ΜΙΧΑΗΛ
ΚΗΡΟΥΛΑΡΙΟΥ
ΠΡΟΣ
ΠΕΤΡΟΝ ΑΝΤΙΟΧΕΙΑΣ ΕΠΙΣΤΟΛΗ Β'
(1054 μ.Χ.)
Μιχαήλ, ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως νέας Ῥώμης καὶ οἰκουμενικοῦ
Πατριάρχου, τοῦ Κηρουλαρίου, πρὸς τὸν
Ἀντιόχειας Πατριάρχην Πέτρον.
Οὐ
παύεταί ποτε τῶν καθ’ ἡμῶν
ἐπιβουλῶν καὶ
τῶν κατὰ τοῦ
ἀνθρώπινου γένους ὁ πονηρὸς
μηχανημάτων, Μακαριώτατε, ἄλλοτε ἄλλας
ἐπεγείρων τῷ βὶῳ
τὰς συμφορὰς καὶ
μυρία καθ’ ἑκάστην τὰ κατὰ
τῶν ἀνθρώπων ἀνακινῶν
ἐφευρέματα, κατασείειν τούτοις πάντως ἡμᾶς
καὶ καταβάλλειν ἐκμηχανώμενος. Καὶ
ἄλλοτε μὲν ἄλλας,
μυρίας δὲ πάντως καὶ κατὰ
διαφόρους καιροὺς τὰς τρικυμίας τῷ βίῳ
ἐπήγειρε· νῦν δέ, ὅτε
καὶ τὰ τῶν αἱρέσεων ἑκποδὼν
γεγόνασι σκάνδαλα καὶ αἱ τῆς Ὀρθοδοξίας πηγαὶ ἀφθόνως
καὶ δαψιλῶς εἰς
τὰ τῆς οἰκουμένης διαρρέουσι πέρατα, ἄνδρας
τινὰς ἀποτροπαίους καὶ δυσσεβεῖς
(καὶ τὶ γὰρ οὐκ ἄν τις εὐσεβῶν
τούτους ἐξονομάσειεν;) ἀπὸ
τῆς ἑσπερίου μοίρας εἰς τὴν
μεγαλόπολιν ταύτην συνήλασεν, αἰτίαν μὲν
τῆς αὐτῶν ἀφίξεως σκηψαμένους τὸ παρὰ
τοῦ Πάπα ἀποσταλῆναι,
ἀλλὰ ταῖς τοῦ Ἀργυροῦ δολεραῖς
ὑποθήκαις καὶ συμβουλαῖς
εἴς τε τὴν βασιλίδα πόλιν ἀφικομένους,
καὶ μεγάλων σκανδάλων ἀφορμὰς
κατά τε ἄλλων καὶ κατὰ
τῆς εὐσεβείας αὐτῆς
δοῦναι σπουδάσαντας. Τοὺς μὲν
ἄλλους δόλους καὶ τὰς
δυστρόπους καὶ περιέργους αὐτῶν
μηχανάς, καὶ ὡς ἃ ἐπεφέρεντο πρός τε ἡμᾶς
καὶ πρὸς τὸν κραταιὸν καὶ
ἅγιον ἡμῶν
αὐτοκράτορα γράμματα πεπλαστευμένα ἐτύγχανον,
τῆς τῶν σφραγίδων ἐπιβουλῆς
καὶ παραποιήσεως διαρρήδην ἐπελεγξάσης τὴν
πλάστευσιν, τί ἂν καὶ διηγοίμῃν; Ὃ
δὲ τῇ μὲν τάξει τελευταῖον, τῷ
δὲ μεγέθει τῆς κακίας καὶ
πονηρίας πρωτεῦόν ἐστι, τοῦτο διὰ
γραφῆς παραστήσω τῇ σῇ
τελειότητι.
Ὡς
γὰρ καὶ τὴν ἄφιξιν δολερὰν ποιησάμενοι καὶ
τὰ γραμματα πλαστευσάμενοι ἐφωράθησαν, καὶ
ἄλλους δὲ λόγους ὑπεροψίας
καὶ θράσους μεστοὺς κατὰ
τῆς ὀρθοδόξου πίστεως ὑπηγορεύοντο· παρ’ ἡμῖν
μὲν διεφθάραι τὸ ὀρθόδοξον,
καὶ τά τε ἄλλα, καὶ
ὅτι ἐκ τοῦ Πατρὸς μόνου, ἀλλὰ
μὴ καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι λέγομεν,
παρ’ ἑαυτοῖς δὲ ὑγιὲς εἶναι διατεινόμενοι τοῦτο καὶ
ἀπαράθραυστον. Ἐκόμπαζον δὲ
καὶ ὡς ἐπὶ διορθώσει τῶν ἡμετέρων,
οὐκ ἐπὶ διαστροφῇ τῶν
οἰκείων ἀφίκοντο. Ἡμεῖς
μὲν τὴν αὐτῶν συντυχίαν παρῃτησάμεθα καὶ
τὴν ἔντευξιν, διά τε τὸ ἀμεταθέτως
ἔχειν αὐτοὺς
τῆς δυσσεβείας πεπεῖσθαι, καὶ
ὅτι ἄνευ τῆς σῆς
Μακαριότητος καὶ τῶν ἄλλων ἁγιωτάτων Πατριαρχῶν
περὶ τοιούτων λόγους πρὸς τοὺς
τοποτηρητὰς τῆς Ῥώμης ἀνακινεῖν
καὶ ἀνάξιον ὅλως καὶ
τῇ κατὰ τοὺς ἄνω χρόνους ἐν τοῖς
τοιούτοις κρατησάσῃ συνηθείᾳ ἐναντίον
καὶ ἀκατάλληλον ἐνομίζομεν. Ἐκεῖνοι
δὲ καὶ μεῖζόν τι τῶν προτέρων βουληθέντες
νεανιεύσασθαι, καὶ τοῖς ὑστέροις ὑπερβαλέσθαι τὰ
πρῶτα θελήσαντες, γραφὴν καθ’ ἡμῶν
ἐν τῇ τῆς μεγάλης τοῦ Θεοῦ
ἐκκλησίας μυστικῇ τραπέζῃ
ἀπέθεντο, ἄλλα τέ τινα τῆς
αὐτῶν δυσσεβείας διεξιοῦσαν ληρήματα, τελευταῖον
δὲ καὶ πᾶσαν τὴν τῶν
Ὀρθοδόξων Ἐκκλησίαν, ὡς
μήτε τοὺς πώγωνας παραπλησίως τῶν ἐν
αὐτῇ τοῖς Λατίνοις βουλομένων ξυρᾶν, μήτε μὴν
διακρινομένων μεταλαμβάνειν προσφορᾶς ἀπὸ
πρεσβυτέρων γεγαμηκότων, ἀλλὰ καὶ ἔνζυμον ἄρτον προσφερόντων, καὶ
ὡς ἐν τῷ Συμβόλῳ τῆς
ἡμετέρας πίστεως μὴ ἐκ
τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ, ἀλλ’ ἐκ μόνου τοῦ Πατρὸς
ἐκπορεύεσθαι λεγόντων τὸ Πνεῦμα
τὸ ἅγιον, ὑποβάλλουσαν ἀναθέματι.
Τὸ
μὲν οὖν ἄμεινον ἦν κατακαυθῆναι
τὴν ἀσεβῇ ταύτην γραφὴν καὶ
μηδ’ εἰς ὄψιν ἡμῶν ὅλως ἐλθεῖν. Ὡς δὲ τότε οὐ γέγονε, διὰ
τὸ καὶ φανερῶς καὶ
ἐπ’ ὄφει ἄλλων τινῶν καὶ
τῶν ἑβδομαρίων πάντων ὑποδιακόνων ἀποτεθῆναι
αὐτήν· ἀλλὰ
μὴν τοὺς οὕτω καθ’ ἡμῶν,
μᾶλλον δὲ κατὰ
τῶν Ὀρθοδόξων πάντων, ἐν τῇ
μεγάλῃ τοῦ Θεοῦ ἐκκλησίᾳ βλασφημήσαντας ἀμύνεσθαι,
ἀπεικὸς ἐνομίσαμεν, ὡς ἂν
μὴ σκανδάλων τοῖς ἐν
Ῥώμῃ δοίημεν ἀφορμήν. Πρὸς
γὰρ τοῖς ἄλλοις καὶ ὁ
πρωτεύειν ἐν τῇ τοποτηρήσει δοκῶν, καγκελλάριον τῆς
ἐν Ῥώμῃ Ἐκκλησίας καὶ ἀνεψιὸν
τοῦ ῥηγὸς καὶ τοῦ πάπα ἑαυτὸν
ἀπεκάλει. Τέως δὲ τῷ
αὐτῷ δικαίῳ αὐτήν
τε τὴν καθ’ ἡμῶν
βλασφημίαν καὶ τοὺς τὴν ἀσεβῆ κατὰ τῶν Ὀρθοδόξων ἐκθεμένους γραφήν,
προστάξει βασιλικῇ, ἐν τῷ μεγάλῳ σεκρέτῳ
ὑπεβάλομεν ἀναθέματι, πολλὰ
μὲν μετὰ τὴν
τῆς γραφῆς ταύτης ὑπόθεσιν,
περὶ τοῦ εἰς ὄψιν ἡμῖν ἐλθεῖν, καὶ τοῖς
τε ἄλλοις τῶν ἐν
αὐτῇ, καὶ τῇ διαστροφῇ, τοῦ
ἁγίου Συμβόλου ἀποτάξασθαι
παραινέσαντες. Ὡς δὲ οὐκ ἠνείχοντο, ἀλλὰ
καὶ διαχειρίσασθαι ἑαυτοὺς
εἰ μὴ παύσονται περὶ τούτου ὀχλούμενοι
διηπείλουν, εἰς τὸ κατὰ τῆς αὐτῶν βλασφημίας συνείδομεν χωρῆσαι ἀνάθεμα.
Καὶ
ταῦτα μὲν ἅπερ καθ’ ἡμῶν
ὁ πονηρὸς ἐσκαιώρησεν.
Ἀνακοινοῦμεν οὖν
τοὺς περὶ τούτου καὶ
τῇ σῇ τελειότητι, πρῶτον μὲν
ὡς τῆς αὐτῆς ὕβρεως ἡμῖν
κοινωνῶν· σὴν γὰρ τὴν ἡμετέραν τίθεσθαί σε πειθόμεθα· δεύτερον δὲ
ὡς τοῦ ὀρθοῦ λόγου, οὗ πρόβολος στερρὸς
καὶ πρόμαχος ἀκαταμάχηχος εἶ
σύ, παροινηθέντος παρὰ τῶν δυσσεβῶν καὶ
βλασφημηθέντος οὐχ ἥκιστα· ἔπειτα δὲ
ὡς ἂν τῶν προβάντων ἐσχηκὼς
εἴδησιν καὶ κατάληψιν ἀκριβῆ,
εἴ ποτέ σοι περὶ τούτων ἀπὸ
Ῥώμης ἀφίκοντο γράμματα, ἐσκεμμένως
καὶ τῆς σῆς μεγαλεπηβόλου καὶ θειοτάτης διανοίας ἀξίαν
τὴν ἀπόκρισιν δῶς. Τὰ
δὲ πρὸς τοὺς μακαριωτάτους Παχριάρχας ταυτὶ
γράμματα, ἰσοδυναμοῦντα κατὰ
πάντα τῷ πρὸς τὴν σὴν ἁγιωσύνην ἀπεσταλμένῳ,
μὴ εὑρόντες τινὰ τῶν
εὐλαβῶν καὶ πιστῶν, δι’ οὗ
ταῦτα τοῖς πρὸς
οὓς ἐγράφησαν πέμψαι, τῇ σῇ
πεπόμφαμεν τελειότητι, ὡς ἂν διαπορθμεύσῃς αὐτοῖς
ταῦτα διά τινος εὐλαβοῦς
τῶν πρὸς τοὺς τόπους ἐκείνους ἀφικνουμένων,
πρὸς οὓς ἀπεστάλησαν. Πρὸς δὲ
καὶ δι’ οἰκείας γραφῆς
παραινέσεις καὶ παραθήξεις αὐτοὺς
ζῆλον ἔνθεον ἀναλαβεῖν
περὶ τοῦ ὀρθοῦ δόγματος καὶ τῆς
ἀμωμήτου καὶ εἰλικρινοῦς
ἡμῶν πίστεως, καὶ ἴσως
εἴ γε περὶ τῶν
ἐν Ῥώμῃ πεπραγμένων ἐρωτηθεῖεν,
ἁρμόζουσαν πρὸς αὐτοὺς
καὶ λεγομένην, ὡς δεδήλωται,
ποιήσασθαι τὴν ἀπόκρισιν. Περὶ δὲ
τοῦ πρὸς τὸν ἁγιώτατον Πατριάρχην Ἀλεξανδρείας ἡμετέρου
γράμματος καὶ τῷ ἁγιωτάτῳ Πατριάρχῃ
Ἰεροσολύμων ἐγράψαμεν, ὡς
ἄν, εἴπερ αὐτοὺς
δυσχερῶς τυχεῖν σχοίης πρὸς
αὐτὸν ἀποστεῖλαι τὴν
γραφήν, αὐτὸς ταύτην πρὸς τὴν
ἐκείνου διαβιβάσῃ μακαριότητα. Καὶ
νῦν μέν, κατεπειγομένου τοῦ γαμβροῦ
τῆς ἁγιωσύνης σου πρὸς τὴν
ἐξέλευσιν, ἐν ἐπιτόμῳ
καὶ κατὰ πάροδον τὰ πεπραγμένα
διεξήλθομεν. Μετὰ δὲ τοῦτο πλατύτερον καὶ σαφέστερον, εἴ
γε δεήσει, ἐπιστελοῦμεν πρὸς
σὲ περὶ τούτων, ἀποστείλαντες καὶ
αὐτὸ τὸ καθ’ ἡμῶν
ἀποτεθὲν ἔγγραφον
ἐν τῇ μυστικῇ καὶ
θείᾳ τραπέζῃ. Καὶ
μαθήσῃ ἐκ τούτου τὸ διάστροφον τούτων περὶ
τὴν πίστιν, καὶ ὡς
ἀμαθείας πάσης καὶ ἀγροικίας,
πολλῷ δὲ εἰπεῖν ἀναισθησίας καὶ ἀφροσύνης
πεπλήρωνται.
Ὁ
Κύριος ἐν ὑγείᾳ διαφυλάξαι τὴν σὴν
τελειότητα, εὐχομένην ὑπὲρ
ἡμῶν.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 333-334.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου