ΟΜΟΛΟΓΙΑ
ΤΗΣ ΑΝΑΤΟΛΙΚΗΣ ΕΚΚΛΗΣΙΑΣ
ΤΗΣ
ΚΑΘΟΛΙΚΗΣ ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ
ΣΥΓΓΡΑΦΕΙΣΑ
ΕΝ ΕΠΙΤΟΜΗ
ΔΙΑ
ΜΗΤΡΟΦΑΝΟΥΣ ΙΕΡΟΜΟΝΑΧΟΥ
ΠΑΤΡΙΑΡΧΙΚΟΥ
ΤΕ ΠΡΩΤΟΣΥΓΚΕΛΛΟΥ ΤΟΥ ΚΡΙΤΟΠΟΥΛΟΥ
1625
μ.Χ.
ΜΕΡΟΣ Δ΄
(ΤΕΛΕΥΤΑΙΟΝ)
Δεῖτε τό Α΄ Μέρος στήν ἱστοσελίδα:
τό Β΄
Μέρος στήν ἱστοσελίδα:
καί τό Γ΄
Μέρος στήν ἱστοσελίδα:
Κεφάλαιον ιστ΄. Περὶ
ἁγίων λειψάνων.
Τὴν αὐτὴν δὲ τιμὴν
ἀπονέμει ἡ Ἐκκλησία καὶ τοῖς ἁγίοις λειψάνοις, εἰ μόνον ἀληθῆ καὶ ἀνόθευτα εἴη.
Πολλαὶ γὰρ πανουργίαι καὶ καπηλίαι ἐπενοήθησαν περὶ ταῦτα, ὡς συμβαίνειν τὸν
αὐτὸν ἅγιον, οὗ τὰ λείψανα ὀνομάζουσι, τρικέφαλον καὶ τετρακέφαλον εἶναι,
τοσαυτόχειρά τε καὶ τοσαυτόποδα. Πολλαχοῦ γὰρ δεικνύουσι τὰ αὐτὰ μέλη τοῦ αὐτοῦ
ἁγίου, ὅπερ ὡς ἄτοπον καὶ καπηλευτικὸν ἡ Ἐκκλησία μισεῖ καὶ ἀποτρέπεται.
Περὶ δὲ τῆς
ὀφειλομένης τοῖς ὄντως ἁγίοις λειψάνοις τιμῆς τόνδε τὸν λόγον ἀποδίδωσι. Ἐπειδὴ
οἱ ἐθνικοί, οἱ διῶκται τῶν χριστιανῶν, ἐπονείδιστον καὶ ἐφύβριστον ἡγοῦντο τὸν
ὑπὲρ Χριστοῦ θάνατον, ὁ Θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ τίμιον καὶ
ἔνδοξον θέλων ἀποδεῖξαι τὸν τοιοῦτον τρισόλβιον θάνατον, ἅτε δὴ ὑπὲρ τοῦ
μονογενοῦς αὐτοῦ Υἱοῦ γενόμενον, ἐπέθηκε τοῖς λειψάνοις τῶν ὑπὲρ ἐκείνου
θανόντων χάριν καὶ δωρεὰν τοῦ παναγίου Πνεύματος, ὅπερ ἡ Ἐκκλησία καταμαθοῦσα
προθύμως ἀπεδέξατο καὶ τοῖς μετέπειτα παρέδωκεν.
Ὅτι δὲ ἀληθῶς χάρις
τοῦ παναγίου Πνεύματος προσετέθη τοῖς ἁγίοις λειψάνοις, μαρτυροῦσι πολλοὶ τῶν
ἀρχαιοτάτων τῆς Ἐκκλησίας συγγραφέων, καὶ σοφοὶ καὶ ἅγιοι, τὰ διὰ τῶν ἁγίων
λειψάνων γενόμενα θαύματα, οἷον δαιμόνων φυγὰς καὶ ποικίλων νοσημάτων θεραπείας·
ὧν τοὺς τόπους καιροῦ διδόντος δυναίμεθα παραστῆσαι, εἰ καὶ νῦν διὰ τὸ κατεπεῖγον
τῆς ὥρας τούτους παρατρέχω.
Κεφάλαιον ιζ΄. Περὶ
ἐπικλήσεως τῶν Ἁγίων.
Οἱ παλαιοὶ ἐκεῖνοι καὶ
ἅγιοι τῆς πρωτοτύπου Ἐκκλησίας προστάται, ἰδόντες πολλὰς ἀποκαλύψεις διὰ τῶν
τῇδε μεταστάντων ἁγίων γενομένας τοῖς ἔτι τῷ βίῳ τούτῳ περιοῦσι χριστιανοῖς,
-οἷον Γρηγόριον τὸν θαυματουργόν[1], τὸν ἀκροατὴν Ὠριγένους,
ἐξ ἀποκαλύψεως διδασκόμενον τὴν εὐσεβῆ τῶν χριστιανῶν πίστιν διὰ τοῦ ἁγίου
Ἰωάννου τοῦ Εὐαγγελιστοῦ καὶ τῆς παναγίας Θεοτόκου, Κωνσταντῖνον τὸν μέγαν καὶ
πρῶτον ἐν χριστιανοῖς βασιλεῦσιν, ὑπὸ τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου
διδασκόμενον τὸν Χριστιανισμόν· καὶ αὐτὸς ὁ περιφανέστατος ἐν ἁγίοις Γρηγόριος ὁ
θεολόγος φησὶ πολλάκις κατ’ ὄναρ νουθετεῖσθαι ὑπὸ τοῦ μεγάλου Βασιλείου, ἤδη τὸ
χρεὼν λειτουργήσαντος[2]· ἀλλὰ καὶ πολλὰ
τούτοις παρόμοια εὑρίσκεται ἐν ταῖς ἱστορίαις τῆς ἀρχαίας Ἐκκλησίας—, συνῆκαν
ἐκ Πνεύματος ἁγίου τὴν ἤδη ἐν οὐρανῷ θριαμβεύουσαν Ἐκκλησίαν μὴ ἀναίσθητον
εἶναι τῶν ἀναγκῶν καὶ παθημάτων τῆς ἐπὶ γῆς ἔτι στρατευομένης Ἐκκλησίας, μηδὲ
κάρῳ τὰς τῶν ἁγίων ψυχὰς κατέχεσθαι μέχρι τῆς ἀναστάσεως καθάπερ ὑπὸ μανδραγόρα
καθευδούσας, ὅπερ ἔδοξέ τισι λίαν ἀνοήτως. Θαυμαστὸν δέ, πῶς διέλαθεν αὐτοὺς τὸ
τοῦ Ἀποστόλου, ἐπιθυμοῦντος ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι[3]. Οὐ γὰρ ἂν ἐπεθύμησέ ποτ’ ἐν κάρῳ ἔσεσθαι, εἰ
τοῦτο οἶδε.
Ταῦτ’ οὖν συνιέντες οἱ
τῆς ἀρχαίας Ἐκκλησίας τρόφιμοι καὶ θεόθεν κινούμενοι, (οὐδὲν γὰρ ἀθεεὶ κοινῇ
πάντες οἱ ἐκλεκτοὶ δύνανται ποιῆσαι), ἤρξαντο τοὺς ἁγίους ἐπικαλεῖσθαι εἰς
πρεσβείαν, ἅμα μὲν ἀναιροῦντες διὰ τούτου τὴν ὡς ἀληθῶς κεκαρωμένων ματαίαν
ὑπόληψιν, ἐμφαίνοντές τε ἐνεῖναι ταῖς ψυχαῖς αἴσθησιν καὶ δίχα τῶν σωμάτων, —οὐ
γὰρ ἀναισθήτους ἐπεκαλέσαντο ἄν—, ἅμα δὲ πιστεύοντες τὸ πανάγιον Πνεῦμα τὸ ἐν
ἐκείνοις οἰκοῦν ἀποκαλύπτειν αὐτοῖς τὴν χρείαν τῶν ἐπικαλούντων, εἰς συμπάθειαν
τῶν ἀδελφῶν τούτοις διεγεῖρον, ἥτις συμπάθεια ἐμφαίνει τὴν ἑνότητα ἐκείνων τε
καὶ ἡμῶν, εἴπερ τι ἄλλο, ἣν ὁ Ἀπόστολος τοῖς τοῦ σώματος μέλεσι παρείκασεν, ὧν
ἑνὸς πάσχοντος οὐκ ἔσθ’ ὅπως μὴ καὶ πάντα συμπάσχειν καὶ συναλγεῖν τῷ κάμνοντι
μέλει[4]. Εἰ γὰρ ἔτι τῷ σώματι τούτῳ, τῷ παχεῖ τῆς
ψυχῆς προκαλύμματι, —ὅθεν οὐκ ἄλλως εἰ μὴ ὡς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι δυνάμεθα
καθορᾶν τι τῶν ὑψηλοτέρων καὶ πνευματικοῖς κροσηκόντων—, οὖσι τοῖς ἁγίοις
ἀπεκαλύφθη τὰ πόῤῥω, οἷον τῷ προφήτῃ Ἐλισσαίῳ ἡ τοῦ Γιεζῆ πονηρία[5], τῷ ἀποστόλῳ Παύλῳ ἡ τῶν ἡμεδαπῶν Μακεδόνων
χρεία, —«ὅραμα, φησίν, ὤφθη τῷ Παύλῳ, ἀνὴρ Μακεδὼν ἑστώς, παρεκάλει αὐτὸν
λέγων, διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν»[6]—, πῶς οὐχὶ νῦν
μᾶλλον, τῆς σκηνῆς καὶ τοῦ ἐπιπροσθοῦντος καλύμματος ἀπαλλαγεῖσι τούτοις, τρανώτερον
τὰ ἡμέτερ’ ἀποκαλυφθήσεται, ἵνα μὴ ἐνδεέστεροι ἡμῶν ὦσιν ἐν τούτῳ;
Ἡμῖν μὲν γὰρ δεδομένοι
εἰσὶ πολλοὶ τρόποι τοῦ τὰ πόῤῥω εἰδέναι· αἵ τε ἱστορίαι, δι’ ὧν οἴδαμεν τὶ ἐν
Ἀμερικῇ πράττεται καὶ τὶ ἐν Αἰθιοπίᾳ, καὶ αἱ ἐπιστολαί, δι’ ὧν μανθάνομεν τὰ
περὶ τῶν φίλων, εἰ καὶ πάνυ ἡμῶν ἀπεσχοινισμένων, τίνες τούτων τοῖς ζῶσιν ἔτι
καταλέγονται, τίνες δ’ αὖ τὸν βίον μετήλλαξαν, τάς τε δυστυχίας καὶ εὐτυχίας
τούτων, ἐφ’ οἷς ἤτοι συνηδόμεθα τούτοις ἢ συμπάσχομεν καὶ τὰ κρείττω παρὰ τοῦ
Θεοῦ ἐκείνοις εὐχόμεθα, δεικνύοντες μέλη ἀλλήλων εἶναι. Δεῖ οὖν καὶ τοῖς ἁγίοις
τρόπον τινὰ εἶναι τῆς τῶν πόῤῥω γνώσεως, εἰ δὲ μὴ ἐλαττοῦνται ἡμῶν ἐν τούτῳ.
Ἥτις γνῶσις τῶν πόῤῥω τὰ μέγιστα συμβάλλεται εἰς τὴν τοῦ Θεοῦ δόξαν καὶ εἰς
τὴν τιμὴν τῆς λογικῆς κτίσεως. Ἔστιν οὖν αὐτοῖς τρόπος οὔθ’ ἱστορίαι, οὔτ’
ἐπιστολαί, ἀλλ’ ἡ ἀποκάλυψις τοῦ παναγίου Πνεύματος, τοῦ πανταχοῦ παρόντος καὶ
μηδὲν ἀγνοοῦντος, ἀλλὰ πάντα εἴδοτος, (Θεὸς γάρ), καὶ τούτων ὅσα βούλεται τοῖς
πιστοῖς τῶν δούλων ἀποκαλύπτοντος, κἀκείνους εἰς ἔντευξιν ὑπὲρ τῶν δεομένων
ἐγείροντος, καὶ τὰς τοιαύτας ἐντεύξεις καὶ ἀποδεχόμενου καὶ πληροῦντος.
Τοῦτο οὖν ἰδοῦσα ἡ τοῦ
Χριστοῦ Ἐκκλησία καὶ πάλαι τούτους ἐπεκαλεῖτο καὶ μέχρι σήμερον τοῦτο ποιεῖ,
οὐδὲν ἕτερον παρὰ τούτων αἰτοῦσα ἢ τὸ πρεσβεύειν τὸν πάντα δυνάμενον Θεὸν ὑπὲρ ἡμῶν,
πολλαῖς θλίψεσι καὶ ἀνωμαλίαις τοῦ βίου περικυκλουμένων ὁσημέραι, ἵν’ ὑπομονήν
τε ἐν ταῖς θλίψεσι δῷ ὁ οἰκτίρμων Θεὸς καὶ τὴν ἀπὸ τούτων ἀπαλλαγὴν ἐν τάχει.
Οὐ γὰρ λέγομεν πρός τινα τῶν ἁγίων, «ἅγιε σῶσον ἢ λύτρωσαι ἢ προνοοῦ μοι ἀγαθά»,
ἤ τι τοιοῦτον οὐδαμῶς, —ταῦτα γὰρ μόνῳ τῷ Θεῷ δυνατὰ καὶ οὐδενὶ ἄλλῳ—, ἀλλὰ
λέγομεν, «ἅγιε Ο. Δ. πρέσβευε ὑπὲρ ἡμῶν». Ἔτι οὐ λέγομεν τοὺς ἁγίους μεσίτας,
«εἷς γάρ ἐστι μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός»[7], ὃς μόνος ἀμέσως δύναται τῷ τε Πατρὶ καὶ ἡμῖν
μεσιτεύειν. Ἐκείνῳ μὲν οὐ πρὸ τῶν ποδῶν κυλινδούμενος καὶ οἰκτρῶς ὑπὲρ ἡμῶν
δεόμενος, —ἄπαγε τῆς δουλικῆς καὶ ἀναξίας τοῦ μονογενοῦς μεσιτείας—, ἀλλ’ οἷς
ὑπὲρ ἡμῶν ἔπαθε πείθων τὸν αὑτοῦ κατ’ οὐσίαν, ἡμῶν δὲ κατὰ χάριν Πατέρα οἰκτεῖραί
τε ἡμᾶς καὶ τῆς αἰωνίου σωτηρίας ἀξιῶσαι, ἡμῖν δὲ μυστικῶς ἐν ταῖς καρδίαις
ἡμῶν λαλῶν καὶ τὰ εἰκότα παραινῶν ἀοράτως καὶ πρὸς τἀγαθὸν τὸ ἡμῶν θέλημα διευθύνων
καὶ ἐνισχύων. Καὶ αὕτη ἐστὶν ἡ τοῦ μεσίτου Ἰησοῦ Χριστοῦ μεσιτεία πρός τε τὸν
Πατέρα καὶ ἡμᾶς. Οὐ μεσίτας τοίνυν τοὺς ἤδη μεταστάντας ἁγίους καλοῦμεν, ἀλλὰ
πρέσβεις καὶ ἱκέτας πρὸς τὸν Θεὸν ὑπὲρ ἡμῶν, ἀδελφῶν ἐκείνων ὄντων. Οἳ πρεσβεύοντες,
οὐ τοῖς αὐτοῖς ῥήμασιν, οἷς καὶ ὁ Υἱὸς μεσιτεύων, κέχρηνται, ἀλλ’ ἄλλοις πολὺ
διαφέρουσι τοῖς ἐκείνου, καὶ μεγίστην τὴν αὑτῶν πρὸς τὸν Θεὸν ταπεινότητα καὶ
δουλείαν ἐμφαίνουσιν. Ἐκεῖνος μὲν γάρ, ὡς εἴρηται, πείθει τὸν πατέρα τοῖς
ἑαυτοῦ παθήμασι σῶσαι τὸν κόσμον, μονονουχὶ οὑτωσὶ λέγων· «ΙΙάτερ θέλω ἐν τῷ
αἵματί μου σωθῆναι τοὺς εἰς ἐμὲ ὀρθῶς πιστεύοντας καὶ πεποιθότας». Πρὸς ὃν ὁ
Πατὴρ ἀποκρίνεται· «ναί, Υἱέ μου ἀγαπητέ, ἐπειδὴ σὺ τοῦτο θέλεις, κἀγὼ θέλω· οὐ
γάρ ἐστι διαφορὰ μεταξὺ τοῦ σοῦ καὶ ἐμοῦ θελήματος, ἀλλ’ ἓν καὶ ταὐτόν ἐστιν, ἀν
πᾶσιν ἀπαράλλακτον».
Οἱ ἅγιοι δὲ
πρεσβεύοντες οὐχ οὕτω λέγουσιν, ἀλλὰ πῶς; «ἱκετικῶς καὶ ταπεινῶς ἱκετεύομεν τὴν
σὴν μεγαλειότητα, ὕψιστε καὶ παντοκράτορ Θεέ, ἵν’ οὐκ ἐν τοῖς ἡμετέροις
κατορθώμασιν ἢ ἀκριβοδικαίοις, —οὐ γὰρ ἔχομεν τοιοῦτόν τι δίκαιον παρὰ σοὶ—, ἀλλ’
ἐν τοῖς κατορθώμασι καὶ ἀκριβοδικαίοις τοῦ μονογενοῦς σοῦ Υἱοῦ καὶ τοῦ κυρίου ἡμῶν
καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ, τοῦ κοινοῦ πάντων ἡμῶν Σωτῆρος, μνήσθητι τῶν ἀδελφῶν ἡμῶν
τῶν ἐπὶ τῆς γῆς, καὶ ἀπάλλαξον αὐτοὺς τῶν κατεχόντων ἀνιαρῶν, ἀξιῶν αὐτοὺς τῆς
δόξης καὶ χάριτος, ἧς καὶ ἡμᾶς ἠξίωσας ἐν τῷ μονογενεῖ σοῦ Υἱῷ, τῇ χάριτι τοῦ
παναγίου Πνεύματος». Πρὸς οὓς ὁ Πατὴρ ἀποκρίνεται· «διὰ τὸν θάνατον καὶ
ἀκριβοδίκαιον τοῦ Υἱοῦ μου μέμνημαι καὶ μνησθήσομαι τῶν ἐπὶ τῆς γῆς ὑμῶν
ἀδελφῶν, τῶν τὴν αὐτὴν ὑμῖν πίστιν κατεχόντων· ὑμῶν δὲ τὸ εὔνουν καὶ τὸ πρὸς
τοὺς ἐπὶ γῆς ὄντας ἔτι ἀδελφοὺς ὑμῶν συμπαθὲς καὶ φιλάδελφον ἀποδεχόμενος,
ἀμείψομαι ὑμᾶς ἐν τῇ βασιλείᾳ τοῦ Υἱοῦ μου τῷ ἅμα τοῖς ἀδελφοῖς ὑμῶν, ὑπὲρ ὧν
τὴν πρεσβείαν ποιεῖσθε, δοῦναι ὑμῖν τὴν τελείαν ἐπαγγελίαν, ἣν ἐπηγγειλάμην
τοῖς ἐμοῖς ἐκλεκτοῖς». Τοιαύτη ἐστὶν ἡ τῶν ἁγίων ὑπὲρ ἡμῶν πρεσβεία, ὡς
ἐνδέχεται εἰκάσαι ἄνθρωπον λογικὸν καὶ εὐσεβείας ἀντιποιούμενον.
Ὅθεν ἡ Καθολικὴ
Ἐκκλησία, πλὴν τοῦ πρεσβεύειν τὸν Θεὸν ὑπὲρ ἡμῶν καὶ πάντα τἀναγκαῖα ἡμῖν παρ’
ἐκείνου αἰτεῖν, οὐδενὸς ἄλλου δεῖται παρὰ τοῦ τῶν ἁγίων, οὐδὲ παρ’ αὐτῆς τῆς
ἁγίας Θεοτόκου. Ἣν ὡς μὲν πάντων τῶν ἁγίων ὑπερέχουσαν καὶ πολλῷ πλείονα
ἐκείνων παῤῥησίαν πρὸς τὸν Υἱὸν ἔχουσαν, πρώτην τῶν ἄλλων ἐπικαλούμεθα εἰς
πρεσβείαν· ὡς δὲ τῇ ἑαυτῆς δυνάμει μηδὲν δυναμένην ποιῆσαι, πλὴν τοῦ
πρεσβεύειν, καὶ ἡμεῖς οὐδενὸς ἄλλου παρὰ ταύτης δεόμεθα πλὴν τοῦ πρεσβεύειν καὶ
ἱκετεύειν τὸν αὑτῆς Υἱὸν καὶ Θεὸν ὑπὲρ ἡμῶν. Ἀλλ’ ἐπειδὴ πολλαὶ ἀμφισβητήσεις
νεωστὶ περὶ ταύτης κεκίνηνται, πότερον ἀναμάρτητον ταύτην οἰητέον ἢ μή, οὐκ ἄπω
σκοποῦ δόξειε καὶ τὴν περὶ τούτου γνώμην τῆς Ἀνατολικῆς Ἐκκλησίας ἐνταῦθα ἐκθῆναι.
Φησὶ τοίνυν ἡ Ἐκκλησία
ἔνοχον καὶ ταύτην ὑπάρξαι τῆς ἀρχεγόνου καὶ προπατορικῆς ἁμαρτίας, ὡς καὶ
πάντας τοὺς ἀνθρώπους. Μόνον δὲ τὸν ταύτης Υἱόν, ἅτε δὴ οὐ ψιλὸν ἄνθρωπον ὄντα,
ἀλλὰ τὸ συναμφότερον, Θεὸν καὶ ἀνθρωπον, ἀναμάρτητον καὶ πάσης ἐνοχῆς ἀνώτερον
οἴδαμεν. Διὸ καὶ τὸν κόσμον πάσης ἁμαρτίας ἐῤῥύσατο, τοιοῦτος ὤν. Εἰ γὰρ οἷόν
τε ἦν ἄλλον τινὰ γενέσθαι ἀναμάρτητον, ἐκεῖνον ἔδει καὶ σωτῆρα τοῦ κόσμου ὑπάρξαι,
καὶ οὐκ ἂν ἐδέησε τῆς τοῦ Θεοῦ σαρκώσεως ὑπὲρ ἡμῶν. Ἀλλ’ ὅτι ἄλλον τιν’
ἀναμάρτητον εὑρεθῆναι τῶν ἀμηχάνων καὶ ἀδυνάτων ἦν, διὰ τοῦτο ἀναγκαίως σαρκοῦται
ὁ Λόγος τοῦ Θεοῦ, τοὐτέστι σαρκὶ καθ’ ὑπόστασιν ἑνοῦται ἀτρέπτως καὶ ἀσυγχύτως,
ἵν’ ἀναμάρτητος ὢν τὸν κόσμον τῆς ἁμαρτίας ῥύσηται.
Ὅτι δὲ ἔνοχος καὶ αὕτη
ὑπῆρξε τοῦ προπατορικοῦ πταίσματος, καὶ ὅτι τὸν αὐτὸν τοῖς ἄλλοις ἀνθρώποις
τρόπον συνελήφθη καὶ ἐτέχθη, διὰ τῶν ἑξῆς δηλωθήσεται. Τὸ πρῶτον διά τοῦ αὐτὴν ἐν
τῇ ἑαυτῆς ᾠδὴ ὀνομάζειν τὸν Θεὸν ἑαυτῆς σωτῆρα, λέγουσα «μεγαλύνει ἡ ψυχή μου
τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου»[8]. Σωτὴρ δέ τις τινὸς οὐκ ἂν λεχθείη, εἰ μὴ ἀπὸ
μεγάλου κινδύνου τοῦτον σώσειεν· ἀλλὰ μείζων κίνδυνος τοῦ προπατορικοῦ
ἁμαρτήματος, ἐξ οὗ πάντες οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ, καὶ πρὸ τούτων ἡ κυρία
Θεοτόκος, τῇ τοῦ Θεοῦ χάριτι ἐῤῥύσθησαν, οὐκ ἄν ποτε γένοιτο. Προσφόρως ἄρα σωτῆρα
ἑαυτῆς τὸν Θεὸν ἐπιγράφεται, ὡς ἀπὸ τοιούτου κινδύνου ταύτην ῥυσάμενον. Τὸ
δεύτερον διὰ τούτων δηλοῦται. Οἱ ἅγιοι πατέρες, ἑρμηνεύοντες τὰ τοῦ ἀγγέλου
πρὸς αὐτὴν ῥήματα, οἷον «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου
ἐπισκιάσει σοι»[9], οὕτω φασίν[10]. Τίνος ἕνεκεν τὸ ἅγιον Πνεῦμα ἐπέρχεται ἐπ’
αὐτὴν πρότερον; ἵνα καθαρίσῃ ταύτην καὶ δοχεῖον ἄξιον τῆς τοῦ Λόγου σκηνώσεως
ἀπεργάσηται. Ἐδεῖτο γὰρ καὶ αὕτη καθάρσεως. Εἰ οὖν μὴ κατὰ τὸν αὐτὸν τοῖς
λοιποῖς ἀνθρώποις τρόπον συνελήφθη τε καὶ ἐγεννήθη, οὐκ ἂν ἐδεῖτο τῆς παρὰ τοῦ
ἁγίου Πνεύματος καθάρσεως· ἀλλὰ νῦν, κατὰ τοὺς ἁγίους πατέρας, ἐν αὐτῷ τῷ τῆς
συλλήψεως χρόνῳ, δεόμενη τῆς ἀπὸ Θεοῦ καθάρσεως. Οὐκ ἄρα χώραν ἔχει ἡ τῶν
ἀντιλεγόντων ἐπίνοια καὶ οἴησις.
Πλὴν ἐπὶ πᾶσι τούτοις
οὕτω φρονοῦμεν περὶ αὐτῆς. Ἐπειδὴ παρὰ Θεοῦ προωρίσθη ἐπὶ μεγάλῳ καὶ ἐξαιρέτῳ
τέλει, -τί γὰρ μεῖζον τοῦ ἐκ ταύτης τὸν Θεὸν σαρκωθῆναι;- οὕτω μέγα καὶ
ἐξαίρετον δῶρον ταύτῃ κεχαρίσθαι ὑπὸ Θεοῦ, τὸ μὴ ἁμαρτάνειν. Κἀντεῦθεν λέγομεν
αὐτὴν ἁμαρτίας ἰδίας μηδαμῶς πεποιηκυῖαν, ὡς παρὰ Θεοῦ τοιοῦτον δῶρον λαβοῦσαν.
Ὡς δὲ μητέρα Θεοῦ ὑπάρξασαν, τιμιωτέραν καὶ ἐνδοξοτέραν καὶ ἁγιωτέραν αὐτὴν
φρονοῦμεν πάσης ὁρωμένης τε καὶ ἀοράτου κτίσεως. Ὅθεν καὶ πρὸ πάντων τῶν ἁγίων
ταύτην πρέσβυν πρὸς τὸν ἐξ αὐτῆς τεχθέντα προβαλλόμεθα. Οὔτε ταύτην μέντοι,
οὒτ’ ἄλλον τινὰ τῶν ἁγίων λέγομεν κατά τινα δικαίαν ὀφειλὴν ἢ ἀκριβοδίκαιον
παρὰ τῷ Θεῷ τοῦτο ποιεῖν -ἄπαγε· οὐδενὶ γὰρ ὁ Θεὸς ὀφείλει, πᾶσα δὲ ἡ λογικὴ
κτίσις ὁρατή τε καὶ ἀόρατος πλεῖστα καὶ ἄπειρα τούτῳ ὀφείλει-, ἀλλὰ κατὰ παῤῥησίαν,
ἣν ὁ Θεὸς αὐτοῖς ἐδωρήσατο. Τὸ δὲ λέγειν τοὺς ἁγίους ἔχειν τιν’ ἀκριβοδίκαια
παρὰ τῷ Θεῷ καὶ περιττὰ μέντοι, δι’ ὧν δύνανται πολλοὺς ἁμαρτωλοὺς σῶσαι, καντεῦθεν
τὰ τῶν ἁγίων περισσεύματα, ὡς ἐκεῖνοι οἴοντα, εἰς ὤνησιν προτιθέναι τοῖς
βουλομένοις, καὶ ταῦτα πιπράσκειν ὥσπερ λάχανα, τοῦθ’ ὡς ἀληθῶς ὕβρις τῆς
Ἐκκλησίας ἐστί, μᾶλλον δὲ τῶν τὰ τοιαῦτα τολμώντων, ἐπ’ οὐδενὶ ἄλλῳ ἐπινοηθεῖσα,
ἢ ἐπ’ αὐξήσει βαλαντίου, ὅπερ ὡς ἱερόσυλον καὶ καπηλευτικὸν ἡ τοῦ Χριστοῦ Ἐκκλησία
μισεῖ καὶ ἀποτρέπεται.
Κεφάλαιον ιη΄. Περὶ
νηστείας.
Ἡ νηστεία παλαιὸν καὶ
ἀρχαῖον ἔθος ἐστὶ τῇ Ἐκκλησίᾳ, συναρξάμενον τῷ εὐαγγελικῷ κηρύγματι. Αὐτὸς γὰρ
πρῶτος ὁ τοῦ εὐαγγελίου ἀρχηγὸς καὶ διδάσκαλος νηστεύει μετὰ τὸ βάπτισμα
τεσσαρακονθήμερον, διδάσκων ὅτι οὕτω χρὴ πάντας ποιεῖν, καὶ νικᾷ τὸν διὰ
γαστρὸς ἡμῖν πολεμεῖν εἰωθότα. Μακαρίζει τε πολλάκις τὴν νηστείαν καὶ ταλανίζει
τὴν πολυφαγίαν, μακάριοι, λέγων, οἱ πεινῶντες, ὅτι χορτασθήσονται, οὐαὶ δὲ οἱ
ἐμπεπλησμένοι, ὅτι πεινάσουσιν[11]. Καὶ ὁ ἐκείνου
μαθητὴς καὶ ἀπόστολος Παῦλος, νουθετῶν τὰς συζυγίας μὴ ἀποστερεῖν ἀλλήλους,
ἐπάγει, «εἰ μὴ ἐν καιρῷ, ἵνα σχολάζητε τῇ προσευχῇ καὶ τῇ νηστείᾳ»[12].
Ἁρμόζει δὲ αὕτη τοῖς
χριστιανοῖς, ἀνάστασιν νεκρῶν δογματίζουσι, πρὸς ἀντιδιαστολὴν τῶν μὴ ταύτην
ὁμολογούντων, καὶ διὰ τοῦτο τῇ γάστρι τὰ πάντα χαριζομένων, οὓς ὁ αὐτὸς
Ἀπόστολος χλευάζων ἔλεγεν· «εἰ ἀνάστασις νεκρῶν οὐκ ἔστι, φάγωμεν καὶ πίωμεν,
αὔριον γὰρ ἀποθνήσκομεν»[13]. Ἐχρῆν μὲν οὖν τὸν
πάντα βίον ἐν νηστείᾳ ἡμᾶς ἄγειν, ἵν’ ὅσῳ ὁ ἔξω ἄνθρωπος φθείρεται, τοσούτῳ ὁ
ἔνδον ἀνανεοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. Ὅμως ἀλλ’ ἐπειδὴ ἡ νηστεία ἐπίπονόν τι δοκεῖ
τῇ ἡμετέρᾳ φύσει καὶ οὐ πάνυ καταθύμιον, ἡμεῖς δὲ ῥαθύμως πρὸς τὰ ἐπίπονα
διακείμενοι, οὐ δυνάμεθα πάντοτε τούτοις ἐνασκεῖν, ἐπενόησεν ἡ ἀρχαία καὶ
πρωτότυπος Ἐκκλησία χρόνον διωρισμένον, ἐν ᾧ δεῖ πάντας τοὺς χριστιανοὺς κοινῇ
προσευχαῖς καὶ νηστείαις σχολάζειν. Ἔστι δὲ ὁ χρόνος οὗτος ἡ πρὸ τοῦ Πάσχα
τεσσαρακονθήμερος νηστεία. Πρῶτον μὲν ὅτι τῇ Κυριακῇ, ἧς τῇ ἐπαύριον ἀρχόμεθα
ταύτης τῆς νηστείας, μνήμην ποιούμεθα τῆς τῶν πρωτοπλάστων ἐκ τοῦ Παραδείσου
ἐξορίας. Παρεικάζοντες οὖν οἱ ἅγιοι πατέρες τὸν χρόνον ἐκεῖνον, τῇ ἡμετέρᾳ ἐν
τῷδε τῷ κόσμῳ διαγωγῇ, μοχθηρᾷ οὔσῃ καὶ μυρίων κακῶν ἀνάπλεω, οἷς κατεκρίθημεν
διὰ τὴν τῶν προγόνων παράβασιν, ἐκέλευσαν διὰ νηστείας καὶ προσευχῆς τὸν Θεὸν
ἱκετεύειν καὶ λύτρωσιν <τῶν> τῇδε ἀνιαρῶν παρ’ ἐκείνου ζητεῖν, ἧς δὴ καὶ
τυγχάνομεν τῇ ἀναστάσει τοῦ Θεοῦ Λόγου, τοῦ ὑπὲρ ἡμῶν σαρκώθεντος καὶ παθόντος
καὶ ἀναστάντος. Ὅθεν καὶ τῇ ἡμέρᾳ τῆς ἀναστάσεως, λήγοντες τῆς πενθίμου
νηστείας, χαίρομεν ἐν Κυρίῳ καὶ εὐφραινόμεθα. Ἔτι πένθος ἐστὶν ὁ τοιοῦτος
χρόνος ὑπὲρ τοῦ Ἰσραήλ, ἐκπεσόντος τῆς θείας δόξης διὰ τὴν εἰς τὸν Μεσσίαν
παροινίαν καὶ ἀσέβειαν. Νηστεύομεν οὖν καὶ πενθοῦμεν δεόμενοι τοῦ Θεοῦ ὑπὲρ τῆς
ἐκείνου ἀνακλήσεως, ἣν καὶ ἐλπίζομεν ἐν τάχει ἔσεσθαι σὺν Θεῷ. Πρὸ δὲ τούτων,
ἐπειδὴ ἐπὶ θύραις τὸ τοῦ Κυρίου ὑπὲρ ἡμῶν πάθος, συσταυρούμεθα καὶ
συννεκρούμεθα τῷ ὑπὲρ ἡμῶν καὶ σταυρωθέντι καὶ νεκρωθέντι, ἵνα καὶ συναναστῶμεν
αὐτῷ καὶ συνδοξασθῶμεν, ἤδη ἀναστάντι καὶ παρὰ πάντων δοξαζομένῳ.
Ἡ δὲ νηστεία τῆς
τετάρτης καὶ ἕκτης πασῶν τῶν τοῦ ἐνιαυτοῦ ἑβδομάδων ἐπινενόηται, ὅτι ἐν ταύταις
μεγάλα πράγματα διεπράχθη. Τῇ μὲν γὰρ τετάρτῃ ἐπράθη ὑπὸ τοῦ μαθητοῦ καὶ
προδότου ὁ βασιλεὺς τοῦ κόσμου· τῇ δὲ ἕκτῃ τῷ σταυρῷ ἐκρέματο ὁ μετέωρον τὴν
γῆν κρεμάσας. Θέλοντες οὖν συναλγῆσαι τῷ ὑπὲρ ἡμῶν ἀλγήσαντι νηστείαν ἄγομεν
κατὰ ταύτας τὰς δύο ἡμέρας τοῦ ὅλου ἐνιαυτοῦ, λύπης καὶ ἄλγους πρόξενον οὖσαν.
Ἑορτῆς δὲ δεσποτικῆς ἐμπεσούσης τινὶ τῶν ῥηθεισῶν ἡμερῶν, οἷον γενεθλίων
Χριστοῦ ἢ ὀνομαστηρίων εἴτ’ οὖν περιτομῆς ἢ βαπτιστηρίων ἢ ἡστινοσοῦν ἄλλης, εἰ
μόνον εἴη δεσποτική, καταλύεται ἡ τῆς ἡμέρας ἐκείνης νηστεία.
Ὁ δὲ τρόπος τῆς
τεσσαρακονθημέρου νηστείας ἐστὶν ἀπέχεσθαι κρέατος καὶ τῶν ἀπὸ τούτου, οἷον
γάλακτος, βουτύρου, τυροῦ καὶ ὠῶν, ναὶ δὴ καὶ ἰχθύων. Ἐσθίομεν δὲ ὀπώρας,
ὄσπρια καὶ λάχανα, ἀρτύοντες αὐτὰ βραχεῖ ἐλαίῳ. Πίνομεν καὶ ὀλίγον οἶνον ὕδατι
κεκραμένον. Οἱ δὲ μοναχοὶ οὔτε ἐλαίῳ χρῶνται οὔτε οἴνῳ κατὰ τὸν χρόνον τῆς
νηστείας, εἰ μὴ δὶς τῆς ἑβδομάδος, ἐν σαββάτῳ καὶ κυριακῇ. Τοῖς δὲ Μοσχοβίταις
καὶ Ῥώσοις συγκεχώρηται ἡ τῶν ἰχθύων ἐδωδὴ διὰ τὸ ἀπορεῖν ἐκείνους οἴνου καὶ
ἐλαίου. Κατὰ δὲ τὰς τετάρτας καὶ ἕκτας τῶν τοῦ ἐνιαυτοῦ ἑβδομάδων ἀπεχόμεθα μὲν
κρέατος καὶ πάντων τῶν ἀπ’ ἐκείνου, ὡς εἴρηται, ἰχθύων δὲ οὐ πάντες. Ἀδιάφορος
γὰρ δόκει ἡ τούτων βρῶσις κατὰ τὰς ἡμέρας ἐκείνας,
Κεφάλαιον ιθ΄. Περὶ
Μοναχῶν.
Ἡ τῶν μοναχῶν τάξις δοκεῖ
μὴ χθὲς καὶ πρότριτα ἀρξαμένη, ἀλλὰ κατ’ ἀρχὰς τῶν τῆς Ἐκκλησίας κρηπίδων ἔτι
καταβαλλόμενων. Ἔοικε δὲ μήτε πρὸς σύστασιν τῆς Ἐκκλησίας, μήτε πρὸς τὴν
ἐκείνων αὐτῶν σωτηρίαν ἀναγκαίως τι συνεισφέρειν δύνασθαι. Ἥ τε γὰρ Ἐκκλησία
ἄνευ μοναχῶν δύναται συστῆναι, κἀκεῖνοι δίχα τοῦ ἐπαγγέλματος δύνανται σωθῆναι,
ὥσπερ καὶ οἱ λοιποὶ λαϊκοὶ χριστιανοί, ἀλλ’ οἷον κόσμος τις καὶ καλλωπισμὸς τῇ
Ἐκκλησίᾳ διαπρέπων. Ἐπειδὴ γὰρ αὕτη παράδεισος, εἴτ’ οὖν κῆπος Θεοῦ νοητῶς
καλεῖται, τὸν δὲ κῆπον πολλὰ καὶ διάφορά ἐστι τὰ κοσμοῦντα, οἷον ἀνθέων ποικίλα
χρώματα καὶ διάφοροι εὐοσμίαι, δένδρων παντοδαπῶν εὔτακτοι καὶ ἡρμοσμέναι φυτεῖαι,
καρπῶν ὡραίων καὶ ἀλλ’ ἐπαλλήλων εἴδη, οὕτως ἐχρῆν καὶ τὸν νοητὸν κῆπον τοῦ
Θεοῦ, τὴν ἁγίαν Ἐκκλησίαν, ποικίλαις διαγωγαῖς κοσμεῖσθαι, πάσαις μέντοι
θεαρέστοις καὶ τὸν αὐτὸν σκοπὸν ἐχούσαις, ὅς ἐστιν ἡ τῆς αἰωνίου ζωῆς
ἐπίτευξις.
Ἔτι τῶν τῆς
χριστιανικῆς διδασκαλίας τὰ μέν ἐστιν ἐπιταγματικά, ὡς ἀναγκαῖα, οἷον τὸ μὴ
φονεύειν, μὴ κλέπτειν, μὴ μοιχεύειν, μὴ πορνεύειν καὶ τὰ τούτοις παρόμοια· τὰ
δὲ ἐπιταγματικὰ μὲν ὡς ἀναγκαῖα οὔκ ἂν εἴη, ἐπαινετὰ δὲ ἄλλως καὶ πολλῶν
ἐγκωμίων ἄξια, οἷον τὸ τῆς ἀληθοῦς παρθενίας κατόρθωμα, ἡ ἐσχάτη ἀκτημοσύνη, ἡ
ἄκρα ὑπομονή, ὡς καὶ τὴν ἑτέραν παρειὰν προτείνειν τῷ ἤδη θατέραν παίσαντι[14], καὶ τελευταῖον αὐτὴ ἡ παντελὴς ἀπαλλαγὴ τῶν
τοῦ κόσμου θορύβων. Ἐχρῆν δὲ εἶναί τινας ἐν τῇ Ἐκκλησίᾳ, οἳ καὶ ταῦτα μετέλθοιεν,
ἵνα μὴ παντελῶς ἀργὰ ᾖ τὰ κυριακὰ ῥήματα, ὅπερ οὐ τὸ τυχὸν αἶσχος προσῆψεν ἂν
τῇ χριστιανικῇ διδασκαλίᾳ, μηδενὸς ὄντος τῶν τούτων ἀντιποιουμένων. Ἔφασαν γὰρ
ἂν οἱ ἔξω καταμωκώμενοι ἡμῶν, εὖγε, εὖγε, τῆς χριστιανῶν διδαχῆς, τοιαῦτα
ἐπιταττούσης, οἷα οὐδεὶς τῷ δακτύλῳ γοῦν κινῆσαι ἐθέλει, οὐχ ὅπως καὶ κατορθῶσαί
τι τούτων. Νῦν δὲ ὄντων μὲν τινῶν τῶν ταῦτα μεταχειριζομένων, τῶν δὲ λοιπῶν
χριστιανῶν ἀποδεχόμενων καὶ ἐπαινούντων τὴν ἐκείνων προαίρεσιν, ἡ ἀπὸ τούτων
δόξα κοινῇ πάσῃ τῇ Ἐκκλησίᾳ συμβαίνει. Ὅπερ πάρεστιν ἰδεῖν παρ’ ἡμῖν. Οὐ πάντες
μὲν μοναχοὶ τελοῦσι, τοὺς ὄντας δὲ οἱ λοιποὶ ἀποδέχονται καὶ ἄγανται, καὶ
οὕτως ἑκατέρωθεν ὁ Θεὸς δοξάζεται.
Πρὸς τούτοις, πάντες
μὲν οἱ χριστιανοί, οἵ τε λαικοὶ οἵ τε μοναχοί, τοῦ αὐτοῦ σκοποῦ στοχάζονται, ὅς
ἐστιν ἡ ἐν Χριστῷ αἰώνιος ζωή· οὐδεὶς γὰρ ἐπιτεύξεται ταύτης ὀλιγωρῶν. Δοκεῖ δὲ
ἡ τῶν μοναχῶν ὁδός, ἀπηλλαγμένη οὖσα τῶν τοῦ κόσμου θορύβων, οὐ μικρῶν
ἐμποδίων τῆς ἀρετῆς ὄντων, ἐπιτομωτέρα εἶναι καὶ ῥᾴων πρὸς τοῦτο ἢ ἡ τῶν λαϊκῶν,
ὑπὸ μάρτυρι τῷ Ἀποστόλῳ φάσκοντι, «τὸν γεγαμηκότα μεριμνᾶν τὰ τοῦ κόσμου, πῶς
ἀρέσει τῇ γυναικί, τὸν δὲ ἄγαμον μεριμνᾶν τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ»[15]. Διάγουσι δὲ οἱ ἡμέτεροι μοναχοὶ ζωὴν πάνυ
στενὴν καὶ τεθλιμμένην. Ἡ γὰρ τούτων δίαιτα, ἥ τε περὶ τὴν τράπεζαν ἥ τε περὶ
τὴν κλίνην ἔστι χαλεπωτάτη. Ἡ μὲν οὖν περὶ τὴν τράπεζαν ἐστὶν ἐν ὀσπρίοις καὶ
λαχάνοις, τετράκις τῆς ἑβδομάδος ἀρτυομένοις βραχυτάτῳ ἐλαίῳ, ἐν κυριακῇ, ἐν
τρίτῃ, ἐν πέμπτῃ καὶ ἐν ἑβδόμῃ, ἣ καὶ σάββατον λέγεται, καθ’ ἃς ἡμέρας
μεταλαμβάνουσι καὶ ὀλίγου οἴνου ἡμικράτου ὕδατι· ἰχθύας μὲν ἔξεστιν ἐνίοτε,
ἀλλὰ τῶν μοναστηρίων κειμένων ἐν ὄρεσι καὶ ἐρήμοις, χαλεπῶς δύνανται
πορίζεσθαι, διὸ σπανίως πάνυ τούτων μετέχουσιν. Ἔξεστι μέντοι καὶ τῶν ἀπὸ τοῦ
κρέατος ἐσθ’ ὅτε γεύεσθαι, οἷον γάλακτος, βουτύρου, τυροῦ, ὠῶν, ἀλλὰ διὰ τὴν τοῦ
τόπου δυσχέρειαν ὡς ἐπὶ τὸ πολὺ καὶ τούτων ἀποροῦσι. Κρέας οὐδέποτε ἐσθίουσιν,
οὐ κατά τινα νόμον τῆς Ἐκκλησίας, οὐδὲ γὰρ ἔστι τοιοῦτος νόμος, οὐδὲ κατ’
εὐχήν, οὔτε γὰρ ηὔξατό ποτέ τις τῶν καθ’ ἡμᾶς μοναχῶν μὴ φαγεῖν κρέας, ἀλλὰ
κατὰ συνήθειαν καὶ μόνην. Τὰς δὲ λοιπὰς τρεῖς ἡμέρας τῆς ἑβδομάδος, οἷον τῇ
δευτέρᾳ, τῇ τετάρτῃ, τῇ ἕκτῃ νηστείαν ἄγουσιν ἴσα καὶ τῇ πρὸ τοῦ Πάσχα
τεσσαρακονθημέρῳ. Ἡ περὶ τὴν κλίνην διαίτά ἐστιν ἐπὶ στιβάδος ἢ ἐπὶ σανίδος,
ὑποβλήματος ἐνίοτε ὑφ’ ἁπλουμένου οὐ πάνυ παχέος· ἅπας ὁ ὕπνος οὐ πλέον τῶν
τεσσάρων ὡρῶν, τινὲς δὲ καὶ εἰς δύο μόνας ὥρας ἀρκοῦνται. Τὰ ἐνδύματα λίαν
εὐτελῆ καὶ ὀλίγης τιμῆς ἄξια, μέλανα, οὐ κεχρωματισμένα, ἀλλ’ ἐκ μελάνων
προβάτων.
Τρὶς τῆς ἡμέρας
εὔχονται κοινῇ ἐν τῷ ναῷ, ἑσπέρας καὶ πρωΐ, ἀρξάμενοι ἀπὸ μεσονυκτίου καὶ
μεσημβρίας. Ἔχουσι μέντοι καὶ ἄλλας ἰδίας εὐχὰς παρὰ τὰς εἰρήμενας, ἃς δεῖ
ἕκαστον κατ’ ἰδίαν ἀνύειν ἐν τῷ αὑτοῦ δωματίῳ. Οὐδεὶς ἀναγκάζεται παρ’ ἡμῖν
μοναχὸς γενέσθαι, οὔτε τῶν υἱῶν οἱ δεύτεροι, οὔτε τῶν θυγατέρων, -ἔχομεν γὰρ
καὶ γυναικεῖα μοναστήρια τῇ αὐτῇ διαίτῃ τοῖς ἀνδρῴοις κεχρημένα—, ἵν’ οἱ
πρότεροι πλουσιώτεροι ὦσιν, ὅπερ πυνθανόμεθα παρ’ ἄλλοις γίνεσθαι, παρ’ ἡμῖν δὲ
οὐδὲν τοιοῦτον γίνεται, ἀλλ’ οἱ βουλόμενοι.
Ὅσοι δὲ γραμμάτων
ἄπειροι, ἐργάζονται ταῖς ἰδίαις χερσί, κἀντεῦθεν πάρεστιν εὑρεῖν ἐν ἑκάστῳ
μοναστηρίῳ χαλκεῖς, ῥάπτας, οἰκοδόμους, βυρσοδέψας, σκυτοτόμους, ὑφάντας καὶ εἴ
τις ἄλλη τέχνη χρήσιμος ἐκεῖνοις. Τοῦτο γάρ ἐστιν εἰς δόξαν Θεοῦ, ἐργάζεσθαι
ταῖς ἰδίαις χερσί, καθὼς ὁ μακάριος Παῦλος ὁ ἀποστολος καὶ ἐποίει[16] καὶ ἐδίδασκε[17], ἀφ’ ὧν ἂν δύναιντο
καὶ ἑαυτοὺς τρέφειν καὶ τοὺς δεομένους ἐπικουρεῖν. Καὶ μέντοι ἐπικουροῦσι τὰ εἰς
δύναμιν. Πάντας γὰρ τοὺς ξένους ἀποδέχονται εὐμενέστατα, καὶ τραπέζης τούτοις
κοινωνοῦσιν, ἐφ’ ὅσαις ἡμέραις παραμένοιεν, ἐξιόντας δέ, ἐφοδιάζουσιν ὡς οἷόν
τε.
Αἱ εὐχαὶ δὲ εἴτ’ οὖν
ἐπαγγελίαι τῶν ἡμετέρων μοναχῶν εἰσὶν αὗται· σωφροσύνη, ἀκτημοσύνη, ὑπακοὴ καὶ
ὑπομονή· οὐδὲν ἕτερον. Ἃς εὐχὰς οὕτω θερμῶς φυλάττουσιν, ὡς ἀγωνίζεσθαι πρὸς
ἀλλήλους καὶ ἁμιλλᾶσθαι, τὶς τῶν ἄλλων δοκιμώτερος ἐν τούτῳ φανείη.
Κεφάλαιον κ΄. Περὶ τοῦ
εὔχεσθαι ὑπὲρ τῶν κεκοιμημένων.
Ὅτι μὲν καὶ αὕτη ἡ παράδοσις
τῶν ἀρχαίων ἐστίν, παντί που δῆλον. Οὐδεὶς γάρ ἐστι τῶν τῆς Ἐκκλησίας ἁγίων
πατέρων, ὃς οὐ μέμνηται ταύτης. Ἀλλὰ πάντες ὁμοθυμαδὸν καὶ διηγηματικῶς καὶ
προτρεπτικῶς φαίνονται μνήμην ταύτης ποιούμενοι· Ἀθανάσιος ὁ πολύαθλος,
Βασίλειος ὁ μέγας[18], Γρηγόριος ὁ θεολόγος
ἐν τῷ εἰς τὸν ἀδελφὸν Καισάριον λόγῳ[19], Ἰωάννης ὁ Χρυσόστομος
ἐν τῇ ἑρμηνείᾳ τῆς πρὸς Κορινθίους πρώτης, κἀν τῇ πρὸς Θεσσαλονικεῖς[20], Ἐπιφάνιος ἐν τῷ κατὰ αἱρέσεων[21], καὶ συνελόντι φάναι παρὰ πᾶσι τοῖς τε ἁγίοις
πατράσι, τοῖς τε ἱστοριογράφοις[22] τῆς Ἐκκλησίας λαμπρὰ
καὶ περιφανὴς ἡ τοιαύτη παράδοσις εὑρίσκεται. Πάντας οὖν τούτους λέγειν
ἡμαρτηκέναι τῆς ἀληθείας καὶ οὐκ ὀρθῶς περὶ τοῦ τοιούτου πεφρονηκέναι, οὔθ’
ὅσιον οὔτε πρὸς ἐπιεικῶν καὶ εὐσεβείας ἀντιποιουμένων δόξειεν εἶναι.
Ἔοικε δὲ ἡ Ἐκκλησία καὶ
ταύτην ἐκ τοῦ θείου ῥήματος συλλέξαι. Εὕρηκε γὰρ ἐκεῖ τὸν Ἀπόστολον κελεύοντα
τοὺς Κορινθίους «παραδοῦναι τὸν πεπορνευκότα τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα
τὸ πνεῦμα ἐκείνου σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου»[23], τὸν δ’ αὐτὸν
Ἀπόστολον ἀλλαχοῦ φάσκοντα περὶ ἑαυτοῦ, «ἐπιθυμεῖν ἀναλῦσαι καὶ σὺν Χριστῷ
εἶναι»[24]. Δύο τοίνυν παρατηρητέον ἐνθάδε, καὶ ἀκριβῶς
μέντοι παρατηρητέον. Ἓν μὲν εἶναί τινας μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν εὐθέως
ἐπιτυγχάνοντας τῆς μετὰ Χριστοῦ διαγωγῆς· οὐ γὰρ ἂν ὁ Ἀπόστολος ἐπεθύμει ἀναλῦσαι,
εἰ μὴ ἀκριβῶς οἶδεν εὐθὺς συνέσεσθαι τῷ Χριστῷ. Δεύτερον δὲ εἶναί τινας μὴ μετὰ
θάνατον εὐθέως τῆς ἐνεργείᾳ σωτηρίας τυγχάνειν, ἀλλὰ δυνάμει καὶ ἐν ἐλπίδι
ταύτην ἐκδέχεσθαι, ἐλπίδι λέγω βεβαίᾳ καὶ ἀναντιῤῥήτῳ, οἳ πειραθέντες πρότερον
τῆς τοῦ Θεοῦ πατρικῆς ῥάβδου, ἀξιοῦνται ἐν καιρῷ καὶ τῆς ἐνεργείᾳ σωτηρίας.
Τοῦτο τοίνυν
κατανοήσασα ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ᾗ αὐτὸς σύνεστιν ἀεί, ὡς ἐπηγγείλατο[25], μέχρι τῆς συντελείας τοῦ αἰῶνος, ἡνιοχῶν καὶ
διευθύνων ταύτην ἐν πᾶσι κατὰ τὸ αὐτῷ δοκοῦν, ἐπενόησε τούτοις φιλανθρωπίαν
τινὰ προσφέρειν, ἡ δέ ἐστιν εὐχὰς καὶ ἱκεσίας ὑπὲρ ἐκείνων ἀναπέμπειν τῷ τῶν
ὅλων Θεῶ, ἵνα δυοῖν θάτερον, ἢ γὰρ τῶν κατεχόντων ἀνιαρῶν τούτους ἐν τάχει
ἀπαλλάξῃ, ἢ γοῦν ἄνεσίν τινα καὶ παραμυθίαν τούτοις ἐν φυλακῇ θεόθεν παραπέμψῃ.
Λέγει τοίνυν ἡ Ἐκκλησία τὴν ἐκείνων ποινὴν μὴ ὑλικὴν εἶναι, εἴτ’ οὖν ὀργανικήν,
μὴ διὰ πυρός, μήτε δι’ ἄλλης ὁποιασοῦν ὕλης, ἀλλὰ διὰ θλίψεως καὶ ἀνίας τῆς ἀπὸ
συνειδήσεως, συμβαίνουσαν τούτοις ἐκ τοῦ μιμνήσκεσθαι τῶν ὅσα ἐν τῷ κόσμῳ μὴ κατὰ λόγον μηδὲ ὁσίως ἔπραξαν.
Εὐχόμεθα οὖν ὑπὲρ τῶν ἀποιχομένων, ὀνομαστὶ μὲν ὑπὲρ ἑνὸς ἑκάστου τῇ πρώτῃ
ἡμέρᾳ τῆς ἐκείνου κοιμήσεως, τῇ τρίτῃ, τῇ ἐννάτῃ, τῇ εἰκοστῇ, τῇ τεσσαρακοστῇ,
εἶτα μετὰ τρεῖς μῆνας, καὶ αὖθις μετὰ ἕξ, καὶ τελευταῖον μετ’ ἐνιαυτόν,
μετέπειτα παρὰ ταῦτα καὶ ὁσάκις οἱ συγγενεῖς καὶ προσήκοντες τῷ ἀποιχομένῳ
ἐθέλουσι τοῦτο ποιεῖν οὐ κωλύομεν. Κοινῇ δὲ καθ’ ἕκαστον σάββατον τοῦ ὅλου ἐνιαυτοῦ
μνήμη γίνεται παρὰ πάσης τῆς Ἐκκλησίας ἐν πᾶσι τοῖς ναοῖς πάντων τῶν ἀπ’ αἰῶνος
ἐν πίστει καὶ εὐσεβείᾳ κοιμηθέντων. Ἔτι ὁσάκις καὶ ἐν οἱᾳδήποθ’ ἡμέρᾳ ὁ
κυριακὸς δεῖπνος ἱερουργεῖται, μνημονεύονται κοινῶς οὗτοι. Πάντες γὰρ οἱ τὰς
εὐχὰς τοῦ μυστηρίου τούτου συνθέντες, ὅ τε μέγας Βασίλειος[26] καὶ Γρηγόριος ὁ Θεολόγος[27], Ἰωάννης τε ὁ Χρυσόστομος, μνήμην ποιοῦνται
τῶν πιστῶς κοιμηθέντων.
Οὐκ ἔστι δὲ παρ’ ἡμῖν
χρόνος διωρισμένος τῆς ἐκείνων ἀπολυτρώσεως, οὐδὲ λέγομεν «δὸς τόσα χρήματα, ἵνα
λυτρώσῃ τοὺς γονεῖς σου ἢ τὰ τέκνα σου ἢ τοὺς φίλους σου ἐκ τοῦ καθαρτηρίου
πυρός». Οὐδὲ γὰρ ἔστι πῦρ καθαρτήριον παρ’ ἡμῖν, ἀλλὰ θλίψίς τις ἀπὸ συνειδήσεως,
καὶ αὕτη μέντοι μετὰ πάνυ χρηστῆς ἐλπίδος, διήκουσ’ ἕως ἂν ὁ Θεὸς θέλῃ. Οὐδὲ
ὁρίζομεν τούτῳ μὲν τόσα ἔτη ἐν τῇ θλίψει διαγαγεῖν, ἐκείνῳ δὲ τόσα. Ἂν δ’ οἱ
προσήκοντες τόσα ἢ τόσα χρήματα -δηλαδὴ πλουτίνδην οὐχ ἁμαρτίνδην τὴν ποινὴν
εἰσπράττοντες- τῇ Ἐκκλησίᾳ προσφέροιεν, θᾶττον ἢ λόγος ῥυσθήσεται ὁ ἔνοχος τῶν
κατεχόντων δεινῶν. Οὐδὲν τοιοῦτον παρ’ ἡμῖν εὕροιεν ἄν τις. Εἰ δέ τις τῶν
πρεσβυτέρων φωραθείη πρὸς ἀργύριον τοιοῦτόν τι ποιῶν, κολάζεται πικρότατα καὶ
ἐλεεινότατα· καὶ τί γὰρ ἄλλο ἢ τῆς ἰδίας τάξεως κίνδυνος αὐτὸν ἐκπεσεῖν;
Κεφάλαιον κα΄. Περὶ
τοῦ εὔχεσθαι κατὰ ἀνατολάς.
Κατὰ ἀνατολὰς εὔχεσθαι
παρέλαβεν ἡ Ἐκκλησία ἀρχῆθεν, οὐχ ὡς τὸν Θεὸν ἐκεῖ περιγράφουσα, ἄπαγε τῆς
μικροπρεποῦς περὶ τοῦ ἀπεριγράπτου Θεοῦ ὑπολήψεως. Ὡς γὰρ πανταχοῦ ὁ Θεός, οὕτω
καὶ τὴν προσκύνησιν πανταχοῦ δέχεται. «Ἔρχεται, φησίν, ὥρα, ὅτε οὔτε ἐν
Ἱερουσαλήμ, οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσουσι τῷ Θεῷ οἱ ἀληθινοὶ προσκυνῆται·
Πνεῦμα γὰρ ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ
προσκυνεῖν»[28]. Ἔτι φησὶν ὁ
ἱεροψάλτης· «ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλογεῖ ἠ ψυχή μου τὸν Κύριον»[29]. Οὐκ ἄρα διὰ τοῦτο κατὰ ἀνατολὰς
προσκυνοῦμεν, ἀλλ’ ὅτι ἱστάμενοι εἰς προσευχὴν ἀνάγκη εἰς τόπον τινὰ βλέπειν.
Οὐκοῦν τὸν κρείττω
τόπον ἀφιεροῦμεν τῷ Θεῷ, κρείττων δὲ ἡ ἀνατολή, καθ’ ὃ ἀναλογεῖ τῷ φωτί. Ἔτι
ἀκούομεν τὸν Θεὸν κατὰ ἀνατολὰς πεφυτευκέναι τὸν παράδεισον, τὴν ἀρχαίαν ἡμῶν
καὶ τρισμακάριστον πατρίδα· ἣν δὴ ζητοῦντες καὶ τῷ ταύτης πόθῳ νυττόμενοι, ἐκεῖσε
βλέποντες προσκυνοῦμεν. Τρίτον καὶ σαφέστερον, ὅτι ἐξ ἀνατολῶν προσδοκῶμεν τὸν
Κύριον κριτὴν ἁπάντων ἐλευσόμενον, ὡς αὐτός που ἔφη· «ὥσπερ ἡ ἀστραπὴ ἐξέρχεται
ἀπὸ ἀνατολῶν εἰς δυσμάς, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου»[30]. Ἀλλὰ μηδεὶς οἰέσθω οὕτως ἀναγκαίως ἡμᾶς
προσκεῖσθαι ταύτῃ τῇ παραδόσει, ὡς μὴ δύνασθαι ἄλλως ποιεῖν, ἢ ἀδικήσει δήπου
τὴν ἀλήθειαν. Εἰ γὰρ ἔγωγε νυκτὸς ζοφώδους καὶ ἀσελήνου ἐπιβήσομαι ξενοδοχείου,
ὅθεν διακρίναι οὐ ῥᾴδιον ποῦ ἡ ἀνατολὴ κεῖται, οὐ παρὰ τοῦτο οὐ προσεύξομαι. Ἀλλ’
οὐδ’ ἀκριβολογήσομαι παρὰ τοῦ ξενοδόχου ποῦ ἡ ἀνατολὴ κεῖται, ἵνα προσεύξωμαι,
ὡς οὐκ ἐξόν μοι ἀλλαχοῦ, -οὐδαμῶς τοῦτο ποιήσω-, ἀλλὰ προσεύξομαι ἀφορῶν, ὅπου
ἂν δόξῃ μοι. Φυλάξω δὲ τοῦτο κοινῇ ἐπ’ ἐκκλησίας, δι’ ἃς αἰτίας εἴρηκα.
Κεφάλαιον κβ΄. Περὶ τοῦ
μὴ κλίνειν γόνυ ἐν Κυριακῇ
καὶ καθ’ ὅλην τὴν
Πεντηκοστήν.
Οὐδὲ ταύτην τὴν
παράδοσιν δύναταί τις ἀρνεῖσθαι μὴ τῶν ἀρχαιοτάτων οὖσαν. Ἡ γὰρ ἁγία καὶ
οἰκουμενικὴ πρώτη σύνοδος κανόνα περὶ ταύτης ἐξέθετο, κελεύοντα πάντας τοὺς
χριστιανοὺς ὀρθοστάδην τὰς εὐχὰς ἀποδιδόναι τῷ Θεῷ κατά τε τὰς κυριακὰς τοῦ
ὅλου ἐνιαυτοῦ καὶ καθ’ ὅλην τὴν πεντηκοστήν[31], οὐχ ὡς αὕτη πρώτως
τοῦτο δογματίζουσα, -ἀρχαιότερον γὰρ ἦν τὸ ἔθος—, ἀλλὰ τὴν ἀμφισβήτησιν τὴν
τότε περὶ τούτου κινηθεῖσαν καταστέλλουσα καὶ εἰς ὁμόνοιαν τὰ πλήθη συνάγουσα.
Ὁ δ’ ἐν ἁγίοις Βασίλειος ὁ μέγας καὶ τὸν περὶ τούτου λόγον ἄριστ’ ἀπέδωκεν. Ἔφη
γὰρ τὴν ἀνθρωπίνην φύσιν, τὴν ἤδη πεπτωκυῖαν τῷ τῶν πρωτοπλάστων πταίσματι, ὁ
Χριστὸς διὰ τῆς αὐτοῦ ἀναστάσεως ἠνώρθωσεν· ἧς ἀνορθώσεως μεμνημένοι ὀρθοστάδην
τῷ ἀνορθώσαντι τὰς εὐχαριστίας καὶ δοξολογίας καὶ προσευχὰς ἀναπέμπομεν κατὰ τὰς
ἀναστασίμους ἡμέρας· ὁμοίως δὲ καὶ καθ’ ὅλην τὴν πεντηκοστήν, ἐπειδὴ πᾶσα αὕτη
τῆς του Πάσχα ἑορτῆς ἔχεται καὶ ἀναστάσιμος λέγεται.
Ταύτας πάσας τὰς
παραδόσεις φυλάττομεν ἀπ’ ἀρχῆς μέχρι τῆς σήμερον, καὶ εἰς τὸ ἑξῆς σὺν Θεῷ
φυλάξομεν. Οὐ μέντοιγ’ οἰόμεθα συμβάλλεσθαι ταύτας ἀναγκαίως εἰς τὴν ἡμῶν
σωτηρίαν· οὐδὲν γὰρ ἁπλῶς ἀναγκαῖον πρὸς τοῦτο, πλὴν τοῦ Θεοῦ καὶ τοῦ αὐτοῦ
ῥήματος· δύναται γὰρ καὶ τὰ μυστήρια ἱερουργηθῆναι ἄνευ τῶν ῥηθεισῶν τελετῶν,
(εἴρηται γὰρ καὶ τὴν μαῖαν βαπτίζειν ἐν ἀνάγκῃ ἄνευ τῆς οἱασοῦν τελετῆς), καὶ
τῶν λοιπῶν μὴ παρουσῶν, οὐδὲν ἧττον τὴν χριστιανικὴν πίστιν σῴζεσθαι ἐξ
ὁλοκλήρου. Φυλάττομεν δ’ ὅμως διά τε τὸν κόσμον καὶ εὐπρέπειαν τῆς Ἐκκλησίας
καὶ διὰ τὴν τιμὴν τῶν ἁγίων ἐκείνων πατέρων, τῶν ταύτας παραδόντων, καὶ ἵνα μὴ
ὑπερήφανοι καὶ ἰσχυρογνώμονες καὶ φιλόνεικοι δόξωμεν, ὀλιγωροῦντες μὲν τῆς τοῦ
Χριστοῦ Ἐκκλησίας καὶ εἰς ταύτην ὑβρίζοντες, ἣν «στῦλον καὶ ἑδραίωμα τῆς
ἀληθείας» ὁ Ἀπόστολος ἐκάλεσεν[32], ἐθέλοντες δὲ τὴν
ἡμῶν γνώμην συστῆσαι. Ὅτι δὲ τὸ ὀλιγωρεῖν τῶν ἀρχαίων τῆς Ἐκκλησίας ἐθῶν,
ὑβρίζειν ἐστὶν εἰς τοὺς ἁγίους πατέρας, τοὺς τῆς Ἐκκλησίας προστάτας, μαρτυρεῖ
σαφῶς ὁ ἐν ἁγίοις Ἰωάννης ὁ Χρυσόστομος, οὑτωσὶ λέγων. «Ὅταν μὴ μένῃς, ἐφ’ οἷς
ἐνομοθέτησαν ἐκεῖνοι, ταῦτα ἕπεται πάντως, ἢ ἄνοιαν αὐτῶν, ὡς οὐκ ἀκριβῶς εἰδότων,
καταγινώσκειν, ἢ δειλίαν, ὡς εἰδότων μέν, ὑποκρινομένων δὲ καὶ προδόντων τὴν
ἀλήθειαν».
Αὕτη ἐστὶν ἡ Ὁμολογία
τῆς Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Ἀπεδείχθη σαφῶς καὶ ἱκανῶς τὸ ταύτης
εὐσεβὲς καὶ ὀρθόδοξον φρόνημα περί τε τὰ δόγματα καὶ τὰς παραδόσεις, καὶ ὅτι,
ὡς ταῦτα παρέλαβεν ἀρχῆθεν, οὕτω φυλάττει μέχρι τῆς σήμερον ἄνευ τῆς οἱασοῦν
προσθαφαιρέσεως.
Κεφάλαιον κγ΄.
Ἐπίλογος.
Περὶ καταστάσεως τῆς
Ἀνατολικῆς Ἐκκλησίας.
Ἀλλὰ ταύτην τὴν οὕτως
εὐσεβῶς καὶ ὀρθοδόξως περὶ τὰ θεῖα διακειμένην ἐξῃτήσατο ὁ Σατανᾶς παρὰ τοῦ
Θεοῦ «σινιᾶσαι ὡς τὸν σῖτον»[33], καθάπερ τοὺς
Ἀποστόλους περὶ τὸ κοσμοσωτήριον πάθος τοῦ Κυρίου καὶ πρότερον τὸν δικαιον
ἐκεῖνον Ἰώβ. Ὁ δὲ Θεός, κρίμασιν οἷς αὐτὸς οἶδε, παρεχώρησε ταύτην τῷ ἐχθρῷ,
κελεύσας αὐτὸν μόνην τὴν ταύτης πίστιν μὴ βλάψαι τὸ παράπαν· καθάπερ πεποίηκε
κἀπὶ τοῦ θείου Ἰώβ[34]. Κἀκεῖνον γὰρ
παραδοὺς τῷ αἰτήσαντι, πᾶσι μὲν τοῖς ὑπάρχουσι τῷ δικαίῳ χρῆσθαι συνεχώρησε τῷ
πολεμίῳ κατὰ τὸ αὐτῷ δοκοῦν, μόνην δὲ τὴν ψυχὴν τοῦ ἀθλητοῦ κελεύει τὸν
βάσκανον ἀβλαβῆ διατηρῆσαι.
Κἀντεῦθεν ὁ τῆς
ἀληθείας πολέμιος ἤγειρε κατὰ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τὸν προκηρυχθέντα
ἐκεῖνον Ἀντίχριστον, «τὸν ἄνθρωπον τῆς ἁμαρτίας, τὸν υἱὸν τῆς ἀπωλείας»[35], τὸν ψευδοπροφήτην φημὶ τῶν Σαρακηνῶν -σιγάσθω
δὲ τὸ μιαρὸν ἐκείνου ὄνομα πολλῶν ἕνεκα- καὶ τὴν ἐκείνου ψευδοδιδασκαλίαν, οὗ
οἱ λατρευταὶ καὶ διάδοχοι οὐκ ἔστιν εἶδος κακίας, ὃ οὐκ ἐπήγαγον καὶ ἐπάγουσι
καθ’ ἑκάστην τῇ τοῦ Χριστοῦ ποίμνῃ. Κατέλυσαν ἡμῶν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν,
ἐστέρησαν μαθημάτων καὶ τεχνῶν ἐλευθέρων, ἐστέρησαν πλούτου καὶ πάσης
εὐδαιμονίας τοῦ κόσμου τούτου, εἰσπράττουσι φόρους βαρεῖς καὶ ἀνυποστάτους. Καὶ
εἴθε γε μέχρι τῶν φόρων αὐτοὺς ἱστᾶναι, ἀλλὰ πρὸς τούτῳ καὶ ἄλλα χαλεπώτατα καὶ
ἔξω τῆς ἡμῶν δυνάμεως ἐπιτάττουσι. Στρατευόμενοι μὲν γὰρ ἀπαιτοῦσι παρ’ ἡμῶν
ἵππους, πρόβατα, ἐφόδια τῷ στρατῷ καὶ ἄλλα παρόμοια· ναυμαχοῦντες δὲ πίτταν καὶ
στυπεῖον καὶ στέαρ ὑπὲρ τῶν τριήρεων καὶ τὰ τούτοις παραπλήσια. Οἱ κωμῶν καὶ
ἀγρῶν ἄρχοντες ἀγγαρεύουσι τοὺς ὑπηκόους λίαν ἀπανθρώπως, ὡς πλείονα χρόνον
ἀναλίσκειν ἐπὶ τῇ ἀγγαρείᾳ τῶν κυριευόντων ἢ ἐπὶ τοῖς σφίσιν αὐτοῖς προσήκουσι
πράγμασιν. Ἂν ἴδωσι παρά τινι τῶν ὑπηκόων ἵππον εὐγενῆ, ἁρπάζουσι τοῦτον οἱ
ἀδικώτατοι, ἂν βοῦν ἀγαθόν, ὁμοίως ποιοῦσιν, ἂν πρόβατα ἢ αἶγας ἢ ἡμιόνους ἢ
ὄνους ἢ γενναίους κύνας, τοῦτ’ αὐτὸ δρῶσιν οἱ παράνομοι, ὡς εἶναι τὸν βίον τῶν
ὑπ’ ἐκείνους τελούντων -πᾶσα δὲ σχεδὸν ἡ Ἀνατολικὴ Ἐκκλησία ὑπὸ τὴν τυραννίδα
ταύτην τελεῖ, πλὴν Μοσχοβίας καὶ μικρᾶς Ῥωσίας καὶ τῆς περὶ τὴν ἕω Ἰβηρίας καὶ
Κολχίτιδος, ἔτι καὶ πλὴν ὀλίγων νήσων ὑπὸ τὴν λαμπροτάτην ἀρχὴν τῶν Ἐνετῶν τελουσῶν,
αἳ πολλῆς φιλανθρωπίας καὶ εὐνοίας ἀπολαύουσι παρὰ τῆς φιλανθρωποτάτης ἐκείνης
ἀρχῆς· εἰσὶ δὲ αὕται, ἡ περιφανεστάτη Κρήτη, ἡ Κεφαλληνία, ἡ Ζάκυνθος, αἱ
Κέρκυραι, αἱ Κυθῆραι — ἐπώδυνον καὶ θανάτου στυγηρότερον.
Τελευταῖον καὶ τοῖς
τέκνοις τῶν χριστιανῶν ἐπιβουλεύονται οἱ ἀνήμεροι λύκοι. Καθ’ ἑκάστην γὰρ ἑπταετηρίδα
πέμπεται παρὰ τοῦ τυράννου παιδοσυλλέκτης, διελευσόμενος τὰς ὑπ’ ἐκεῖνον πόλεις
καὶ συλλέξων τοὺς ὀφειλομένους παῖδας. Ὀφείλει δὲ ἑκάστη τῶν πόλεων ἢ τέτταρας ἢ
τρεῖς ἢ δύο τουλάχιστον. Τάχα δὲ καὶ τοῦτο οἰστὸν ἂν εἴη, δυνάμενον ὁπωσοῦν
θεραπευθῆναι. Ἢ γὰρ Σαρακηνῶν παῖδας ἀπεριτμήτους ἔτι (περιτέμνονται δὲ οὗτοι
περὶ τὰ δεκαπέντε ἔτη) μισθοῦντες προσφέρομεν τῷ παιδοσυλλέκτῃ ὡς χριστιανοὺς
ὑποβολιμαίους, ἢ ἐκ τῶν χριστιανῶν τοὺς κακῶς καὶ φύντας καὶ τραφέντας καὶ
αὐξηθέντας καὶ ἀξίους ἀγχόνης ὄντας, μεθ’ ὧν καὶ χρήμαθ’ ἱκανά, ἵν’ ἐθελήσῃ
τούτους δέξασθαι. Ἄνευ γὰρ χρημάτων οὐκ ἂν τοιούτους δέξαιτο, ἀλλὰ ζητεῖ καλοὺς
καὶ σεμνοὺς καὶ τιμίους. Ἂν δὲ μετὰ τῶν ῥηθέντων κακῶν καὶ χρήματα προσοίσωμεν,
δεκτέους αὐτοὺς ποιοῦμεν, ὥσπερ καὶ τοὺς καλλίστους. Οὔκουν ἄρα τούτοις
ἀρκεῖται, ἀλλὰ πρὸς τοῖς ὀφειλομένοις καὶ ὃν ἂν παῖδα εὕρωσιν ἁρπάζουσι. Κἀντεῦθεν
συμβαίνει τὸν χρόνον ἐκεῖνον ἐπαχθέστατον εἶναι πᾶσι τοῖς χριστιανοῖς. Ἕκαστος
γὰρ ἀποβλέπει που καὶ πῶς ἂν δυνηθείη ἀποκρύψαι τοὺς αὐτοῦ υἱεῖς.
Ταῦτα καὶ πλείονα
τούτων πάσχουσα ἡ τοῦ Χριστοῦ Ἐκκλησία ὑπὸ τοῦ Ἀντίχριστου, οὐδαμῶς τῆς
πίστεως παρατρέπεται, ἀλλὰ μένει τεθεμελιωμένη ἐπὶ τὴν στερεὰν καὶ ἀκράδαντον
πέτραν, ἥτις ἐστὶν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἀντεχομένη ἀκριβῶς τῆς ἐκείνου
διδασκαλίας, τῶν δὲ τυράννων καὶ διωκτῶν καταμωκωμένη καὶ χλευάζουσα. Οὐ γὰρ
πύλαι ᾅδου κατισχύσουσιν αὐτῆς[36] πότε, τοιοῦτον
θεμέλιον ἐχούσης. Προσδοκῶμεν οὖν τὴν ἀπολύτρωσιν οὐ παρ’ ἀνθρώπων, -ματαία γὰρ
ἡ τούτων βοήθεια[37]-, ἀλλὰ παρ’ αὐτοῦ τοῦ
Κυρίου ἀμέσως. Οὐ γὰρ ἀνέξετ’ ἐπὶ πλέον τὴν Ἐκκλησίαν, ἣν τῷ ἰδίῳ αἵματι ἑαυτῷ
περιεποιήσατο[38], ζυγῷ δουλείας καὶ
τυραννίδος κατατρυχομένην ὁρᾶν, ἀλλ’ ἐπισκέψεται ταύτην, καὶ ἐν τάχει μέντοι,
ἀποκτείνων μὲν τὸν ἄνθρωπον τῆς ἁμαρτίας, τὸν υἱὸν τῆς ἀπωλείας, τῇ ὀξυτάτῃ καὶ
τομωτάτῃ μαχαίρᾳ τοῦ αὐτοῦ στόματος[39], ἐκείνην δὲ
ἀπαλλάττων τῆς τυραννίδος καὶ εἰς τὴν προτέραν κατάστασιν ἐπανάγων, μᾶλλον δὲ
καὶ εἰς πολλῷ κρείττονα· ηὐλόγησε γὰρ Κύριος τὰ ἔσχατα τοῦ Ἰὼβ μᾶλλον ἢ τὰ
ἔμπροσθεν[40].
Θαυμάσει δ’ ἄν τις τὴν
τοῦ Θεοῦ περὶ ἡμᾶς ὑπέρσοφον πρόνοιαν καὶ ἄκραν φιλανθρωπίαν· πῶς ὁ Ἀντίχριστος,
τοσαῦτα καὶ τηλικαῦτα κακὰ τῇ Ἐκκλησίᾳ καθ’ ἑκάστην ἐπάγων, τὰ τῆς θρησκείας οὐ
κωλύει, καὶ ταῦτα διώκτην καὶ πολέμιον αὐτὸς ἑαυτὸν ἐπιγράφων τῆς τῶν
χριστιανῶν πίστεως, ἀλλ’ ἑᾷ ταύτην πολιτεύεσθαι περὶ τὴν θρησκείαν κατ’ οὐδὲν
ἔλαττον ἢ ἡνίκα χριστιανοὶ ἐβασίλευον. Οἵ τε γὰρ τέσσαρες Πατριάρχαι ἐλευθέρως,
χρῶνται τοῖς αὐτοῖς προσήκουσιν ἐκκλησιαστικοῖς νόμοις, οἵ τε ἀρχιεπίσκοποι καὶ
ἐπίσκοποι ἀκωλύτως πράττουσι τὰ αὐτοῖς καθήκοντα καὶ οἱ πρεσβύτεροι ὁμοίως τὰ
παρ’ αὐτῶν ἀπαιτούμενα.
Ἔστι δ’ ἐν πᾶσι
τούτοις ἄκρα συμφωνία εἰς τὰ περὶ τὴν θρησκείαν, ὥστε τὴν εἰρήνην, ἣν ὁ Κύριος
δέδωκε τοῖς αὐτοῦ μαθηταῖς, οὐ καθὼς ὁ κόσμος δίδωσιν[41], ἀλλ’ ἄλλην εἰρήνην θείαν καὶ πνευματικήν, εἰς
ὁμόνοιαν τῆς πίστεως συνέχουσαν καὶ συσφίγγουσαν τοὺς πιστούς, πάρεστιν ἰδεῖν
ἐν τῇ Ἀνατολικῇ Ἐκκλησίᾳ ἀνθοῦσαν καὶ θάλλουσαν, εἴπερ ἀλλαχοῦ σέ που. Καὶ
μηδείς μοι λεγέτω, ὅπου ἐστὶ πολλὴ σοφία καὶ πολλὰ μαθήματα, ἐκεῖ καὶ πολλαὶ
γνῶμαι, ὅπου δὲ ἀμάθεια, ἐκεῖ καὶ συμφωνία. Μηδεὶς τοῦτο οἰέθω, ἢ ἀδικήσεις ὡς
ἀληθῶς τὴν ἀλήθειαν. Ἦν γὰρ καὶ παρὰ τοῖς ἁγίοις πατράσι πολλὴ σοφία καὶ πολλὰ
μαθήματα, ἀλλ’ οὐκ ἄν τις εὕροι δύο γοῦν τῶν ἁγίων πατέρων διαφωνοῦντας πρὸς
ἀλλήλους. Ἔστι δὲ πολλὴ ἀμάθεια καὶ βαρβαρότης παρὰ τοῖς νῦν Ἀρμενίοις καὶ
Νεστοριανοῖς, ἀλλ’ οὐδεμίαν συμφωνίαν οὐχ ὅπως πρὸς ἑκατέρους, τοῦτο γὰρ
ἀδύνατον, ἀλλ’ οὐδὲ πρὸς ἀλλήλους ἔνεστιν ἰδεῖν· θᾶττον γὰρ ἂν τὰ ὡρολόγια
συμφωνήσῃ ἢ ἐκεῖνοι ἐν ἑαυτοῖς. Ὥστε τὴν καθ’ ἡμᾶς εἰρήνην καὶ συμφωνίαν ἐν
πᾶσιν οὐκ ἔστιν ἕτερον εἰπεῖν ἢ δωρεὰν εἶναι τοῦ παναγίου Πνεύματος.
Ἔστι δὲ καὶ ἰσότης
μεταξὺ τῶν τεσσάρων Πατριαρχῶν, ὡς ἀληθῶς χριστιανικοῖς ποιμέσι προσήκουσα.
Οὐδεὶς γὰρ τούτων κατεπαίρεται τῶν ἄλλων, οὐδὲ καθόλου κεφαλὴ τῆς Καθολικῆς
Ἐκκλησίας ἀξιοῖ τις ἐκείνων καλεῖσθαι. Οὐδέποτε γὰρ ἠκούσθη παρὰ τῇ Καθολικῇ
Ἐκκλησίᾳ ἄνθρωπον θνητὸν καὶ μυρίαις ἁμαρτίαις ἔνοχον κεφαλὴν λέγεσθαι τῆς
Ἐκκλησίας. Ἐκεῖνος γὰρ ἄνθρωπος ὢν θανάτῳ ὑπόκειται· ἐν ὅσῳ δὲ ἄλλος ἐκλεχθῇ εἰς
διαδοχὴν ἐκείνου, ἀνάγκη ἐν τοσούτῳ τὴν Ἐκκλησίαν ἀκέφαλον εἶναι. Ἀλλ’ ὥσπερ
σῶμα δίχα κεφαλῆς οὐδ’ ἐν ῥιπῇ γοῦν στῆναι δυνατόν, οὕτω τὴν Ἐκκλησίαν δίχα τῆς
προσηκούσης αὐτῇ κεφαλῆς μεῖναι κἂν ἐν βραχεῖ ἀδύνατον. Τοιγαροῦν ἀθανάτου
κεφαλῆς χρεία τῇ Ἐκκλησίᾳ, ἵνα πάντοτε ζῶσα καὶ ἐνεργὴς ᾖ, καθάπερ καὶ ἡ
κεφαλή. Ἔτι τοιαύτης κεφαλῆς δεῖται ἡ Ἐκκλησία, ἥτις ἐφ’ ὑψηλοῦ καθημένη, καὶ
μέντοι τεθεωμένη, δύναιτ’ ἂν τὰ πάντα ἐφορᾶν καὶ διευθύνειν πρὸς τὸ βέλτιον. Ἔστι
δὲ τοιαύτη κεφαλὴ τῆς Καθολικῆς Ἐκκλησίας ὁ κύριος Ἰησοῦς Χριστός, ὅς ἐστιν ἡ
κεφαλὴ πάντων, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογεῖται[42]. Ἧς κεφαλῆς ζώσης διὰ
παντός, συζῇ ταύτῃ καὶ ἡ Ἐκκλησία, κυβερνωμένη καὶ διευθυνομένη ὑπὸ τοιαύτης
ἀθανάτου καὶ τεθεωμένης κεφαλῆς, καὶ οὐδένα τῶν πολεμίων φοβουμένη. Κἂν μύρια
κακὰ ταύτῃ ἐπανασταίη, πάντων αὕτη περιγίνεται δυνάμει τῆς ἑαυτῆς θείας
κεφαλῆς.
Ταῦτ’ οὖν εἰδότες οἱ
ἁγιώτατοι καὶ μακαριώτατοι τέσσαρες Πατριάρχαι τῆς καθ’ ὅλου Ἐκκλησίας, οἱ τῶν
Ἀποστόλων διάδοχοι καὶ τῆς ἀληθείας ὑπέρμαχοι, οὐδένα θέλουσι καθ’ ὅλου κεφαλὴν
ὀνομάζειν, ἀρκούμενοι τῇ ῥηθείσῃ τεθεωμένῃ καὶ παντοδυνάμῳ κεφαλῇ, τῇ ἐν δεξιᾷ
τοῦ Πατρὸς καθημένῃ καὶ πάντα ἐποπτευούσῃ. Αὐτοὶ δὲ ὁμοτίμως διάγουσι καθ’
ἑαυτοὺς ἐν πᾶσι. Πλὴν γὰρ τῆς καθέδρας οὐδεμία τις ἄλλη διαφορά ἐστι μεταξὺ
τούτων. Προκάθηται μὲν ὁ Κωνσταντινουπόλεως, παρ’ ᾧ ὁ Ἀλεξανδρείας, εἶτα ὁ
Ἀντιοχείας, οὗ ἐγγὺς ὁ Ἱεροσολύμων. Ὧν ἕκαστος ἱερουργῶν ἐν τῇ αὑτοῦ
διοικήσει, μνήμην ποιεῖται παρὰ τῷ Θεῷ τῶν λοιπῶν τριῶν πάνυ εὐφήμως.
Συνελθόντες δ’ εἰς ταὐτόν, ἀλλήλων τὰς χεῖρας ἀσπάζονται. Μεγάλης τε τιμῆς
ἀξιοῦνται οἱ λοιποὶ παρὰ τοῦ γνησίου, οὗ εἰς τὴν διοίκησιν συνῆλθον.
Ἀρχιερατικὸν δέ τι ἐνεργῆσαι οὐ δύνανται ἄνευ τῆς τοῦ γνησίου προτροπῆς. Καὶ
μέντοι προτρέπει καὶ παρακαλεῖ ὁ γνήσιος τὸν ξένον εἰς πᾶν ἀρχιερατικὸν ἔργον,
ἐμφαίνων τὴν ἀδελφικὴν ἀγάπην. Ὁ δὲ καὶ ἀποδέχεται καὶ χάριν ὁμολογεῖ τῷ
προτρέποντι. Οὐ μόνον δ’ ἐν ἄλλου Πατριάρχου διοικήσει κωλύονται οἱ λοιποὶ
Πατριάρχαι ἀρχιερατικόν τι τελέσαι ἄνευ προτροπῆς τοῦ γνησίου, ἀλλὰ κἂν εἴς τινα
τῶν ὑφ’ αὑτὸν τελουσῶν διοικήσεων γένοιτό ποτε Πατριάρχης, οὐδὲν ἀρχιερατικὸν
δύναται ἐνεργῆσαι, ἄκοντος τοῦ γνησίου. Ὁ δὲ γνήσιος πάντα μὲν δύναται, ἐὰν
θέλῃ, παραχωρῆσαι, τῷ Πατριάρχῃ, πλὴν τοῦ ἱεροῦ συνθρόνου.
Ἔστι δὲ οὗτος καθέδρα
κτιστὴ ἐκ λίθων μαρμάρων ὄπισθεν τῆς ἁγίας τραπέζης, (οὐκ ἐν πᾶσι τοῖς ναοῖς
τῆς διοικήσεως, ἀλλ’ ἐν τοῖς μεγάλοις), ἐφ’ οὗ εἴωθεν ἀναβαίνειν ὁ γνήσιος
ἀρχιερεύς, καθ’ ὃν χρόνον ἱερουργεῖται ὁ κυριακὸς δεῖπνος, κρατῶν τῇ δεξιᾷ
τρεῖς κηροὺς ἡμμένους ἐν εἴδει τριγώνου τὰ ἁπτόμενα ἄκρα καὶ ὑμνῶν τὴν ἁγίαν
καὶ ὁμοούσιον Τριάδα, ψάλλων τε μετὰ τῶν σὺν αὐτῷ τοῦτον τὸν ὕμνον· «ἅγιος ὁ
Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς». Παρόντος οὖν τοῦ Πατριάρχου
παρά τινι ἀρχιεπισκόπῳ τῶν ὑφ’ αὐτοῦ ἢ ἐπισκόπῳ, καὶ παρακληθέντος ὑπὸ τοῦ
γνησίου ἐφ’ ἱερουργίᾳ τοῦ μυστηρίου, ἵν’ ὁ λαὸς ἴδῃ Πατριάρχην ἱερουργοῦντα, ὁ
μὲν Πατριάρχης οὐ δύναται ἀναβῆναι ἐπὶ τοῦ ἱεροῦ συνθρόνου, ὅτι οὐκ ἔξεστιν
αὐτῷ, ὁ δὲ γνήσιος οὐ θέλει αἰδοῖ τῇ πρὸς τὸν Πατριάρχην. Ἵστανται οὖν ἄμφω
κάτω ἱερουργοῦντες καὶ ψάλλοντες, καὶ οὕτως ἡ ἀμφοτέρων τιμὴ ἐπὶ τὸν Χριστὸν
ἀναφέρεται, τὸν ἄκρον καὶ μέγιστον Ἀρχιερέα.
Ὃν δέομαι καὶ ἱκετεύω
ἐπισκέψασθαι ἐν τάχει τὴν αὐτοῦ Ἐκκλησίαν, ἣν τῷ ἰδίῳ αἵματι ἐκτήσατο, καὶ μὴ
βραδῦναι ἀπαλλάξαι ταύτην τῶν κατεχόντων ἀνιαρῶν, καταλῦσαί τε τὰς αἱρέσεις,
καὶ τὰ σκάνδαλα πάντα ἐκ μέσου ποιῆσαι, συνάψαι εἰς ἓν τὰ διεσκορπισμένα ταύτης
μέλη, ἵνα πάντες ὁμοθυμαδὸν δοξάσωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, Τριάδα
ὁμοούσιον καὶ ἀχώριστον, ἕνα Σωτῆρα γινώσκοντες καὶ μίαν κεφαλὴν τῆς Καθολικῆς
Ἐκκλησίας πάντες ἐπιστάμενοι, αὐτόν φημι, ὃν ἱκετεύω, τὸν κύριον Ἰησοῦν
Χριστόν, τὸν ἕνα τῆς ἁγίας Τριάδος, τὸν Θεάνθρωπον, τὸν καθολικὸν προφήτην, τὸν
ἄκρον καὶ μέγιστον ἀρχιερέα, τὸν μόνον βασιλέα τῆς ἀοράτου καὶ ὁρωμένης
κτίσεως, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ
καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων, ἀμήν.
Δόξα τῇ ἁγίᾳ καὶ
ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων, ἀμήν.
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τά
Δογματικά καί Συμβολικά Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. ΙΙ, ἐν
Ἀθήναις 1953 σ. 498-561.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου