ἐλαία, τὸ δένδρον, ἡ ἐν Μακεδονίᾳ πεφυτευμένη, εἰκονίζει ἄλλην ἐλαίαν ἐν Ἀττικῇ πεφυτευμένην, ἀλλ’ οὐδαμῶς τὴν αἰτίαν ἐξ ἐκείνης ἔχει. Οὐκ ἄρα ὁ Υἱὸς κατὰ τοῦτο λέγοιτ’ ἂν εἰκών τοῦ Πατρός, καθ’ ὃ ἐξ ἐκείνου ἔχει τὴν ὑπόστασιν, —ὧν γὰρ ὁ τρόπος τῆς σχέσεως ἄγνωστος, ταῦτα εἰκονισθῆναι ἀδύνατον—, ἀλλὰ καθ’ ὃ ἐμφαίνει ἐν ἑαυτῷ τὸν Πατέρα ἔν τε τῇ ἰσοδυναμίᾳ καὶ ἐν τῇ τῆς ἐξουσίας ταυτότητι, ὡς ὁμοούσιος ὢν ἐκείνῳ.
Οὕτω δ’ ἔχει καὶ περὶ τοῦ ἁγίου Πνεύματος. Ὥσπερ γὰρ τὸν Πατέρα οὐ δυνάμεθα τελείως εἰδέναι, ἐὰν μὴ γνωσώμεθα τὸν Υἱόν, οὕτως οὐδὲ τὸν Υἱὸν δυνάμεθα τελείως γνῶναι, ἐὰν μὴ γνῶμεν τὸ ἅγιον Πνεῦμα, ἀποκαλύπτον ἡμῖν τὸν Υἱόν, καθὼς ὁ Υἱὸς τὸν Πατέρα. Ἐμφαίνει γὰρ καὶ τὸ ἅγιον Πνεῦμα ἐν ἑαυτῷ τὸν Υἱὸν ἔν τε τῇ ἰσοδυναμίᾳ καὶ ἐν τῇ τῆς ἐξουσίας ταυτότητι, ὡς ὁμοούσιον ὂν τῷ Υἱῷ· καὶ κατὰ τοῦτο λέγεται τὸ ἅγιον Πνεῦμα εἰκὼν τοῦ Υἱοῦ.
Πρὸς δὲ τὸ ῥῆμα τοῦ Υἱοῦ λέγεσθαι τὸ ἅγιον Πνεῦμα, καὶ διὰ τοῦτο οἴεσθαι τοὺς περὶ τὸν Πάπαν τῆς παλαιᾶς Ῥώμης ἐκ τοῦ Υἱοῦ τοῦτο ὑφίστασθαι, ἐρωτῶμεν αὐτούς. Πότερον ἔστι τις διαφορὰ μεταξὺ λόγου καὶ ῥηήματος ἢ οὐκ ἔστι; (περὶ τῶν θείων λέγω, περὶ ὧν καὶ οἱ ἅγιοι πατέρες). Εἰ μὲν οὐκ ἔστι, τίνος ἕνεκεν οἱ πατέρες οὐκ ἐκάλεσαν τὸ ἅγιον Πνεῦμα λόγον τοῦ λόγου, ἀλλὰ τὸν μὲν λόγον τοῦ Πατρός, τὸ δὲ ῥῆμα τοῦ Υἱοῦ; Εἰ δ’ ἔστι διαφορά, τίς αὕτη; ἢ ὅτι λόγον μὲν οἰ πατέρες καλοῦντες τὸν Υἱὸν ἀποβλέπουσι πρὸς τὸν οὐσιώδη καὶ ἐνυπόστατον, ὃς οὐσιώδης καὶ ἐνυπόστατος Λόγος ἐκ τοῦ Πατρὸς ἀϊδίως γεννᾶται· ῥῆμα δὲ τοῦ Λόγου, εἴτ’ οὖν Υἱοῦ, καλοῦντες τὸ ἅγιον Πνεῦμα ἀποβλέπουσι πρὸς τὸ ὁμοούσιον καὶ ἀπὸ τοῦ Υἱοῦ ἀδιάσπαστον· ἀδύνατον γὰρ ἐπινοηθῆναι λόγον ἄνευ ῥήματος. Ἔστι δὲ λόγος μὲν αὐτὴ ἡ δύναμις τοῦ λέγειν, ῥῆμα δὲ ἡ διάκρισις καὶ σαφήνεια τῶν λεγομένων. Σαφηνίζει γὰρ τὸ ἅγιον Πνεῦμα καὶ βεβαιοῖ ἐν ταῖς τῶν πιστῶν καρδίαις τὰ παρὰ τοῦ Λόγου λεγόμενα. Καὶ ἔτι πανθ’ ὅσα λαλεῖ ὁ Λόγος, ἐν Πνεύματι ἁγίῳ λαλεῖ, κατὰ τὸ «τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστι καὶ ζωή»[21]. Κατὰ τοῦτο οὖν προσφόρως λεχθήσεται τὸ ἅγιον Πνεῦμα ῥῆμα τοῦ Υἱοῦ, εἴτ’ οὖν Λόγου.
Ὅτι δὲ καὶ διὰ τοῦ Υἱοῦ λέγουσιν οἱ πατέρες ἐκπορεύεσθαι τὸ ἅγιον Πνεῦμα, δοκοῦσιν οἱ ἀρχιερατικοὶ συλλέγειν τι καὶ ἀπὸ τούτου, πρῶτον μὲν ἴστωσαν, ὅτι οὔπω φανερόν ἐστι περὶ τίνος ἐκπορεύσεως λαλοῦντες κέχρηνται τῇ διὰ τοῦ Υἱοῦ λέξει· πότερον περὶ τῆς ἀνάρχου καὶ ἀϊδίου ὑποστατικῆς ὑπάρξεως τοῦ ἁγίου Πνεύματος ἢ περὶ τῆς ἐν χρόνῳ ἐπὶ τὴν κτίσιν προόδου. Ἔπειτα εἰ καὶ δῶμεν, ὅτι περὶ τῆς ἀνάρχου ὑπάρξεως τοῦτο τοῖς θείοις πατράσιν εἴρηται, ἰστέον ὅτι καὶ οἱ πατέρες καὶ ἡ ἁγία Γραφὴ εἰώθασι πολλάκις ἐκ τῶν κατὰ φύσιν τὰ ὑπὲρ φύσιν εἰκάζειν. Ὥσπερ οὖν διὰ τοῦ παρ’ ἡμῖν λόγου πρόεισι πάντοτε πνεῦμα, οὐ μὴν δὲ ἐκ τοῦ λόγου ἔχει τὴν αἰτίαν τὸ ἡμέτερον πνεῦμα, οὕτω καὶ διὰ τοῦ Λόγου τοῦ Θεοῦ πρόεισι τὸ ἅγιον Πνεῦμα, ἀλλ’ οὐκ ἔχει τὴν αἰτίαν ἐκ τοῦ Λόγου, δι’ οὗ πρόεισιν, ἀλλ’ ἐκ τοῦ Πατρὸς μόνου. Καὶ ὥσπερ ἀδύνατον τὸν καθ’ ἡμᾶς λόγον εἶναι ἄνευ πνεύματος, καίπερ μὴ ὄντα αἴτιον τοῦ πνεύματος, οὕτως ἀδύνατον τὸν τοῦ Θεοῦ Λόγον εἶναι ἄνευ τοῦ ἁγίου Πνεύματος, καίπερ μὴ ὄντα αἴτιον τοῦ ἁγίου Πνεύματος, ἐπεὶ μόνος ὀ Πατὴρ ἀμφοῖν, Υἱοῦ τε καὶ ἁγίου Πνεύματος, αἴτιος. Ἔτι πάνθ’ ὅσα ὁ Πατὴρ ἤτοι ποιεῖ ἢ ἐνεργεῖ (λέγω δὲ ποίησιν τὴν κτίσιν, ἐνέργειαν δὲ τὰ κατὰ φύσιν), διὰ λόγου καὶ ποιεῖ καὶ ἐνεργεῖ, τουτέστι μετὰ λόγου καὶ σὺν λόγῳ ταῦτα καὶ ποιεῖ καὶ ἐνεργεῖ, καὶ οὐδὲν ἀλόγως ἢ ποιεῖ ἢ ἐνεργεῖ. Ἐνεργῶν οὖν φυσικῶς καὶ τὴν ἐκπόρευσιν τὸν ἁγίου Πνεύματος, διὰ λόγου, τουτέστι σὺν λόγῳ καὶ κατὰ λόγον, ταύτην ἐνεργεῖ.
Εἰ δὲ τούτοις οὐ δυνάμεθα πεῖσαι τοὺς ἀρχιερατικούς, ἐκεῖνο καὶ μόνον εἰπάτωσαν ἡμῖν· τίνος ἕνεκεν οἱ πατέρες, εἰκόνα τοῦ Υἱοῦ καλέσαντες τὸ ἅγιον Πνεῦμα, καὶ ῥῆμα τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τοῦτ’ εἰπόντες, τὸ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι εἲτ’ οὖν ὑφίστασθαι οὐχ ὅπως τις αὐτῶν οὐκ εἴρηκεν, ἀλλὰ καὶ ἠρνήθησαν οἱ πλείους τούτων· ὅ τε θεῖος Ἀθανάσιος ἐκ μόνου τοῦ Πατρὸς τοῦτο εἰπὼν ἐκπορεύσθαι, καὶ ἄμφω τῷ Γρηγορίῳ· ὁ μὲν διὰ τοῦ εἰς ἓν αἴτιον λέγειν δεῖν ἀναφέρεσθαι τόν τε Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ὡς ἄλλως οὐκ ἔνι σῴζεσθαι τὴν τοῦ Θεοῦ μοναρχίαν, εἰ μὴ οὕτω γένοιτο· ὁ δὲ διὰ τοῦ λέγειν, λά­μπει μὲν αὐτὸ τὸ ἅγιον Πνεῦμα διὰ τοῦ γεννητοῦ φωτός, ἔχει δὲ τὴν τῆς ὑποστάσεως αἰτίαν ἐκ τοῦ πρωτοτύπου φωτός. Ὁμοίως καὶ ὁ ἐν ἁγίοις Κύριλλος ὁ Ἀλεξανδρείας ἔν τε τῇ ἑρμηνείᾳ τοῦ συμβόλου ἀρνεῖται τοῦτο καὶ ἐν τοῖς λεγομένοις θησαυροῖς. Τελευταῖος ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς φάσκων, Πνεῦμα μὲν τοῦ Υἱοῦ καὶ διὰ τοῦ Υἱοῦ, καὶ εἰκόνα τούτου ἐκεῖνο καλῶν, ἐκ τοῦ Υἱοῦ δὲ ἀρνεῖται πάνυ ἰσχυρῶς[22]. Ἀλλὰ δὴ καὶ αὐτὸς ὁ θεῖος Αὐγουστῖνος, ἐφ’ ὧ μάλιστα καυχῶνται οἱ περὶ τὸν Πάπαν τῆς Ῥώμης, φαίνεται ἀρνούμενος τὴν ἐκ τοῦ Υἱοῦ τοῦ παναγίου Πνεύματος ἐκπόρευσιν ἐν τῷ καθ’ αὐτὸν ἐγχειριδίῳ τῷ εἰς Λαυρέντιον τὸν διάκονον.
Εἰπάτωσαν οὖν οἱ γεννάδαι, τίς ἡ αἰτία τῶν τοιούτων, καὶ τότε παυσόμεθα τοῦ διώκειν αὐτοὺς καινοτομίας καὶ σχίσματος. Ἀλλ’ οὐκ ἔχουσιν ἄλλην αἰτίαν εἰπεῖν, εἰ μὴ ἣν ἡ Ἐκκλησία κατέχουσα φρονεῖ, ἅπερ φρονεῖ, εὐσεβῶς καὶ ὀρθοδόξως. Ἀλλ’ ὅταν τούτοις καὶ τοῖς τοιούτοις ἱκανῶς θλιβῶσι, μὴ ἔχοντες τοῦ λοιποῦ ὅ,τι καὶ δράσειεν, κρησφύγετον ζητοῦσιν. Ἔστι δ’ αὐτοῖς τὸ κρησφύγετον τοῦτο, καίπερ ἀσθενὲς πάνυ καὶ οὐκ ὀχυρόν, ὅθεν δύνανται πᾶσι φωραθῆναι φυγάδες ὄντες. Φασὶν οὖν· διὰ τοῦτο ἡμεῖς βουλόμεθα κἀκ τοῦ Υἱοῦ τὸ ἅγιον Πνεῦμα ὑφίστασθαι, ἵνα δείξωμεν τὸν Υἱὸν ὁμοούσιον καὶ ἰσοδύναμον ὄντα τῷ Πατρί. Ἀλλὰ τοῦτο προσωπεῖόν ἐστιν ὡς ἀληθῶς καὶ βαθεῖα φενάκη, τῇ τε ἁγίᾳ Γραφῇ καὶ τῇ καθολικῇ Ἐκκλησίᾳ παντελῶς ἄγνωστον. Ἔχοντες γὰρ τόπους ἀληθεῖς καὶ σαφεῖς, ὅθεν δυνάμεθα ἀκριβῶς τὸ ὁμοούσιον παραστῆσαι, τί δεῖ τῶν μὴ ὄντων, πλαττομένων δὲ τῇ ἀκαίρῳ τῶν ἀνθρώπων περιεργείᾳ; Ἔχομεν γάρ, σὺν Θεῷ, τὸ «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν»[23], τὸ «τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἐν τῷ οὐρανῷ, ὁ Πατήρ, ὁ Λόγος καὶ τὸ ἅγιον Πνεῦμα, καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσιν»[24], τὸ τοῦ Ἡσαΐου «εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου»[25]· τοῦτο περὶ τοῦ Πατρός. «Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδε τὴν δόξαν αὐτοῦ»[26]· τοῦτο περὶ τοῦ Υἱοῦ. Καλῶς προεφήτευσε τὸ Πνεῦμα τὸ ἅγιον λέγον· «ἀκοὴ ἀκού­σετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε» κλπ.[27]· τοῦτο περὶ τοῦ ἁγίου Πνεύματος. Δι’ ὧν τό τε τριττὸν τῶν ὑποστάσεων καὶ τὸ μοναδικὸν τῆς οὐσίας ἀριδήλως γινώσκεται. Διὰ μὲν τοῦ τρὶς τὰ Σεραφεὶμ εἰπεῖν τὸ ἅγιος, ἐνέφηνε τὸ τρισσὸν τῶν ὑποστάσεων, διὰ δὲ τοῦ ἅπαξ εἰπεῖν τὸ κύριος, ἐνέφηνε τὸ μοναδικὸν τῆς οὐσίας. Τί τούτων τῶν μαρτυριῶν βέλτιον γένοιτ’ ἄν τοῦ γνωσθῆναι ἡμῖιν τὸ ὁμοούσιον τῆς παναγίας Τριάδος;
Ἀλλὰ καὶ μυρία παρόμοια τούτοις εὕροι ἄν τις ἐν τῇ ἁγίᾳ καὶ θεοπνεύστῳ Γραφῇ, ἀναμφισβητήτως τὸ ὁμοούσιον τῶν τριῶν θεαρχικῶν ὑποστάσεων παριστάνοντα· ὥστ’ οὐ δεήσει ἡμῖν τῶν μὴ ὄντων καὶ ἐπικινδύνων. Ἔστι γὰρ οὐχ ὁ τυ­χὼν κίνδυνος, δύο ἀρχὰς ἢ δύο αἴτια δογματίζειν ἐπὶ τῆς μιᾶς θεότητος, τῶν ἁγίων πατέρων βοώντων εἰς ἓν αἴτιον χρὴ ἀναφέρεσθαι τόν τε Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα, ἵν’ ἥ τε τοῦ Θεοῦ μοναρχία εὐσεβῶς σῴζηται καὶ ἡ ἰδιότης ἑκάστῃ τῶν θεαρχικῶν ὑποστάσεων εὐαγῶς φυλάττηται. Ἃ δὴ δύο, καὶ παρατηρούμενα ἀναγ­καιότατα πέφυκεν ἐν τῇ τῆς ὑπεραγίας Τριάδος γνώσει, καὶ ὀλιγωρούμενα κινδυ­νώδη καὶ θανάσιμα.
Ὅτι μὲν οὖν ἡ ἐνδότερα ἰδία καὶ ἀκοινώνητος τῶν ἁγίων ὑποστάσεων δια­φορὰ διακρίνει ταύτας ἀλλήλων καὶ ἀσυγχύτους διατηρεῖ, ἐξ αὐτῶν τῶν ἀντικει­μένων τοῦτο παραστήσω. Αὐτοὶ γὰρ οὕτω τὴν ὑπόστασιν ὁρίζουσιν. «Ὑπόστασίς ἐστιν ἐν φύσει τὶ ὑφιστάμενον ἀληθῶς καὶ πεπληρωμένως, αἰσθητικόν, ἀκοινωνήτῳ ἰδιότητι ἐξ ἄλλου διακρινόμενον». Καὶ πάλιν. «Πρόσωπόν ἐστιν ἐν τῇ θεότητι ὑφιστάμενόν τι, ἐν ᾧ ἐστι πᾶσα ἡ θεία οὐσία ἐν ἰδίῳ καὶ ἀκοινωνήτῳ τοῦ ὑφίστασθαι τρόπῳ». Εἰ οὖν αἱ ὑποστάσεις ἐν ἀκοινωνήτῳ ἰδιότητι καὶ ἐν ἀκοινωνήτῳ τοῦ ὑφίστασθαι τρόπῳ παρ’ αὐτοῖς ὁρίζονται, πῶς οἷόν τε ἀσυγχύτως ταύτας φυλάττεσθαι, τοῦ αὐτοῦ καὶ Υἱοῦ καὶ προβολέως λεγομένου; Τοιγαροῦν κρινάτωσαν οἷς λόγου καὶ φρονήσεως μέτεστιν, εἰ δίκαιόν ἐστι συγχέειν τὴν ἐνδοτέραν τῶν τριῶν μακαριωτάτων ὑποστάσεων ἐνέργειαν, τουτέστι τὰς τούτων ἰδιότητας, ἃς οἱ ἅγιοι καὶ πνευματοφόροι πατέρες, ὥσπερ ἑνὶ καὶ τῷ αὐτῷ πνεύματι ἐνηχούμενοι, διδάσκουσιν ὁμοθυμαδόν, ἀκοινωνήτους ταύτας εἶναι καὶ ἰδιαζούσας. Ὅτι δὲ τοῦτο οὐδαμοῦ τῆς ἁγίας Γραφῆς εὕρηται ἢ τῶν ἁγίων συνόδων ἢ τῶν κατὰ μέ­ρος ἁγίων πατέρων, ἴσασιν οἱ τῇ τῶν χριστιανῶν θεολογίᾳ ὁπωσοῦν ἐγκεκυφότες.
Ἀντιβολῶ οὖν πάντας τοὺς ἐντευξομένους τουτῳῒ τῷ πονηματίῳ, καὶ ἀντιβολῶ διὰ τοῦ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν τῆς αἰωνίου καταδίκης καὶ τὴν πρὸς τὸν Πατέρα εἰσαγωγήν, ἐπὰν ἀκούσητε τοὺς ἀρχιερατικοὺς ῥῆσίν τινα παράγοντας, ὅθεν οὖν περὶ τῆς προκειμένης πραγματείας, μὴ τούτοις πιστεύειν, ἀλλ’ ἀνατρέχειν ἐπὶ τὸ πρωτότυπον, κἀκεῖ τὴν ἀλήθειαν ζητεῖν. Καὶ γὰρ ὁσάκις ἐγὼ τοῦτο πεποίηκα, πολὺ τοὐναντίον ὧν λέγουσιν εὕρηκα. Ἄλλως γὰρ οὐκ ἔνι καταμαθεῖν τὸ σαφές, (ὡς ἐμαυτὸν πείθω), εἰ μὴ οὕτω ποιήσαιμεν. Ἔτι μηδὲ τοῦτο λανθανέτω, ὅτι πάντα τὰ περὶ Θεοῦ ἐστι δόγματ’ ἀναγκαῖα πρὸς σωτηρίαν παντὶ τῷ πιστεύοντι. Ἀλλὰ τὰ πρὸς σωτηρίαν ἀναγκαῖα καταρχὰς τοῦ Χριστιανισμοῦ ἐκηρύχθη. Τοῦτο δὲ οἴδαμεν νεωτερικὸν εἶναι, διὰ πάνυ πολλῶν ἐτῶν τῆς καθόλου Ἐκκλησίας μηδ’ ὁντιναοῦν λόγον τούτου πέρι κινησάσης. Πῶς οὖν οἷόν τε εὐσεβείας καὶ ὀρθοδοξίας ἔχεσθαι τὸ χθὲς καὶ πρότριτα εὑρεθέν;
Πρὸς δὲ τούτων ἁπάντων σκοπητέον τὴν εἰς πολλὰ κατατομὴν καὶ διαίρεσιν ταύτης, ἣν ὑπέστη μετὰ τὸ ἀποστῆναι τῆς καθολικῆς καὶ ἀποστολικῆς Ἐκκλησίας. Οὐχὶ πάλαι μὲν αὐτή τε ἡ Ῥώμη ἐπ’ εὐσεβείᾳ ἐπῃνεῖτο καὶ πᾶσα σχεδὸν ἡ Εὐρώπη ἦν ὑποτασσομένη ταύτῃ; Οὐχὶ δὲ νῦν ἐπὶ μυρίοις ἀτοπήμασι διαβάλλεται καὶ τὸ πλεῖστον τῆς Εὐρώπης ἀπέστη ταύτης; Πάρεστι δὲ θαυμάσαι καθ’ ὑπερβολὴν καὶ ἐκπλαγῆναι ἐπὶ τῇ πληρώσει τῆς προφητείας τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγορίου ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ λεγομένου Παλαμᾶ, ἀκμάσαντος ἐπὶ τοῦ αὐτοκράτορος Ἀνδρονίκου τοῦ Παλαιολόγου τοῦ γέροντος, ὃς θεῖος ἀνήρ, μετὰ πολλὰς παραινέσεις πρὸς τοὺς ἐν Ῥώμῃ, ἐπειδὴ ἑώρα τούτους ἀδιορθώτως ἔχοντας, τάδε τελευταῖον ἔφησεν ἐκ Πνεύματος ἁγίου. «Γινώσκετε, τέκνα μου, ὅτι ἡ Ἐκκλησία τῆς Ῥώμης μέλλει διαιρεθῆναι εἰς πολλὰ τμήματα», καὶ τὰ ἑξῆς τῆς προφητείας, ἧς δὴ πληρωθείσης ὡς ἀληθῶς θαυμάζομεν. Οὐδὲν γὰρ σχίσμα ἦν τότε ἐν τῇ Εὐρώπῃ, ἀλλὰ πάντα τὰ νῦν ὄντα μετὰ τὸν χρόνον ἐκεῖνον ἐγένετο. Διὰ τούτων οὖν καὶ τῶν τοιούτων ῥᾴδιόν ἐστι τοῖς βουλομένοις εὑρεῖν τὴν ἀλήθειαν. Περὶ μὲν οὖν τούτων ἅλις ἡγοῦμαι εἰρῆσθαι· προβήσομαι δὲ ἤδη σὺν Θεῷ ἐπὶ τὰ λοιπὰ τῆς ὁμολογίας. Ἕπεται τοιγαροῦν τῇ ἁπλῇ θεολογίᾳ περὶ δη­μιουργίας εἰπεῖν.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, 
τ. ΙΙ, ἐν Ἀθήναις 1953 σ. 498-561.

Δετε τό Β΄ Μέρος στήν στοσελίδα:
τό Γ΄ Μέρος στήν στοσελίδα:
καί τό Δ΄ Μέρος (τελευταο) στήν στοσελίδα:




[1] Α΄ Πετρ. 3,15.
[2] Γεν. 2,10.
[3] Μαρκ. 1,5.
[4] Ἰω. 4,24.
[5] Ἡσ. 11,2.
[6] «Περὶ θείων ὀνομάτων» ΙΙ, 5. MPG. 3, 641.
[7] Αὐτόθι σ. 645.
[8] Α΄ Κορ. 3,19. Ἰὼβ 5,13.
[9] MPG. 45,416.
[10] MPG. 35,1072/3.
[11] Ἰω. 15,26.
[12] Ἰω. 14,26.
[13] Ἰω. 3,8.
[14] Ἡσ. 48,16.
[15] Κολ. 2,9.
[16] Κολ. 2,3.
[17] Ἰω. 16,15.
[18] Λουκ. 3,6.
[19] Ἰω. 12,32.
[20] Ματθ. 11,27 καὶ 28,18.
[21] Ἰω. 6,63.
[22] Ἐκδ. ὀρθ. πίστ. Ι, 11.12.
[23] Ἰω. 10,30.
[24] Α΄ Ἰω. 5,7.
[25] Ἡσ. 6,1.
[26] Ἰω. 12,41.
[27] Ἡσ. 6,9. Ματθ. 13,14.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου