γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Πέμπτη 24 Μαρτίου 2016

Ιερεμίου Πατριάρχου, Απόκρισις Γ΄ (1581 μ.Χ.)


ΙΕΡΕΜΙΟΥ Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΠΡΟΣ ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Γ΄
1581 μ.Χ.

Τρίτη Πατριάρχου Κωνσταντινουπόλεως κυρίου Ἱερεμίου ἀπόκρισις, εἰς Τύβιγγαν αφπα΄ πεμφθεῖσα.

† Ἱερεμίας ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης,

Ἀφίκετο ὡς ἡμᾶς, ὦ ἄνδρες σοφώτατοι Γερμανοί, καὶ τὸ ἀρτίως ἀποσταλὲν παρ’ ὑμῶν βιβλίον, ἐν ᾧ καὶ πάλιν αἰτίας εὐλόγους δῆθεν καὶ λόγους προβάλλε­σθε, μὴ ἐσχηκέναι λέγοντες ὅλως τὸ ἱκανὸν ἐκ τῆς ἡμῶν πρὸς τὰ αὐτόθεν πρῶτα ἀπολογίας, οὐδὲ ἵσταταί πως ὑμῶν ἡ διάνοια, ἅτε μὴ μόνον παρὰ τῆς θείας Γραφῆς, ἀλλὰ καὶ παρὰ τῶν θείων τῆς Ἐκκλησίας πατέρων διδασκομένη τὰ ἀληθέστερα καὶ βελτίονα.

1. Περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος. Ταῦτα δὲ λέγοντες, εἰσάγετε τὸν θεῖον Αὐγουστῖνον, ἐν τῇ β΄ περὶ Τριάδος βίβλῳ, οὐκ ἐκ τοῦ Πατρὸς μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ Υἱοῦ προϊέναι τὸ ἅγιον Πνεῦμα διατεινόμενοι· τούς τε παρ’ ἡμῖν θείους πατέρας ὁμοδοξεῖν ὑμῖν κρίνετε ἐν τῇ παρὰ τοῦ Υἱοῦ ἐκπορεύσει τοῦ Πνεύματος, κἂν τοῖς ῥήμασι διαφέρουσιν, οἵτινές εἰσιν Ἀθανασιος ἐν τῷ περὶ τῆς ἐνσάρκου οἰκονομίας, Κύριλλος ἐν τῷ α΄ πρὸς Παλλάδιον, Ἐπιφάνιος ἐν τῷ ἀγκυρωτῷ λόγῳ, Βασίλειος ὁ μέγας ἐν ιε΄ κατὰ Εὐνομίου, τούτοις κατὰ τοῦτο συνᾴδων, Νιαζιανζηνὸς ἐν β΄ περὶ Υἱοῦ, Κύριλλος ἔτι ἐν θησαυροῖς, καὶ Ἀθα­νάσιος ἔτι ἐν οἷς γράφει πρὸς Σαραπίωνα. Θαυμάζομεν οὖν, εἴ γε τὰ προφανῆ καὶ σαφῆ ῥητὰ τῆς τε Γραφῆς καὶ τῶν πατέρων καταλιμπάνοντες ὑμεῖς αὐτοί, τὰ διαῤῥήδην βοῶντα καὶ παριστῶντα ἐκ μόνου τοῦ Πατρὸς τὸ ἅγιον ἐκπορεύεσθαι Πνεῦμα, ῥητά τινα ἄλλως ἔχοντα καὶ καθ’ ἕτερον τρόπον ἐκλαμβανόμενα παρ’ ἐκείνοις, εἰς τὸν οἰκεῖον σκοπὸν ὑμῶν μεταβάλλετε· καθὰ δὴ καὶ τὸ προϊέναι, ὅπερ κατά γε Αὐγουστῖνον καὶ τὴν ἀλήθειαν, οὐδὲν τῇ ἐκπορεύσει κοινὸν ἔχει· καὶ ἔτι τἄλλα, ἅπερ οἱ πατέρες ἐκεῖνοι πρὸς τοὺς ἀλλοτριοῦντας τὸ Πνεῦμα τῆς οὐσίας τοῦ Υἱοῦ ἀναγκαίως τε καὶ χρησίμως ἐλάλησαν, οὐ μὴν ἠβουλήθησαν δεῖξαι τὸ Πνεῦμα τὸ ἅγιον καὶ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι. Διὸ καὶ σκοπὸν εἴχομεν σιωπῆσαι τελείως πρὸς τὰ ὑμέτερα καὶ μηδὲν πρὸς ὑμᾶς ἀποκρίνασθαι, τοὺς οὕτω προφανῶς τήν τε Γραφὴν καὶ τὰς τῶν εἰρημένων ἑρμηνείας ἁγίων εἰς τὸ οἰκεῖον θέλημα μεταφέροντας, τὸν Παῦλον ἔχοντες ἡμᾶς προτρεπόμενον, τὸ «αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ»[1]. Ἐπεὶ δὲ διὰ τῆς σιωπῆς ἐμέλλομεν δόξαι συγκαταθέσθαι ὑμῖν, ὡς τάχα καλῶς δοξάζουσι καὶ νοοῦσι ταῦτα, καὶ κινδυνεύσειν τὴν Γραφὴν καὶ τοὺς ἁγίους ἐπὶ τοῦτο συναινεῖν ὑμῖν, ὑπεραπολογούμενοι τούτων, ταῦτα καὶ νῦν ἐγχαράττομεν, καίπερ καλῶς πληροφορηθέντες ἐκ τῶν γραμμάτων ὑμῶν, ὡς οὐδέποτε ἡμῖν ἢ μᾶλλον εἰπεῖν τῇ ἀληθείᾳ συναινέσαι δύνασθε.
Πρῶτον μὲν οὖν, τίνες αἱ τῆς παρεκτροπῆς αἰτίαι κατὰ δύναμιν δηλωτέον, εἶτα δὲ καὶ εἰ ὀρθόδοξος αὕτη ἡ ἡμέτερα περὶ τοῦ Πνεύματος δόξα ἐκ τῶν ἁγίου Πνεύματος λόγων ἀποδεικτέον, ὡς ἂν καὶ τὴν εὐσέβειαν, ὁποία τίς ἐστι γνῶμεν, καὶ τὰς παρεκτροπὰς ταύτας ὡς οἷόν τε διαδράσωμεν. Περὶ τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως τοίνυν τοῦτο πρὸ πάντων ἰστέον, ὅτι τὸ πνεῦμα ὄνομα οὐ μόνον ἐπὶ πολλῶν ἄλλων, ἀλλὰ καὶ ἐπ’ αὐτοῦ τοῦ Πνεύματος λεγόμενον ὁμώ­νυμός ἐστι φωνή. Σημαίνει γὰρ τά τε χαρίσματα τοῦ Πνεύματος, πολλὰ καὶ διά­φορα ὄντα· Πνεῦμα γὰρ ἀληθείας, υἱοθεσίας χάριτος, σοφίας, συνέσεως, γνώ­σεως, εὐσεβείας, βουλῆς, ἰσχύος, φόβου καὶ ὅσα τοιαῦτα λέγεται, ὡς τῷ Δαμα­σκηνῷ Ἰωάννῃ, Γρηγορίῳ τε τῷ πάνυ, καὶ Ἡσαΐα τῷ προφήτῃ δοκεῖ· σημαίνει δὲ καὶ αὐτὸν ἐκεῖνον τὸν Παράκλητον, τὸν τῆς Τριάδος ἕνα, τὸ Πνεῦμα τὸ ἅγιον δηλαδή.
Οὐ μὴν ἀλλὰ καὶ ἡ τοῦ ἐκπορεύεσθαι φωνή, εἰ καὶ ἰδιοτρόπως τῷ Πνεύματι τῷ ἁγίῳ ἀπονενέμηται, ἐξῃρημένως τὴν πρόοδον αὐτοῦ δηλοῦσα τὴν ἄῤῥητον, ἀλλὰ καὶ ταύτην κοινὴν καὶ ἄλλοις ἴσμεν ἐν τῇ Γραφῇ. Καὶ γὰρ καὶ πάσαις ταῖς ῥηθείσαις αὐτοῦ ἐνεργείαις αὕτη ἁρμόζει, ὡς παρὰ πάσης τῆς ἁγίας Γραφῆς ὡμολόγηται, καὶ τῇ τοῦ Υἱοῦ δὲ γεννήσει προσήκει τοὔνομα. Φασί γαρ οἱ ἐν Νικαία θεῖοι πατέρες, λέγει περὶ τοῦ Υἱοῦ ἡ Γραφή· «κλινεῖ ἐπ’ αὐτοὺς ὡς ποταμὸς εἰρή­νης»[2], ἐκπορευόμενος ἐκ τῆς ἀληθοῦς ζωῆς τῆς τοῦ Πατρὸς θεότητος. Καὶ οἱ ὄχλοι· «ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος τοῦ Κυρίου»[3], τὸ θεῖον φησὶν εὐαγγέλιον· καὶ ὁ ψαλμῳδός, «ὁ Θεὸς ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου»[4], λέγει. Καὶ ἤρξατο τὸ Πνεῦμα Κυρίου συνεκπορεύεσθαι τῷ Σαμψών, ἄλλος τίθησι. Καί, εἴ τις ὀρθῶς θεωροίῃ τῶν εἰς αἰτίας ἀνηκόντων, τὸν τῆς ἐκπορεύσεως λόγον εὑρήσει ὄντα κοινότερον, ὥσπερ ἡ γραμμὴ ἐκπορεύε­ται ἐκ τοῦ σημείου, τὸ ἀπαύγασμα, ἡ ἀκτὶς ἐκ τοῦ ἡλίου, τὸ ῥεῦμα ἐκ τῆς πηγῆς, καὶ ἐκ τῶν ὑγρῶν σωμάτων ἡ ἀτμὶς ἡ ὑγρὰ ἐκπορεύεται. Ὅταν οὖν ἀκούητε ἐν τῇ Γραφῇ, ὅτι πηγάζει ὁ Υἱὸς τὸ Πνεῦμα, ἢ πέμπει, ἢ δίδωσιν, ἢ τοιοῦτόν τι, μὴ τὴν ὑπόστασιν τοῦ Πνεύματος νοεῖτε προάγειν αὐτόν, ἤτοι αὐτὸ τὸ τοῦ Πνεύμα­τος πρόσωπον· ἐκεῖνο γὰρ μόνον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἤγουν ὑφέστηκεν, ἀλλὰ τὰς Πνεύματος δωρεάς, ὡς ὁμοθελοῦς αὐτῷ καὶ ὁμοουσίου, παρέχειν πι­στεύετε. Καὶ πάλιν, ὅταν τῶν ἁγίων τὸν δεῖνα καὶ τὸν δεῖνα εὕρητε λέγοντας, τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, τούτῳ χρώμενοι τῷ κανόνι, κατανοήσατε ὅτι τὸ ἐκπορεύεσθαι ὡς τὸ διϊέναι καὶ πέμπεσθαι καὶ δίδοσθαι ἐνταῦθα ἐξείληπται, ἢ καὶ πρόῤῥιζον ἅμα αἵρεσιν ἀνασπῶντες ἐκεῖνοι, τὴν τοῦ Υἱοῦ ἀλλοτριοῦσαν τὸ Πνεῦμα, καθάπερ εἴρηται, καὶ τὴν πρὸς τὸν Πα­τέρα καὶ τὸν Υἱὸν συμφυΐαν καὶ γνησιότητα τοῦ Πνεύματος παραστῆσαι βουλόμενοι, ταῦθ, ὡς ἄν τις εἴποι, ἀναλόγως εἰρήκασι.
Τοῦτο δὲ ἀκριβῶς προσέχειν δεῖ καὶ παρατηρεῖν, ὅτι πολλοῖς τῶν ἁπλουστέρων αὐτὸ δὴ τοῦτο παροραθὲν καὶ ὡς μὴ ἔδει ἐννοηθέν, παρεκτροπὴν τῆς πίστεως προὐξένησε, τὸ χάρισμα ὑπόστασιν, καὶ τὴν πέμψιν ὕπαρξιν, ὡς μὴ ὤφελεν, οἰηθεῖσι. Συνήκατε τῶν ῥηθέντων τὴν δύναμιν, ᾗ δεῖ ταῦτ’ ἐπεξεργάσασθαι, πλὴν πλατύτερον, τὸ διὰ σαφέστερον, καὶ πλήρης μαρτυριῶν διὰ τὸ πιστότερον ὁ λόγος γενέσθω. Πάντα φημὶ τὰ τοῦ ἁγίου Πνεύματος χαρίσματα καλεῖ­ται πνεῦμα, ὁμωνύμως τῷ ταῦτα παρέχοντι Πνεύματι. Ὅθεν ἐπειδάν τινι χαρίσηται τὸ Πνεῦμα τὸ ἅγιον δῶρον ἁγιασμοῦ, ὥστε ἅγιον ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, ἡ δωρεὰ ἡ δοθεῖσα καλεῖται πνεῦμα ἁγιωσύνης, ὡς λέγει Παῦλος, «ἀφωρισμένος εἰς εὐαγγέλιον Θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ»[5], κατὰ πνεῦμα ἁγιωσύνης. Ἐάν τις λάβῃ δύναμιν καὶ δωρεὰν τοῦ ἁγίου Πνεύμα­τος πιστεύειν τῇ ἐπαγγελίᾳ τῶν διδόμενων ἀγαθῶν ἐν τῷ μέλλοντι, ἔλαβε πνεῦμα ἐπαγγελίας· διὸ φησὶ Παῦλος, «ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ»[6]. Ἐὰν δὲ δῷ τὸ Πνεῦμα τὸ ἅγιον δωρεάν τινι καὶ μὴ εἰδότι γραφὰς πιστεύειν αὐταῖς, καλεῖται ἡ δωρεὰ ἐκείνη πνεῦμα πίστεως, ὡς λέγει Παῦλος, «ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως»[7]. Λέγεται πνεῦμα υἱοθεσίας, ὡς ὁ αὐτός φησι Παῦλος· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ’ ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν, Ἀββᾷ ὁ πατήρ»[8]. Ἐάν τις πρᾷος ᾖ καὶ ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβεν ὁ τοιοῦτος πνεῦμα πρᾳότητος, ὡς λέγει Παῦλος· «ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος»[9]. Πνεῦμα καλεῖται ζήλου, ὥς φησι Παῦλος· «ἐπεὶ καὶ ὑμεῖς ζηλωταί ἐστε πνευμά­των»[10], τουτέστι χαρισμάτων. Ἔστι δῶρον ἀγάπης, ὥς φησι Παῦλος, ὅτι ἐλάβετε «πνεῦμα ἀγάπης καὶ δυνάμεως καὶ σωφρονισμοῦ»[11]. Καὶ ὁ Ἡσαΐας δέ φησιν· «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα Θεοῦ»[12]. Ὧδε τὸ ὄνομα τῆς ὑποστάσεως τοῦ Πνεύματος αὐτοῦ· τάδε τῶν χαρισμάτων λοιπὸν ὀνόματα ἐφ’ ἑξῆς. «Πνεῦμα σο­φίας καὶ συνέσεως, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα φόβου Θεοῦ»[13]. Ἀναπτύσσει τις γραφήν; ἐὰν ᾖ τὸ νόημα ἀπόκρυφον καὶ ἀσαφές, δῷ δὲ τὸ Πνεῦμα τὸ ἅγιον, ὥστε τὰ ἀποκεκρυμμένα τῶν νοημάτων ἀποκαλυφθῆναι αὐτῷ, οὗτος ἔλαβε πνεῦμα ἀποκαλύψεως, ὡς λέγει Παῦλος· εὔχο­μαι τῷ Θεῷ, «ἵνα δῴῃ ἡμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως»[14]. Βουλόμενος δὲ ὁ Θεὸς δεῖξαι, ὅτι ὥσπερ πέμπει τῷ διδάσκοντι πνεῦμα σοφίας, οὕτω καὶ τῷ μανθάνοντι πνεῦμα συνέσεως, ἵνα νοήσῃ τὰ τοῦ Θεοῦ, σοφίας χάριν ἔχει στόμα κηρύττον καὶ διδάσκον, συνέσεως χάριν ἔχει καρδία μανθάνουσα· λέγει Δαβίδ· «τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν»[15]. Πνεῦμα γνώσεως εἴληφεν ὁ μετὰ γνώσεως πράττων· καὶ πνεῦμα εὐσεβείας πλουτεῖ ὁ λόγοις καὶ ἔργοις θεοσεβής, ὅτι φέγγος ψυχῆς ἡ ἀληθὴς γνῶσίς ἐστι, καὶ πάσης γνώσεως φύσει ἔργον ἐστὶν ἡ βεβαίωσις. Ἐνίοτε δὲ ὁ διδάσκων γνῶσιν οὐκ οἶδε δοῦναι· οὐ γὰρ ἔλαβεν. Οὐ πάντα γὰρ λαμβάνει τις, ἵνα μὴ φύσει τὴν χάριν ἔχειν νομίσῃ. Λαμβάνει τις διδασκαλίας χάριν, καὶ ἵνα μὴ ἐπαίρηται ἐν πραγμά­των βουλῇ εὑρίσκεται ἀτονῶν. Ἄλλος διδάσκειν μὴ δυνάμενος, συμβουλεύει κα­λῶς· καὶ εὑρίσκεται ὁ δανείζων ἄλλοις ἀλλαχοῦ δανειζόμενος. Πνεῦμα βουλῆς δίδοται τῷ γνωμοδοτοῦντι, πνεῦμα ἰσχῦος τῷ τὴν γνώμην δεχομένῳ, ὅτι ὥσπερ λαμβάνει χάριν ὁ γνωμοδότης εἰπεῖν τι χρηστόν, οὕτω λαμβάνει χάριν ἰσχύος ὁ τὴν γνώμην δεχόμενος ἐπιτελέσαι τὸ συμφέρον. Πνεῦμα φόβου Θεοῦ. Ἕκαστον τού­των τῶν χαρισμάτων πρὸς τὴν ὑποκειμένην δίδοται χρείαν. Ἀλλαχοῦ ἐπαγγέλλεται ὁ Θεὸς διδόναι χάριν φιλανθρωπίας, καὶ λέγει· «ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαβὶδ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ»[16], τουτέστι, δωρεὰν φιλανθρωπίας. Πά­λιν δωρεῖται χάρισμα ταπεινοφροσύνης, διόπερ προσευχόμενοι οἱ τρεῖς παῖδες ἔλεγον πρὸς τὸν Θεὸν ἑαυτοὺς ἁμαρτωλούς, καίπερ τὴν φλόγα πεπατηκότες, ἅτε δίκαιοι· καὶ ἐχόρευον ὡς ἅγιοι καὶ ἐξωμολογοῦντο ὡς ἁμαρτωλοί· ἐπεὶ οὖν δίκαιοι ὄντες ἑαυτοὺς ἐταπείνουν, ἔλαβον πνεῦμα ταπεινώσεως, χάρισμα ταπεινοφροσύνης· διὰ τοῦτο εἴδοτες τὴν χάριν λέγουσιν· ἀλλ’ ἐν ψυχῇ συν­τετριμμένῃ καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν. Ὅταν δὲ πληρωθῇ χάρι­τος ὁ λαμβάνων ὁλόκληρον τὸ δῶρον, πνεῦμα πληρώσεως λέγεται εἰληφέναι· οὕτως εἶχον πνεῦμα πληρώσεως οἱ ἀπόστολοι, καθὰ γέγραπται· «τότε πλησθεὶς ὁ Παῦλος πνεύματος ἁγίου»[17]· ὁ δὲ Δαυῒδ αἰτεῖ «πνεῦμα εὐθές», εἰς τὴν εὐθύτητα φέρον, καὶ πνεῦμα πάλιν ἡγεμονικόν[18], χάρισμα ἡγεμονεῦον τῶν παθῶν καὶ ποι­οῦν τὴν ψυχὴν μὴ δουλεύειν πάθεσιν. Ἀλλὰ ταῦτα μὲν ἱκανὰ περὶ τῆς ὁμωνυμίας τοῦ πνεύματος· περὶ δὲ τῆς τῆς ἐκπορεύσεως φωνῆς, ἑξῆς δηλωτέον.
Διττὴν μὲν οὖν ἡμεῖς ἴσμεν, καὶ οὐχ ἁπλῆν, τὴν τοῦ ἁγίου Πνεύματος πρόοδον, ἄνωθεν οὕτω παρὰ τῶν Γραφῶν τοῦ Πνεύματος τὰς ἀφορμὰς εἰληφότες. Τὴν μὲν γάρ, ὥσπερ ἀπερινόητον καὶ ἀπόῤῥητον, οὕτω δῆτα καὶ ἄναρχον, τὴν δὲ ἐν χρόνῳ. Φησὶ γὰρ ὁ θεῖος Ἰωήλ, καὶ μὴν καὶ ὁ μακάριος Πέτρος παρ’ ἐκείνου λαβών, «ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπό τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»[19]. Καὶ τὴν μὲν ἀναίτιον, ὥσπερ καὶ τὴν τοῦ Υἱοῦ γέννησιν, περὶ ᾖς φησιν ὁ θεολόγος Γρηγόριος· «ἐν ἀρχῇ ἦν ἀναιτίως· τίς γὰρ αἰτία Θεοῦ;» καὶ πάλιν περὶ τοῦ αὐτοῦ· «ἐκ τοῦ ἀεὶ ὄντος ὑπὲρ αἰτίαν καὶ λόγον». Τὴν δ’ ἑτέραν πρόοδον δι’ αἰτίαν· φησὶ γὰρ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ, «ὅταν ἔλθῃ ἐκεῖνος, ὁδηγή­σει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν» [20]. Καὶ ἡ μὲν ὥσπερ οὐ δι’ αἰτίαν ἐστίν, οὕτως οὐδὲ πρός τινας· ἡ δὲ καὶ δι’ αἰτίαν καὶ πρός τινας. Ὅθεν ὁ Παῦλος Τίτῳ ἐπιστέλλων φησίν· «ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν»[21]. Ἡ μέν, θείας φύσεως, οὐ θελήσεως ἔργον ἐστίν, ὅπερ καὶ περὶ τῆς τοῦ Υἱοῦ γεννήσεως οἱ θεολόγοι φασίν· ἡ δέ, τοῦ Θεοῦ, δι’ ἀγαθότητος θέλοντος, ἡμῖν πρόεισι. Δῶρον γὰρ τὸ τοιοῦτον. Τοῦτο δὲ οὐκ ἄνευ τῆς τοῦ διδόντος θελήσεως. Διόπερ ὁ θεῖος Παῦλος Ἑβραίοις γράφων, «συνεπιμαρτυροῦντος, φησί, τοῦ Θεοῦ, σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι, καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν»[22]. Καὶ ἡ μέν, ἀδύνατον καὶ ἐκ τοῦ Πνεύμα­τος εἶναι· ἀδύνατον γὰρ τὸ Πνεῦμα ἐξ ἑαυτοῦ προσωπικῶς ἐκπορεύεσθαι· ἡ δέ ἐστι καὶ ἐκ τοῦ Πνεύματος. Καθὼς ἐκ μὲν τῶν προφητῶν, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, ὁ μὲν Μωϋσῆς λέγει· «ἀφέλω ἀπό τοῦ πνεύματος τοῦ ἐπὶ σοί, καὶ θήσω ἐπ’ αὐτούς»[23], ὁ δὲ Ἰωήλ, «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα»[24]. Ἐκ δὲ τῶν ἀποστόλων ὁ κορυφαῖος, «λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύμα­τος»[25]· καὶ ὁ Ἰωάννης, «ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ ἔδωκεν ἡμῖν»[26]· καὶ τὸ τοῦ Χριστοῦ στόμα, ὁ Παῦλος, «ἡ ἀγάπη τοῦ Θεοῦ, φησίν, ἐκκέχυται εἰς τὰς καρδίας ἡμῶν διὰ Πνευ­ματος ἁγίου τοῦ δοθέντος ἡμῖν»[27]. Ὅτι δὲ περὶ ταύτης τῆς προόδου τοῖς ἀποστόλοις ὁ λόγος, περὶ ἧς καὶ οἱ προφῆταί φασι, φανερὸν μὲν καὶ ἐκ τῶν εἰρήμενων, δῆλον δὲ καὶ ἐκ τῶν ἐφεξῆς ῥηθησομένων τοῖς διδασκάλοις. Ἑρμηνεύων γὰρ ὁ θεῖος Χρυσόστομος τὸ «οὐκ ἐκ μέτρου δίδωσιν ὁ Θεὸς τὸ Πνεῦμα»[28], οὕτως εἴρηκε. «Πνεῦμα ἐνταῦθα τὴν ἐνέργειάν φησιν· αὕτη γὰρ ἡ μεριζόμενη· πάντες γὰρ ἡμεῖς μετρητὴν ἐνέργειαν ἐλάβομεν, ἐκεῖνος δὲ ὁλόκληρον ἔλαβε πᾶσαν τὴν ἐνέργειαν. Εἰ δὲ ἡ ἐνέργεια αὐτοῦ ἀμέτρητος, πολλῷ μᾶλλον ἡ οὐσία»[29]. Καὶ ἀλλαχοῦ τὸ ψαλμικὸν ἐκεῖνο εἰς ἐξήγησιν προθείς, «ἐξεχύθη χάρις ἐν χείλεσί σου», «πᾶσα γὰρ ἡ χάρις ἐχύθη εἰς τὸν ναὸν ἐκεῖνον, φησίν· οὐ γὰρ ἐκ μέτρου δίδωσιν ἐκεῖνο τὸ Πνεῦμα ὁ Πατήρ, ἡμεῖς δὲ μικρόν τι καὶ ῥανίδα ἀπὸ τῆς χάριτος ἐκεί­νης ἔχομεν· ἐκ τοῦ πληρώματος γάρ φησιν αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, ὡς ἂν εἴποι τις, ἐκ τοῦ ὑπερβλύζοντος, ἐκ τοῦ περιττεύοντος». Καὶ μετά τινα· «ὁ Θεός, φησίν, ἐξέχεε τὴν δωρεὰν αὐτοῦ. Ἡ θεότης οὐκ ἐκχεῖται, ἀλλ’ ἡ δωρεὰ αὐτοῦ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. Χάρις ἐκχεῖται, οὐχ ὁ δωρούμενος τὴν χάριν». Καὶ πάλιν· «οὐκ εἶπε, δίδωμι τὸ πνεῦμα, ἀλλ’ «ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα». Καὶ ἡ ἐν τοσούτοις τοῦ κόσμου κλίμασι διδομένη χάρις μέρος τι τῆς δωρεᾶς ἐστι καὶ ἀῤῥαβών. Δοὺς γάρ φησι τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν, τὸ μέρος λέγει τῆς ἐνεργείας· οὐ γὰρ δὴ ὁ παράκλητος μερίζεται. Τὴν γοῦν ἐνέργειαν ταύτην καὶ ὁ ναὸς ἐκεῖνος ἔλαβε καὶ τοῖς ἀξίοις ὡς ἐκ δεξαμενῆς παρεῖχε». Καὶ ἑτέρωθι· «δέον ἐννοῆσαι τοὺς αἱρετικούς, τίνα τὰ ὀνόματα τὰ κατὰ φύσιν δηλοῦντα τοῦ ἁγίου Πνεύματος, καὶ τίνα τὰ τὴν χάριν ἑρμηνεύοντα· οἱ δὲ ἐκαπήλευσαν τὴν ἀλήθειαν, συνέχεαν πάντα, ἐξώκειλαν τῆς ἀληθείας. Ἄλλο γὰρ Πνεῦμα ἅγιον, ἄλλο χάρισμα· ἄλλο βασιλεύς, ἄλλο τὸ δῶ­ρον τοῦ βασιλέως. Ἐὰν ἀκούσῃς λέγοντος, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ τὴν θεότητα ἐκλάβῃς· Θεὸς γὰρ οὐκ ἀποστέλλεται· ὀνόματά ἐστι, τὴν ἐνέργειαν  σημαίνοντα». Καὶ ὁ θαυματουργὸς Γρηγόριος ἐν τῇ ἀποκαλύψει οὕτω μεμύηται. «Ἓν Πνεῦμα ἅγιον, ἐκ Θεοῦ τὴν ὕπαρξιν ἔχον, καὶ δι’ Υἱοῦ πεφηνός, δηλαδὴ τοῖς ἀνθρώποις»[30]. Ἐκεῖνο μὲν περὶ τῆς προαιωνίου, περὶ δὲ τῆς χρονικῆς τοῦτό γε. Καὶ ὁ τῆς Ἀλεξάνδρειας Κύριλλος ἐν τῇ ἐξηγήσει τοῦ θείου συμβόλου· «προχεῖται μέν, φησίν, ἤγουν ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ καὶ Πα­τρός· τοῦτο περὶ τῆς ἀπόῤῥητου προόδου· χορηγεῖται δὲ τῇ κτίσει δι’ Υἱοῦ, τοῦτο περὶ τῆς εἰς ἡμᾶς». Καὶ ὁ ἅγιος Αὐγουστῖνος ἐν τῷ περὶ τῆς Τριάδος· «ἀλλ’ οὐδὲ μήν, ἐπειδὴ οἱ μὲν διδόασι, τὸ δὲ δίδοται, διὰ ταῦτα ἔλαττον ἐκείνων ἐστίν. Οὕτω γὰρ δίδοται, ὥσπερ τοῦ Θεοῦ δῶρον· ὡς καὶ αὐτὸ ἑαυτὸ διδόναι, ὥσπερ Θεός. Οὐδὲ γὰρ δυνατὸν λέγεσθαι μὴ εἶναι τῆς ἑαυτοῦ ἐξουσίας· περὶ οὗ εἴρηται, «τὸ Πνεῦμα ὅπου θέλει πνεῖ». Καὶ παρὰ τῷ ἀποστόλῳ· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται». Καὶ ὁ Νύσσης Γρηγόριος ἐν τοῖς κατὰ Εὐνομίου. «Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν ὕπαρξιν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι, οὔτε φύσεως ἑτερότητι, τοῦ Πα­τρὸς ἢ τοῦ μονογενοῦς ἀποτέμνεται. Ἐνταῦθα ὁ μερισμὸς ὁ διὰ τῶν συνδέσμων τῷ μὲν Πατρὶ τὴν καθ’ ὕπαρξιν τοῦ Πνεύματος πρόοδον, τῷ δὲ Υἱῷ τὴν πρὸς ἡμᾶς αὐτοῦ φανέρωσιν ἐννοεῖν προδηλοτάτως δίδωσιν. Οὐ γὰρ διὰ ταύτην κἀκείνην ἕν τι καὶ ταὐτὸν δυναμένας ὁ λόγος, ἀλλὰ τὴν μὲν τοῦτο σημαίνει, τὴν δὲ ἐκεῖνο παρίστησι». Καὶ ὁ μέγας Βασίλειος τὴν τοιαύτην πρόοδον τοῦ Πνεύματος καὶ ἐκ τοῦ Πνεύματος οὖσαν εἰδώς, φησὶν ἐν τοῖς πρὸς Εὐνόμιον ἀντιῤῥητικοῖς. «Τὸ Πνεῦμα τὸ ἅγιον αὔξησιν οὐ ζητεῖ, τελειότερον ὄν· διὸ καὶ παρ’ αὐτῷ πάντα τέλεια, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, σοφία, σύνεσις, βουλή, ἀσφάλεια, εὐσέβεια, γνῶσις, ἁγιασμός, ἀπολύτρωσις, πίστις, ἐνεργήματα δυνά­μεων, χαρίσματα ἰαμάτων, καὶ ὅσα τούτοις παραπλήσια· οὐδὲν ἔχον ἐν αὐτῷ ἐπίκτητον, ἀλλὰ ἰδίως πάντα ἔχον, ὡς πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφηνός, αἴτιον ἑαυτοῦ ἔχον ὡς πηγὴν ἑαυτοῦ, κἀκεῖθεν πηγάζον, πηγὴ δὲ καὶ αὐτὸ τῶν προειρημένων ἀγαθῶν. Ἀλλὰ τὸ μὲν ἐκ Θεοῦ πηγάζον ἐνυπόστατόν ἐστι, τὰ δὲ ἐξ αὐτοῦ πηγάζοντα ἐνέργειαι αὐτοῦ εἰσιν». Καὶ πάλιν ἐν τοῖς αὐτοῖς. «Ὥσπερ διαιρεῖν τὰ ἐνεργήματα εἰς τοὺς ἀξίους τῆς ὑποδοχῆς τῶν ἐνεργημάτων ὁ Πατὴρ λέγεται, καὶ διαιρεῖν τὰς διακονίας ὁ Υἱὸς εἰς τοὺς τῆς διακονίας ἁγίους, οὕτω διαιρεῖν καὶ τὰ χαρίσματα τὸ Πνεῦμα τὸ ἅγιον εἰς τοὺς ἀξίους τῆς τῶν χαρισμάτων ὑποδοχῆς μαρτυρεῖται. Ὁρᾷς, πῶς καὶ ἐνταῦθα ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια συντεταγμένη ἐστὶ τῇ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐνεργείᾳ; Ὅταν γὰρ τὰ πάντα ἐνεργῆται ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι, ἀχώριστον ὁρῶ τὴν ἐνέργειαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος».
Τούτοις συνῳδὰ καὶ Ἀθανάσιος ὁ πολύτλας, καὶ πάντα, εἰς ἕνα Θεὸν ἀναφέρων, τὸν Πατέρα, ἐν τοῖς πρὸς Σαραπίωνα[31] οὕτω φησί. «Τοῦτο εἰδὼς ὁ μακάριος Παῦλος, οὐ διαιρεῖ τὴν Τριάδα ὥσπερ ἡμεῖς, ἀλλὰ τὴν ἑνότητα ταύτης διδάσκων ἔγραφε Κορινθίοις περὶ τῶν πνευματικῶν· «διαιρέσεις χαρισμάτων εἰσίν, ὁ δὲ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν· ἃ γὰρ τὸ Πνεῦμα ἑκάστῳ ἐνεργεῖ, ταῦτα παρὰ τοῦ Πατρὸς διὰ τοῦ Λόγου χορηγεῖται. Πάντα γὰρ τὰ τοῦ Πατρός, τοῦ Υἱοῦ ἐστι. Διὸ καὶ παρὰ τοῦ Υἱοῦ ἐν Πνεύματι διδόμενα, τοῦ Πατρός ἐστι χαρίσματα. Καὶ τοῦ Πνεύματος δὲ ὄντος ἐν ἡμῖν, ἐν τούτῳ αὐτῷ ἐστιν ὁ Πατήρ. Καὶ οὕτω ἐστὶ τὸ «ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν». Καὶ τοῦτο πάλιν ὁ αὐτὸς ἀπόστολος διδάσκων, τοῖς αὐτοῖς ἔγραφε Κορινθίοις ἐν δευτέρᾳ ἐπιστολῇ. «Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος εἴη μετὰ πάν­των ὑμῶν». Ἡ γὰρ διδομένη χάρις καὶ δωρεὰ ἐν Τριάδι δίδοται παρὰ Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι. Ὥσπερ δὲ ἐκ Πατρός ἐστι δι’ Υἱοῦ ἡ διδόμενη χάρις, οὕτως οὐκ ἂν γένοιτο κοινωνία τῆς δόσεως ἐν ἡμῖν, εἰ μὴ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Τούτου γὰρ μετέχοντες, ἔχομεν τοῦ Πατρὸς τὴν ἀγάπην καὶ τοῦ Υἱοῦ τὴν χάριν καὶ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τὴν κοινωνίαν. Μία ἄρα καὶ ἐκ τούτων ἡ τῆς Τριάδος ἐνέργεια δείκνυται. Οὐ γὰρ ὥσπερ ἑκάστου διῃρημένα καὶ διάφορα τὰ διδόμενα σημαίνει ὁ ἀπόστολος, ἀλλ’ ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ εἰσι». Καὶ μὴν καὶ ὁ εὐαγγελιστὴς Λουκᾶς ἐν ταῖς πράξεσιν· «ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου» φησί, περὶ τῆς προόδου ταύτης τὸν λόγον ποιούμενος. Καὶ πάλιν· «θεασάμενος δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ἅγιον». Καὶ αὖθις· «ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας». Καὶ ὁ θειότατος Παῦλος ἐν τῇ πρὸς Κορινθίους προτέρᾳ, «ἑκάστῳ, λέγει, δίδοται ἡ φανέρωσις τοῦ Πνεύματος πρὸς τὸ συμφέρον· ᾧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ Πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ Πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διακρίσεις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἑτέρῳ δὲ ἑρμηνεῖαι γλωσ­σῶν. Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκά­στω, καθὼς βούλεται» [32]. Καὶ Πέτρος ὁ κορυφαῖος ἐν ταῖς Πράξεσι· «τῇ δεξιᾷ οὖν τοῦ Θεοῦ ὑψωθείς, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβών, ἐξέχεε τοῦτο, ὃν νῦν ὑμεῖς βλέπετε καὶ ἀκούετε»[33]. Καὶ πάλιν· «μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον, ὥσπερ καὶ ἡμεῖς;»[34] Καὶ ὁ Κύριος δὲ ἀμφοτέρων τῶν προόδων τοῦ Πνεύματος μνήμην ποιούμενος, ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ φησίν: «Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ»[35]. Ἐν μὲν οὖν τῷ εἰπεῖν, «ὅταν ἔλθῃ», τήν τε δεσποτείαν τοῦ Πνεύματος ἔδειξε, καὶ χρόνον ἐνέφηνεν, ἐν δὲ τῷ εἰπεῖν, «ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός», τό τε μὴ ἀντίθεον εἶναι τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἡμῶν ἕνεκεν τὴν πρόοδον ταύτην οὖσαν παρέστησεν· ἐπέμφθη γὰρ ἡμῖν. Τὸ δὲ προσθεῖναι, «ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύε­ται», τὴν αἰώνιον καὶ ἀναίτιον ἐκείνην τοῦ θείου Πνεύματος πρόοδον, ὅθεν ἐστί, θεοπρεπῶς παρέδωκεν. Οὕτω τοίνυν διττῶς τῆς προόδου τοῦ Πνεύματος καὶ οὔσης καὶ λεγομένης, καὶ τῆς μὲν σαφηνείας ἕνεκεν δικαίως ἂν κληθείσης καὶ πρώτης καὶ ὑποστατικῆς καὶ καθ’ ὕπαρξιν, τῆς δὲ δευτέρας καὶ μεταδοτικῆς καὶ κατ’ ἐνέργειαν, τῆς μὲν πρώτης ὁ Πατὴρ μόνος αἴτιος, τῆς δὲ δευτέρας καὶ ὁ Υἱὸς καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον. Ταύτῃ τοι καὶ οὐδεὶς τῶν διδασκάλων τῆς καθ’ ἡμᾶς Ἐκκλησίας ἐκ τοῦ Υἱοῦ εἶπε τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεσθαι, ἢ ἐκ τοῦ Υἱοῦ τὴν ὕπαρξιν ἔχειν, ἢ τοῦ Υἱοῦ πρόβλημα εἶναι, ἢ τὸν Υἱὸν προ­βολέα, ἢ αἴτιον τοῦ ἁγίου Πνεύματος ἀπεφήνατο. Προχεῖσθαι δὲ καὶ ἀναβλύζειν καὶ προϊέναι καὶ ἐκλάμπειν καὶ πέμπεσθαι καὶ χορηγεῖσθαι καὶ δί­δοσθαι δι’ αὐτοῦ, πάντες ἀνακηρύττουσιν, οὐκ ἀγνοοῦντες τῇ μεταδοτικῇ τῶν προόδων ταῦτα προσήκοντα.
Ἀλλὰ ταὐτόν φησι τὸ ἐκ τοῦ Υἱοῦ πηγάζειν τὸ Πνεῦμα, τὸ ἐκχεῖσθαι, τὸ ἐκλάμπειν, τὸ πνέειν, τὸ πέμπεσθαι, τὸ χορηγεῖσθαι, τὸ δίδοσθαι καὶ ὅσα τοιαῦτα, τῷ ἐκ τοῦ Υἱοῦ αὐτὸ ἐκπορεύεσθαι. Οὐκοῦν, εἰ τὸ προβάλλεσθαι τὸ Πνεῦμα τῷ δίδοσθαι ταὐτόν, ὁ προβάλλων ἔσται διδοὺς τὸ προβαλλόμενον, καὶ ὁ διδοὺς προβάλλων τὸ διδόμενον. Ἀλλὰ τὸ μὲν δίδοσθαι τὸ Πνεῦμα ἐνεργείας ἐστι, τὸ δὲ προβάλλεσθαι ὑποστάσεως. Ὑπόστασις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν. Οὐκ ἄρα τῷ προβάλλεσθαι τὸ δίδοσθαι ταὐτόν. Πάλιν, εἰ ταὐτὸν μετάδοσις ἁγίου Πνεύματος καὶ ἐκπόρευσις, ἢ διὰ τὴν μετάδοσιν μεθεκτὴν οὖσαν, μεθεκτὴ ἔσται καὶ ἡ ἐκπόρευσις· ἢ διὰ τὴν ἐκπόρευσιν ἀμέθεκτον οὖσαν, ἀμέθεκτος ἔσται καὶ ἡ μετάδοσις. Ἀλλ’ ἢ μὲν μετέχεται, ἡ ἁγία μετάδοσις· ἢ δὲ μένει ἀμέθεκτος, ἡ ἐκπόρευσις. Μεθεκτὸν δὲ καὶ ἀμέθεκτον οὐ ταὐτόν. Οὐκ ἄρα τῇ μεθέξει ἡ ἐκπόρευσις ταὐτόν. Αὖθις, εἰ ταὐτὸν ἔκχυσις τοῦ ἁγίου Πνεύματος καὶ ἐκπόρευσις, ἢ διὰ τὴν ἐκπόρευσιν ἀόρατον οὖσαν, ἀόρατος καὶ ἡ ἔκχυσις ἔσται· ἢ διὰ τὴν ἔκχυσιν ὁρατὴν οὖσαν, ὁρατὴ ἔσται καὶ ἡ ἐκπόρευσις. Ἀλλ’ ἡ μὲν μυρίοις ὡράθη, ἡ δὲ μένει ἀόρατος. Ὁρατὸν δὲ καὶ ἀόρατον οὐ ταὐ­τόν. Οὐκ ἄρα τῇ ἐκχύσει ἡ ἐκπόρευσις ταὐτόν. Πρὸς δέ, εἰ ταὐτὸν δωρεὰ τοῦ ἁγίου Πνεύματος καὶ ἐκπόρευσις, ἢ διὰ τὴν ἐκπόρευσιν ἁπλῆν οὖσαν, ἁπλῆ ἔσται καὶ ἡ δωρεά, ἢ διὰ τὴν δωρεὰν ποικίλην οὖσαν, ποικίλη ἔσται καὶ ἡ ἐκπόρευσις. Ἀλλὴ μὴν ἡ μὲν ἐκπόρευσις ἁπλῆ ἐστιν, ἡ δὲ δωρεὰ ποικίλη, ἁπλοῦν δὲ καὶ ποικίλον οὐ ταυτόν. Οὐκ ἄρα ἡ ἐκπόρευσις ταὐτὸν τῇ δωρεᾷ. Ἔτι, εἰ ταὐτὸν ἥ τε ἀποστολὴ τοῦ Πνεύματος καὶ ἡ ἐκπόρευσις, ἢ διὰ τὴν ἀποστολὴν πρὸς ἡμᾶς γενομένην ἐν χρόνῳ, καὶ ἡ ἐκπόρευσις πρὸς ἡμᾶς ἔσται ἐν χρόνῳ, καὶ ἦν, καὶ ἐστίν, ὅπερ ἐστίν· ἢ διὰ τὴν ἐκπόρευσιν, οὐ πρὸς ἡμᾶς γενομένην καὶ νῦν καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως, οὐδὲ ἡ ἀποστολὴ τοῦ Πνεύματος πρὸς ἡμᾶς ἔσται. Ἀλλὰ μήν, ἡ μὲν ἀποστολὴ πρὸς ἡμᾶς γίνεται, ἡ δὲ ἐκπόρευσις καθ’ αὑτὴν καὶ ἦν, καὶ ἐστί, καὶ ἔσται, ὅπερ ἐστίν. Οὐκ ἄρα τῇ ἀποστολῇ τοῦ Πνεύματος ταὐτὸν ἡ ἐκπόρευσις. Ἔτι, εἰ ταὐτόν ἐστιν ἡ προσωπικὴ τοῦ Πνεύματος ἐκπόρευσις τῇ πρὸς ἡμᾶς αὐτοῦ χάριτι, ἢ διὰ τὴν ἐκπόρευσιν προσωπικὴν οὖσαν, προσωπικὴ καὶ ἡ χάρις ἔσται· ἢ διὰ τὴν χάριν κοινὴν οὖσαν, κοινὴ ἔσται καὶ ἡ ἐκπόρευσις. Ἀλλὰ μὴν ἡ χάρις ἐκ τῶν τριῶν προσώπων ἐπίσης ἔρχεται, ἡ δὲ τοῦ Πνεύματος ἐκπόρευσις οὐκ ἔστιν ἐκ τῶν τριῶν. Οὐκ ἄρα ἡ ἐκπόρευσις τῇ χάριτι ταὐτόν. Ἔτι, εἰ ταὐτὸν ἡ τοῦ Πνεύματος πέμψις καὶ ἡ ἐκπόρευσις, ἢ τῆς πέμψεως διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα δι’ ἡμᾶς γενομένης, διὰ τὴν αὐτοῦ ἀγαθότητα καὶ ἡ ἐκπόρευσις δι’ ἡμᾶς ἔσται, ἢ ἀναιτίου τῆς ἐκπορεύσεως οὔσης, δι’ οὐδεμιᾶς αἰτίας καὶ ἡ πέμψις γενήσεται. Ἀλλὰ μὴν ἡ πέμψις δι’ αἰτίας γίνεται, ὅταν γίνεται· ἡ δὲ ἐκπόρευσις τοῦ Πνεύματος ἀϊδίως καὶ δι’ οὐδεμιᾶς αἰτίας ἐστίν. Οὐκ ἄρα τῇ πέμψει ταὐτὸν ἡ ἐκπόρευσις. Εἰ δὲ ταὐτόν ἐστιν ἡ πέμψις τοῦ Πνεύματος τῇ ἐκπορεύσει, οὐ μέντοι ἄλλο καὶ ἄλλο. Πέμπεται δὲ παρὰ τοῦ Πατρὸς οὐ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ καὶ αὐτὸς ὁ Υἱός, καὶ ἡ πέμψις τοῦ Υἱοῦ ἄρα καὶ ταὐτὸν ἔσται τῇ ἑαυτοῦ γεννήσει καὶ ταὐτὸν τῇ ἐκπορεύσει τοῦ Πνεύματος. Ἀλλὰ μὴν ὁ Πατὴρ οὐ γεννᾷ τὸν Υἱὸν καθ’ ὑπόστασιν ἐν τῷ πέμπειν αὐτὸν καὶ διδόναι καὶ ἐνοικίζειν ἡμῖν διὰ Πνεύματος. Οὐκ ἄρα οὐδὲ τὸ Πνεῦμα ἐν τῷ πέμπειν καὶ διδόναι καὶ ἐνοικίζειν ἡμῖν δι’ Υἱοῦ ἐκπορεύει αὐτὸ καθ’ ὑπόστασιν.
Αὐτὰ δὲ ταῦτα ὡσαύτως καὶ περὶ τοῦ Υἱοῦ καὶ περὶ τοῦ Πνεύματος ἔχομεν λέγειν. Ἐπεὶ γὰρ οὐ μόνον τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τοῦ Υἱοῦ, ἀλλὰ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πνεύματος πέμπεται, εἰ ταὐτὸν πέμψις τοῦ Πνεύματος καὶ ἐκπόρευσις, καὶ ἐπὶ τοῦ Υἱοῦ πάντως ταὐτὸν ἔσται ἡ πέμψις αὐτοῦ καὶ ἡ γέννησις. Ἀλλὰ μὴν τὸ Πνεῦμα οὐ γεννᾷ τὸν Υἱὸν ἐν τῷ πέμπειν αὐτὸν καὶ διδόναι καὶ ἐνοικίζειν ἡμῖν. Οὐκ ἄρα οὔθ’ ὁ Υἱὸς ἐν τῷ πέμπειν καὶ διδόναι τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύει αὐτὸ καθ’ ὑπόστασιν. Εἰ δὲ καὶ ἡ ἄχρονος τοῦ Πνεύματος πρόοδος δι’ αἰτίας, δι’ αἰτίας ἔσται καὶ τοῦ Υἱοῦ ἄχρονος γέννησις, καὶ οὐκ ἀληθεύει ὁ λέγων περὶ αὐτοῦ, ἐν ἀρχῇ ἦν ἀναιτίως. Εἰ δὲ καὶ τὸ οὗ ἕνεκα τοῦ ἕνεκά του κρεῖττον, δι’ ἡμᾶς δὲ τὸ Πνεῦμα τὴν ὕπαρξιν ἔχει, ὑπερέχομεν ἄρα ἡμεῖς αὐτοῦ τῷ τελικῷ αἰτίῳ. Καὶ ὅσα δὲ ἄλλα ἕπεται ἄτοπα, τί ἄν τις ἀριθμοίῃ; Καὶ μήν, εἰ τὸ αὐτό ἐστι καὶ πρόσωπον τοῦ Πνεύματος, ἀϊδίως καὶ ἀδιαστάτως ὑφεστηκὸς ἐν τῷ Πατρί, τὸ αὐτὸ δὲ καὶ χάρισμα δωρούμενον ἡμῖν χρονικῶς καὶ μεταδοτικῶς, καὶ ἡ προ­αιώνιος αὐτοῦ ὕπαρξις ἡ αὐτή ἐστι τῇ πρὸς ἡμᾶς αὐτοῦ δόσει. Ἐπεὶ οὐ μόνον ὁ Πατὴρ καὶ ὁ Υἱὸς αὐτὸ δίδωσιν, ἀλλὰ καὶ αὐτὸ ἑαυτό, καὶ αὐτὸ ἐξ ἑαυτοῦ. Ἄρα τὸ Πνεῦμα τὸ ἅγιον προσωπικῶς ἐκπορεύεται. Εἶτα ὁ μὲν Υἱὸς σὺν τῷ Πατρὶ γεννᾶν ἑαυτὸν καὶ τῆς ἰδίας γεννήσεως αἴτιος εἶναι, οὐδὲ δαίμοσι νομισθήσεται. Ἡμεῖς δὲ τὸ Πνεῦμα τὸ ἅγιον, αὐτὸ ἑαυτὸ προσωπικῶς οὐσιοῦν, καὶ τῆς ἰδίας ἐκπορεύσεως αἴτιον εἶναι πιστεύσομεν; Καὶ ποῖος ᾅδῃς τοῦτο ἐρεύξεται; Εἰ δὲ ἡ μὲν ἀΐδιος τοῦ θείου Πνεύματος πρόοδος οὐκ ἔστιν ἐξ ἑαυτοῦ, ἄτοπον γὰρ αὐτὸ ἑαυτὸ προσωπικῶς ἐκπορεύειν, ὡς δέδεικται, ἡ δὲ πρὸς ἡμᾶς αὐτοὺς δόσις ἐστὶ καὶ ἐκ τοῦ Πνεύματος, ἄλλο ἄρα τὸ τοῦ Πνεύματος πρό­σωπον καὶ ἄλλο τὸ χάρισμα, ἕτερον δόσις τοῦ Πνεύματος καὶ ἕτερον ὕπαρξις. Ἄλλα τὸ πολλὴν ἐμποιοῦν τοῖς πολλοῖς ἐξαπάτην ἐκεῖνό ἐστιν, ὅτιπερ, ἡνίκα περὶ τῆς δοθείσης ταύτης ἢ τοῦ χαρίσματος ποιοῦνται λόγον οἱ ἅγιοι, ἐπεὶ μὴ μόνον παρὰ τοῦ Πατρός, ἀλλὰ καὶ παρὰ τοῦ Υἱοῦ τοῦτο δίδοσθαι ἴσασι, λοιπὸν καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ προϊέναι, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ χορηγεῖσθαι, καὶ ἐκ Πατρὸς δι’ Υἱοῦ πεφηνέναι, καὶ ὅσα τοιαῦτα τιθέασιν. Ὧν ἀκούοντες οἱ πολλοὶ καὶ μὴ συνιέντες, ὡς οὐχὶ περὶ τοῦ προσώπου τοῦ Πνεύματος, ἀλλὰ περὶ τοῦ χα­ρίσματος ταῦτα λέγεται, ἔχοντες δὲ καί τινα ζῆλον ἴσως περὶ τοῦ Πνεύματος, κἂν μὴ κατ’ ἐπίγνωσιν, εὐθὺς καὶ τὴν δόσιν ἐκπόρευσιν, καὶ τὸ χάρισμα πρόσω­πον τοῦ Πνεύματος οἴονται. Κἀντεῦθεν τούτοις τὸ δόγμα ὠχυρῶσθαι δοκεῖ, καὶ οἷον οὐρανόμηκες τεῖχος τούτους ἡμῶν διϊστῶν.
Ἀλλ’ ὅ γε τῶν διδασκάλων κύκλος ἱκανὸς αὐτοὺς μεταπεῖσαι τῆς τοιαύτης δόξης· μᾶλλον δὲ τὸ τοῦ Χριστοῦ στόμα ὁ Παῦλος πᾶσι πρὸς πίστωσιν ἐξαρκεῖ, νῦν μὲν λέγων «διαιρέσεις χαρισμάτων» καὶ ὅσα ἑξῆς, νῦν δέ, ᾧ μὲν διὰ τοῦ Πνεύματος δίδοται τόδε, ᾧ δὲ τόδε, καὶ ἄλλῳ μὲν ἄλλο, ἑτέρῳ δὲ ἕτερον· καὶ τούτοις πᾶσιν ἐπιφέρων ὥσπερ τι σφράγισμα λόγου, «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται». Ὥστε βουλήσεως ἡ χάρις, ἀλλ’ οὐχὶ φύσεως· ὥστε οὐχὶ προσώπων, ἀλλ’ ἐνεργειῶν ἡ διαίρεσις. Ὥστε ὥσπερ ὁ τὰ ἐνεργήματα ἐνεργῶν Θεὸς οὐκ ἔστιν ἐνέργημα, ἀλλὰ τὸ πρόσωπον αὐτὸ τοῦ Πατρός, καὶ ὁ τὰς διακονίας διαιρῶν Κύριος διακονία οὐκ ἔστιν, ἀλλὰ τὸ πρόσωπον πάντως αὐτοῦ τοῦ Υἱοῦ, οὕτω καὶ τὸ διαιροῦν τὰ χαρίσματα Πνεῦμα οὐκ ἔστι χάρισμα, ἀλλ’ αὐτὸ τὸ τοῦ Πνεύματος πρόσωπον. Εἰ δὲ τὸ αὐτό ἐστι τὸ τοῦ θείου Πνεύματος πρόσωπον καὶ τὸ χάρισμα, καὶ ἡ αὐτή ἐστι δόσις τοῦ Πνεύματος καὶ ἐκπόρευσις, τὸ αὐτό ἄρα ἔσται διακονία Κυρίου καὶ Κύριος, καὶ τὸ αὐτό ἐσται Θεοῦ ἐνέργημα καὶ Θεός· εἴπερ τὸ διαιροῦν πρόσωπον τῷ διαιρουμένῳ χαρίσματα ταὐτόν. Ἀλλὰ τὴν δόξαν ταύτην ὁ θεῖος ἀπόστολος διαιρῶν, ἵνα δείξῃ, ὅτι ἄλλο τῶν διαιρουμένων ἐστὶ τὸ διαιροῦν τὰ διαιρούμενα πρόσωπον, διαπρυσίως οὕτω φησί· «πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται»· τουτέστι τὰ μὲν διαιρούμενα καὶ πλεῖστα καὶ ποικίλα, τὸ δὲ διαιροῦν ταῦτα πρόσωπον ἓν τὸ αὐτὸ καὶ ἁπλοῦν. Καθάπερ οὖν ὁ Πατήρ, παρέχων χαρίσματα τοῖς ἀνθρώποις, οὐκ αὐτὸς προσωπικῶς τινι παρὰ τούτου χαρίζεται, καὶ καθάπερ ὁ Υἱός, δυνάμεις διδοὺς τοῖς ἀξίοις, οὐ προσωπικῶς αὐτός τινι μεταδίδοται, οὕτω δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, τὰς κοινὰς δωρεὰς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ ἑαυτοῦ διανέμον πιστοῖς, προσωπικῶς οὐδενὶ χορηγεῖται παρά τινος. Ταύτας πλὴν τὰς κοινὰς δωρεὰς καὶ ἑνικῶς Πνεῦμα καὶ δόσιν καὶ χάριν καὶ δῶρον καὶ χάρισμα, καὶ πληθυντικῶς πνεύματα καὶ χαρίσμα­τα καὶ δόσεις καὶ δῶρα καὶ χαρίτας οἱ ἅγιοι λέγουσι· καὶ παρ’ ἑνὸς ἑκάστου ἰδίως τῶν ἐν τῇ θείᾳ Τριάδι προσώπων παρεχομένας αὐτάς, καὶ παρὰ τῶν δύο χορη­γουμένας, ὁποιωνοῦν εἴποι τις, καὶ παρὰ τῶν τριῶν διδομένας, οἷς ἄξιον· πλὴν ἐκ τοῦ Πνεύματος μὲν ἀμέσως, ἐκ δὲ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐκ ἀμέσως.
Ἀλλὰ τὸ μὲν ψεῦδος αὖραι καὶ χάος καὶ ζόφος φερέτωσαν. Ὅτι δὲ ἄλλο φύσις ἐπὶ τῆς θείας Τριάδος καὶ ἄλλο ὑπόστασις καὶ ἄλλο ἐνέργεια, οἱ τῆς ἀλη­θείας διδάσκαλοι μαρτυρείτωσαν. Ὁ μὲν Δαμασκηνὸς Ἰωάννης οὕτω λέγων· «ἰστέον ὅτι ἄλλο ἐστὶν ἐνέργεια καὶ ἄλλο ἐνεργητικόν. Ἐνέργεια μὲν οὖν ἐστιν ἡ δραστικὴ καὶ οὐσιώδης τῆς φύσεως κίνησις, ἐνεργητικὸν δὲ ἡ φύσις, ἐξ ἧς ἡ ἐνέρ­γεια πρόεισιν, ἐνέργημα δὲ τὸ τῆς ἐνεργείας ἀποτέλεσμα, ἐνεργῶν δὲ ὁ τῇ ἐνεργείᾳ κεχρημένος, ἤτοι ἡ ὑπόστασις»[36]. Ὅ τε θεολόγος Γρηγόριος· «ἄλλο γεννῶν καὶ γέννησις, θέλων καὶ θέλησις, λέγων καὶ λόγος, εἰ μὴ ἐθελοκακοῦμεν· τὰ μὲν γὰρ ὁ κινῶν, τὰ δέ, οἷον ἡ κίνησις». Καὶ ὁ ἅγιος Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς· «εἰ ἄλλο τὸ ὑπάρχειν καὶ ἄλλο τὸ ἐνυπάρχειν, καὶ ὑπάρχει μὲν τοῦ Θεοῦ ἡ οὐσία, ἐνυπάρχει δὲ τῇ οὐσίᾳ ἡ βουλή, ἄλλη ἄρα ἡ οὐσία τοῦ Θεοῦ καὶ ἄλλη ἡ βουλή». Ὁ δὲ θεῖος Μάξιμος· «οὐδὲν τῶν ὄντων χωρὶς ἐνεργείας φυσικῆς ὑφέστηκεν· οἱ γὰρ ἅγιοι πατέρες φασὶ φανερῶς, μήτε εἶναι, μήτε γινώσκεσθαι χωρὶς τῆς οὐσιώδους αὐτῆς ἐνεργείας τὴν οἱανδήτινα φύσιν». Καὶ ὁ τῆς Ἀλεξάνδρειας Κύριλλος· «εἰ τὸ γεννᾶν ταὐτόν ἐστι τῷ ποιεῖν, ὁ γεννῶν ἔσται ποιῶν τὸ γεννώμενον, καὶ ὁ ποιῶν γεννῶν τὸ ποιούμενον. Ἀλλὰ τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν. Φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν. Οὐκ ἄρα τὸ γεννᾶν τῷ ποιεῖν ταὐτόν. Ὥστε ἄλλο τῆς ἐνεργείας οὔσης, καὶ ἄλλο τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς οὐσίας, ὥσπερ οὐδὲν ἐκεῖ γεννᾷ ἑαυτό, οὕτως οὐδὲν ἐκεῖ αὐτὸ ἑαυτὸ ἐκπορεύει καθ’ ὕπαρξιν. Ἄλλο τὸ γεννῶν πρόσωπον, καὶ ἀλλο τὸ γεννώμενον· ἄλλο τὸ ἐκπορεῦον, καὶ ἄλλο τὸ ἐκπορευόμενον· ἄλλο Υἱός, καὶ ἄλλο γέννησις Υἱοῦ· ἄλλο Πνεῦμα, καὶ ἄλλο ἐκπόρευσις Πνεύματος· ἄλλο Θεοῦ ὕπαρξις, καὶ ἄλλο Θεοῦ συγκατάβασις. Καὶ ταῦτα μὲν περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος.
 2. Περὶ τοῦ αὐτεξουσίου. Περὶ δὲ τοῦ αὐτεξουσίου καὶ ἐφ’ ἡμῖν δεῖ πρῶτον θεωρῆσαι, ὅτι τὸ κακὸν οὐκ ἔστιν ἐν τοῖς οὖσιν, οὐδὲ παρὰ Θεοῦ ἔχει τὴν γέννησιν. Εἶδε, καὶ γάρ φησιν ἡ Γραφή, «πάντα ὅσα ἐποίησεν ὁ Θεός, καὶ ἰδοὺ καλά», καὶ οὐχ ἁπλῶς καλά, ἀλλὰ καὶ «λίαν»[37]. Τί δέ ἐστι τὸ κακόν; διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετήν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου, ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν λογιζέσθω. Ἀεὶ γὰρ τῶν γινομένων τὰ μὲν ἐκ φύσεως ἡμῖν ἐπιγίνεται, οἷον γῆρας καὶ ἀσθένειαι, τὰ δὲ ἀπὸ ταυτομάτου, οἷον αἱ ἄλογοι περιπτώσεις· τὰ δὲ ἐφ’ ἡμῖν τυγχάνει, ὡς τὸ κρατῆσαι τῶν ἐπιθυμιῶν, ἢ κολάσαι τὰς ἡδονάς, ὡς τὸ κατασχεῖν ὀργῆς, ἢ χεῖρας ἐπαφεῖναι τῷ παροξύνοντι, ἀληθεύειν ἢ ψεύδεσθαι, ἐπιεικῆ τὸ ἦθος εἶναι καὶ μέτριον, ἢ ὑπέρογκον καὶ ἀλαζονείαις ὑπεραιρόμενον. Ὧν τοίνυν αὐτὸς εἶ κύριος, τούτων τὰς ἀρχὰς μὴ ζητήσῃς ἑτέρωθεν· ἀλλὰ γνώριζε τὸ κυρίως κακὸν ἐκ τῶν προαιρετικῶν ἀποπτωμάτων τὴν ἀρχὴν εἰληφός· οὐ γὰρ ἄν, εἴπερ ἀκούσιον καὶ μὴ ἐφ’ ἡμῖν, τοσοῦτος μὲν ὁ φόβος ἐκ τῶν νόμων τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δικαστηρίων αἱ κολάσεις τὸ πρὸς ἀξίους τοῖς κακούργοις ἀντιμετροῦσαι. Ἀλλὰ καὶ ὁ σοφὸς Σολομών φησι, «ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ’ ἐπ’ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔπλασε κατ’ εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ· φθόνῳ δὲ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν»[38]. Εἰ τοίνυν κατ’ εἰκόνα Θεοῦ ἐπλάσθη ὁ ἄνθρωπος, ἄρχων ὑπάρχει καὶ οὐ δοῦλος. «Ποιήσωμεν, γάρ φησιν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ ἀρχέτωσαν. Οὐκ εἶπε, θυμούσθωσαν καὶ ἐπιθυμείτωσαν καὶ λυπείσθωσαν[39]· οὐ γὰρ τὰ πάθη εἰς τὴν τοῦ Θεοῦ εἰκόνα παρελήφθη, ἀλλ’ ὁ λογισμὸς τῶν παθῶν δεσπότης. Ἄνθρωπον κατ’ εἰκόνα, τὸν ἔσω ἄνθρωπον λέγει. Ἀλλ’ ἐρεῖς σύ· διατὶ οὐ λέγει ἡμῖν περὶ λογισμοῦ; τὸν ἄνθρωπον εἶπε κατ’ εἰκόνα Θεοῦ· ὁ δὲ λογισμὸς ἄνθρωπος; Ἄκουε τοῦ ἀποστόλου λέγοντος, «εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος φθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ». Πῶς διαγνωρίζω ἀνθρώπους; ἕνα τὸν φαινόμενον καὶ ἕνα τὸν ὑποκεκρυμμένον τῷ φαινομένῳ, ἀόρατον τὸν ἔσω ἄνθρωπον. Ἔσω τοίνυν ἔχομεν ἄνθρωπον, καὶ διπλοῖ τινές ἐσμεν· καὶ τό γε ἀληθὲς λεγόμενον, ὅτι ἔνδον ἐσμέν. Ὥστε τὸ σῶμα, ὄργανον τοῦ ἀνθρώπου, ψυχῆς ὄργανον, ἄνθρωπος δὲ κυ­ρίως κατ’ αὐτὴν τὴν ψυχὴν κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν. Τὸ μὲν τῇ κτίσει ἔχομεν, τὸ δὲ ἐκ προαιρέσεως κατορθοῦμεν· ἐν τῇ πρώτῃ κατασκευῇ συνυπάρχει ἡμῖν τὸ κατ’ εἰκόνα γεγενῆσθαι Θεοῦ, ἐκ προαιρέσεως δὲ κατορθοῦται τὸ καθ’ ὁμοίωσιν εἶναι Θεοῦ. Τοῦτο δὲ τὸ κατὰ προαίρεσιν δυνάμει ἐν ἡμῖν ὑπάρχει, ἐνεργείᾳ δὲ ἑαυτοῖς ἐπάγομεν. Εἰ μὴ προλαβὼν εἶπεν ὁ Κύριος ποιῶν ἡμᾶς, ποιήσωμεν καὶ καθ’ ὁμοίωσιν, εἰ μὴ τὴν τοῦ γενέσθαι καθ’ ὁμοίωσιν δύναμιν ἡμῖν ἐχαρίσατο, οὐκ ἂν τῇ ἑαυτῶν ἐξουσίᾳ τὴν πρὸς Θεὸν ὁμοίωσιν ἐδεξάμεθα. Νῦν μέντοι δυνάμει ἡμᾶς ἐποίησεν ὁμοιωτικοὺς Θεοῦ, δύναμιν δὲ δοὺς πρὸς τὸ ὁμοιοῦσθαι Θεῷ, ἀφῆκεν ἡμᾶς ἐργάτας εἶναι τῆς πρὸς Θεὸν ὁμοιώσεως, ἵνα μὴ τὰ τῆς ἡμετέρας ὁμοιώσεως ἄλλῳ ἔπαινον φέρῃ. Ἵνα τοίνυν αὐτὸ τὸ θαῦμα ἐμὸν γένηται καὶ οὐκ ἀλλότριον, ἐμοὶ κατέλιπε τὸ καθ’ ὁμοίωσιν Θεοῦ γενέσθαι. Κατ’ εἰκόνα γὰρ ἔχω τὸ λογικὸς εἶναι, καθ’ ὁμοίωσιν δὲ γίνομαι ἐν τῷ χριστιανὸς γενέσθαι· «γίνεσθε τέλειοι, ὅτι ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν»[40]. Εἶδες, ποῦ ἀποδίδωσιν ἡμῖν ὁ Κύριος τὸ καθ’ ὁμοίωσιν; ὅτι «τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους»[41]. Εἰ τοίνυν ταῦτα οὕτως ἔχει, οὐδὲν κωλύει καὶ μετὰ τὴν ἐκ παραβάσεως πτῶσιν ἐκκλῖναι μὲν ἀπὸ τοῦ κακοῦ τὸν ἄνθρωπον, ἐπεισάκτου ὄντος, ποιῆσαι δὲ τὸ ἀγαθὸν καὶ τὸ καλὸν αἱρεῖσθαι, ὡς ἔχοντα τὸ αὐτεξούσιον. Ἀλλ’ οὐδὲ τὸ ὑπὸ Μωϋσέως ῥηθὲν ἀναιρεῖ ὅλως τὴν αἵρεσιν τοῦ καλοῦ· δηλοῖ δὲ πρὸ τοῦ κατακλυσμοῦ καὶ μετὰ τὸν κατα­κλυσμὸν τὸ φυσικῶς προσεῖναι τῷ ἀνθρώπῳ πονηρόν, τὸ ἐπιθυμητικόν, ἤ τι ἕτερον. Ὁ Θεὸς μὲν εἰς χρῆσιν ἐχαρίσατο, ἡμεῖς δὲ εἰς κακὸν ἐτρέψαμεν. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ ἐπιμελῶς, ἔθετο φυσικὸν τοῦ ἀνθρώπου ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ. Νοεῖται δὲ παρ’ αὐτοῖς καὶ οὕτω· τὸ πλάσμα τῆς καρδίας, τουτέστι τὸν αὐτεξούσιον λογισμόν, ἐγκεῖσθαί τε καὶ ἥδεσθαι τοῖς κακοῖς ἐκ νεότη­τος, πεπλᾶσθαι δὲ οὐκ εἰς τὸ ἐπιθυμεῖν κοίτης, ἀλλ’ εἰς παιδοποιΐαν, οὐκ εἰς πορνείας, ὡς τὸ θυμικὸν εἰς φυλακήν, ἀλλ’ οὐκ εἰς ἐπήρειαν. Ὅτι δὲ καὶ μετὰ τὴν παράβασιν δύναμιν ἔχει ὁ ἄνθρωπος αἱρεῖσθαι τὸ ἀγαθόν, δῆλον ἐντεῦθεν. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὁ μὲν Δαυῒδ ἔλεγε, «προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε»[42], ἕτερος δὲ προφήτης, ὡς ἀπὸ προσώπου τοῦ Θεοῦ, «ἐπιστράφητε πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς»[43]. Καὶ ἄλλος, «Ἱερουσαλήμ, Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε»[44]. Ὁ δὲ Κύριος ἐν εὐαγγελίοις, «ὅστις θέλει, φησίν, ὀπίσώ μου ἀκολουθεῖν»[45]. Δείκνυσι δὲ τοῦτο καὶ ἔτι σαφέστερον ἐν τῇ τοῦ σπόρου παραβολῇ, «ἐξῆλθε, λέγων, ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ»[46], ἀλλ’ οὐχὶ τοῦ ἀρόσαι, ὡς δὴ τῆς ἀρόσεως παρ’ ἡμῶν ὀφειλούσης εἰσενεχθῆναι. Καὶ ἐν τῇ παραβολῇ τοῦ ἀσώτου φησίν· «εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων;»[47]. Ἀλλὰ καὶ ὁ Πέτρος φησί· «Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ»[48]. Ἐκ δὴ τούτων πάντων δείκνυται, ὡς τὸ μὲν ἀναστῆναι καὶ ἀκολουθῆσαι, ἐφ’ ἡμῖν, καὶ δύναμιν ἔχομεν, ὥστε ἑλέσθαι τὸ ἀγαθόν, οὐχ ἧττον ἢ τὸ κακόν· ἑνὸς δὲ καὶ μόνου χρῄζομεν, τῆς παρὰ Θεοῦ δηλαδὴ βοηθείας, ἵνα τὸ ἀγαθὸν κατορθώσωμεν καὶ σωθῶμεν, ἧς χω­ρὶς οὐδὲν ἀνύσαι ἰσχύομεν, κατά τε τὸ «χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν»[49], καὶ τὰ ὅμοια τούτοις. Ἀλλὰ καὶ περὶ τούτου ἀρκεῖ.
3. Περὶ τῶν Μυστηρίων. Ἐπεὶ δὲ καὶ τῶν μυστηρίων τινὰ μὲν στέργετε, πλὴν ἐπισφαλῶς διαστρέφοντες καὶ μεταβάλλοντες κἂν τούτοις τὰ τῆς παλαιᾶς καὶ νέας διδασκαλίας ῥητὰ εἰς τὸν οἰκεῖον σκοπὸν ὑμῶν, τινὰ δὲ τούτων οὐδὲ μυστήρια εἶναι λέγετε, ὡς παραδόσεις ὄντα, μὴ ὅτι γε τοῖς θείοις ῥήμασί τε θεμελιωθεῖσαι, ἀλλὰ καὶ πάντη αὐτοῖς ἀντιπίπτουσαι, ὥστε καὶ τὸν Χρυσόστομον Ἰωάννην τὸν θεῖον ἀποδεξάμενον τὸ χρῖσμα, οἱά τινα χειμάῤῥουν παρασυρῆναί τινα, κἀντεῦθεν καλοῦντες ἑαυτοὺς θεολόγους.
4. Περὶ τῆς τῶν ἁγίων ἐπικλήσεως καὶ τῆς ἐξομολογήσεως καὶ τῆς μονα­στικῆς. Τήν τε ἐπίκλησιν τῶν ἁγίων ματαίαν λογίζεσθε, καὶ τὰς εἰκόνας αὐτῶν καὶ τὰ σεπτὰ λείψανα, καὶ τὴν προσκύνησιν ἀθετεῖτε, ἀπὸ τῆς Ἑβραΐδος πηγῆς λαμβάνοντες ἀφορμάς. Ἀθετεῖτε δὲ καὶ τὸ ἐξομολογεῖσθαι ἀλλήλοις, καὶ ἔτι πρὸς τούτοις τὴν μοναστικὴν πολιτείαν καὶ ἰσάγγελον. Καὶ ἡμεῖς πρὸς ταῦτά φαμεν, ὅτι τὰ περὶ τούτων θεῖα ῥητὰ οὐχ ἡρμήνευσαν θεολόγοι τοιοῦτοι, ὁποῖοί ἐστε ὑμεῖς, οὐδὲ ὁ θεῖος Χρυσόστομος ἢ ἄλλός ποτε τῶν μακαρίων καὶ κατ’ ἀλήθειαν θεολόγων ἐκείνων ἀνδρῶν ὥσπερ χειμάῤῥους παρεσύρῃ, ἀλλ’ αὐτός τε καὶ οἱ κατ’ αὐτὸν θεῖοι ἄνδρες, πλήρεις ὄντες ἁγίου Πνευ­ματος καὶ θαύματα ποιοῦντες παράδοξα, ζῶντές τε καὶ θανόντες, ἡρμήνευσαν ὡς ἡρμήνευσαν, καὶ τὰς τοιαύτας παραδόσεις ἀποδεξάμενοι, ὡς ἀναγκαίας καὶ εὐσεβεῖς ἀλληλοδιαδόχως ἡμῖν φέροντες παρέδωκαν. Ὧν ἐνίους καὶ ἡ πρεσβυ­τέρα Ῥώμη φυλλάττει καὶ στέργει μεθ’ ἡμῶν. Πόθεν οὖν ὑμεῖς, κρειττόνως τῆς παλαιᾶς καὶ νέας Ῥώμης σκεψάμενοι, τὰ μὲν τῶν ἀληθῶς θεολόγων ἀφήκατε, τὰ ἑαυτῶν δὲ ὡς προτιμότερα ἡγεῖσθε; Ἐκ τῆς πηγῆς τῆς Ἑβραΐδος. Ἀλλ’ ἡ καταφρόνησις τῶν ἁγίων εἰκόνων ὧδε καὶ τῶν θείων λειψάνων παρ’ Ἑβραίων ἔσχε τὴν ἀρχήν, ὡς ἐκ τῶν ἱστοριῶν μανθάνομεν. Τά τε σχίσματα τὰ αὐτόθι, πολλά γε καὶ ποικίλα ὄντα, τὰ τῶν Λουθήρων, Ἑβραῖοί τινες, ὡς ἠκούσθη, εὐσέβειαν ὑποκρινάμενοι, προὐξένησαν καὶ διέσπειραν. Καὶ ἤδη, ὡς ὁρᾶται, προκόπτουσιν ἐπὶ τὸ χεῖρον καὶ ὁσημέραι αὐξάνουσιν. Οἷς ἡμεῖς ὅλως μὴ κοινωνοῦντες, τὰ μὲν τῆς Ἐκκλησίας ἡμῶν μυστήρια ἀπαρασαλεύτως στέργομεν, ἐμμένοντες τοῖς εἰρήμενοις ὑπὸ τῶν διαδόχων τῶν θεοκηρύκτων ἀποστόλων, καὶ τὰς ἑρμηνείας αὐτῶν παντὸς χρυσίου καὶ λίθου τιμιωτέρας ἡγούμεθα. Ἐπικαλούμεθα δὲ καὶ τοὺς ἁγίους πάντας, οὐχ ὡς σωτῆρας καὶ λυτρωτάς, ἄπαγε· εἷς γάρ ἐστι σωτὴρ καὶ λυτρωτής, ὁ Χριστός· ἀλλ’ ὡς μεσίτας αὐτοὺς προβαλλόμεθα ἡμεῖς οἱ ἁμαρτω­λοὶ καὶ ἐν κακοῖς ὄντες, τοὺς καλῶς καὶ θείως διηνυκότας τὸ ζῆν, καὶ πρὸς Θεὸν ἐκδημήσαντας, καὶ τὸ πρεσβεύειν ὑπὲρ ἡμῶν πλουτοῦντας. Καί γε τοῦ σκοποῦ διηνεκῶς οὐχ ἁμαρτάνομεν· καὶ γὰρ τὰς ἱερὰς εἰκόνας αὐτῶν προσκυνοῦντες καὶ τὰ λείψανα ἀσπαζόμενοι, μυρίας ἰάσεις ἐκβλύζοντα τοῖς πιστῶς προσιοῦσιν ἑκάστοτε, ὠφέλειαν οὐ τὴν τυχοῦσαν καρπούμεθα παρ’ αὐτῶν, καὶ ψυχῇ καὶ σώματι φωτιζόμεθα. Ἐξομολογούμεθα δὲ καὶ ἀλλήλοις, κατὰ τὴν θείαν Γραφήν, καὶ τὸν ἰσάγγελον καὶ μοναστικὸν ἀσπαζόμεθα βίον, καὶ τοῖς ἑλομένοις τὸν ζυγὸν τοῦτον μηδαμῶς στραφῆναι ὀπίσω κελεύομεν, εἴ γε βούλοιντο εὔθετοι εἶναι εἰς τὴν τῶν οὐρανῶν βασιλείαν.
Ἀξιοῦμεν δὲ ὑμᾶς τοῦ λοιποῦ μὴ κόπους παρέχειν ἡμῖν, μηδὲ περὶ τῶν αὐτῶν γράφειν καὶ ἐπιστέλλειν, εἴ γε τοὺς τῆς Ἐκκλησίας φωστῆρας καὶ θεολό­γους ἄλλοτε ἄλλως μεταχειρίζεσθε, καὶ τοῖς λόγοις τιμῶντες αὐτοὺς καὶ ἐπαίροντες, τοῖς ἔργοις ἀθετεῖτε, καὶ τὰ ὅπλα ἡμῶν ἄχρηστα ἀποδεικνύετε, τοὺς λόγους αὐτῶν τοὺς ἁγίους καὶ θείους, δι’ ὧν ἂν ἡμεῖς γράφειν καὶ ἀντιλέγειν ὑμῖν εἴχομεν. Ὥστε, τὸ καθ’ ὑμᾶς, ἀπαλλάξατε τῶν φροντίδων ἡμᾶς. Τὴν ὑμετέραν οὖν πορευόμενοι, μηκέτι μὲν περὶ δογμάτων, φιλίας δὲ μόνης ἕνεκα, εἰ βουλητόν, γράφετε. Ἔῤῥωσθε.

† Ὁ Κωνσταντινουπόλεως Ἱερεμίας.

Ἐξεδόθη κατὰ τὸ αφπα΄ ἔτος, μηνὶ Ἰουνίῳ στ΄.
Ὁ πρωτονοτάριος Θεοδόσιος.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 476-489.





[1] Τίτ. 3,10.
[2] Ἡσ. 66,12.
[3] Λουκ. 4,22.
[4] Ψαλμ. 67,8.
[5] Ῥωμ. 1,2.
[6] Ἐφ. 1,13.
[7] Β’ Κορ. 4,13.
[8] Ῥωμ. 8,15.
[9] Γαλ. 6,1.
[10] Α΄ Κορ. 14,12.
[11] Β΄ Τιμ. 1,7.
[12] Ἡσ. 11,1.
[13] Ἡσ. 11,1.
[14] Ἐφ. 1,17.
[15] Ψαλμ. 48,3.
[16] Ζαχ. 12,10.
[17] Πράξ. 13,9.
[18] Ψαλ. 50,12,14.
[19] Ἰωὴλ 2,28, Πράξ. 2,17.
[20] Ἰω. 16,13.
[21] Τίτ. 3,5.
[22] Ἑβρ. 2,4.
[23] Ἀριθ. 11,17.
[24] Ἰωὴλ 2,28.
[25] Πράξ. 2,38.
[26] Α΄ Ἰω. 4,13.
[27] Ῥωμ. 5,5.
[28] Ἰω. 3,35.
[29] MPG 59, 174.
[30] Ἔκθ. πίστ., MPG 10, 985.
[31] MPG 26, 600 ἑξ.
[32] Α΄ Κορ. 12, 7-11.
[33] Πράξ. 2,32.
[34] Πράξ. 10,47.
[35] Ἰω. 15,26.
[36] Ἔκδ. ὀρθ. πίστ. ΙΙΙ,15, MPG 94, 1048.
[37] Γεν. 1,31.
[38] Σοφ. Σολ. 2,23.
[39] Μ. Βασιλείου, Περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς, MPG 30,17 ἑξ.
[40] Ματθ. 5,48.
[41] Ματθ. 5,45.
[42] Ψαλμ. 33,5.
[43] Ζαχ. 1,3.
[44] Ματθ. 23,37.
[45] Ματθ. 16,24.
[46] Ματθ. 13,4.
[47] Λουκ. 15,17.
[48] Α΄ Πέτρ. 2,21.
[49] Ἰω. 15,5.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου