γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 31 Μαΐου 2017

Απόκρισις Β΄ Ορθοδόξων Πατριαρχών προς Ανωμότους (1723 μ.Χ.)


ΑΠΟΚΡΙΣΙΣ Β'
ΟΡΘΟΔΟΞΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΠΡΟΣ ΑΓΓΛΙΚΑΝΟΥΣ ΑΝΩΜΩΤΟΥΣ
1723 μ.Χ.

Ὁ παναγιώτατος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πα­τριάρχης Ἱερεμίας, ὁ μακαριώτατος Πατριάρχης Θεουπόλεως Ἀντιοχείας Ἀθα­νάσιος, ὁ μακαριότατος Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ Χρύσανθος, καὶ οἱ εὑρισκόμενοι ἱερότατοι ἀρχιερεῖς, μητροπολῖται δηλαδή, ἀρχιεπίσκοποι καὶ ἐπίσκοποι, καὶ τὸ σύστημα ὅλου τοῦ χριστιανικοῦ ἀνατολικοῦ τε καὶ ὀρθοδόξου κλήρου, τοῖς ἐν τῇ μεγάλῃ Βρεττανίᾳ αἰδεσιμωτάτοις καθολικοῖς ἀρχιεπισκόποις τε καὶ ἐπισκοποῖς, καὶ τῷ περὶ αὐτοὺς εὐλαβεστάτῳ κλήρῳ, ἐν Χριστῷ περιποθήτοις, τὸν ἐν Πνεύματι ἁγίῳ ἀδελφικὸν ἀσπασμόν, καὶ πᾶν ἀγαθὸν ἐκ Θεοῦ καὶ σωτήριον.

Δευτέρα 22 Μαΐου 2017

Αποκρίσεις Ορθοδόξων Πατριαρχών προς Ανωμότους (1718 μ.Χ.), Μέρος Β΄


ΑΠΟΚΡΙΣΕΙΣ
ΟΡΘΟΔΟΞΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΠΡΟΣ ΑΓΓΛΙΚΑΝΟΥΣ ΑΝΩΜΟΤΟΥΣ
1718 μ.Χ.

ΜΕΡΟΣ Β΄
(Δεῖτε τό Α΄ Μέρος στήν ἱστοσελίδα:

Πρόθεσις ε΄, ς΄ καί ζ΄.
ε΄. Ἐν τῷ πιστεύειν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον τῇ Ἐκκλησίᾳ παρίστησιν, ἐν τῷ καθορίζειν τὰ τῇ πίστει προσήκοντα, καὶ τοίνυν ὅτι αἱ Σύνοδοι καὶ μερικαὶ καὶ οἰκουμενικαί· ἐὰν κατὰ τὸν τύπον τῆς ἐν Ἱεροσολύμοις πρώτης ἀπευθύνωνται, τὴν αὐτοῦ βοήθειαν καὶ ἐπιχορηγίαν ἐλπίζειν δύνωνται.
ς΄. Ἐν τῇ τῶν χαρισμάτων τοῦ ἁγίου Πνεύματος φύσει καὶ τῷ ἀριθμῷ.
ζ΄. Ἐν τῷ πιστεύειν οὐδένα εἶναι ἄλλον τῆς Ἐκκλησίας θεμέλιον, εἰμὴ μόνον τὸν Χριστόν, τοὺς δὲ προφήτας ὅμως καὶ ἀποστόλους θεμελίους εἶναι, ἀλλ’ ἰδιώματι ἧττον κυρίῳ ἢ ὑποβολιμαίῳ τουτέστι μόνον ἀναφορικῶς.
Ἀπόκρισις.
Πρὸς ταῦτα οὐδὲν ἀντειπεῖν ἔχομεν· εὐσεβείας γὰρ καὶ ὀρθότητος ἔχονται, καὶ τοῖς παρ’ ἡμῶν ὀρθῶς δογματιζομένοις σύμφωνα καὶ συμψηφιζόμενα καὶ ἀπόδεκτα. Ὃ δέ φασι περὶ τῶν Συνόδων, περὶ μὲν τῶν μελλουσῶν γενέσθαι ἐννοούμενον, κείσθω· περὶ δὲ τῶν ἤδη γεγενημένων οὐδεμία ἀμφισβήτησίς ἐστιν, ὅτι θείᾳ ἐπιπνοίᾳ ἐγένοντο, καὶ ὅτι τὸ αὐτὸ ἅγιον Πνεῦμα, ὅπερ τοῖς Ἀποστόλοις ἐπεφοίτησεν ἐν εἴδει πυρίνων γλωσσῶν, αὐτὸ τοῦτο κἀν ταῖς οἰκουμενικαῖς ἑπτὰ Συνόδοις διὰ στόματος τῶν τότε θεοφόρων ἁγίων πατέρων λελάληκε καὶ τὰ θεῖα ἐθέσπισε δόγματα. Διὸ θεωρητέον καὶ τὴν η΄ πρόθεσιν, ἥτις ἐπὶ λεξεως οὕτω κεῖται.

Παρασκευή 19 Μαΐου 2017

Αποκρίσεις Ορθοδόξων Πατριαρχών προς Ανωμότους (1718 μ.Χ.), Μέρος Α΄


ΑΠΟΚΡΙΣΕΙΣ
ΟΡΘΟΔΟΞΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΤΗΣ ΑΝΑΤΟΛΗΣ
ΠΡΟΣ ΑΓΓΛΙΚΑΝΟΥΣ ΑΝΩΜΟΤΟΥΣ
1718 μ.Χ.

ΜΕΡΟΣ Α΄

Ἀποκρίσεις τῶν Ἀνατολικῶν Ὀρθοδόξων πρὸς τὰς ἀπὸ Βρεττανίας ἀποσταλείσας
ὑπὲρ ἑνώσεως καὶ ὁμονοίας μετὰ τῆς Ἀνατολικῆς Ἐκκλησίας προθέσεις.

Ἐπειδὴ πάντες οἱ Ὀρθόδοξοι καὶ εὐσεβεῖς χριστιανοί, καὶ μάλιστα οἱ ἀρχιερεῖς καὶ ποιμένες τῆς Ἐκκλησίας, ὀφείλουσι μὴ μόνον καρδίᾳ πιστεύειν εἰς δικαιοσύνην, ἀλλὰ καὶ στόματι ὁμολογεῖν εἰς σωτηρίαν, κατὰ τὸν θεῖον Ἀπόστολον[1], πρὸς δὲ τούτοις καὶ ἑτοίμους πάντοτε εἶναι λόγον ἀποδιδόναι παντὶ τῷ ἐρωτῶντι περὶ τῆς ἐν ἡμῖν ἐλπίδος[2] καὶ πίστεως ἀσμένως τε καὶ ἐπιεικῶς ἀποκρίνεσθαι, δέον ἔδοξε καὶ ἡμῖν, συναιρουμένου Θεοῦ, ἐκθέσθαι διὰ γραφῆς ἀποκρίσεις τινὰς πρὸς τὰς ἔναγχος ἀποφανείσας εἰς ἡμᾶς θέσεις ἐκ μέρους τῶν ἐν Βρεττανίᾳ τῆς ἀρχαίας Ὀρθοδοξίας φιλευσεβῶν λειψάνων, κατὰ τὴν ἐκείνων ἀξίωσιν. Ἀνθ’ ὧν, ἐπειδὴ οὕτω ποιεῖν παρὰ τῆς Γραφῆς ἐντελλόμεθα, οὕτω σὺν Θεῷ ἀρξόμενοι τῶν πρὸς αὐτοὺς ἀποκρίσεων, λέγομεν ὅτι.

Τετάρτη 17 Μαΐου 2017

Το ιδεολογικό περιεχόμενο του νέου Προγράμματος των Θρησκευτικών


ΤΟ ΙΔΕΟΛΟΓΙΚΟ ΠΕΡΙΕΧΟΜΕΝΟ
ΤΟΥ ΝΕΟΥ ΠΡΟΓΡΑΜΜΑΤΟΣ ΤΩΝ ΘΡΗΣΚΕΥΤΙΚΩΝ

Δέν ὑπάρχει ἀπόλυτη ἀλήθεια. Ὅλα εἶναι ἀνθρώπινες κατασκευές. Ὁ μαθητής καλεῖται νά κατασκευάσει τή δική του θρησκεία κατά τή φαντασία του

Αὐτές τίς μέρες διεξάγεται ἕνας ἀγῶνας γιά τό περιεχόμενο τοῦ μαθήματος τῶν Θρησκευτικῶν, ἐναντίον τοῦ Ὑπουργείου Παιδείας καί μιᾶς μερίδας «ἐκσυγχρονιστῶν» Θεολόγων, πού ἐπιχειροῦν νά μεταβάλλουν ριζικά τό περιεχόμενο καί τή μέθοδο διδασκαλίας τοῦ μαθήματος. Πρωτοστάτες αὐτοῦ τοῦ ἀγῶνα εἶναι ἡ Ἱερά Σύνοδος τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, ἡ ὁποία ἔχει ὁδηγηθεῖ σέ ἕνα εἴδος διαλόγου μέ τό Ὑπουργεῖο Παιδείας, καί ἡ Πανελλήνια Ἕνωση Θεολόγων (Π.Ε.Θ.), ἡ ὁποία ἐκπροσωπεῖ τή συντριπτική πλειοψηφία τῶν Θεολόγων πού διδάσκουν στά ἑλληνικά σχολεῖα.
Τό πρόβλημα ἔγκειται στό γεγονός ὅτι οἱ ἐπιχειρούμενες μεταρυθμίσεις ἀποτελοῦν εὐθεία ἐπίθεση ὄχι μόνο κατά τῆς Ὀρθοδοξίας, ἀλλά καί κατά ὅλων τῶν θρησκειῶν, μέ τήν εἰσαγωγή τοῦ ἐξ ὁρισμοῦ ἄθεου πραγματισμοῦ τοῦ John Dewey (1859-1952) σάν μοντέλου ὑποχρεωτικῆς ἐκπαίδευσης στά σχολεῖα. Ἡ σχετικοποίηση κάθε ἀλήθειας καί κάθε ἀξίας εἶναι ἄμεση ἀντικατήχηση στόν ἀθεϊσμό. Ὅταν εἰρωνικά ὅλα τά τῶν θρησκειῶν ἀναφέρονται ὡς σχετικά καί ὡς ἀνθρώπινες κατασκευές, ἡ συνέπεια εἶναι ὁ ἀκραῖος ὑλισμός καί ὁ μαχητικός ἀθεϊσμός. Γονεῖς, εὐσεβεῖς ἐκαπιδευτικοί, μαθητές, κλῆρος καί λαός ὀφείλουν νά ἀντιδράσουν διά παντός μέσου, μή ἀποδεχόμενοι τά παιδιά τους νά γίνουν θύματα τέτοιου εἴδους προπαγάνδας, τήν ὁποία ἡ ἱστορία διέψευσε μαζί μέ τόν ἀρχιπροπαγανδιστή της Dewey, ὁ ὁποῖος προέβλεπε τόν θάνατο τῆς θρησκείας.

Σάββατο 13 Μαΐου 2017

Ο Αρτέμης Σώρρας και η οργάνωση «Ελλήνων Συνέλευσις»


ΤΕΥΧΟΣ 98              ΤΡΙΠΟΛΙΣ            ΙΑΝΟΥΑΡΙΟΣ - ΜΑΡΤΙΟΣ 2017

Ο ΑΡΤΕΜΗΣ ΣΩΡΡΑΣ
ΚΑΙ Η ΑΡΧΑΙΟΛΑΤΡΙΚΗ ΟΡΓΑΝΩΣΗ «ΕΛΛΗΝΩΝ ΣΥΝΕΛΕΥΣΙΣ»

Περίοδοι κρίσεων καί «νέοι μεσσίες»

Ὅταν προκύπτουν μεγάλες κρίσεις (πνευματικές καί, κατ’ ἐπέκτασιν, κοινωνικές, οἰκονομικές καί πολιτικές κρίσεις), ἐμφανίζονται, συνήθως, καί «νέοι μεσσίες», πού ὑπόσχονται τή λύτρωση καί ἰσχυρίζονται ὅτι ἔχουν τίς λύσεις γιά ὅλα τά προβλήματα. Αὐτό ἀκριβῶς συνέβη καί στή χώρα μας, ὅπου ἡ δεινή κρίση τῶν ἡμερῶν μας «ἀνέδειξε» ἕναν τέτοιο «μεσσία», τόν Ἀρτέμη Σώρρα, ὁ ὁποῖος, ὅπως εἶναι γνωστό, ἰσχυρίζεται ὅτι διαθέτει ἕνα τεράστιο χρηματικό ποσό γιά τήν ἐξώφληση τοῦ ἑλληνικοῦ χρέους.

Πέμπτη 11 Μαΐου 2017

Ανακοίνωση Εκδρομής



Πράξις της εν Κωνσταντινουπόλει Συνόδου (1721 μ.Χ.)


ΠΡΑΞΙΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1721 μ.Χ.

Ἱερεμίας ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης, ἰδίᾳ χειρὶ βεβαιοῖ, ὅτι ὁ παρὼν Ἱεροσολυμιτικὸς τό­μος, ὁ καὶ ἐπιγραφόμενος «Ἀσπὶς Ὀρθοδοξίας», οὗ ἡ ἀρχή, «καιρὸς τοῦ λαλεῖν καὶ καιρὸς τοῦ σιγᾶν», τὸ δὲ τέλος, «ταῦτα ἐκ τῶν πολλῶν ὀλίγα» καὶ τὰ ἑξῆς, ὅπερ καὶ ἐπίλογός ἐστι τοῦ αὐτοῦ τόμου, καὶ αἱ δύο γεγονυῖαι ἐκθέσεις τῶν μυ­στηρίων τῆς ἡμετέρας Ἀνατολικῆς Ἐκκλησίας, ἡ μὲν ἐπὶ Διονυσίου Πατριάρχου Κωνσταντινουπόλεως, ἧς ἡ ἀρχή, «οὐκ ἀνάξιον εὐαγγελικῆς πολιτείας», τὸ δὲ τέ­λος, «ὅπως μὴ ἔχῃ ἀμφισβητεῖν τοῦ λοιποῦ περὶ τῶν τοιούτων, μήτε διασαλεύεσθαί πως ὑπὸ τῶν καθ’ ἡμῶν καὶ ἀλλότρια ἐπιφημίζειν βουλωμένων», ἡ δὲ ἐπὶ Καλλινίκου τοῦ οἰκουμενικοῦ ΙΙατριάρχου Κωνσταντινονπόλως, ἧς ἡ ἀρχή, «ἁπλοῦς ὁ λόγος ἔφυ τῆς ἀληθείας», τὸ δὲ τέλος, «κατεστρώθη ἐν τῷδε τῷ ἱερῷ νέῳ κώδικι τῆς μεγάλης Ἐκκλησίας», ἴσα ἐστὶ καὶ ἀπαράλλακτα τῶν καθολικῶν πρωτοτύπων, καὶ οὕτως ἀνέκαθεν ἐφρόνησε καὶ φρονεῖ ἡ ἁγία τοῦ Χριστοῦ ἀποστολικὴ καὶ καθολικὴ Ἀνατολικὴ Ἐκκλησία.
Κύριλλος ἐλέῳ Θεοῦ Πατριάρχης ὁ πρῴην Κωνσταντινουπόλεως ἀποψαίνεται καὶ προσμαρτυρεῖ, ὅτι τὰ ἐν τῷ παρόντι γραφέντα ἴσα ὑπάρχει ἀπαράλλακτα δίχα τινὸς ἀμφιβολίας τῶν πρωτοτύπων.
Σαμουὴλ ἐλέῳ Θεοῦ Πάπας καὶ Πατριάρχης τῆς μεγάλης πόλεως Ἀλεξαν­δρείας καὶ κριτὴς τῆς οἰκουμένης ὁμοφώνως συναποφαίνεται καὶ ἰδίᾳ χειρὶ συνεπιβεβαιοῖ καὶ συνεπικυροῖ προσεπιμαρτυρούμενος τοῖς ἐνταῦθα.
Ἀρχιεπίσκοπος πρώτης Ἰουστινιανῆς Ἀχριδῶν Ἰωάσαφ προσμαρτύρεται καὶ συνεπιβεβαιοῖ.
Χρύσανθος ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης, τὰ παρόντα ἴσα ἀντιβαλῶν τοῖς πρωτοτύποις καὶ εὑρὼν αὐτὰ ἐξισάζοντα κατὰ πάντα, τῇ τε φράσει, συνθέσει τε καὶ ἐννοίᾳ, οἰκείᾳ χειρὶ ὑπέγραψα, καὶ εἰς ἐπικύρωσιν δι’ ἡμετέρας πατριαρχικῆς κηροβούλλης, ἐν ἀργύρῳ δοχείῳ ἀποδέσμῳ περιειλημμένης καὶ κάτωθεν ἀπηφρημένης, ἐσφράγισα καὶ ἐβεβαίωσα.

Ἐν Κωνσταντινουπόλει ,αψκα΄, μηνὶ Ἰουνίῳ.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 777-778.


Τετάρτη 10 Μαΐου 2017

Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1691 μ.Χ.)


ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1691 μ.Χ.
(ΠΡΟΣ ΑΠΟΚΗΡΥΞΙΝ ΠΡΟΤΕΣΤΑΝΤΙΚΩΝ ΔΟΞΑΣΙΩΝ)

Καλλίνικος
ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης,
καὶ οἰκουμενικὸς Πατριάρχης.

Ἁπλοῦς ὁ λόγος ἔφυ τῆς ἀληθείας, καὶ τεχνικῆς οὐ δεῖται κομψότητος· οἴκοθεν γὰρ ἔχει τὴν ἰδίαν δύναμιν καὶ ἐνέργειαν· ἔνθεν τοι χρείας ἤδη κατεπειγούσης, εἰς τὸ φανερωθῆναι τὴν περὶ τοῦ προκειμένου ἀλήθειαν, πάσης τερθρείας τῆς ἐν λόγοις ἀποκλίναντες, ἁπλῇ τῇ λέξει καὶ ὑγιεῖ τῷ νοήματι, τὴν ἀλήθειαν ἔγνωμεν παραστῆσαι, προοδοποιούσης ἄνωθεν τῆς θείας χάριτος.

Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1672 μ.Χ.)


ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1672 μ.Χ.
(ΠΡΟΣ ΑΠΟΚΗΡΥΞΙΝ ΠΡΟΤΕΣΤΑΝΤΙΚΩΝ ΔΟΞΑΣΙΩΝ)

Διονύσιος
ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης,
καὶ οἰκουμενικὸς Πατριάρχης.

Οὐκ ἀνάξιον εὐαγγελικῆς πολιτείας, ἀλλὰ καὶ λίαν ἐπάξιον δήπουθεν θύραν ἀνοίγειν ἀεὶ διδασκαλίας τῷ κρούοντι, καὶ τῷ φιλοπευστοῦντι τὰς ἀπαντήσεις φιλεργεῖν ἐξ ἑτοίμου, τοὺς εἰληχότας θεόθεν ταύτης ἀντέχεσθαι· καὶ γὰρ ἑτοίμους ἑαυτοὺς ἔχειν ὑπὸ τοῦ ἀποστολικοῦ παρεσκευάσθημεν ἐπιτάγματος πρὸς ἀπολογίας, παντὶ τῷ αἰτοῦντι λόγον ἡμᾶς[1], τούτης ἕνεκεν, τῆς ἐν ἡμῖν ἐλπίδος, καὶ τοῦτο ποιοῦντες μετὰ πραΰτητος ἐν ἀγαθῇ συνειδήσει, ὡς ἐνετάχθημεν. Εἰ καὶ ἀφ’ ἑαυτῶν οὔτε εἰπεῖν τι ἐσμὲν ἱκανοί, οὔτε μὴν ἐννοῆσαι, ἀλλὰ πρὸς τὸν ἐξευρόντα πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ δεδωκότα Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ ἀνατείνοντες, ἐκ τῶν παρ’ αὐτοῦ, καὶ τοῦ Θεοῦ καὶ Λόγου αὐτοῦ, «ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως»[2], καὶ τοῦ παρακλήτου Πνεύματος τοῖς ὀρθοδόξοις ἀποκαλυπτομένων σωτηριωδῶν διδαγμάτων, οἷς ἐνθαλαμευομένη περιφέρεται ἡ εὐσέβεια, τὰς ἀπολογίας πραγματευόμεθα, πᾶσαν ἀλλοτρίαν ἀποφεύγειν μεμαθηκότες τῆς τοῦ Κυρίου διδασκαλίας φωνὴν καὶ ἔννοιαν. Ἐπείπερ οὖν καὶ τὰ νῦν οὐκ οἶδ’ ὅπως φιλοπραγμονεῖν τινες περί τινα τῶν καθ’ ἡμᾶς κινηθέντες, προὐβάλλοντο ἡμῖν ἐρωτήσεις ἐκκλησιαστικῶν ὑποθέσεων, ἀπόκρισιν αἰτοῦντες, ὁπόσα δηλαδὴ μυστήρια τὸν ἀριθμὸν πρεσβεύει ἡ πρὸς ἀνατολὴν καθ’ ἡμᾶς καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ οἷα περὶ τοῦ θείου μυστηρίου τῆς εὐχαριστίας φρονοῦμεν· ἔτι περὶ τοῦ φωτίσματος, εἰ ἀναγκαῖον τοῖς βρέφεσίν ἐστι δηλονότι τὸ βάπτισμα, καί τινων ζητημάτων περὶ αὐτὸ θεωρουμένων· περί τε τῆς ἀρχιερωσύνης, εἰ ἀναγκαία τυγχάνει τῇ Ἐκκλησίᾳ, καὶ εἰ ὁ ἀρχιερεὺς θείᾳ νομοθεσίᾳ τοῖς πρεσβυτέροις ἐφίσταται·  καὶ εἴ περ ἐναντίως φέρονται ταῖς Γραφαῖς οἱ ἀγαμίαν αἱρούμενοι ἄνδρες τε καὶ γυναῖκες· καὶ ἐὰν ἡ καθολικὴ τοῦ Χριστοῦ Ἐκκλησία ἔσεται ἀεὶ ὁρατὴ καὶ ἀνεπισφαλής· περί τε προσκυνήσεως τῶν ἁγίων, καὶ τῆς ἀναφορικῆς τῶν εἰκόνων προσκυνήσεως, καὶ περὶ διαταττομένης νηστείας, καὶ ἀποχῆς τινων βρωμάτων· καὶ περὶ τῶν ἀμφισβητουμένων τῆς παλαιᾶς Διαθήκης βιβλίων, Τωβίου, Ἰουδήθ, Σοφίας, Ἐκκλησιαστοῦ, Βαροὺχ καὶ Μακκαβαίων, εἴ γε μέρος Γραφῆς λογιζόμεθα ταῦτα, ἢ ὡς ἐθνικά τινα ἀποβάλλομεν.

Τρίτη 9 Μαΐου 2017

Πρακτικά της εν Ιεροσολύμοις Συνόδου (1672 μ.Χ.), Μέρος Β΄


ΠΡΑΚΤΙΚΑ
ΤΗΣ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΣΥΝΟΔΟΥ
1672 μ.Χ.

ΜΕΡΟΣ Β΄
(Δεῖτε τό Α΄ Μέρος στήν ἰστοσελίδα:

Κεφάλαιον β΄.

Ὅτι δέ, εἰ καὶ καθ’ ὑπόθεσιν Κύριλλος ἦν ὁ τῶν κεφαλαίων ἐκείνων πατήρ, λαθραίως ταῦτα ἐξέδωκε, μηδενὸς εἰδότος τῶν ἀνατολικῶν προέδρων, φανερὸν ἐκ τῶν ἤδη εἰρημένων ἐν τῷ πρώτῳ κεφαλαίῳ καὶ ἀναμφίβολον. Ἔστι δὲ καὶ τοῦτο καὶ ἐξ ἄλλων τινῶν ἀναντιρρήτων μαθεῖν. Εἰ γάρ, φέρε εἰπεῖν, δημοσίως ἐκεῖνα ἐξέδωκε, τρία τινὰ μάλιστα ἀναγκαίως ἠκολούθησαν ἄν.
Πρῶτον, ἵνα ὑπογράψωσιν ἐκεῖνα οἱ παρευρεθέντες ἐκείνῳ τότε θεοφιλέστατοι ἀρχιερεῖς καί οἱ ἀδιαλείπτως περὶ τὸν Πατριάρχην προσκαρτεροῦντες λο­γιώτατοι κληρικοὶ (καρδιναλίους δὲ αὐτοὺς ἡ παλαιὰ καλεῖ Ῥώμη), οἳ καὶ ἐν ἅπασι τῷ Πατριάρχῃ συμπράττουσιν. Ἀλλ’ οὐ δύνανται πώποτε τοιοῦτόν τι δεῖξαι οἱ κατήγοροι· οὔτε γὰρ ἀρχιερεύς, οὔτε κληρικὸς ἀπὸ τῶν πολλῶν καὶ μέχρι τοῦ ἑνὸς οἴδασιν ἢ ὑπέγραψαν τὰ λεγόμενα κεφάλαια, οὔτε μὴν Κυρίλλου περὶ αὐτῶν καταφάσκοντος ἤκουσαν πώποτε.

Σάββατο 6 Μαΐου 2017

Πρακτικά της εν Ιεροσολύμοις Συνόδου (1672 μ.Χ.), Μέρος Α΄


ΠΡΑΚΤΙΚΑ
ΤΗΣ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ ΣΥΝΟΔΟΥ
1672 μ.Χ.

ΜΕΡΟΣ Α΄

Χριστὸς ἡγείσθω.
Ἀσπὶς Ὀρθοδοξίας ἢ ἀπολογία καὶ ἔλεγχος πρὸς τοὺς διασύροντας τὴν Ἀνατολικὴν Ἐκκλησίαν αἱρετικούς, φρονεῖν ἐν τοῖς περὶ Θεοῦ καὶ τῶν θείων ὡς κακοφρονοῦσιν οὐτοὶ αὐτοί οἱ Καλουΐνοι δηλονότι, συντεθεῖσα παρὰ τῆς ἐν Ἱεροσολύμοις τοπικῆς συνόδου ἐπὶ Δοσιθέου Πατριάρχου Ἱεροσολύμων.
Τοῖς ἁπανταχοῦ γῆς καὶ θαλάσσης ὀρθοδόξοις ἐπισκόποις, ἀδελφοῖς καὶ συλλειτουργοις ἡμῶν ἐν ἁγίῳ Πνεύματι, καὶ πᾶσιν ἁπλῶς τοῖς εὐσεβέσι καὶ ὀρθοδόξοις χριστιανοῖς, τέκνοις ἀγαπητοῖς ἡμῶν ἐν Κυρίῳ, χαίρειν.
Καιρὸς τοῦ λαλεῖν καὶ καιρὸς τοῦ σιγᾶν ὁ σοφὸς Ἐκκλησιαστὴς παραινεῖ, ἐν οἷς που καιρὸν εἶναι παντὶ πράγματι ἀποφαίνεται[1], ὡσανεὶ ἔλεγεν, ἀνάγκης μὴ οὔσης σίγα, καιροῦ δὲ κατεπείγοντος λάλει. Ἀνάγκη μὲν γὰρ λαλεῖν οὐκ ἔστι τὸν μὴ ἐρωτώμενον, ἐρωτώμενον δὲ περί τινος χρησίμου καὶ ἀναγκαίου λόγου, ἐπιστάμενόν τε καὶ μὴ ἀποκρινόμενον, ἐσχάτης ἂν εἴη μοχθηρίας. Εἰ δέ που τὸ ἐρωτώμενον περὶ Θεοῦ ἢ θείων πραγμάτων καθέστηκε, πῶς οὐκ ἀσεβείας γραφήσεται ὁ εἰδώς, καὶ σιγὴν ἄγειν ἑλόμενος; Καὶ ἡμεῖς τοιγαροῦν ὅσον τὸ καθ’ ἡμᾶς ἀμφοτέρων τούτων, σιγῆς καὶ λόγου φημί, διαιτηταὶ μεμαθήκαμεν εἶναι, κατὰ τὸν εἰπόντα, «οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει»[2]· μάλιστα δὲ σιω­πᾶν, Θεοῦ ἐπιτάττοντος· «σιώπα γάρ, φησί, καὶ ἄκουε Ἰσραήλ»[3]· οὐ γὰρ μόνον λαλεῖν, ἀλλὰ καὶ ἀκούειν τῶν χρήσιμα λεγόντων προστετάγμεθα· καὶ αὖθις λαλεῖν τού­του κελεύοντος, καὶ στόμα ἀνοίγοντος, καὶ φωνὴν διδόντος. Μανθάνομεν γὰρ πρὸς μὲν τὸν Ἰεζεκιὴλ πολλάκις εἰρηκέναι· «υἱὲ ἀνθρώπου, εἶπον τῷ οἴκῳ Ἰσραήλ»[4]. Καὶ ἐν ἑτέρῳ πάλιν πρὸς αὐτόν· «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διανοιχθήσεταί σου τὸ στόμα καὶ λαλήσεις, καὶ οὐ μὴ ἀποκωφωθήσῃ ἔτι»[5]. Πρὸς δὲ τὸν Μωϋσῆν, στελλόμενον πρὸς Φαραώ, ὑποστελλόμενον δὲ διὰ τὸ ἰσχνόφωνον καὶ βραδύγλωσσον· «πορεύου, ἔφη, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου, καὶ συμβιβάσω σε ἃ μέλλεις λαλῆσαι»[6]. Τούτοις οὖν καὶ τοῖς τοιούτοις γραφικοῖς παραδείγμασιν εὐσεβῶς καὶ ἡμεῖς ἑπόμενοι, καιρὸν οἴδαμεν σιωπῆς, μηδενὸς ἐνοχλοῦντος καὶ πρὸς λαλιὰν παρορμῶντος· ἐπειγόμεθα δ’ αὖ ἐρωτώμενοι, ἢ καὶ ἄλλως πως τοῦ καιροῦ κατεπείγοντος, φωνὴν ἀφιέναι. Ὅταν μὲν γὰρ περὶ πίστεως ἢ τῶν πιστευομένων τινῶν πραγμάτων λόγον ἀπαιτούμεθα, δεινὸν ἡγούμεθα τὸ ὑποστέλλεσθαι, Ἂν δὲ καὶ ἀσεβείας ἢ αἱρέσεως ἄλλης τίνος ἐγκαλούμεθα παρ’ ἑτεροδόξων ἀνδρῶν, καὶ πρὸς οὐδὲν ἄλλο χρήσι­μον ἀποβλεπόντων, ἢ πρὸς τὸ συστῆσαι τὴν ἑαυτῶν δόξαν ἐκ τοῦ διασύρειν τοὺς ἄλλους, τότε δὴ τὸν Ἠλιοῦ ζῆλον ἀναλαβόντες, θερμότερον διεγειρόμεθα πρὸς ἀπάντησιν, καὶ πάσχοντες τὰ τοῦ Ἱερεμίου, τὰ αὐτὰ ἐκείνῳ φθεγγόμεθα· «τὴν κοιλίαν μου ἀλγῶ, καὶ τὰ αἰσθητήρια τῆς καρδίας μου μεμάσσει ἡ ψυχή μου, σπαράσσεται ἡ καρδία μου· οὐ σιωπήσομαι, ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, καὶ κραυγὴν πολέμου»[7].