γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Παρασκευή 31 Μαρτίου 2017

Νεκταρίου Ιεροσολύμων, Εγκύκλιος (1662 μ.Χ.)


ΝΕΚΤΑΡΙΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ
ΕΓΚΥΚΛΙΟΣ
ΠΕΡΙ ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΠΙΣΤΕΩΣ ΠΕΤΡΟΥ ΜΟΓΙΛΑ
1662 μ.Χ.

Νεκτάριος,  ἐλέῳ Θεοῦ Πατριάρχης τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ πάσης Παλαιστίνης. πᾶσι τοῖς ἐντευξομένοις Ὀρθοδόξοις, ἀδελφοῖς ἀγαπητοῖς καὶ τέκνοις ἐν Κυρίῳ, χάρις, εἰρήνη καὶ ἔλεος ἀπὸ Θεοῦ.
Μὴ δὴ παρέργως, ἀναγνῶστα φίλτατε, ταύτην τὴν βίβλον μέτιθι, εἴ σοι βουλή, τῶν εἴη πρὸς πίστιν ὀρθὴν παιδαγωγηθῆναι, καὶ περιϊὼν ἔτι ἐν τῷ ὑλώδει τούτῳ σώματι τοῖς τοῦ ἀΰλου φωτὸς ἁμαρύγμασιν ἐλλαμφθῆναι, ὅπερ ἐστὶ ζῆν ὑπὲρ τὰ ὁρώ­μενα καὶ μετὰ Θεοῦ γενέσθαι τῷ νῷ ἀνιπτάμενος. Σύντομον καὶ γάρ, οὐχ ἧττον δὲ καὶ σαφῆ, περίληψιν ὀρθῶν ἔχει δογμάτων, ὥσπερ κἀκ τῆς ἐπιγραφῆς αὐτῆς ἀριδήλως σοι προαναφανεῖται· ἐπιγράφεται μὲν γὰρ Ὀρθόδοξος Ὁμολογία τῶν Γραι­κῶν, δηλαδὴ εἰλικρινὴς καὶ καθαρά, τῷ μηδ’ ὁπωσοῦν νεωτερισμοῦ τινος ἐπιμιξίαν ἔχειν ἐξ ἑτέρου θρησκεύματος· συντέτακται δὲ τὸ μὲν πρῶτον παρὰ τῆς τῶν Ῥώ­σων Ἐκκλησίας (στιχούσης ἄνωθεν τῷ ὀρθῷ τῆς Ἀνατολικῆς Ἐκκλησίας κανόνι), ἐξ αἰτίας ὁρμωμένης τοιαύτης. Πέτρος Μογίλας (ὁ καὶ πρὸ ὀλίγου τῶν τῇδε μεταστὰς καὶ πρὸς τὸν Θεὸν ὁσίως μεταχωρήσας), παρὰ τοῦ ἀοιδίμου καὶ μακαριωτάτου Πατριάρχου τῶν Ἱεροσολύμων κυρίου Θεοφάνους προβληθεὶς καὶ χειροτονηθεὶς ὀρθόδοξος μητροπολίτης, καὶ τοὺς οἴακας ἐγχειρισθεὶς τῆς κατὰ τὸ Κίοβον μητροπόλεως· ἐνέτυχε τῷ ποιμνίῳ συμπεφυρμένῳ νεωτερισμοῖς τισι τῶν ἐτεροδοξούντων, ἀπᾴδουσι πάντῃ τοῦ ὀρθοῦ καὶ ἀρχαίου σφῶν δόγματος.

Ὅθεν, οἷα καλὸς ποιμὴν καὶ γενναῖος τῆς πίστεως πρόμαχος, σκοπὸν ὅ,τι μάλιστα θεοφιλῆ προὔθετο, ἵνα πρὸς ἣν ἐξ ἀρχῆς εἶχε δογμάτων ὀρθότητα, ἡ τῶν Ῥώσων Ἐκκλησία, ἀπευθύνῃ τε καὶ ἀποκαταστήσῃ, τοὺς δ’ ἀνακύψαντας νεωτερισμοὺς ἐκεῖσε προρρίζους ἐκτέμῃ, καὶ τὸ πνευ­ματικὸν αὐτοῦ λήϊον εὔσταχυ ἀποφήνῃ καὶ καρποφόρον. Ταῦτα τοιγαροῦν ἐκεῖνος καλῶς διανοηθεὶς καὶ τοὔργου συντόμως ἥψατο· σύλλογον καὶ γὰρ τῶν κατὰ τὴν αὐτοῦ παροικίαν ἐλλογίμων τε καὶ ἐπιστημόνων ἀνδρῶν κατὰ τήνδε τὴν μητρόπολιν συναγαγὼν (συναγηοχώς), οὐ μὴν δέ, ἀλλὰ πρὸ τούτων καὶ τοὺς ὑφ’ αὐτὸν τρεῖς ἐπισκόπους (χειροτονηθέντας τότε κἀκείνους παρ’ αὐτοῦ τοῦ ἀοιδίμου τῶν Ἱεροσο­λύμων Πατριάρχου), σκέψεώς τε πολλῆς γενομένης, βουλῇ κοινῇ καὶ γνώμῃ μιᾷ συνεφώνησαν ἅπαντες, ταύτην αὐτῶν τὴν τῆς πίστεως ἔκθεσιν γράψαι τε ἐν κεφαλαίοις, καὶ ἐπίτρεψαι τὴν ὡριμωτέραν αὐτῆς σκέψιν τῇ ἐν Κωνσταντινουπόλει Ἐκκλησίᾳ καὶ τῇ αὐτῆς ἱερᾷ Συνόδῳ, ᾗπερ ἄνωθεν εἴποντο, καὶ πρὸς ἥν, ὡς εἰς κεφαλὴν τοῦ ὀρθοδόξου τῶν Γραικῶν συστήματος, ὑπετάσσοντο, καὶ ὡς εἰς ἀσφαλῆ γνώμονα ἐνητένιζον· ἵν’ ὁποιαοῦν τῶν κεφαλαίων αὕτη ἐγκρίνοι, ταῦτα καὶ οὗτοι διακρατεῖν, καὶ αὖ ὅσα περ ἀποδιοπομπεῖται, ταῦτα κἀκεῖνοι ἀπορρίπτειν ὡς νόθα ἔχοιεν. Συντάξαντες τοιγαροῦν τὴν βίβλον, καὶ «ἔκθεσιν τῆς τῶν Ῥώσων πίστεως» αὐτὴν ἐπιγράψαντες, προσεκαλοῦντο τοὺς παρὰ τῆς ἐν Κωνσταντινουπόλει μεγάλης Ἐκκλησίας εἰς Μολδαβίαν πεμφθησομένους ἐπιτρόπους συνοδικοὺς καὶ πατριαρχικοὺς ἐξάρχους, ἐν ᾧ τόπῳ καὶ παρ’ αὐτῶν ἔφασκον πρέσβεις ἐπιστεῖλαι, ἐφ’ ᾧ πρῶτον ἐκεῖσε ἀνακριθείη τὰ τῆς αὐτῶν πίστεως ἐκτεθέντα κεφάλαια, εἴγε συνάδοιεν, εἴτε καὶ μὴ τῇ τῆς Ἀνατολικῆς Ἐκ­κλησίας ὀρθότητι, μετὰ δὲ τὴν ἐκεῖσε βάσανον καὶ δημοσίως αὐτῇ ταῦτα κοινώσασθαι. Καὶ δὴ λοιπὸν πέμπονται παρὰ τῆς ἱερᾶς Συνόδου ὁ πανιερώτατος μητροπολί­της Νικαίας Πορφύριος, καὶ Μελέτιος ὁ Συρίγος, διδάσκαλος τῆς μεγάλης Ἐκκλησίας ὃς καὶ ἐπ’ εὐσεβέσι καὶ ὀρθοῖς δόγμασι παιδιόθεν ἀνατραφείς τε καὶ παιδευθεὶς καὶ πρὸς τελειότητα βίου καὶ λόγου ἀχθείς, κῆρυξ, διερμηνεὺς καὶ στάθμη τῶν ὀρθῶν τῆς πίστεως δογμάτων καὶ ἔστι καὶ λέγεται. Τὸ πατριαρχικὸν δὲ τότε ἐπιφερόμενος πρόσωπον, σὺν πληρεστάτῃ ἐξουσίᾳ καὶ τῆς ἱερᾶς ἁπάσης συνόδου, ἐς Μολδαβίαν, ὡς ἔφθημεν εἰπόντες, σὺν τῷ Πορφυρίῳ παρεγένετο. Ἀφίκοντο δὲ καὶ παρὰ τῶν Ῥώ­σων, ὅ τε Ἡσαΐας Τρόφιμος καὶ Κονονοβίκιος καὶ Ξενοβίκιος, ἄνδρες τῷ ὄντι θαυμάσιοι καὶ πάσῃ σοφίᾳ καὶ ἐπιστήμῃ κεκοσμημένοι. Τὸν δὲ τῆς γνώσεως πρύτανιν Θεὸν τοῦ ὀρθοῦ λόγου προστήσαντες ἡγήτορα, μετὰ πολλὰς ἀνακρίσεις καὶ ἀναπτύξεις Γραφῶν ἱερῶν, ἐς οὕτω πέρας χρηστὸν τὴν βίβλον προήγαγον, ἀνακαθάραντες ταύτην ἀλλοτρίας γνώμης ἁπάσης καὶ τῆς τῶν νεωτερισμῶν ἐκείνων συμφύρσεως. Κἀκεῖθεν εὐθὺς πρὸς τοὺς τέσσαρας τῶν ἀποστολικῶν θρόνων εὐσεβεῖς καὶ ὀρθοδόξους Πατριάρχας ἐξέπεμψαν· οἳ καὶ ὡς γνήσια καὶ ὀρθὰ περιέχουσαν δόγματα καὶ μηδοπωσοῦν τῆς καθολικῆς καὶ εἰλικρινοῦς τῶν Γραικῶν πίστεως διαμαρτάνουσαν ἀπεδέξαντο, καὶ τοῖς πᾶσιν ὁμοφώνως ἐκήρυξαν, ὡς ἔστιν ἄρα καθαρὰ καὶ ἀνόθευτος· κυρώσαντες δὲ ταῖς σφῶν αὐτῶν ἰδιοχείροις ὑπογραφαῖς μετὰ τῶν περὶ αὐτοὺς ἕκαστος κληρικῶν, ὡς δείκνυνται καὶ ὁρῶνται, οὐ μόνον Ῥώσων, καθολικώτερον δὲ πάντων τῶν Γραικῶν, ὀρθόδοξον πίστιν αὐτὴν ἐπωνόμασαν.
Ἀλλὰ ταύτην τύπῳ μὲν πρὸ πολλοῦ οἱ Ῥῶσοι τῇ σφῶν διαλέκτῳ ἐξέδωκαν, παρὰ δὲ Γραικοῖς ἐν χειρογράφοις καὶ μόναις δέλτοις τέως ἀνεγινώσκετο. Ὁ δὲ σοφώτατος, οὐχ ἧττον δὲ καὶ θεοσεβέστατος καὶ ὀρθοδοξότατος ἑρμηνεὺς τοῦ ἀνανατολικοῦ καὶ δυτικοῦ κράτους τῶν αὐτοκρατόρων, κύριος Παναγιώτης, οἷα τοῦ ἡμετέρου τῶν Γραικῶν γένους ἐς ἄκρον ζηλωτὴς καὶ τοῦ ὀρθοδόξου ἡμῶν δόγμα­τος διάπυρος ὑπερασπιστής, πρὸς τοῖς ἄλλοις αὐτοῦ μεγαλοπρεπέσιν ἔργοις καὶ τοὔργου τούτου γενέσθαι προστάτης οὐκ ὤκνησε, τοῦ τύπῳ δηλαδὴ καὶ κατὰ τὴν ἡμῶν τε καὶ τῶν Λατίνων φωνὴν (καίπερ πολιτικαῖς φροντίσιν ὅσαι ὧραι ἐνειλούμενος) οἰκεῖοις ἀναλώμασι ταύτην ἐκδοῦναι· ἵν’ ἕκαστος τῶν εὐσεβεῖν βουλομένων δίχα δαπάνης (ἀμισθὶ γὰρ πᾶσι τὰς βίβλους δίδοσθαι παρεσκεύασε) κτᾶσθαι ταύτην δύναιτο, κἀντεῦθεν, ὡς ἀπὸ καθαροῦ καὶ ζῶντος ὕδατος καὶ ἀπὸ πηγῶν ἀληθινῶν τοῦ σωτηρίου, ἀνιμᾶσθαι ἔχοι τὰ τῆς καθ’ ἡμᾶς Ἐκκλησίας εὐσεβῆ δόγ­ματα, καὶ μή τισιν ἄλλοις θολεροῖς τῶν ἑτεροδοξούντων δόγμασι ξενίζοιτο καὶ ἐξαπατῷτο. Εἰ δὲ καὶ πεζῇ τῇ φράσει ἐκδίδοται (διὰ τὸ οὐ μόνον σοφοῖς ἀνδράσιν, ἀλλὰ καὶ τοῖς πολλοῖς εὐξύνετον εἶναι), οὐ χρὴ θαυμάζειν· καὶ γὰρ οὐ πρὸς τὸ ἀκαλλὲς τῆς φράσεως, ἀλλὰ πρὸς τὴν τῶν λεγομένων ἀλήθειαν ἀποσκοπεῖν δεῖ τὸν ἐχέφρονα. Ὀφείλομεν δὲ μᾶλλον ἅπαντες μεγάλας καὶ ἀθανάτους τὰς χαρίτας εἰδέναι τῷ ἀνδρί, προξένῳ ἡμῖν γενομένῳ τοῦ τοιούτου καλοῦ, ἐκλιπαρεῖν τε τὸ θεῖον ἀνταποδοῦναι πλουσίως αὐτῷ, καὶ ἀθανάτους τὰς ἀμοιβὰς ἐν τῇ τῆς ἀνταποδόσεως ἡμέρᾳ.
Ἐν Κωνσταντινουπόλει, ἐν τῇ ἡμέτερᾳ μονῇ, ἔτει αχξβ΄, Νοεμβρίῳ κ΄.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. ΙΙ, ἐν Ἀθήναις 1953, σ. 585-586.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου