Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Πέμπτη 28 Ιανουαρίου 2016

Ακολουθία εις τους εκ των λατινικών αιρέσεων επιστρέφοντας (1484 μ.Χ.)


ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΥΣ ΕΚ ΤΩΝ ΛΑΤΙΝΙΚΩΝ ΑΙΡΕΣΕΩΝ ΕΠΙΣΤΡΕΦΟΝΤΑΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1484 μ.Χ.

Ἀκολουθία, τυπωθεῖσα ὑπ’ αὐτῆς τῆς ἁγίας καὶ μεγάλης συνόδου, εἰς τοὺς ἐκ τῶν λατινικῶν αἱρέσεων ἐπιστρέφοντας τῇ ὀρθοδόξῳ τε καὶ καθολικῇ Ἐκκλησίᾳ τῆς Κωνσταντινουπόλεως, ἀλλὰ δὴ καὶ τοῖς τρισὶν ἁγιωτάτοις πατριάρχαις τῆς Ἀνατολῆς, Ἀλεξανδρείας δηλονότι, Ἀντιοχείας, καὶ Ἱεροσολύμων.

Ὁ ἀρχιερεύς, ἢ καὶ ὁ ἱερεύς, προτροπῇ αὐτοῦ, βαλὼν ἐπιτραχήλιον, ποιεῖ εὐλογητὸν ἔμπροσθεν τῶν ἁγίων θυρῶν τοῦ βήματος. Καὶ εὐθὺς ἀρχόμεθα τό, Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι. Βασιλεῦ οὐράνιε. Τὸ τρισάγιον. Παναγία τριάς. Πάτερ ἡμῶν. Τό, Κύριε ἐλέησον ιβ΄. Δεῦτε προσκυνήσωμεν. Τὸν Ν΄. Καὶ μετὰ τὸ εἰπεῖν ταῦτα, παρίστησι τὸν ἐκ Λατίνων ἐπιστρέφοντα τῇ ὀρθοδόξῳ πίστει κατέμπροσθεν τῶν ἁγίων θυρῶν τοῦ βήματος, καὶ ἐπερωτᾶ αὐτὸν ἀσκεπῆ ὄντα, λέγων πρὸς αὐτὸν οὕτως·

Τετάρτη 27 Ιανουαρίου 2016

Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1484 μ.Χ.)


ΤΟΜΟΣ ΣΥΝΟΔΙΚΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΣΥΝΟΔΟΥ
1484 μ.Χ.
(ΠΡΟΣ ΑΠΟΚΗΡΥΞΙΝ ΤΗΣ ΕΝΩΤΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΦΕΡΑΡΡΑΣ - ΦΛΩΡΕΝΤΙΑΣ)

Ἡ ἁγία μεγάλη καὶ οἰκουμενικὴ αὕτη σύνοδος, ἡ ἐπινεύ­σει καὶ χάριτι θείᾳ καὶ συνδρομῇ τῶν μακαρίων καὶ ἁγιωτάτων πατριαρχῶν τῆς βασιλίδος τῶν πόλεων Κωνσταντίνου συναθροισθεῖσα ἐν τῷ θείῳ καὶ πανσέπτῳ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τῆς Παμμακαρίστου, τοῦ τε ἀοιδίμου ἐκείνου, τοῦ ἤδη προαποιχομένου, κυροῦ Μαξίμου καὶ τοῦ νῦν τοὺς οἴακας τῆς καθολικῆς Ἐκκλησίας ἰθύνοντος κυροῦ Συμεών, ὥρισε τὰ ὑποτεταγμένα:

Τρίτη 26 Ιανουαρίου 2016

Γενναδίου Κων/λεως Σχολαρίου, Ομολογία πίστεως (1455/6 μ.Χ)


ΓΕΝΝΑΔΙΟΥ
ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ ΤΟΥ ΣΧΟΛΑΡΙΟΥ
ΟΜΟΛΟΓΙΑ ΠΙΣΤΕΩΣ
(1455/6 μ.Χ.)

Τοῦ σοφωτάτου καὶ τιμιωτάτου κυρίου Γενναδίου τοῦ Σχολαρίου, πατριάρχου Κωνσταντινουπόλεως νέας Ῥώμης, ὁμολογία ῥηθεῖσα περὶ τῆς ὀρθῆς καὶ ἀμωμήτου πίστεως τῶν χριστιανῶν πρὸς τοὺς Ἀγαρηνούς.

Ἐρωτηθεὶς γὰρ παρὰ τοῦ Ἀμηρᾶ σουλτάνου τοῦ Μαχμέτη, τί πιστεύετε ὑμεῖς οἱ χριστιανοί; ἀπεκρίνατο οὕτως:

1. Πιστεύομεν, ὅτι ἔστι Θεός, δημιουργὸς πάντων, ὅσα εἰσίν, ἀπὸ τοῦ μὴ εἶναι· ὅτι οὔτε σῶμά ἐστιν, οὔτε σῶμα ἔχει, ἀλλὰ ζῇ νοερῶς· καὶ ἔστι νοῦς ἄριστος καὶ τελειότατος καὶ σοφώτατος· ἀσύνθετός ἐστιν, ἄναρχος, ἀτελεύτητος· ἔστιν ἐν τῷ κόσμῳ καὶ ὑπὲρ τὸν κόσμον· οὐκ ἔστιν ἐν οὐδενὶ τόπῳ, καὶ ἔστιν ἐν παντὶ τόπῳ. Ταῦτά εἰσιν ἰδιώματα τοῦ Θεοῦ, δι’ ὧν χωρίζεται ἀπὸ τῶν κτισμάτων αὐτοῦ, καὶ ἄλλα ὅμοια· ἔστι σοφὸς καὶ ἀγαθὸς καὶ ἀληθὴς καὶ αὐτοαλήθεια. Καὶ ὅσα προτερήματα ἔχουσι τὰ ποιήματα αὐτοῦ μεμερισμένως, ἔχει αὐτὸς μόνος καθ’ ὑψηλότερόν τινα τρόπον· καὶ ταύτας τὰς τελειότητας ἔχουσι καὶ τὰ κτίσματα αὐτοῦ, διότι αὐτὸς δίδωσι ταύτας καὶ τοῖς κτίσμασιν αὐτοῦ. Διότι γὰρ αὐτὸς ἀγαθός ἐστι, καὶ τὰ κτίσματα αὐτοῦ ἀγαθά· διότι σοφός, σοφά· διότι ἀληθής, ἀληθῆ, καὶ τὰ ἄλλα ὁμοίως· πλὴν ὅτι ὁ μὲν Θεὸς κυρίως ἔχει αὐτά, τὰ δὲ κτίσματα κατὰ μετοχήν.

Πέμπτη 21 Ιανουαρίου 2016

Μάρκου Εφέσου του Ευγενικού, Εγκύκλιος Επιστολή (1440/1 μ.Χ.)


ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ
ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ
(1440/1 μ.Χ.)

Τοῖς ἁπανταχοῦ τῆς γῆς καὶ τῶν νήσων εὑρισκομένοις ὀρθοδό­ξοις χριστιανοῖς
Μᾶρκος ἐπίσκοπος τῆς Ἐφεσίων μητροπόλεως ἐν Κυ­ρίῳ χαίρειν.

1. Οἱ τὴν κακὴν ἡμᾶς αἰχμαλωσίαν αἰχμαλωτεύσαντες καὶ πρὸς τὴν Βαβυλῶνα τῶν λατινικῶν ἐθῶν καὶ δογμάτων θελήσαντες κατασῦραι, τοῦ­το μὲν οὐκ ἠδυνήθησαν ἀγαγεῖν εἰς πέρας, αὐτόθεν τε ἀπεμφαῖνον ὁρῶντες καὶ ἄλλως ἀδύνατον· ἐν μέσῳ δέ που τῆς ὁδοῦ καταμείναντες, αὐτοί τε καὶ ὅσοι τούτοις ἐπηκολούθησαν, οὔτ’ ἐκεῖνο λοιπὸν μεμενήκασιν οὔτε τοῦτο γεγόνασιν. Ἰεροσόλυμα μὲν ἀπολιπόντες, τὴν ὡς ἀληθῶς ὅρασιν τῆς εἰρή­νης, καὶ τὸ Σιὼν ὄρος, τὴν βεβαίαν πίστιν καὶ ἄσειστον, Βαβυλώνιοι δὲ γενέσθαι τε καὶ κληθῆναι μήτε βουλόμενοι μήτε δυνάμενοι, καὶ διὰ τοῦτ’ ἂν δικαίως κληθέντες Γραικολατῖνοι, καλούμενοι δ’ οὖν ὑπὸ τῶν πολλῶν λατινόφρονες. Οὗτοι τοίνυν οἱ μιξόθηρες ἄνθρωποι, κατὰ τοὺς ἐν μύθοις ἱπποκενταύρους, μετὰ τῶν Λατίνων μὲν ὁμολογοῦσι τὸ «ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι καὶ τὸν Υἱὸν αἴτιον ἔχειν τῆς ἑαυτοῦ ὑπάρξεως» (οὕτω γὰρ καὶ ὁ αὐτῶν ὅρος διαλαμβάνει), μεθ’ ἡμῶν δὲ τὸ «ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι» λέγουσι. Καὶ μετ’ ἐκείνων μὲν «θε­μιτῶς καὶ εὐλόγως τὴν προσθήκην ἐν τῷ Συμβόλῳ γεγονέναι» φασί, μεθ’ ἡμῶν δὲ λέγειν ταύτην οὐ καταδέχονται· καί τοι γε τὸ θεμιτῶς καὶ εὐλόγως γενόμε­νον τίς ἂν παραιτήσαιτο λέγειν; Καὶ μετ’ ἐκείνων μὲν τὸ ἄζυμον «σῶμα τοῦ Χριστοῦ» λέγουσι, μεθ’ ἡμῶν δὲ αὐτοῦ μεταλαμβάνειν οὐκ ἂν τολμή­σειεν. Ἆρ’ οὐχ ἱκανὰ ταῦτα τὴν γνώμην αὐτῶν διαδεῖξαι, καὶ ὅτι οὐκ ἀλη­θείας ἔρευναν ποιούμενοι, τοῖς Λατίνοις συνῆλθον, ἣν ἐν χερσὶν ἔχοντες προδεδώκασιν, ἀλλὰ χρυσοχοῆσαι βουλόμενοι καὶ πεπλασμένην, οὐκ ἀληθῆ, συστήσασθαι ἕνωσιν;

Μάρκου Εφέσου του Ευγενικού, Ομολογία Πίστεως (1439 μ.Χ.)



ΜΑΡΚΟΥ ΕΦΕΣΟΥ ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ
ΟΜΟΛΟΓΙΑ ΤΗΣ ΟΡΘΗΣ ΠΙΣΤΕΩΣ

ΕΚΤΕΘΕΙΣΑ ΕΝ ΦΛΩΡΕΝΤΙΑ
ΚΑΤΑ ΤΗΝ ΠΡΟΣ ΛΑΤΙΝΟΥΣ ΓΕΝΟΜΕΝΗΝ ΣΥΝΟΔΟΝ
(1439 μ.Χ.)

1. Ἐγὼ τῇ τοῦ Θεοῦ χάριτι δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ ἁγίᾳ καὶ καθολικῇ Ἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν θεὸν καὶ Πατέρα μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. ὅ τε γὰρ Υἱὸς ἐξ αὐτοῦ γεγέννηται καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπο­ρεύεται, μηδὲν τοῦ Υἱοῦ συμβαλλομένου πρὸς τὴν ἐκπόρευσιν, ὥσπερ οὐδὲ τοῦ Πνεύματος πρὸς τὴν γέννησιν, ἢ κατὰ τὸ ἅμα τὰς προό­δους εἶναι καὶ σὺν ἀλλήλαις, ὡς οἱ θεολόγοι Πατέρες διδάσκουσι. Διὰ τοῦ­το γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι «δι’ Υἱοῦ» λέγεται, τουτέστι μετὰ τοῦ Υἱοῦ καὶ ὡς ὁ Υἱός, εἰ καὶ μὴ γεννητῶς ὡς ἐκεῖνος. Ὁ δὲ Υἱὸς οὐ λέγεται γεννᾶ­σθαι διὰ τοῦ Πνεύματος, διὰ τὸ σχετικὸν εἶναι τὸ τοῦ Υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ Υἱὸς εἶναι τοῦ Πνεύματος. ἐντεῦθεν καὶ Πνεῦμα μὲν Υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον, καὶ τὸ δι’ αὐτοῦ πεφηνέναι καὶ δίδοσθαι τοῖς ἀνθρώποις· ὁ δὲ Υἱὸς τοῦ Πατρὸς λέγεται, τοῦ δὲ Πνεύματος ὁ Υἱὸς οὔτε ἔστιν οὔτε λέγεται κατὰ τὸν Νύσσης Γρηγόριον.