Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Παρασκευή 30 Οκτωβρίου 2015

Κυρίλλου Αλεξανδρείας Προς Ιωάννην Αντιοχείας Επιστολή (433 μ.Χ.)


ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ ΙΩΑΝΝΗΝ ΑΝΤΙΟΧΕΙΑΣ ΕΠΙΣΤΟΛΗ
  
«ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ ΟΙ ΟΥΡΑΝΟΙ»
(433 μ.Χ.)

Τῷ κυρίῳ μου ἀγαπητῷ ἀδελφῷ καὶ συλλειτουργῷ Ἰωάννῃ, Κύριλλος, ἐν Κυρίῳ χαίρειν.
«Εὐφραινέσθωσαν οἱ οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ»· λέλυται γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ πέπαυται τὸ λυποῦν καὶ διχονοίας ἁπάσης ἀνῄρηται τρόπος, τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ταῖς ἑαυτοῦ Ἐκκλησίαις τὴν εἰρήνην βραβεύοντος, κεκληκότων δὲ πρὸς τοῦτο ἡμᾶς καὶ τῶν εὐσεβέστατων καὶ θεοφιλεστάτων βασιλέων, οἳ προγονικῆς εὐσεβείας ἄριστοι ζηλωταὶ γεγονότες, ἀσφαλῆ μὲν καὶ ἀκατάσειστον ἐν ἰδίαις ψυχαῖς τὴν ὀρθὴν φυλάττουσι πίστιν, ἐξαίρετον δὲ ποιοῦνται φροντίδα τὴν ὑπὲρ τῶν ἁγίων Ἐκκλησιῶν, ἵνα καὶ διαβόητον ἔχωσιν εἰς αἰῶνα τὴν δόξαν καὶ εὐκλεεστάτην ἀποφήνωσι τὴν ἑαυτῶν βασιλείαν· οἷς καὶ αὐτὸς ὁ τῶν δυνάμεων Κύριος πλουσίᾳ χειρὶ διανέμει τὰ ἀγαθά, καὶ δίδωσι μὲν κατακρατεῖν τῶν ἀνθεστηκότων, χαρίζε­ται δὲ τὸ νικᾶν οὐ γὰρ ἂν διαψεύσαιτο λέγων, ζῶ ἐγώ, λέγει Κύριος, ὅτι τοὺς δοξάζοντάς με δοξάσω. 

Έκθεσις Πίστεως των «Διαλλαγών» (433 μ.Χ.)


ΕΚΘΕΣΙΣ
ΠΙΣΤΕΩΣ ΤΩΝ «ΔΙΑΛΛΑΓΩΝ»
(433 μ.Χ.)

Περὶ δὲ τῆς Θεοτόκου παρθένου ὅπως καὶ φρονοῦμεν καὶ λέγομεν τοῦ τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀναγκαίως, οὐκ ἐν προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς ἄνωθεν ἔκ τε τῶν θείων Γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν ἁγίων Πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ βραχέων ἐροῦμεν, οὐδὲν τὸ σύνολον προστιθέντες τῇ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ ἐκτεθείσῃ πίστει. Ὡς γὰρ ἔφθημεν εἰρηκό­τες, πρὸς πᾶσαν ἐξαρκεῖ καὶ εὐσεβείας γνῶσιν καὶ πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν. Ἐροῦμεν δὲ οὐ κατατολμῶντες τῶν ἀνεφίκτων, ἀλλὰ τῇ ὁμολογίᾳ τῆς οἰκείας ἀσθενείας ἀποκλείοντες τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα.

Κείμενα κατά Πελαγιανών Γ΄ Οικουμενικής Συνόδου (431 μ.Χ.)


ΚΕΙΜΕΝΑ
ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(431 μ.Χ.)
ΚΑΤΑ ΠΕΛΑΓΙΑΝΩΝ

ΕΚ ΤΗΣ
ΣΥΝΟΔΙΚΗΣ ΕΠΙΣΤΟΛΗΣ ΠΡΟΣ ΚΕΛΕΣΤΙΝΟΝ ΡΩΜΗΣ

Ἡ ἁγία Σύνοδος, ἡ κατὰ Θεοῦ χάριν συναχθεῖσα ἐν τῇ Ἐφεσίων μητροπόλει, Κελεστίνῳ ἐπισκόπῳ ἐν Κυρίῳ χαίρειν.
...Ἀναγνωσθέντων δὲ ἐν τῇ ἁγίᾳ Συνόδῳ τῶν ὑπομνημάτων τῶν πεπραγμένων ἐπὶ τῇ καθαιρέσει τῶν ἀνοσίων Πελαγιανῶν καὶ Καιλεστιανῶν, Καιλεστίου, Πελαγίου, Ἰουλιανοῦ, Περσιδίου, Φλώρου, Μαρκελλίνου, Ὀρεντίου καὶ τῶν τὰ αὐτὰ τούτοις φρονούντων, ἐδικαιώσαμεν καὶ ἡμεῖς ἰσχυρὰ καὶ βέβαια μένειν τὰ ἐπ’ αὐτοῖς ὡρισμένα παρὰ τῆς σῆς θεοσεβείας, καὶ σύμψηφοι πάντες ἐσμὲν καθῃρημένους ἄγοντες αὐτούς...

Πέμπτη 29 Οκτωβρίου 2015

Ψήφος Γ΄ Οικουμενικής Συνόδου (431 μ.Χ.)


ΨΗΦΟΣ
ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ (431 μ.Χ.)
(ΚΑΝΩΝ 8)

Πρᾶγμα παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς καὶ τοὺς κανόνας τῶν ἁγίων Ἀποστόλων καινοτομούμενον, καὶ τῆς πάντων ἐλευθερίας ἁπτόμενον, προσήγγειλεν ὁ θεοφιλέστατος συνεπίσκοπος Ῥηγῖνος, καὶ οἱ σὺν αὐτῷ θεοφιλέστατοι ἐπίσκοποι τῆς Κυπρίων ἐπαρχίας, Ζήνων καὶ Εὐάγριος. 

Όρος Πίστεως Γ΄ Οικουμενικής Συνόδου (431 μ.Χ.)


ΟΡΟΣ ΠΕΡΙ ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(431 μ.Χ.)
ΕΝ Ω ΚΑΙ ΠΕΡΙ ΩΝ ΑΝΗΝΕΓΚΕΝ Ο ΧΑΡΙΣΙΟΣ
(ΚΑΝΩΝ 7)

Ὥρισεν ἡ ἁγία Σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει σὺν ἁγίῳ πνεύματι. 

Τετάρτη 28 Οκτωβρίου 2015

Κυρίλλου Αλεξανδρείας Προς Νεστόριον Επιστολή Γ΄ (430 μ.Χ.)


ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΚΩΝ/ΠΟΛΕΩΣ ΕΠΙΣΤΟΛΗ Γ'
ΣΥΝΟΔΙΚΗ

«ΤΟΥ ΣΩΤΗΡΟΣ» (430 μ.Χ.)

«Τῷ εὐλαβεστάτῳ καὶ θεοσεβεστάτῳ συλλειτουργῷ Νεστορίῳ, Κύριλλος καὶ ἡ συνελθοῦσα Σύνοδος ἐν Ἀλεξανδρείᾳ ἐκ τῆς Αἰγυπτιακῆς διοικήσεως, ἐν Κυρίῳ χαίρειν.
Τοῦ Σωτῆρος ἡμῶν λέγοντος ἐναργῶς, ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγα­τέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος, τί πάθωμεν ἡμεῖς, οἱ παρὰ τῆς σῆς εὐλαβείας ἀπαιτούμενοι τὸ ὑπεραγαπᾶσθαι τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ; Τίς ἡμᾶς ἐν ἡμέρᾳ κρίσεως ὀνῆσαι δυνήσεται; ἢ ποίαν εὑρήσομεν τὴν ἀπολογίαν, σιωπὴν οὕτω τιμήσαντες τὴν μακρὰν ἐπὶ ταῖς παρὰ σοῦ γενομέναις κατ’ αὐτοῦ δυσφημίαις; Καὶ εἰ μὲν σαυτὸν ἠδίκεις μόνον, τὰ τοιαῦτα φρονῶν καὶ διδάσκων, ἥττων ἂν ἦν ἡ φροντίς· ἐπειδὴ δὲ πᾶσαν ἐσκανδάλισας Ἐκκλησίαν, καὶ ζύμην αἱρέσεως ἀήθους τε καὶ ξένης ἐμβέβληκας τοῖς λαοῖς, καὶ οὐχὶ τοῖς ἐκεῖσε μόνοις, ἀλλὰ γὰρ καὶ τοῖς ἁπανταχοῦ, περιηνέχθη γὰρ τῶν σῶν ἐξηγήσεων τὰ βιβλία, ποῖος ἔτι ταῖς παρ’ ἡμῶν σιωπαῖς ἀρκέσει λόγος; ἢ πῶς οὐκ ἀνάγκη μνησθῆναι λέγο­ντος τοῦ Χριστοῦ, μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν· ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς.