ΙΕΡΕΜΙΟΥ
Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΠΡΟΣ
ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Α΄
1576
μ.Χ.
ΜΕΡΟΣ Γ΄
Δεῖτε
τό Α΄ Μέρος στήν
ἱστοσελίδα:
καί τό Β΄ Μέρος στήν ἱστοσελίδα:
Κεφάλαιον ιγ΄. Περὶ
χρήσεως τῶν ἁγίων μυστηρίων.
Τὸ
δέκατον τρίτον ὑμέτερον κεφάλαιον, τὸ φάσκον ὅτι
οὐ μόνον ἡ χρῆσις
τῶν θείων μυστηρίων εἰς τοῦτο
διετάγη, ἵνα σύμβολά τινα ἢ χαρακτῆρες
ὦσι καὶ γνωρίσματα διοριστικὰ
τῶν χριστιανῶν καὶ
τῶν ἔξω, ἀλλὰ πολλῷ μᾶλλον
ὅπως σημεῖα καὶ
μαρτύρια γένηται τῆς εὐνοίας καὶ χάριτος τοῦ
Θεοῦ πρὸς ἡμᾶς, οὕτω σαφηνίζομεν καὶ τοιαύτην γνώμην περὶ
τούτων ἔχομεν.
Ὁ
Κύριος ἡμῶν Ἰησοῦς Χριστός, πᾶσαν τὴν
ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν ἐπὶ
τῆς γῆς, πρὸ τοῦ
ἀνελθεῖν εἰς
τὸν ἴδιον Πατέρα, κατέλιπεν ἡμῖν
τὴν θείαν ἱερουργίαν καὶ
τὰ ἐν αὐτῇ θεία μυστήρια, εἰς ἀνάμνησιν
τῆς αὑτοῦ πρὸς ἡμᾶς μεγαλοπρεποῦς συγκαταβάσεως· καὶ
πρῶτον ἱεράρχην (ὡς λέγεται) Ἰάκωβον
τὸν ἀδελφόθεον κεχειροτόνηκε. Τοίνυν, εἰ
αἱ τῶν ἁγίων προσευχαί, καθά φησιν ὁ πολὺς
τὰ θεῖα Διονύσιος, καὶ κατὰ
τὸν τῇδε βίον, μήτιγε (τουτέστι πόσῳ
γε μᾶλλον) μετὰ θάνατον εἰς
τοὺς πιστοὺς ἐνεργοῦσι,
πολὺ πλέον ὠφελοῦσιν
ἡμᾶς τὰ θεῖα μυστήρια καὶ αἱ
ἱεραὶ τελεταί. Ὅσον γὰρ
τὸ κέρδος ἐντεῦθεν,
καὶ ὅπως αἱ φρικώδεις αὗται
ἱερουργίαι τὸν Θεὸν
καταλλάσσουσιν ἐπὶ ταῖς πλημμελείαις ἡμῶν,
αὐτὸς ἔκπαλαι πρὸ τῶν
ἄλλων ἔδειξεν ἐναργῶς
ὁ Θεός. Ὁ γὰρ
δίκαιος ἐκεῖνος Νῶε, μετὰ
τὴν τοῦ κατακλυσμοῦ παῦλαν,
θυσίαν ἀνήνεγκε τῷ Θεῷ
ἵνα τοῖς ἐσομένοις
ἐν ἀσθενείᾳ συγγνώμονά τε καὶ
γαληνὸν προαπεργάσηται τὸν Θεόν, ὡς
ὁ μέγας διέξεισι Κύριλλος ἵνα μὴ
πάλιν μία κατὰ πάντων ἐπέλθῃ
ψῆφος, δευτέρῳ κατακλυσμῷ
τὸ ἀνθρώπινον ὑποθεῖσα
γένος. Ἐφ’ ᾧ καὶ «εἶπε πρὸς αὐτὸν
ὁ Θεὸς διανοηθείς, οὐκ ἔτι
προσθήσω τοῦ καταράσασθαι τὴν γῆν
διὰ τὰ ἔργα τῶν ἀνθρώπων,
ὅτι ἔγκειται ἡ διάνοια τοῦ
ἀνθρώπου ἐπὶ
τὰ πονηρὰ ἐκ
νεότητος» (Γεν. 8,21). Ἐὰν οὖν ἡ διὰ Νῶε θυσία, καὶ ταῦτα
τυπικὴ οὖσα, οὑτωσὶ
διέθετο τὸν Θεόν, πολλῷ μᾶλλον
ὁ μονογενὴς Υἱὸς
τοῦ Θεοῦ, θυόμενος ὑπὲρ
ἡμῶν, καταλλάξειεν ἂν ἡμᾶς
τῷ οἰκείῳ Πατρί, τοὺς μετὰ
πίστεως προσερχομένους ταῖς ἱεραῖς τελεταῖς. Ὥστε
κατακρίνομεν καὶ ἡμεῖς τοὺς ἄνευ πίστεως τὴν ἄφεσιν
τῶν ἁμαρτιῶν καὶ
τὴν ὠφέλειαν τὴν ἐκ
τῶν ἱερῶν τελετῶν ἔχειν
νομίζοντας· «πᾶν γὰρ τὸ μὴ ἐκ πίστεως, ἁμαρτία ἐστί»
(Ῥωμ. 14,23). Τοὺς δὲ ἔργον μὲν ποιουμένους τῆς
ἁγίας τελετῆς τῶν
ἱερῶν μυστηρίων τὴν τῶν
δώρων εἰς τὸ θεῖον σῶμα καὶ αἷμα
μεταβολήν, τέλος δὲ τὸ τοὺς πιστοὺς ἁγιασθῆναι
δι’ αὐτῶν, ἁμαρτιῶν τε ἄφεσιν
καὶ βασιλείας κληρονομίαν καὶ τὰ
τοιαῦτα λαμβάνειν πιστεύοντας, μακαρίζομεν.
Παρασκευὴ
δὲ καὶ συντέλεια πρὸς ἐκεῖνο
τὸ ἔργον εἴησαν εὐχαί,
ψαλμωδίαι, ἱερῶν γραφῶν ἀναγνώσεις
καὶ πάντα ἁπλῶς
τὰ πρὸ τοῦ ἁγιασμοῦ τῶν
δώρων καὶ μετὰ τὸν ἁγιασμὸν ἱερῶς
γινόμενα καὶ λεγόμενα. Εἰ γὰρ
καὶ προῖκα δίδωσιν ἡμῖν
ὁ Θεὸς πάντα τὰ ἅγια,
καὶ οὐδὲν αὐτῶν προεισφέρομεν, ἀλλ’ ἀτεχνῶς
εἰσὶ χάριτες, πλὴν τό γε ἐπιτηδείους
γενέσθαι πρὸς τὸ δέξασθαι αὐτὰ
καὶ φυλάξαι, ἐξ ἀνάγκης
ἀπαιτεῖ παρ’ ἡμῶν.
Καὶ οὐκ ἂν μεταδοίη τοῦ ἁγιασμοῦ,
μὴ οὕτω διατεθεῖσιν. Οὕτω
βαπτίζει· οὕτω χρίει· οὕτως ἑστιᾷ
καὶ τῆς φρικτῆς μεταδίδωσι τραπέζης.
Καὶ τοῦτο ἐδήλωσεν ἐν τῇ
τοῦ σπόρου παραβολῇ· ἐξῆλθε
γάρ, φησίν (Ματθ. 13,3 ἑξ.), ὁ σπείρων, οὐχ
ἱν’ ἀρόσῃ τὴν χώραν, ἀλλ’ ἵνα
σπείρῃ, ὡς δὴ τῆς ἀρόσεως καὶ πάσης παρασκευῆς
παρ’ ἡμῶν ὀφειλούσης εἰσενεχθῆναι.
Ἐπεὶ τοίνυν οὕτως ἀναγκαιότατον
ἐστὶ πρὸς τὴν τεῦξιν τῶν μυστηρίων τὸ
εὖ ἔχοντας ἀπαντῆσαι
καὶ παρεσκευασμένους, ἔδει καὶ
τοῦτο ἐνεῖναι τῇ συνάξει τῆς
ἱερᾶς τελετῆς, καὶ
ἔνεστι. Τοῦτο γὰρ
δύνανται ἡμῖν εὐχαί, ψαλμοὶ καὶ
εἴ τι ἱερῶς ἐν αὐτῇ γίνεται καὶ λέγεται· ἁγιάζουσι
γὰρ ἡμᾶς καὶ διατιθέασι τοῦτο μὲν
πρὸς τὸ δέξασθαι καλῶς, τοῦτο
δὲ πρὸς τὸ συντηρῆσαι τὸν
ἁγιασμὸν καὶ
μεῖναι κατέχοντας. Ἁγιάζουσι δὲ
δίχως· ἕνα μὲν τρόπον καθ’ ὃν ἀπ’
αὐτῶν τῶν εὐχῶν ὠφελούμεθα καὶ τῶν
ψαλμῶν καὶ τῶν ἀναγνώσεων. Αἱ μὲν
γὰρ εὐχαὶ πρὸς τὸν Θεὸν ἐπιστρέφουσι καὶ ἁμαρτιῶν
ἄφεσιν προξενοῦσιν, αἵ
τε ψαλμωδίαι ὁμοίως αὐτὸν
ἡμῖν ἐξιλεοῦσι καὶ
τὴν ἐκεῖθεν ἐπισπῶνται ῥοπήν! «θῦσον,
γάρ φησι, τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ
ἐξελοῦμαί σε καὶ δοξάσεις με» (Ψαλμ.
49,14). Αἱ δὲ τῶν ἱερῶν γραφῶν ἀναγνώσεις
τήν τε τοῦ Θεοῦ καταγγέλλουσι χρηστότητα καὶ φιλανθρωπίαν, καὶ
αὖθις τὸ δίκαιον, τὴν
κρίσιν, τόν τε αὐτοῦ φόβον εἰς τὰς
ψυχὰς ἡμῶν ἐνιᾶσι καὶ τὴν
πρὸς αὐτὸν ἀγάπην ἀνάπτουσι· καὶ
οὕτω πρὸς τὸ
τηρεῖν τὰς ἐντολὰς αὐτοῦ πολλὴν ἐμβάλλουσι
προθυμίαν. Ταῦτα δὲ πάντα ἐν τῷ
ἱερεῖ καὶ τῷ λαῷ καλλίω καὶ θειοτέραν ἐργαζόμενα
τὴν ψυχήν, καὶ ἀμφοτέρους
μὲν πρὸς τὴν ὑποδοχὴν καὶ
συντήρησιν τῶν τιμίων δώρων ἐπιτηδείους ποιοῦσιν,
ὅπερ ἐστὶ τῆς ἱερουργίας τὸ τέλος, ἰδίως
δὲ τὸν ἱερέα πρὸς τὸ
τελέσαι τὴν θυσίαν ἀξίως ἔχειν
παρασκευάζουσι· ὅπερ ἐστὶ τῆς μυσταγωγίας τὸ ἔργον,
ὡς εἴρηται. Τοῦτο δὲ
αὐτὸ καὶ πολλαχοῦ τῶν
εὐχῶν κεῖται· καὶ εὔχεται
ὁ ἱερεὺς μὴ ἀνάξιος ὀφθῆναι
τοῦ προκειμένου, ἀλλὰ
καθαραῖς χερσὶ καὶ
ψυχῇ καὶ γλώσσῃ τῷ
μυστηρίῳ διακονῆσαι. Καὶ
οὕτω μὲν ἀπ’ αὐτῆς δυνάμεως τῶν ῥημάτων
τῶν λεγομένων καὶ ᾀδομένων
πρὸς τὴν τελετὴν ὠφελούμεθα.
Ἕτερον δὲ τρόπον ἀπό
τε τούτων καὶ ἔτι πάντων τῶν ἐν
τῇ ἱερουργίᾳ, τελουμένων ἁγιαζόμεθα,
καθ’ ὃν ἐν αὐτοῖς ὁρῶμεν τὸν Χριστὸν
τυπούμενον καὶ τὰ ὑπὲρ ἡμῶν αὐτοῦ ἔργα καὶ πάθη. Καὶ
γὰρ ἐν τοῖς ψαλμοῖς καὶ
ταῖς ἀναγνώσεσι καὶ πᾶσι
τοῖς ὑπὸ τὸν ἱερέως διὰ πάσης τελετῆς
πραττομένοις ἡ οἰκονομία τοῦ Σωτῆρος
σημαίνεται· τὰ μὲν πρῶτα αὐτῆς, τῶν πρώτων τῆς ἱερουργίας
δηλούντων, τῶν δὲ δευτέρων, τὰ δεύτερα, τῶν
δὲ τελευταίων τὰ μετ’ ἐκεῖνα·
καὶ ἔξεστι τοῖς ταῦτα
ὁρῶσιν ἀκριβῶς, πάντα ἐκεῖνα
πρὸ τῶν ὀφθαλμῶν ἔχειν.
Ὁ μὲν γὰρ τῶν δώρων ἁγιασμός, αὐτὴ
ἡ θυσία, τὸν θάνατον αὐτοῦ
καταγγέλλει καὶ τὴν ἀνάστασιν καὶ τὴν
ἀνάληψιν, ὅτι τὰ
τίμια ταῦτα δῶρα εἰς αὐτὸ τὸ Κυριακὸν μεταβάλλει σῶμα,
τὸ ταῦτα πάντα δεξάμενον, τὸ σταυρωθέν, τὸ
ἀναστάν, τὸ εἰς
οὐρανοὺς ἀνεληλυθός· τὰ δὲ
πρὸ τῆς θυσίας, τὰ πρὸ
τοῦ θανάτου, τὴν παρουσίαν, τὴν
ἀνάδειξιν, τὴν τελείαν φανέρωσιν· τὰ
δὲ μετὰ τὴν θυσίαν, τὴν ἐπαγγελίαν
τοῦ Πατρός, ὡς αὐτὸς
εἶπε, τὴν τοῦ
ἁγίου Πνεύματος εἰς τοὺς
Ἀποστόλους κάθοδον, τὴν τῶν
ἐθνῶν δι’ ἐκείνων ἐπιστροφὴν
καὶ κοινωνίαν (Πράξ. 1,8). Καί ἔστιν ἡ
πᾶσα μυσταγωγία καθάπερ εἰκὼν
μία ἑνὸς σώματος, τῆς τοῦ
Σωτῆρος πολιτείας, πάντα αὐτῆς
τὰ μέρη, ἀπ’ ἀρχῆς
ἄχρι τέλους, κατὰ τὴν
πρὸς ἄλληλα τάξιν καὶ ἁρμονίαν,
ὑπ’ ὄψιν ἄγουσα. Ὅθεν οἱ
μὲν ψαλμοί, οἱ ἐν
προοιμίοις ᾀδόμενοι, καὶ ἔτι
πρὸ τούτων τὰ ἐν
τῇ προθέσει τῶν δώρων γινόμενα καὶ
λεγόμενα, τὸν πρῶτον καιρὸν τῆς
τοῦ Χριστὸν οἰκονομίας
σημαίνουσι· τὰ δὲ μετὰ τούτους, ἱερῶν
γραφῶν ἀναγνώσεις, ἵνα πρὸς
ἀρετὴν ἀλείψωμεν ἡμᾶς,
ἵνα τὸν Θεὸν ἱλεώσωμεν, καὶ τὰ
τῇ Χριστοῦ οἰκονομίᾳ
σημαινόμενα ἀκροώμεθα. Καὶ ταῦτα
μὲν ὕμνους Θεοῦ περιέχουσι, καὶ
εἰς ἀρετὴν προτρέπονται, καὶ ἁγιάζουσι
τοὺς ᾄδοντας· ταῦτα δέ, ὅτι
τοιαῦτα παρὰ τῇ
Ἐκκλησίᾳ ἐξελέγησαν,
καὶ οὕτως ἐτάχθησαν, καὶ ἀρκοῦσι
πρὸς σημασίαν τῆς τοῦ
Χριστοῦ ἐπιδημίας καὶ πολιτείας. Καὶ
γίνεται μὲν ἕκαστον τῶν γινομένων ἐν
τῇ θείᾳ λειτουργίᾳ, ὡς
ὁ τύπος τῆς τάξεως ἐμφαίνει
καὶ περιέχει, τῆς χρείας ἕνεκα
τῆς ἐνισταμένης· σημαίνει δὲ καί τι τῶν
Χριστοῦ ἔργων ἢ πράξεων ἢ
παθῶν, οἷόν ἐστιν ἡ εἰς
τὸ θυσιαστήριον εἰσαγωγὴ
τοῦ εὐαγγελίου ἢ τῶν
δώρων· γίνεται γὰρ κατὰ χρείαν ἑκάτερον,
ἡ μὲν ἵνα τὸ εὐαγγέλιον ἀναγνωσθῇ,
ἡ δὲ ἵνα ἡ θυσία τελεσθῇ. Σημαίνουσι δὲ
ἀμφότερα τὴν τοῦ
Σωτῆρος ἀνάδειξιν καὶ φανέρωσιν· ἡ
μέν, ἀρχόμενου φανεροῦσθαι, τὴν
ἀμυδρὰν ἔτι καὶ ἀτελῆ·
ἡ δὲ τὴν τελειοτάτην καὶ τελευταίαν· καὶ
τέλος, τὰ ἐν τῇ τελετῇ τῶν
δώρων γινόμενα, καθὼς Ἰάκωβος ὁ ἀδελφόθεος
πρῶτος διετάξατο, ὡς παρὰ
τοῦ Σωτῆρος διδαχθείς, ὡς ἐν
τοῖς θείοις τῶν ἁγίων
Πατέρων κανόσιν εὑρίσκεται καὶ ἐν
ταῖς ἐκκλησιαστικαῖς ἱστορίαις,
καὶ ὡς τὸ ἀληθὲς ἔχει καὶ παρ’ ἡμῖν
κρατεῖ. Καὶ μετ’ αὐτὸν
ὁ μέγας Βασίλειος, ὡς ἐν
τῷ τύπῳ ἧς διετάξατο λειτουργίας καὶ τῶν
θείων εὐχῶν φαίνεται. Εἶτα καὶ
ὁ Χρυσόστομος εἰς τὴν
τοῦ Σωτῆρος οἰκονομίαν ἀναφέρεται
πάντα, ἵνα ἡμῖν ἡ αὐτῆς θεωρία, πρὸ τῶν
ὀφθαλμῶν οὖσα
τὰς ψυχὰς ἁγιάζῃ,
καὶ οὕτως ἐπιτήδειοι γινώμεθα τῶν ἱερῶν
δώρων. Καὶ καθάπερ γενομένη τότε τὴν οἰκουμένην
ἀνενέωσεν, οὕτως ἀεὶ
θεωρούμενη θείαν ἐργάζεται τὴν ψυχήν. Μᾶλλον
δέ, οὐδὲ τότε ἂν ὠφέλησεν
οὐδέν, μὴ θεωρηθεῖσα
καὶ πιστευθεῖσα· καὶ
τούτου χάριν ἐκηρύχθη. Καὶ πρὸς
τὸ πιστευθῆναι μυρία ὁ
Θεὸς ἐμηχανήσατο, ὡς οὐ
δυναμένην τὰ ἑαυτῆς ποιεῖν καὶ
σῴζειν ἀνθρώπους, εἰ
γενομένης τοὺς σῴζεσθαι μέλλοντας ἀπ’ αὐτῆς
ἐλάνθανεν. Ἀλλὰ
τότε μὲν κηρυττομένη τὴν περὶ
Χριστὸν αἰδῶ καὶ πίστιν καὶ ἀγάπην
ἐν ταῖς τῶν εὐγνωμόνων ψυχαῖς ἐδημιούργει,
νῦν δέ, ὑπὸ
τῶν ἤδη πεπιστευκότων φιλοπόνως θεωρουμένη, τὰ
μακάρια ταῦτα πάθη οὐκ ἐντίθησι
μὲν αὐτοῖς, ἐγκείμενα δὲ συντηρεῖ
καὶ ἀνακαινίζει καὶ αὔξει·
καὶ βεβαιοτέρους μὲν περὶ
τὴν πίστιν, θερμοτέρους δὲ περὶ
τὴν εὐλάβειαν καὶ τὴν
ἀγάπην ἀπεργάζεται· ἃ
γὰρ μὴ ὄντα, γενέσθαι ἐποίησε, ταῦτα
πολλῷ ῥᾷον φυλάξαι καὶ συντηρῆσαι
καὶ ἀνανεῶσαι δύναιτ’ ἄν. Ἀλλὰ
ταῦτά ἐστι, μεθ’ ὧν ἀνάγκη
προσιέναι τοῖς ἱεροῖς, καὶ ὧν
χωρὶς καὶ τὸ βλέπειν ἐκεῖ
παντελῶς ἀνόσιον, εὐλάβεια, πίστις, ἀγάπη
τὸ θερμὸν ἔχουσα.
Καὶ διὰ τοῦτο ἐχρῆν τὴν ταῦτα ἡμῖν ἐνθεῖναι δυναμένην θεωρίαν ἐν τῇ
συνάξει τῆς ἱερᾶς σημαίνεσθαι, ἵνα μὴ
τῷ νῷ λογιζώμεθα μόνον, ἀλλὰ
καὶ βλέπωμεν τοῖς ὀφθαλμοῖς
τὴν πολλὴν τοῦ
πλουσίου πενίαν, τὴν ἐπιδημίαν τοῦ πάντα τόπον
κατέχοντος, τὰ ὀνείδη τοῦ εὐλογημένου,
τὰ πάθη τοῦ ἀπαθοῦς·
ὅσον μισηθείς, ὅσον ἠγάπησεν·
ἡλίκος ὤν, ὅσον
ἐταπείνωσεν ἑαυτόν, καὶ
τί παθὼν καὶ τί δράσας ταύτην ἡτοίμασεν ἐνώπιον
ἡμῶν τὴν τράπεζαν. Καὶ οὕτω
θαυμάσαντες τὴν καινότητα τῆς σωτηρίας, ἐκπλαγέντες
τὸ πλῆθος τῶν οἰκτιρμῶν,
αἰδεσθῶμεν τὸν οὕτως
ἐλεήσαντα, τὸν οὕτω
σώσαντα, καὶ πιστεύσωμεν αὐτῷ
τὰς ψυχάς, καὶ παραθώμεθα τὴν
ζωήν, καὶ φλέξωμεν τὰς καρδίας τῷ
πυρὶ τῆς ἀγάπης αὐτοῦ.
Καὶ τοιοῦτοι γενόμενοι, τῷ
πυρὶ τῶν μυστηρίων ὁμιλήσωμεν ἀσφαλῶς
καὶ οἰκείως. Οὐ γὰρ
ἀρκεῖ πρὸς τὸ τοιούτους γενέσθαι τό τε μαθεῖν
πρὸς τοῦ Χριστοῦ, ἀλλ’
ἀνάγκη ἐνεργείᾳ
θεωρεῖν, τὸν ὀφθαλμὸν τῆς
διανοίας τε ἔχειν ἐκεῖ,
καὶ πάντα λογισμὸν ἐκβαλόντας,
εἴγε μέλλοιμεν πρὸς τὸν
ἁγιασμὸν ἐκεῖνον
ἐπιτηδείως, ᾗπερ ἔφην,
ἐργάσασθαι τὴν ψυχήν. Οὐ
γὰρ μόνον λόγοις δεῖ τὴν
εὐσέβειαν ἀποκρίνεσθαι, ἀλλὰ
καὶ ἔργοις· ὑπ’ ὄψιν
γάρ, εἰπεῖν ἄγει ἅπαντα ἡ ἱερουργία,
καὶ θεωρίαν τῇ ψυχῇ
ἐντίθησι. Καὶ τῆς
φαντασίας διὰ τῶν ὀφθαλμῶν ἐναργέστερον
ἡμῖν τυπουμένης, ὅλως μὴ
δοθῇ λήθη τῆς τοιαύτης τραπέζης·
καὶ οὕτω γέμοντες ἐννοιῶν
θείων, τῶν ἱερῶν μεταλάβωμεν μυστηρίων, ἁγιασμὸν
ἐπεισάγοντες ἁγιασμῷ,
καὶ ἀπὸ δόξης εἰς δόξαν κορυφούμενοι.
Καὶ οὗτος μὲν ὁ
νοῦς τῆς ὅλης ἱερουργίας, ὡς ἐν
κεφαλαίῳ. Ἔχει δὲ θεωρίαν καὶ
ἡ τῶν εὐχῶν ἁρμονία, τὸ ἔργον
αὐτὸ τὸ ἱερόν, ὁ ἁγιασμὸς
ζώντων καὶ τεθνηκότων, πρὸ δὲ
πάντων καὶ ἡ τοῦ Σωτῆρος φαινομένη διὰ πάσης τελετῆς
οἰκονομία. Τί τε τῶν ἐκείνης,
διὰ τιίος τῶν ἐν
τῇ ἱερουργίᾳ τελούμενων ὑποσημαίνεται,
διὰ τί τε μὴ ἐξ
ἀρχῆς ἐν τῷ θυσιαστηρίῳ τίθεται τὰ
δῶρα; ὅτι προσήγοντο μὲν τῷ
Θεῷ παρὰ τῶν παλαιῶν, τοῦτο
μὲν ζῴων ἀλόγων σφαγαί, τοῦτο δὲ
χρυσᾶ σκεύη καὶ ἀργυρᾶ.
Τὸ σῶμα δὲ τοῦ Χριστοῦ καὶ
ἀμφότερα φαίνεται ἔχον· καὶ
γὰρ ἐσφάγη ὑπὲρ
τῆς δόξης τοῦ Πατρός, ἀνέκειτο
δὲ ἐξ ἀρχῆς τῷ Θεῷ, καὶ δῶρον ἦν αὐτῷ, καὶ ὅτι πρωτότοκος, καὶ ὅτι
τὰ δῶρα ταῦτα τῷ
Θεῷ ἀνατίθεται, ὡς ἀπαρχαὶ
ζωῆς, καὶ ὅτι
μεταβάλλεται ὁ ἄρτος εἰς ἐκεῖνο
αὐτό τὸ σῶμα τοῦ Χριστοῦ·
ὅθεν καὶ ἀποκόπτεται
τῶν ὁμοφυῶν, καὶ τμῆμα
καὶ οὐχ ὁλόκληρος ἀνατίθεται ὁ
ἄρτος. Τυποῖ δὲ
τὸ τοῦ Χριστοῦ πάθος, καὶ
ἕως μὲν ἐν τῇ προθέσει κεῖται, ἄρτος
ἐστὶ ψιλός, ἀνατεθειμένος μόνον Θεῷ·
ἔπειτα δὲ ἀληθινὸς
ἄρτος γίνεται καὶ μεταβάλλεται τῇ
ἀληθείᾳ (Ἰω. 6,33). Εἰ
δὲ λογικῶς τοῦτο
καὶ πραγματικῶς διηγήσασθαι καὶ
παραστῆσαι ἐθέλομεν, μυρίων στομάτων χρεία, καὶ
οὐδ’ ἄν ἀρκέσωσιν. Ἐκέλευσε δὲ
αὐτὸς ὁ Κύριος τοῦτο ποιεῖν
εἰς τὴν αὐτοῦ ἀνάμνησιν (Α΄ Κορ. 11,24), ἵνα μὴ
ἀγνώμονες ὦμεν. Ἀμοιβὴ
γάρ τις ἐστὶ παρὰ τῶν εὖ παθόντων τοῖς εὐεργέταις
τὸ μεμνῆσθαι αὐτῶν
καὶ τῶν ἔργων, δι’ ὧν πεπόνθασιν εὖ.
Καὶ ταύτης τῆς μνήμης πολλὰς
ἀφορμὰς ἐπενόησαν οἱ ἄνθρωποι·
τάφους, ἀνδριάντας, στήλας, ἑορτάς, ἀγῶνας,
ὧν πάντων ἔργον ἐστὶν
ἕν, τοὺς ἀγαθοὺς
τῶν ἀνδρῶν μὴ λήθης παραδοθῆναι βυθοῖς.
Καὶ ὥσπερ ταῖς στήλαις τῶν
ἀριστέων γράφομεν τὰς νίκας, δι’ ὧν
ἐσώθημεν, οὕτω καὶ
τοῖς θείοις δώροις τούτοις τὸν θάνατον παραγράφομεν
τοῦ Κυρίου, δι’ ὃν ἐσώθημεν,
καὶ ἐν ᾧ πᾶσα γέγονεν ἡ κατὰ
τοῦ πονηροῦ νίκη, καὶ
οὐ τὸν τύπον, ἀλλὰ
τὸ σῶμα τοῦ ἀριστέως
ἔχομεν, διὰ τῆς
πρὸς Θεὸν ἐντεύξεως, εὐχαριστίας, δοξολογίας,
ἐξομολογήσεως καὶ αἰτήσεως.
Αἰτούμεθα
δὲ πρώτην τὴν εἰρήνην
καὶ τὴν σωτηρίαν τῶν ψυχῶν
ἡμῶν. Πολὺ δὲ
τὸ ὄφελος τῆς εἰρήνης,
μᾶλλον δὲ ἀνάγκη
πανταχοῦ ἡμῖν τῆς ἀρετῆς ταύτης. Τὸν γὰρ
θορυβούμενον νοῦν Θεῷ συνελθεῖν ἀδύνατον.
Καθάπερ γὰρ ἡ εἰρήνη τοὺς πολλοὺς
ἕνα δείκνυσιν, οὕτως ὁ
θόρυβος τὸν ἕνα πολλοὺς ποιεῖ.
Καὶ περὶ τῆς σωτηρίας τῶν ψυχῶν,
ὡς ὁ Χριστὸς ἐκέλευσε
ποιεῖν, αἰτεῖσθαι πρῶτον τὴν
βασιλείαν τὸν Θεοῦ, ἥτις
ἐστὶν ἡ σωτηρία, καὶ πάντα τ’ ἄλλα
προστεθήσεται (Ματθ. 6,33). Σημαίνεται δὲ ἡ
Ἐκκλησία ἐν τοῖς
μυστηρίοις οὐχ ὡς ἐν συμβόλοις, ἀλλ’ ὡς
ἐν καρδίᾳ μέλη καὶ
ὡς ἐν ῥίζῃ τοῦ φυτοῦ κλάδοι, καθάπερ ἔφη
ὁ Κύριος, ὡς ἐν
ἀμπέλῳ τοῦ φυτοῦ κλήματα (Ἰω. 15,5). Οὐ
γὰρ ὀνόματος ἐνταῦθα
κοινωνία μόνον ἢ ἀναλογίας ὁμοιότης, ἀλλὰ
πράγματος ταυτότης· καὶ γὰρ σῶμα καὶ αἷμα
ἀληθῶς Χριστοῦ τὰ
μυστήρια, οὐ πρὸς ἀνθρώπινον σῶμα μεταβαλλόμενα, ἀλλ’
ἡμεῖς πρὸς ἐκεῖνα, τῶν κρειττόνων ὑπερνικώντων.
Ἐπεὶ καὶ σίδηρος, ὁμιλήσας πυρί, αὐτὸς
γίνεται πῦρ, οὐ τῷ πυρὶ δίδωσιν εἶναι σίδηρον· καὶ
καθάπερ τῶν πυρακτωθέντων σιδήρων, οὐ σίδηρον, ἀλλὰ
πῦρ ἀτεχνῶς ὁρῶμεν, τῶν τοῦ
σιδήρου ἰδιωμάτων ὑπὸ
τοῦ πυρὸς παντελῶς ἀφανιζομένων,
οὕτω καὶ τὴν
τοῦ Χριστοῦ Ἐκκλησίαν,
εἴ τις ἰδεῖν
δυνηθείη κατ’ αὐτὸ τοῦτο, καθ’ ὅσον αὐτῷ
ἥνωται, καὶ τῶν
αὐτοῦ μετέχει σαρκῶν, οὐδὲν
ἕτερον ἢ αὐτὸ
μόνον τὸ Κυριακὸν ὄψεται
σῶμα. Διὰ τοῦτον
τὸν λόγον, «ὑμεῖς
ἐστε σῶμα Χριστοῦ»,
γράφει ὁ Παῦλος, «καὶ μέλη ἐκ
μέρους» (Α΄ Κορ. 12,27). Οὐ γὰρ
τὴν τοῦ Χριστοῦ περὶ
ἡμᾶς πρόνοιαν καὶ παιδαγωγίαν καὶ
νουθεσίαν καὶ τὴν ἡμῶν ὑποταγὴν δηλῶσαι
βουλόμενος, τὸν μὲν κεφαλήν, ἡμᾶς
δὲ σῶμα προσεῖπεν (Ἐφ. 5,23, Α΄ Κορ.
11,3), ὥσπερ οὓς ἡμεῖς
τῶν συγγενῶν ἢ
τῶν φίλων μέλη καλοῦμεν, ὑπερβολῇ
χρώμενοι, ἀλλ’ αὐτὸ
ἐκεῖνο σημαίνων, ὅπερ ἔλεγεν,
ὅτι τοὺς πιστοὺς
ᾔδει διὰ τὸ
αἷμα τοῦτο, ζῶντας
τὴν ἐν Χριστῷ ζωήν, καὶ
τῆς κεφαλῆς ὡς
ἀληθῶς ἐκείνης ἐξηρτημένους καὶ
τοῦτο περικειμένους τὸ σῶμα.
Γίνεται δὲ
ἐν αὐτῇ τῇ ἱερουργίᾳ καὶ
μνήμη ἁγίων, ὅτε ἀνατίθεται
τὰ δῶρα καὶ ὅτε
θύεται - δῶρον γάρ ἐστι καὶ
ἀνάθημα καὶ λογικὴ
θυσία - μεμνημένοι ἐξόχως τῶν ὑπὲρ
ἡμῶν γενομένων, τοῦ σταυροῦ
καὶ τῶν ἄλλων, ὧν ὑπὲρ
ἡμῶν ὑπέμεινεν ὁ Χριστός, μνήμην ποιοῦντες
τῆς Παναγίας, εἰς δόξαν αὐτῆς
λέγοντες, εἰς πρεσβείας τῶν ἁγίων
πάντων, ἐλέους Θεοῦ δεόμενοι, ἱκετεύοντες
ὑπὲρ ζώντων, ὑπὲρ
τεθνηκότων, προσφέροντες τὴν λογικὴν
λατρείαν ἐκ τῶν ἐκείνου ἐκείνῳ,
καὶ ὑμνοῦντες αὐτὸν
καὶ εὐλογοῦντες. Καὶ γίνεται μὲν
ἡ προσφορά, γίνεται δὲ ἀοράτως
ἡ θυσία καὶ ἡ
τῶν εἰδῶν μεταβολὴ εἰς
αὐτὸ τὸ σῶμα καὶ αἷμα
τοῦ Κυρίου, ἀφανῶς
τῆς θείας χάριτος τελεσιουργούσης διὰ
τῶν τελεστικῶν εὐχῶν.
Καλεῖται δὲ εὐχαριστία
ἡ τελετὴ καὶ
λογικὴ λατρεία, ὡς μόνοις τοῖς
τελεστικοῖς ῥήμασι τὴν προσφορὰν
Θεῷ προσφέρουσα καὶ μεταβολὴν
τοῦ θείου σώματος καὶ αἵματος
ἀποτελοῦσα, καὶ
ἀπὸ τοῦ πλειόνος ὀνομάζεται, ὧν
ἐνεργεῖ. Πολλὰς
γὰρ ἀφορμὰς εὐχαριστίας ἔχει ἢ
τῆς ἱκεσίας· πλείω γὰρ ἐλάβομεν
ἢ ὧν ἔτι δεόμεθα· ἐλάβομεν γὰρ
ἅπαντα, τό γε εἰς τὸν
Θεὸν ἧκον, καὶ οὐδὲν
παρῆκεν ὃ μὴ δέδωκεν. Ἀλλὰ
τῶν μὲν τυχεῖν οὔπω
καιρὸν ἔχομεν, ἀφθαρσίαν καὶ
οὐρανῶν βασιλείαν, τὰ δὲ
λαβόντες, οὐ κατέσχομεν, ἄφεσιν τῶν
ἁμαρτιῶν καὶ
τ’ ἄλλα, τὰ διὰ
τῶν μυστηρίων ἡμῖν
χορηγούμενα δῶρα. Πηγαία μὲν γὰρ
τῶν θείων μυσταγωγιῶν, ὁ
μέγας ἀρχιερεύς, ὁ Κύριος ἡμῶν
Ἰησοῦς Χριστὸς καὶ
Θεός, δεξαμεναὶ δὲ οἷον αὐτῶν ἀμέσως, οἱ αὐτόπται
τούτου καὶ ὀπαδοί, οἳ καὶ
ἐγένοντο ὡς ἐκ
διώρυγος ποταμοί, εὐφραίνοντες τὴν πόλιν τοῦ
Θεοῦ· ἀμέλει τοι κατὰ τὴν
Κυριακὴν παρέκφασιν, ἃ εἰς
τὸ οὖς αὐτοῖς ἠκόντισται, ταῦτα καὶ
ἐπὶ τῶν δωμάτων κεκήρυκται (Ματθ. 10,27). Καὶ
πεπλήρωται, ὃ προφητικῶς ὁ
Δαβὶδ προεθεσπεσιῴδησεν· «οὐκ
εἰσὶ λαλιαὶ οὐδὲ
λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναί» (Ψαλμ. 18,4).
Τῶν ἐκκλησιαστικῶν τοίνυν πηγνυμένων ἱεροφαντοριῶν,
οἰκοδομεῖται τὰ
καθ’ ἱερουργίαν παρὰ τοῦ
ἀποστόλου Ἰακώβου τοῦ
ἀδελφοθέου ἐπισκόπου Ἱεροσολύμων,
καθὰ διαμαρτύρεται καὶ ὁ
λβ΄ κανὼν τῆς ἐν Τρούλλῳ, ἔχων
οὕτω. «Καὶ γὰρ
Ἰάκωβος, ὁ κατὰ
σάρκα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀδελφός, ὃς τῆς
Ἱεροσολυμιτῶν ἐκκλησίας
πρῶτος τὸν θρόνον ἐνεπιστεύθη,
καὶ Βασίλειος, ὃς κατὰ
ἀλήθειαν τῆς Καισαρέων ἀρχιεπίσκοπος
ἦν, τὸ κλέος δὲ αὐτοῦ
ἀνὰ πᾶσαν τὴν οἰκουμένην
διέδραμεν, ἐγγράφως τὴν μυστικὴν
ἡμῖν ἱερουργίαν παραδεδωκότες, οὕτω τελειοῦν
ἐν τῇ θείᾳ λειτουργίᾳ ἐθέσπισαν
καὶ παρέδωκαν, ὡς καὶ
τελειοῦν ἐν τῇ θείᾳ λειτουργίᾳ ἐξ
ὕδατος καὶ οἴνου
τὸ ποτήριον». Εὑρίσκονται δὲ
παρασημειώσεις ἐν λόγοις σποράδην ἐκκλησιαστικοῖς,
ὡς καὶ ὁ ἅγιος Μᾶρκος ὁ
εὐαγγελιστὴς τὰ
κατ’ αὐτὴν τὴν ἁγίαν καὶ μυστικὴν
θυσίαν ἱερουργικὰ λόγια ἐχομένως
συνέθετο· εἴτε δὲ καὶ ἀμφοῖν τοῖν Ἀποστόλοιν τὰ συντάγματα
νενόθευται, καθάπερ ἐσύστερον καὶ αἱ
Κλημέντειοι διατάξεις, εἴτε γὰρ διὰ τὴν πεπλατυσμένην ἴσως ἔκθεσιν
οἰκονομικῶς ταῦτα
παρὰ τοῦ μεγάλου πατρὸς ἡμῶν
Βασιλείου ἐπιτομώτερον συντέθειται, εἴτα καὶ
παρὰ τοῦ Χρυσοστόμου, ἀκριβῶς
οὐκ ἐμφαίνεται. Τέως δ’ οὖν τοῦτο
ἀσφαλῶς ἐπιστάμεθα, ὡς ἀνέκαθεν
δύο τόμοι παρεδόθησαν ἡμῖν καὶ ἐπεγνώσθησαν καὶ φαίνονται, οἷς
τὴν λειτουργίαν ποιούμεθα, αὐτοῦ
τε τοῦ μεγάλου Βασιλείου καὶ τοῦ
ἁγίου πατρὸς Ἰωάννου
τοῦ Χρυσοστόμου. Ἑνὸς
Πνεύματος ἁγίου καὶ ἀμφότεροι
καὶ μιᾶς παραδόσεως· πλὴν ὁ
μὲν Βασίλειος πλεονάζει τοῖς ῥήμασιν,
ὁ δὲ Χρυσόστομος συνεπτυγμένως λαλεῖ.
Μετὰ γοῦν τῶν τοιούτων τόμων τῶν ἱερῶν
τὰ εὐαγῆ τελοῦμεν τῆς
μυστικῆς θυσίας. Καὶ ἐν
μὲν ταῖς κατὰ τὴν
μεγάλην τεσσαρακοστὴν τοῦ Πάσχα κυριωνύμοις ἡμέραις καί τισιν ἄλλαις
ὁ τοῦ μεγάλου Βασιλείου τόμος ἀναγινώσκεται, καὶ
δι’ αὐτῆς οἰκονομεῖται τὸ
τῆς ἁγίας θυσίας μυστήριον· ἐν δὲ
ταῖς ἄλλαις ἡμέραις, ὁ
τοῦ Χρυσοστόμου.
Ἐπεὶ
τοίνυν ἡ καθ’ ἡμᾶς
ἁγία τοῦ Θεοῦ
Ἐκκλησία, πατρὶς τῶν
ἐκκλησιῶν καὶ
ἡγεμονεῖ ἐν
τῇ γνώσει, τῇ χάριτι τοῦ
Θεοῦ, καὶ τὸ ἄσπιλον αὐχεῖ
ἐν ταῖς λαμπρότησι τῶν ἀποστολικῶν
καὶ πατρικῶν διαταγμάτων, καὶ
ἤδη ἡ νέα τὰ πρεσβεῖα
τῆς Ὀρθοδοξίας εἴληφε καὶ
εἰς κεφαλὴν τέτακται, δέον ἐστὶ
καὶ πᾶσαν χριστιανῶν ἐκκλησίαν
οὕτω τὰ τῆς λειτουργίας ἱερουργεῖν.
Εἰ δ’ ἀνάγκη τόπον νέμειν καὶ τῷ
χρονίῳ ἔθει, ἢ καὶ
ἱερουργεῖν μετὰ
τοῦ τόμου Ἰακώβου ἢ
τοῦ Μάρκου τυχόν, τὰ τῆς
εὐσεβείας καὶ κεφαλαιώδη φυλακτέον,
καὶ εἰς δόξαν Θεοῦ μετὰ
σχολαίας σκέψεως καὶ ἐπικρίσεως τὴν λειτουργίαν
ποιητέον· ἵνα προηγουμένως ὁ ἁγιασμὸς
ἡμῖν γένηται, τῇ τῶν
θείων δώρων μεταλήψει, καὶ εἰς τὴν οὐσίαν πρῶτα χωρήσῃ
τῆς ψυχῆς διὰ
τοῦ σώματος· ὅπερ δηλῶν
ὁ Ἀπόστολος ἔλεγεν, «ὁ
κολλωμένος τῷ Κυρίῳ ἓν
πνεῦμά ἐστιν» (Α΄ Κορ. 6,17), ὡς ἐν
τῇ ψυχῇ προηγουμένως τῆς ἑνώσεως
ταύτης καὶ τῆς συναφείας συνισταμένης. Ἐκεῖ
γὰρ κυρίως ὁ ἄνθρωπος,
ἐκεῖ ὁ ἁγιασμὸς ὁ
ἀπὸ τῶν ἀρετῶν καὶ τῆς ἀνθρωπίνης σπουδῆς· καὶ
τὸ ἁμαρτάνον ἐκεῖ,
καὶ τὸ δεόμενον τῆς ἰατρείας
τῆς παρὰ τῶν
δώρων ἐκεῖ. Τῷ σώματι δὲ πάντα ἀπὸ
τῆς ψυχῆς γίνεται. Καὶ
ὥσπερ ἀπὸ
τῶν πονηρῶν διαλογισμῶν
τῶν ἀπὸ τῆς καρδίας ἐξερχομένων μολύνεται,
οὕτω καὶ ὁ
ἁγιασμὸς ἐκεῖθεν
αὐτῷ· καὶ καθάπερ ὁ ἀπὸ
τῆς ἀρετῆς, οὕτω καὶ ὁ
ἀπὸ τῶν μυστηρίων, καὶ πολλῷ
κρεῖττον, καὶ βελτιώτερον καὶ
τελειότερον.
Διττῶς
δὲ ἁγιάζουσα φαίνεται ἡ θεία αὕτη
καὶ ἱερὰ τελετή, ἕνα μὲν
τρόπον, τῇ μεσιτείᾳ· προσφερόμενα γὰρ
τὰ δῶρα, αὐτῷ
τῷ προσφέρεσθαι ἁγιάζει τοὺς
προσφέροντας καὶ ὑπὲρ ὧν προσφέρουσι, καὶ ἵλεων
αὐτοῖς ἐργάζονται τὸν Θεόν· ἕτερον
δέ, τῇ μεταλήψει· ὅτι βρῶσις
ἡμῖν καὶ πόσις, κατὰ τὸν
τοῦ Κυρίου λόγον, ἀληθινή (Ἰω. 6,55).
Τούτων τῶν τρόπων ὁ μὲν
πρῶτος κοινὸς γίνεται ζῶσι
καὶ τεθνηκόσι· καὶ γὰρ
ὑπὲρ ἀμφοτέρων τῶν μερῶν
ἡ θυσία προσφέρεται· ὁ δὲ
δεύτερος μόνοις ἔξεστι τοῖς ζῶσιν·
οὐ γὰρ ἐσθίειν καὶ πίνειν οἱ
νεκροὶ δύνανται. Τί οὖν, διὰ
τοῦτο οὐδὲ ἁγιάζονται, τοῦτον τὸν
ἁγιασμὸν τὸν
ἀπὸ τῆς μεταλήψεως, καὶ ἔλαττον
ἔχουσιν ἐνταῦθα
τῶν ζώντων οἱ τεθνηκότες; οὐδαμῶς·
καὶ γὰρ καὶ αὐτοῖς ὁ Χριστὸς ἑαυτοῦ
μεταδίδωσι, τρόπον ὃν οἶδεν αὐτός. Καὶ
ἵνα γένηται δῆλον ὑμῖν,
ἐν τῇ ἐξηγήσει τῆς λειτουργίας καὶ
τοῦτο καὶ ἄλλα
ὅμοια σκοπήσατε.
Κεφάλαιον ιδ΄. Περὶ
χειροτονίας καὶ τάξεως ἐκκλησιαστικῆς.
Τὸ
δέκατον τέταρτον ἐντέλλεται, τὸ εὐαγγέλιον
δημοσίως λέγεσθαι καὶ ἀναγινώσκεσθαι, καὶ τὰ
μυστήρια διαδίδοσθαι ὑπὸ μηδενὸς ἄλλου,
εἰ μὴ ὑπὸ τῶν ταχθέντιον ἐνθέσμως πρὸς
ταύτην τὴν ὑπηρεσίαν. Ὅπερ καλῶς
ἔχειν φαμέν. Ἡ γὰρ
Καθολικὴ Ἐκκλησία τοὺς ἐσφραγισμένους
κανονικῶς καὶ κεκλημένους μόνους καὶ χειροτονηθέντας, ὡς
ἡ ἐκκλησιαστικὴ παράδοσις ἀπαιτεῖ,
οὐκ ἔχοντας δέ τινα κακὴν αἵρεσιν,
ἀφίησι λέγειν καὶ τοῖς
τοιούτοις λειτουργεῖν. Ἐσφαλμένους γὰρ λέγει τοὺς
ἔχοντας ἀδιάφορον τὸ
τελειοῦν τὰ θεῖα καὶ ἱερὰ μυστήρια, ἔκ τε λαϊκῶν
χειροτονηθέντων τυχὸν καὶ ἐξ ἱερωμένων καὶ χειροτονημένων
κανονικῶς καὶ μή.
Γίνονται δὲ
αἱ χειροτονίαι, ὡς οἱ
κανόνες διακελεύονται. Καὶ περὶ μὲν ἐπισκόπου, ὁ α΄ τῶν
ἁγίων Ἀποστόλων φησίν· «ἐπίσκοπος
χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν,
πρεσβύτερος δὲ ὑπὸ ἑνὸς ἐπισκόπου, καὶ διάκονος καὶ
οἱ λοιποί». Ἐκ τῶν
πράξεων τῶν Ἀποστόλων· «ἦσαν δὲ
ἐν Ἀντιοχείᾳ κατὰ
τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ
διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν
καὶ Λούκιος, Μαναῒν καὶ
Σαῦλος· λειτουργούντων δὲ αὐτῶν,
εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν
Βαρνάβαν καὶ Σαῦλον εἰς τὸ
ἔργον, ὃ προσκέκλημαι αὐτούς·
τότε νηστεύσαντες καὶ ἐπευξάμενοι, καὶ ἐπιθέντες
αὐτοῖς τὰς χεῖρας, ἀπέλυσαν» (Πραξ. 13,
1-3). Πέντε οὖν ὄντων τῶν εἰρήμενων,
οἱ τρεῖς τοὺς δύο ἐχειροτόνησαν, τοὺς
ἀφορισθέντας.
Ὅτι
δὲ καὶ κοσμικοῖς ἄρχουσιν
ἀπηγόρευται ψηφίζειν ἐπισκόπους ἢ
χεῖρας τείνειν, κατὰ τὴν
παλαιὰν συνήθειαν, τὴν ἤδη
πεπαυμένην παρὰ τῶν ἁγίων Συνόδων, τοῦ λ΄ τῶν
ἁγίων Ἀποστόλων κανόνος ἀκούσωμεν,
λέγοντος. «Εἴ τις ἐπίσκοπος, κοσμικοῖς
ἄρχουσι χρησάμενος, δι’ αὐτῶν
ἐγκρατὴς γένηται, καθαιρείσθω
καὶ ἀφοριζεσθω, καὶ οἱ
κοινωνοῦντες αὐτῷ
πάντες». Εἰ δὲ ἐν τῷ κε΄ κανόνι τῶν ἁγίων
Ἀποστόλων λέλεκται, μὴ δεῖν
δὶς ἐκδικεῖν ἐπὶ
τὸ αὐτό, ἀλλὰ διὰ τὸ περιὸν τῆς
κακίας καὶ τὸ τοῦ ἁμαρτήματος περιφανῶς ἐξάγιστον,
διπλῆν ἐπάγει τὴν τιμωρίαν. Πᾶσα
γὰρ τοιαύτη ψῆφος ἄκυρος
μένει, καὶ παιδεύονται καὶ οἱ
ἐπαναγκάζοντες καὶ αἴτιοι,
καὶ ἀνίεροι οἱ τοιοῦτοι
λέγονται καὶ εἰσί. Δεῖ γὰρ
τὸν μέλλοντα προβιβάζεσθαι εἰς ἐπισκοπὴν
ὑπὸ ἐπισκόπων ψηφίζεσθαι, καθὼς παρὰ
τῶν ἁγίων Πατέρων τῶν ἐν
Νικαίᾳ ὥρισται ἐν τῷ
κανόνι τῷ λέγοντι. «Ἐπίσκοπον προσήκει
μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν
τῇ ἐπαρχίᾳ καθίστασθαι, εἰ
δὲ δυσχερὲς εἴη
τὸ τοιοῦτον, ἢ
διὰ κατεπείγουσαν ἀνάγκην, ἢ
διὰ μῆκος ὁδοῦ, ἐξάπαντος τρεῖς ἐπὶ
τὸ αὐτὸ συναγομένους, συμψήφων γινομένων καὶ
τῶν ἀπόντων, καὶ συντιθέμενων διὰ
γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι· τὸ
δὲ κῦρος τῶν γινομένων καθ’ ἑκάστην
ἐπαρχίαν τῷ μητροπολίτῃ
δίδοσθαι». Ταῦτά εἰσιν ἐκ τοῦ δ΄ κανόνος τῆς ἁγίας
καὶ οἰκουμενικῆς πρώτης συνόδου τῆς
ἐν Νικαίᾳ. Ἀλλὰ
καὶ ὁ δωδέκατος τῆς ἐν
Λαοδικείᾳ ἀποφαίνεται «περὶ τοῦ
τοὺς ἐπισκόπους κρίσει τῶν μητροπολιτῶν
καὶ τῶν πέριξ ἐπισκόπων καθίστασθαι εἰς
τὴν ἐκκλησιαστικὴν ἀρχήν,
ὄντας ἐκ πολλοῦ
δεδοκιμασμένους ἔν τε τῷ λόγῳ
τῆς πίστεως», τουτέστιν ὀρθῶς
καὶ ὑγιῶς ἔχοντας περὶ τὴν
πίστιν ἢ καὶ ἄλλως, «καὶ ἐν
τῇ τοῦ εὐθέος λόγου πολιτεία». Τὰ ὅμοια
δὲ λέγει καὶ ὁ
ιγ΄ τῆς αὐτῆς συνόδου κανών, ὡς καὶ
«περὶ τοῦ μὴ τοῖς ὄχλοις ἐπιτρέπειν τὰς
ἐκλογὰς ποιεῖσθαι τῶν
μελλόντων καθίστασθαι εἰς ἱερατεῖον», ἐν
τῇ ἑρμηνείᾳ τῶν
κανόνων φέρεται ῥητῶς ταῦτα. Οὐ μόνον ἐπισκόπων
ἐκλογὴν οἱ ὄχλοι ποιεῖν ἐκωλύθησαν,
ἀλλ’ οὐδὲ
ἱερεῖς ἐκλέγεσθαι παρεχωρήθησαν· καὶ ἀπό
τοῦ παρόντος κανόνος παρίσταται, ὅτι
οὐ μόνον ἐπίσκοποι τὸ
παλαιὸν ἐψηφίζοντο ὑπὸ
τῶν ὄχλων, ἀλλὰ
καὶ ἱερεῖς, ὅπερ ἐκωλύθη παντάπασιν ὡς ἀσύμφορον.
Ἔτι καὶ ὁ
ιθ΄ κανὼν τῆς ἐν Ἀντιοχείᾳ συνόδου διακελεύεται,
«ἐπίσκοπον μὴ χειροτονεῖσθαι
δίχα συνόδου καὶ παρουσίας τοῦ ἐν
τῇ μητροπόλει τῆς ἐπαρχίας·
τούτου δὲ παρόντος ἐξάπαντος, βέλτιον μὲν
συνεῖναι αὐτῷ
πάντας τοὺς ἐν τῇ ἐπαρχίᾳ συλλειτουργούς, καὶ
προσήκει δι’ ἐπιστολῆς τὸν
ἐν τῇ μητροπόλει συγκαλεῖν· καὶ
εἰ μὲν ἀπαντῷεν οἱ πάντες, βέλτιον· εἰ δὲ
δυσχερὲς εἴη τοῦτο, τούς γε πλείονας ἐξάπαντος παρεῖναι
δεῖ, ἢ διὰ γραμμάτων ὁμοψήφους γενέσθαι, καὶ
οὕτω μετὰ τῆς
τῶν πλειόνων ἤτοι παρουσίας ἢ
ψήφου γίνεσθαι τὴν κατάστασιν. Εἰ δὲ
καὶ ἄλλως παρὰ τὰ
ὡρισμένα γίγνοιτο, μηδὲν ἰσχύειν
τὴν χειροτονίαν· εἰ δέ, ὡς
εἴρηται, γένοιτο, ἀντιλέγοι δέ τις δι’ οἰκείαν
φιλονεικίαν, κρατεῖν τὴν τῶν πλειόνων ψῆφον». Ἡ
δὲ ἑρμηνεία τοῦ Ζωναρᾶ
φησιν· «ὅτι τὸ παλαιὸν οἱ
δῆμοι τῶν πόλεων ᾑροῦντο
τοὺς ἐπισκόπους· ὅτι δὲ
στάσεις ἐντεῦθεν ἠγείροντο, διὰ τοῦτο
τοῖς ἐπισκόποις ἑκάστης ἐπαρχίας
τὰ περὶ τῆς τῶν ἐπισκόπων καταστάσεως ἀνετέθη ψηφίσματα. Οὐ
μόνον δὲ οἱ ἐπίσκοποι, ὡς εἴπομεν,
ἐπισκόπους καὶ ἱερεῖς
ἐξέλεγον καὶ ἐτελείουν,
καὶ οὐχὶ οἱ λαϊκοί, ἀλλὰ
καὶ χειροτονία τοῖς κανόσι νοεῖται,
ἡ τῆς καθιερώσεως τοῦ ἱερᾶσθαι
λαχόντος τελεσιουργία τῶν εὐχῶν καὶ ἡ τοῦ ἁγίου Πνεύματος τελεσιουργὸς ἐπίκλησις
ἀπό τοῦ τὸν
ἀρχιερέα τείνειν τὴν χεῖρα,
εὐλογοῦντα τὸν χειροτονούμενον.
Πάλαι δὲ καὶ αἱ ψῆφοι χειροτονία ὠνόμαστο· ὅτε
γὰρ τοῖς τῶν πόλεων πλήθεσιν ἐξῆν
ἐκλέγεσθαι τοὺς ἀρχιερεῖς,
συνίεσαν τὰ πλήθη, καὶ οἱ
μὲν τόνδε ᾑροῦντο,
οἱ δὲ τόνδε. Ἵνα οὖν
ἡ τῶν πλειόνων κρατοίῃ ψῆφος,
λέγεται τείνειν τὰς χεῖρας τοὺς τὴν
ἐπιλογὴν ποιουμένους, καὶ
διὰ τούτων ἀριθμεῖσθαι
τοὺς ἕκαστον ψηφιζομένους, καὶ τὸν
παρὰ τῶν πλειόνων ἡρημένον εἰς
τὴν ἀρχιερωσύνην προκρίνεσθαι. Κἀντεῦθεν
ἐξελήφθη τῆς χειροτονίας τὸ
ὄνομα. Τούτῳ δὲ
καὶ οἱ τῆς ἀληθείας τῶν συνόδων πατέρες εὑρίσκονται
χρησάμενοι, καὶ τὴν ψῆφον χειροτονίαν καλέσαντες. Ἡ γὰρ
ἐν Λαοδικείᾳ σύνοδος ἐν
ε΄ κανόνι φησί, «μὴ δεῖν τὰς χειροτονίας παρουσίᾳ ἀκροωμένων
γίνεσθαι»· χειροτονίας δὲ τὰς ψήφους ὠνόμασεν· ἐν
γὰρ τῇ τελεσιουργίᾳ τοῦ
ἀρχιερέως μᾶλλον ἔθος
πολλοὺς συνέρχεσθαι· ἐν δὲ
ταῖς ψήφοις, διὰ τὸ
εἰσάγεσθαι καί τινα αἰτιάματα κατὰ
τῶν ψηφιζομένων ἀνδρῶν,
ἀπηγόρευται τὸ παρεῖναί
τινα καὶ ἀκροᾶσθαι τούτων. Χειροτονεῖσθαι δὲ
οὗτος ὁ κανὼν διατάττεται ἐπίσκοπον παρὰ
δύο ἐπισκόπων, ψηφίζεσθαι δὲ ἐπίσκοπον
ὁ τέταρτος κανὼν τῆς
πρώτης συνόδου ὁρίζει παρὰ τῶν
τῆς ἐπαρχίας ἐπισκόπων, ἢ
τέως τριῶν, ἐγγράφως καὶ τῶν
λοιπῶν συναινούντων.
Ὅτι
δὲ καὶ μετὰ ἐξετάσεως ἀκριβοῦς
καὶ τῆς ἐπὶ τῇ ὀρθῇ πίστει καὶ σεμνότητι βίου
μαρτυρίας χειροτονεῖσθαι ὀφείλουσι,
κατακρίνονται δὲ οἱ ἀνάξιοι, δῆλον ἔκ
τε τῶν κανόνων καὶ τῶν
ἀποστολικῶν διαταγῶν·
ἀλλὰ δὴ καὶ ἐξ ὧν ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος ἐν
τῷ μεγάλῳ ἀπολογητικῷ
αὐτοῦ, τῶν ἀναξίων καὶ βεβήλων καὶ
κακῶν κατατρέχων λέγει, ἀλλὰ
καὶ τοὺς ἀγαθοὺς ὑπογράφων καὶ ἀνακηρύττων,
ὁποίους δεῖ εἶναι,
μετὰ τῶν ἄλλων καὶ ταῦτα
ῥητῶς λέγων καὶ παρρησιαζόμενος. «Τίς
δὲ τοῖς τοῦ Παύλου κανόσι καὶ ὅροις
ἑαυτὸν παρεκτείνων, οὓς περὶ
πρεσβυτέρων καὶ ἐπισκόπων ἔταξεν, εἶναι
νηφαλαίους, σώφρονας, καὶ τὰ λοιπά, ἀνεπιλήπτους ἐν
ἅπασι καὶ ἀνεπιβάτους
τοῖς πορνικοῖς, οὐ
πολὺ τὸ διαφεῦγον εὑρήσει
τὴν τῶν κανόνων εὐθύτητα»; Καὶ
ἔτι· «δεῖ καθαρθῆναι
πρῶτον, εἶτα καθᾶραι·
σοφισθῆναι, καὶ οὕτω
σοφίσαι· γενέσθαι φῶς, καὶ φωτίσαι· ἐγγίσαι
Θεῷ, εἶτα προσαγαγεῖν ἄλλους·
ἁγιασθῆναι, καὶ
ἁγιάσαι» (MPG, 35,480). Καὶ
πάλιν, καταβοῶν τῶν ὡς ἔτυχε χειροτονούμενων καὶ μὴ
κατὰ τὴν τῶν κανόνων ἀπαίτησιν, λέγει· «τίς ὁ
πλάττων, καθάπερ αὐθημερὸν τοὺς
πηλίνους, τὸν τῆς θείας λειτουργίας προστάτην, τὸν
μετὰ ἀγγέλων στησόμενον καὶ μετὰ
ἀρχαγγέλων δοξάσοντα καὶ συνιερατεύσοντα»; Καὶ
ἔτι· «οἱ μηδὲν
τῇ ἱερωσύνῃ προσενέγκαντες, ὁμοῦ
τε μαθηταὶ καὶ διδάσκαλοι, πρὶν καθαρθῆναι
καθαίρουσι· χθὲς τῶν ἁγίων ἔξω, καὶ
σήμερον ἱερεῖς καὶ μυσταγωγοί· παλαιοὶ τὴν
κακίαν, σχέδιοι τὴν εὐσέβειαν· ὧν τὸ
ἔργον χάριτος ἀνθρωπίνης, οὐ
τῆς τοῦ Πνεύματος» (MPG, 35,416 ἑξ.).
Φαίνεται γοῦν ἐμφανῶς καθαπτόμενος τῶν ἀναξίων
καὶ πονηρῶν, καὶ
ὑποτιθεὶς ὁποίους
δεῖ εἶναι τῇ ἀληθείᾳ
τοὺς λειτουργοὺς τοῦ
Κυρίου. Ὅτι δὲ πρὸς τούτοις καὶ ἀποστρέφεσθαι
δεῖ τοὺς αἵρεσίν τινα ἔχοντας, ὁ
μς΄ μετὰ τῶν ἄλλων κανὼν ἀποφαίνεται,
«ἐπίσκοπος, φάσκων, ἢ πρεσβύτερος, αἱρετικῶν
δεξάμενοι βάπτισμα ἢ θυσίαν, καθαιρεῖσθαι προστάττομεν· τίς
γὰρ συμφώνησις Χριστῷ πρὸς
Βελίαρ; ἢ τίς μερὶς πιστῷ
μετὰ ἀπίστου»; (Β΄ Κορ. 6,15).
Κεφάλαιον ιε΄. Περὶ
θεσμῶν ἐκκλησιαστικῶν.
Περὶ
δὲ τοῦ δεκάτου πέμπτου κεφαλαίου, τοῦ
λέγοντος ὅτι ἀθῶοι καὶ ἀκατηγόρητοι
εἶναι ὀφείλουσιν οἱ ὑπηρετοῦντες,
καὶ βίου καλοῦ, καὶ
ὅτι αἱ εὐχαὶ καὶ τὰ προσφερόμενα καὶ αἱ
ἑορταί, αἱ γινόμεναι εἰς
τὸ μισθοφορεῖν τὴν
χάριν καὶ λαμβάνειν ὑπὲρ
ἀφέσεως ἁμαρτίων χρήματα ἢ
ἄλλο τι, οὐδὲν
ὠφέλει, οὕτως ἡμεῖς
περὶ τούτου φρονοῦμεν· πως οἱ
μὲν τοῖς θείοις ὑπηρετοῦντες
οὐ προβιβάζονται, ἐὰν μὴ
τὸ ἀκατηγόρητον ἔχωσι καὶ
τὸ ἀκαταγώνιστον, ὡς δυνατόν, καὶ
καθαροὶ καὶ ἀπρόσκοποι χρέος ἔχουσι διαμένειν, ἐν
πάσῃ σωφροσύνῃ καὶ
ὀρθότητι βίου διάγοντες καὶ πολιτευόμενοι. Αἱ
δὲ προσευχαὶ καὶ
αἱ λειτουργίαι καὶ τὰ
προσφερόμενα καὶ αἱ ἑορταί, αἱ γινόμεναι θεαρέστως
καὶ θεοφιλῶς εἰς
δόξαν Θεοῦ καὶ μνήμην τῶν εὐαρεστησάντων
αὐτῷ, καὶ εἰς παρακίνησιν καὶ μίμησιν τῶν
θείων καὶ ἀγαθῶν ἔργων, καλῶς γίνεσθαι ταῦτα
πάντα διαβεβαιοῦμεν, καὶ ἐπ’
ὠφελείᾳ ψυχῆς·
πολλὰ γάρ, φησίν, «ἰσχύει δέησις δικαίου ἐνεργουμένη»
(Ἰακ. 5,16) ἐν τοῖς πιστοῖς καὶ
τοῖς θείας χάριτος ἀξίοις. Ὡς
καὶ ὁ θεῖος Χρυσόστομος, ἐξηγούμενος τὴν
πρὸς Ἑβραίους, ψησίν· «ἄνθρωποι πολλάκις
δίκαιοι, ἐκ μιᾶς αἰτήσεως τὸ πᾶν
ἤνυσαν». Καὶ ἐν
τῇ πρὸς Φιλιππησίους, «ἐπινοήσωμεν τοῖς
ἀπελθοῦσί τινα βοήθειαν· μικρὰν
μέν, βοηθῶμεν δ’ ὅμως· πῶς
καί τινι τρόπῳ; εὐχόμενοι, καὶ ἑτέρους
παρακαλοῦντες εὐχὰς
ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ
αὐτῶν διδόντες συνεχῶς. Ἔχει
τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ
τοῦ Θεοῦ λέγοντος· "ὑπερασπιῶ
τῆς πόλεως ταύτης δι’ ἐμὲ
καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου" (Δ΄ Βασ. 19,34). Εἰ
μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ
ἔργα γένηται ὑπὲρ
αὐτοῦ πόσον οὐκ ἰσχύσει;
Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ
τῶν ἀποστόλων, τὸ ἐπὶ
τῶν φρικτῶν μυστηρίων μνήμην
γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς
πολὺ κέρδος γινόμενον, πολλὴν τὴν
ὠφέλειαν. Ὅταν γὰρ
εἱστήκῃ λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες,
πλήρωμα ἱερατικόν, καὶ πρόκειται ἡ
φρικτὴ θυσία, πῶς οὐ
δυσωπήσωμεν ὑπὲρ τούτων τὸν Κύριον;» (MPG,
62,204).
Ὅτι
δὲ καὶ τιμαὶ ὀφείλονται
τοῖς ἁγίοις παρ’ ἡμῶν,
καὶ ἀποδεκτέον αὐτοὺς
καὶ προσφέρειν τοῖς ναοῖς
τούτων δίκαιον, καὶ ὁ Θεάνθρωπος ἐδήλωσεν εἰπών,
«ὁ δεχόμενος ὑμᾶς,
ἐμὲ δέχεται» (Ματθ. 10,40)· ἀλλὰ
καὶ ὁ Χρυσόστομος, «ὥσπερ ἐν
στρατοπέδῳ τοῖς ἑστῶσι καὶ πολεμοῦσι
παρὰ τῶν ἐν εἰρήνῃ ὄντων καὶ μὴ
πολεμούντων ὀφείλεται τὰ τελέσματα, ὑπὲρ
γὰρ ἐκείνων ἑστήκασιν οὗτοι,
οὕτω καὶ ἐν
τοῖς ἁγίοις λογίζεσθαι δίκαιον. Πῶς γὰρ
οὐκ ἄτοπον, τῷ μὲν
στρατευομένῳ βασιλεῖ ἐπιγείῳ
πάντα εἰσφέρειν, τοῖς δὲ
στρατευομένοις βασιλεῖ τῷ ἐπουρανίῳ καὶ
παραταττομένοις πρὸς πολλῷ χαλεπωτέρους καὶ
ἀξιοῦσι Θεὸν ὑπὲρ
ἡμῶν, εὐχὰς ποιούντων πρὸς αὐτοὺς
καὶ δεομένων τὰ ἐπωφελῆ,
πόσης ἀγνωμοσύνης, εἰ μὴ
ἐκ τῶν ἐνόντων φιλότιμοι ἀναφανῶμεν
τοῖς αὑτῶν σηκοῖς καὶ
προσκαρτεροῦσιν ἱεροῖς ἀνδράσι καὶ τῇ
ἡμετέρᾳ ἐκτρεφομένοις
ἐλεημοσύνῃ;»
Ὅτι
δὲ εὔχεσθαι συμφέρει, καὶ τῶν
ἀναγκαίων καὶ ἀπαραιτήτων
χριστιανοῖς, δῆλον ἐξ ὧν ὁ Κύριος ἐδίδαξεν· «ὅταν
δὲ προσεύχησθε, λέγετε Πάτερ ἡμῶν»·
καί, «τοῦτο τὸ γένος ἐν οὐδενὶ
ἐξέρχεται, εἰ μὴ
ἐν προσευχῇ καὶ
νηστείᾳ» (Λουκ. 11,2, Μάρκ. 9,29), καὶ
ἄλλα παραπλήσια πολλά. Ἀλλὰ
καὶ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον· «παρακαλῶ οὖν
πρῶτον πάντων ποιεῖσθαι δεήσεις,
προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ
πάντων ἀνθρώπων· τοῦτο γὰρ
καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον
τοῦ Θεοῦ, ὃς πάντας θέλει σωθῆναι καὶ
εἰς ἐπιγνῶσιν ἀληθείας ἐλθεῖν»
(Α΄ Τιμ. 2,1, 3,4).
Ὅτι
δὲ καὶ τοὺς ἱερεῖς τιμᾶν δίκαιον, ἔτι
καὶ τοῦ θείου Ἰωάννου ἀκούσωμεν.
«Ὥσπερ κοινός τίς ἐστι πατὴρ
τῆς οἰκουμένης ἁπάσης ὁ
ἱερεύς, παρὰ πάντων τοίνυν ἄξιον
αὐτοῦ κήδεσθαι· λατρείας γὰρ ὑπὲρ
τοῦ κόσμου Θεῶ ποιεῖ,
καὶ δεήσεις προσφέρει ὑπὲρ
βασιλέων, ὑπὲρ πάντων τῶν ἐν
ὑπεροχῇ, ὅπως
ἡ τούτων σωτηρία, ἡμῶν
ἀμεριμνία γένηται. Ὁ γὰρ
Θεὸς εἰς τὸ κοινῇ χρήσιμον τὰς
ἀρχὰς διετάξατο· ἄτοπον δέ, αὐτοὺς
μὲν ὑπὲρ ἡμῶν στρατεύεσθαι, ἡμᾶς
δὲ ὑπὲρ τούτων μὴ δεήσεις ποιεῖσθαι».
Καὶ αὖθις· «οὐκ ἀνέγνωτε
ἐν τῇ Γραφῇ, ὅτι
Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας καὶ
ἀπήλλαττεν αὐτοὺς
τῶν ἁμαρτημάτων; μήποτε ἐνενόησάν φησί τι ἐν
τῇ καρδίᾳ αὐτῶν»
(Ἰὼβ 1,5). Καὶ πάλιν· «οἴδατε, ὡς
Χριστοῦ μαθηταί, ὅτι εὐχόμενοι
ὑπὲρ εἰρήνης καὶ καταστάσεως τοῦ
σύμπαντος κόσμου καὶ εὐσταθείας, τοῦτο ποιοῦμεν
καὶ τὴν βασιλείαν τοῦ Θεοῦ
ζητοῦμεν καὶ κρούομεν τὴν
θύραν, ἵνα δι’ εὐσπλαγχνίας ἀνοίξῃ
ἡμῖν ὁ Θεὸς καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγάγῃ
μακαριότητα; Καλὸν δὲ εὐχῆς ἀπολαύειν τῆς τῶν
ἁγίων, ὅταν καὶ
αὐτοὶ ἐνεργοὶ ὧμεν,
ἄλλως δὲ οὐδὲν
ὠφελήσειεν. Οἴδαμεν γὰρ
τί Ἱερεμίας ἔπαθε· τρίτον γὰρ
προσῆλθε Θεῷ καὶ
τρίτον ἤκουσε, μὴ εὔχου,
οὐ γὰρ εἰσακούσομαι· καὶ ἂν
στῇ Νῶε, Ἰακὼβ καὶ Δανιήλ, οὐκ ἐξελοῦνται,
ἐπεὶ ὑπερίσχυσεν ἡ κακία (Ἱερ. 7,16,
11,14). Καὶ τίς χρεία, εἴποι τίς, τῆς
παρ’ ἑτέρου εὐχῆς,
ὅταν ἐγὼ εὐαρεστῶ; μηδέποτε τοῦτο
εἴπῃς, ἄνθρωπε. Χρεία πολλῆς, χρεία εὐχῆς·
ἄκουε τοῦ Θεοῦ
λέγοντος· "καὶ προσεύξεται ὑπὲρ
ὑμῶν, καὶ ἀφεθήσεται
ὑμῖν ἡ ἁμαρτία" (Ἰὼβ 42,8), καὶ ἄλλα
ὅμοια, ἃ ζητῶν
τις εὑρήσει πλήρη τὴν θείαν Γραφήν». Ὡσαύτως
δὲ καὶ τὰ προσφερόμενα Θεῷ εὐαπόδεκτά
εἰσιν· «εὔξασθε» γάρ φησι «καὶ
ἀπόδοτε»· ὡς ἡ
Ἄννα τὸν Σαμουὴλ
ἀνέθηκε τῷ Θεῷ,
καὶ μυρία ἄλλα τοιαῦτα
ὅμοια.
Ὡσαύτως
καὶ τὰς ἑορτασίμους ἡμέρας ἐπιτελοῦντες,
τιμῶμεν τοὺς Ἁγίους
ὡς φίλους Θεοῦ, κατὰ
τὸν θεῖον Δαυΐδ, «ἐμοὶ
δὲ λίαν ἐτιμήθησαν οἱ
φίλοι σου ὁ Θεός» (Ψαλμ. 138,16). Εἰ γὰρ
προσευχάς, λειτουργίας, ἑορτὰς καὶ τὰ τοιαῦτα μὴ
ἐπιτελοίημεν, ἀκαπηλεύως δηλονότι καὶ
μετὰ φόβου Θεοῦ, ἅ
εἰσιν ἑπόμενα τῇ πίστει καὶ
ἔργα θεῖα, ἐδόξαμεν
ἂν καὶ τὸν θεῖον φόβον μὴ ἔχειν
καὶ τὴν ζῶσαν πίστιν, τὴν προηγουμένην πάντως·
ἀναιρούμενων γὰρ τῶν
ἑπομένων, τρόπον τινὰ ὅσον
ἐν ἡμῖν, δοκεῖ συναναιρεῖσθαι
καὶ τὸ ἡγούμενον. Δεῖ δὲ
καὶ τὸν προεστῶτα τοῦ
λόγου, κατὰ τὸν μέγαν Βασίλειον, μετὰ περισκέψεως καὶ
δοκιμασίας πολλῆς, κατὰ σκοπὸν
τῆς πρὸς Θεὸν εὐαρεστήσεως, ἕκαστον ποιεῖν
τε καὶ λέγειν, ὡς ὀφείλοντα
καὶ ὑπ’ αὐτῶν τῶν πεπιστευμένων αὐτῷ
δοκιμάζεσθαί τε καὶ μαρτυρεῖσθαι· ὡς
τὸ «ὑμεῖς μάρτυρες καὶ ὁ
Θεός, ὡς ὁσίως καὶ δικαίως καὶ
ἀμέμπτως ὑμῖν
τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε»
(Α΄ Θεσ. 2,10) ὑμεῖς. Ἂν δὲ τυχὸν οἱ ὑπηρετοῦντες ἀνάξιοι,
ἡ τοῦ Θεοῦ χάρις ἐστὶν
ἡ ἐνεργοῦσα, ὡς
ὁ τῶν θεολόγων χορὸς μαρτυρεῖ.
Δεῖτε
τό Δ΄ καί τελευταῖο Μέρος
στήν ἱστοσελίδα:
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου