ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ «ΣΥΝΟΔΙΚΟΥ
ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(1077 μ.Χ.)
Τοῦ
Ἰταλοῦ Ἰωάννου, Κεφάλαια ια΄.
Τοῖς
ὅλως ἐπιχειροῦσιν οἵαν
δή τινα ζήτησιν καὶ διδαχὴν τῇ
ἀρρήτῳ ἐνσάρκῳ οἰκονομίᾳ
τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἐπάγειν καὶ ζητεῖν
οἵῳ τρόπῳ αὐτὸς
ὁ Θεὸς Λόγος τῷ ἀνθρωπίνῳ
φυράματι ἥνωται καὶ τὴν
προσληφθεῖσαν σάρκα κατὰ τίνα λόγον ἐθέωσε,
καὶ λόγοις διαλεκτικοῖς φύσιν καὶ
θέσιν ἐπὶ τῆς ὑπὲρ φύσιν καινοτομίας τῶν δύο φύσεων τοῦ
Θεοῦ καὶ ἀνθρώπου λογομαχεῖν πειρωμένοις, ἀνάθεμα.
Τοῖς
εὐσεβεῖν μὲν ἐπαγγελλομένοις, τὰ τῶν
Ἑλλήνων δὲ δυσσεβῆ
δόγματα τῇ Ὀρθοδόξῳ καὶ
Καθολικῇ Ἐκκλησίᾳ περί τε ψυχῶν
ἀνθρωπίνων καὶ οὐρανοῦ
καὶ γῆς καὶ τῶν ἄλλων κτισμάτων ἀναιδῶς
ἢ μᾶλλον ἀσεβῶς
ἐπεισάγουσιν, ἀνάθεμα.
Τοῖς
τὴν μωρὰν τῶν
ἔξωθεν φιλοσόφων λεγομένην σοφίαν προτιμῶσι
καὶ τοῖς καθηγηταῖς αὐτῶν
ἑπομένοις καὶ τάς τε μετεμψυχώσεις τῶν
ἀνθρωπίνων ψυχῶν ἢ
καὶ ὁμοίως τοῖς ἀλόγοις
ζῴοις ταύτας ἀπόλλυσθαι καὶ
εἰς τὸ μηδὲν χωρεῖν δεχομένοις, καὶ
διὰ τούτων ἀνάστασιν καὶ
κρίσιν καὶ τὴν τελευταίαν τῶν βεβιωμένων ἀνταπόδοσιν
ἀθετοῦσιν, ἀνάθεμα.
Τοῖς
τὴν ὕλην ἄναρχον καὶ τὰς
ἰδέας ἢ συνάναρχον τῷ
δημιουργῷ πάντων καὶ Θεῷ
δογματίζουσι, καὶ ὅτι περ οὐρανὸς
καὶ γῆ καὶ τὰ λοιπὰ τῶν
κτισμάτων ἀίδιά τε εἰσὶ
καὶ ἄναρχα καὶ διαμένουσιν ἀναλλοίωτα,
καὶ ἀντινομοθετοῦσι τῷ
εἰπόντι· «ὁ οὐρανὸς
καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ
λόγοι μου οὐ μὴ παρέλθωσι», καὶ ἀπὸ
γῆς κενοφωνοῦσι καὶ
τὴν θείαν ἀρὰν
ἐπὶ τὰς ἑαυτῶν ἄγουσι κεφαλάς, ἀνάθεμα.
Τοῖς
λέγουσιν ὅτι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ
πρῶτοι τῶν αἱρεσιαρχῶν,
οἱ παρὰ τῶν ἑπτὰ ἁγίων καὶ καθολικῶν
Συνόδων καὶ παρὰ πάντων τῶν ὀρθοδοξίᾳ
λαμψάντων Πατέρων ἀναθέματι καθυποβληθέντες ὡς ἀλλότριοι
τῆς Καθολικῆς Ἐκκλησίας,
διὰ τὴν ἐν λόγοις αὐτῶν
κίβδηλον καὶ ῥυπαρὰν περιουσίαν, κρείττονες εἰσὶ
κατὰ πολὺ καὶ ἐνταῦθα καὶ ἐν
τῇ μελλούσῃ κρίσει τῶν
εὐσεβῶν μὲν καὶ ὀρθοδόξων ἀνδρῶν,
ἄλλως δὲ κατὰ
πάθος ἀνθρώπινον ἢ ἀγνόημα
πλημμελησάντων, ἀνάθεμα.
Τοῖς
μὴ πίστει καθαρᾷ καὶ
ἁπλῇ καὶ ὁλοψύχῳ καρδίᾳ
τὰ τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ καὶ τῆς ἀχράντως αὐτὸν
τεκούσης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ τῶν
λοιπῶν ἁγίων ἐξαίσια θαύματα δεχομένοις,
ἀλλὰ πειρωμένοις ἀποδείξεσι καὶ
λόγοις σοφιστικοῖς ὡς ἀδύνατα διαβάλλειν ἢ κατὰ
τὸ δοκοῦν αὐτοῖς
παρερμηνεύειν καὶ κατὰ τὴν ἰδίαν γνώμην συνιστᾶν, ἀνάθεμα.
Τοῖς
τὰ ἑλληνικὰ διεξιοῦσι
μαθήματα καὶ μὴ διὰ παίδευσιν μόνον ταῦτα παιδευομένοις, ἀλλὰ
καὶ ταῖς δόξαις αὐτῶν
ταῖς ματαίαις ἑπομένοις καὶ
ὡς ἀληθέσι πιστεύουσι, καὶ οὕτως
αὐταῖς ὡς τὸ βέβαιον ἐχούσαις ἐγκειμένοις,
ὥστε καὶ ἑτέρους
ποτὲ μὲν λάθρᾳ ποτὲ
δὲ φανερῶς ἐνάγειν
αὐταῖς καὶ διδάσκειν ἀνενδοιάστως, ἀνάθεμα.
Τοῖς
μετὰ τῶν ἄλλων μυθικῶν πλασμάτων ἀφ’
ἑαυτῶν καὶ τὴν καθ’ ἡμᾶς
πλάσιν μεταπλάττουσι καὶ τὰς πλατωνικὰς ἰδέας
ὡς ἀληθεῖς δεχομένοις καὶ
ὡς αὐθυπόστατον τὴν ὕλην
παρὰ τῶν ἰδίων μορφοῦσθαι λέγουσι καὶ
προφανῶς διαβάλλουσι τὸ αὐτεξούσιον
τοῦ δημιουργοῦ τοῦ
ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ
εἶναι παραγαγόντος τὰ πάντα καὶ
ὡς ποιητοῦ πᾶσιν
ἀρχὴν καὶ τέλος ἐπιτιθέντος ἐξουσιαστικῶς
καὶ δεσποτικῶς, ἀνάθεμα.
Τοῖς
λέγουσιν ὅτι ἐν τῇ τελευταίᾳ καὶ
κοινῇ ἀναστάσει μεθ’ ἑτέρων σωμάτων οἱ
ἄνθρωποι ἀναστήσονται καὶ
κριθήσονται, καὶ οὐχὶ μεθ’ ὧν κατὰ
τὸν παρόντα βίον ἐπολιτεύσαντο, ἅτε
τούτων φθειρομένων καὶ ἀπολλυμένων, καὶ ληροῦσι
κενὰ καὶ μάταια κατ’ αὐτοῦ
τοῦ Χριστοῦ καὶ
Θεοῦ ἡμῶν καὶ τῶν μαθητῶν αὐτοῦ,
διδασκάλων δὲ ἡμετέρων, οὕτω διδαξάντων ὡς
μεθ’ ὧν ἐπολιτεύσαντο ἄνθρωποι σωμάτων μετὰ
τούτων καὶ κριθήσονται, ἔτι δὲ
καὶ τοῦ μεγάλου ἀποστόλου Παύλου, καὶ
διαρρήδην ἐν τῷ περὶ ἀναστάσεως λόγῳ πλατύτερον διὰ
παραδειγμάτων τὴν ἀλήθειαν ἀναδιδάξαντος καὶ
τοὺς ἑτέρως φρονοῦντας ὡς
ἄφρονας ἀπελέγξαντος· τοῖς
γοῦν τοῖς τοιούτοις ἀντινομοθετοῦσι
δόγμασι καὶ διδάγμασιν, ἀνάθεμα.
Τοῖς
δεχομένοις καὶ παραδιδοῦσι τὰ
μάταια καὶ ἑλληνικὰ ῥήματα·
ὅτι τε προΰπαρξις ἐστὶ
τῶν ψυχῶν καὶ
οὐκ ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ἐγένετο
καὶ παρήχθησαν καὶ
ὅτι τέλος ἐστὶ
τῆς κολάσεως ἢ ἀποκατάστασις
αὖθις τῆς κτίσεως καὶ
τῶν ἀνθρωπίνων πραγμάτων, καὶ διὰ
τῶν τοιούτων λόγων τὴν βασιλείαν τῶν
οὐρανῶν λυομένην πάντως καὶ παράγουσαν εἰσάγουσιν,
ἣν αἰωνίαν καὶ ἀκατάλυτον
αὐτός τε ὁ Χριστὸς
καὶ Θεὸς ἡμῶν ἐδίδαξε καὶ παρέδοτο, καὶ
διὰ πάσης τῆς παλαιᾶς
καὶ νέας γραφῆς ἡμεῖς
παρελάβομεν, ὅτι καὶ ἡ
κόλασις ἀτελεύτητος καὶ ἡ
βασιλεία ἀίδιος, διὰ δὲ
τῶν τοιούτων λόγων ἑαυτούς τε ἀπολλύουσι
καὶ ἑτέροις αἰωνίας καταδίκης προξένοις
γενομένοις, ἀνάθεμα.
(Κατὰ
τοῦ μοναχοῦ Νείλου, Κεφάλαιον α΄).
Τοῖς
δογματισθεῖσι δυσσεβῶς παρὰ
τοῦ ἀμονάχου Νείλου πᾶσι καὶ
τοῖς κοινωνοῦσιν αὐτοῖς,
ἀνάθεμα.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 414-415.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου