ΣΥΝΟΔΙΚΗ
ΕΠΙΣΤΟΛΗ
ΤΗΣ ΕΝ
ΚΩΝ/ΠΟΛΕΙ Β' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(382
μ.Χ.)
ΠΡΟΣ
ΤΟΥΣ ΕΝ ΡΩΜΗ ΕΠΙΣΚΟΠΟΥΣ
Κυρίοις τιμιωτάτοις καὶ
εὐλαβεστάτοις ἀδελφοῖς
καὶ συλλειτουργοῖς, Δαμάσῳ,
Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ,
Ἀχολίῳ, Ἀνεμίῳ, Βασιλείῳ, καὶ
τοῖς λοιποῖς ἁγίοις
ἐπισκόποις τοῖς συνεληλυθόσιν ἐν
τῇ μεγαλοπόλει ῾Ρώμῃ,
ἡ ἁγία Σύνοδος τῶν ὀρθοδόξων
ἐπισκόπων τῶν συνεληλυθότων ἐν
τῇ μεγαλοπόλει Κωνσταντινουπόλει, ἐν
Κυρίῳ χαίρειν.
Τὸ
μὲν ὡς ἀγνοοῦσαν διδάσκειν τὴν ὑμετέραν
εὐλάβειαν καὶ διηγεῖσθαι
τῶν παθημάτων τὸ πλῆθος
τῶν ἐπαχθέντων ἡμῖν
παρὰ τῆς τῶν ἀρειανῶν δυναστείας, περιττὸν
ἴσως. Οὔτε γὰρ
οὕτω πάρεργον τὰ καθ’ ἡμᾶς
κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν ὡς
δεῖσθαι τοῦ μαθεῖν
ταῦτα οἷς ἐχρῆν συναλγεῖν, οὔτε
τοιοῦτοί τινες οἱ περισχόντες ἡμᾶς
χειμῶνες ὡς λανθάνειν ὑπὸ
σμικρότητος· ὅ τε χρόνος τῶν διωγμῶν
νεαρός, ἔναυλον ἔτι φυλάττων τὴν
μνήμην οὐ τοῖς πεπονθόσι μόνον, ἀλλὰ
καὶ τοῖς δι’ ἀγάπην τὰ
τῶν πεπονθότων οἰκειουμένοις. Χθὲς
γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ
μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς
τὰς ἑαυτῶν Ἐκκλησίας διὰ μυρίων ἐπανήκασι
θλίψεων, τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς
ἐξορίαις ἐπανεκομίσθη τὰ
λείψανα.
Τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, ἔτι
βράζοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ,
πικρότερα τῶν ἐπὶ τῆς ἀλλοτρίας ἐπὶ
τῆς οἰκείας ὑπέμειναν, λίθοις παρ’
αὐτῶν τελειωθέντες κατὰ τὸν
μακάριον Στέφανον· ἄλλοι διαφόροις καταξανθέντες αἰκίαις
ἔτι τὰ στίγματα τοῦ Χριστοῦ
καὶ τοὺς μώλωπας ἐν τῷ
σώματι περιφέρουσι. Χρημάτων δὲ ζημίας καὶ
προστιμήσεις πόλεων, καὶ τὰς τῶν καθ’ ἕνα δημεύσεις καὶ
συσκευὰς καὶ ὕβρεις καὶ δεσμωτήρια τίς ἂν
ἐξαριθμήσασθαι δύναιτο; Πᾶσαι γὰρ
ὄντως ἐφ’ ἡμᾶς
αἱ θλίψεις ἐπληθύνθησαν ὑπὲρ
ἀριθμόν, ἴσως μὲν
ἐπεὶ δίκας ἁμαρτημάτων ἐτίνομεν,
ἴσως δὲ καὶ
τοῦ φιλάνθρωπου Θεοῦ διὰ
τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς
γυμνάζοντος. Τούτων μὲν οὖν τῷ Θεῷ χάρις, ὃς καὶ
διὰ τοσούτων θλιψεων τοὺς ἑαυτοῦ
δούλους ἐπαίδευσε, καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν
αὐτοῦ πάλιν ἐξήγαγεν ἡμᾶς
εἰς ἀναψυχήν. Ἡμῖν
δὲ μακρὰς μὲν
ἔδει σχολῆς, καὶ
πολλοῦ χρόνου καὶ πόνου, πρὸς
τὴν τῶν Ἐκκλησιῶν ἐπανορθῶσιν,
ἵν’ ὥσπερ ἐκ μακρᾶς
ἀρρωστίας, ταῖς κατὰ
μικρὸν ἐπιμελείαις τὸ σῶμα
τῆς Ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς
τὴν ἀρχαίαν τῆς εὐσεβείας
ὑγίειαν ἐπαναγάγωμεν. Καὶ
γὰρ εἰ τὰ μάλιστα δοκοῦμεν τῆς
τῶν διωγμῶν ἀπηλλάχθαι
σφοδρότητας, καὶ τὰς Ἐκκλησίας χρονίως παρὰ τῶν
αἱρετικῶν κατασχεθείσας ἀρτίως
ἀνακομίζεσθαι, πλὴν ἀλλὰ
βαρεῖς ἡμῖν λύκοι, καὶ μετὰ
τὸ τῆς μάνδρας ἐξωσθῆναι,
κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες,
ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες
ἐπαναστάσεις, ὄκνουντες οὐδὲν
εἰς τὴν τῶν Ἐκκλησιῶν βλάβην.
Ἦν
μὲν οὖν ὅπερ εἰρήκαμεν ἀναγκαῖον,
πλείονα ἡμᾶς προσασχοληθῆναι χρόνον. Ἐπειδὴ
μέντοι τὴν ἀδελφικὴν περὶ
ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, Σύνοδον
ἐπὶ τῆς Ῥώμης Θεοῦ βουλήσει συγκροτοῦντες,
καὶ ἡμᾶ ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν
τοῦ θεοφιλέστατου βασιλέως γραμμάτων, ἵν’
ἐπειδὴ τότε τὰς θλίψεις μόνοι
κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν
εὐσέβειαν συμφωνίᾳ μὴ
χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ
καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν
ἀποστολικὴν φωνὴν
συμβασιλεύσωμεν· εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν ἀθρόως
καταλιποῦσι τὰς Ἐκκλησίας, τῷ πόθῳ
ἢ τῇ χρείᾳ χαρίσασθαι. Τίς γὰρ
ἡμῖν δώσει πτέρυγας ὡσεὶ
περιστερᾶς, καὶ πετασθησόμεθα, καὶ
πρὸς ὑμᾶς καταπαύσομεν; Ἐπεὶ
δὲ τοῦτο παντελῶς ἐγύμνου
τὰς Ἐκκλησίας, ἄρτι τῆς
ἀνανεώσεως ἀρχομένας, καὶ
τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς
πολλοῖς ἀδύνατον· συνεδεδραμήκειμεν γὰρ εἰς
τὴν Κωνσταντινούπολιν, ἐν τῶν
πέρυσι γραμμάτων τῶν παρὰ τῆς
ὑμετέρας τιμιότητος μετὰ τὴν
ἐν Ἀκυληΐᾳ Σύνοδον πρὸς τὸν
θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων πρὸς
μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι
Κωνσταντινουπόλεως παρεσκευασμένοι, καὶ περὶ
ταύτης μόνης τῆς Συνόδου τῶν ἐν
ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι,
μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν, μήτε προακούσαντες ὅλως,
πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν· πρὸς
δὲ τούτοις, καὶ τῆς
προθεσμίας διὰ στενότητα, μήτε πρὸς παρασκευὴν
μακροτέρας ἀποδημίας ἐνδιδούσης καιρόν, μήτε
πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοινωνικοὺς ἐπισκόπους
ὑπομνησθῆναι, καὶ
τὰς παρ’ αὐτῶν
συγκαταθέσεις λαβεῖν· ἐπειδὴ ταῦτα, καὶ πολλὰ
πρὸς τούτοις ἕτερα, τὴν
τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ
δεύτερον ἦν, εἴς τε τῶν πραγμάτων ἐπανόρθωσιν,
καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς
ἀγάπης ἀπόδειξιν, τοῦτο
πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους
συλλειτουργοὺς καὶ ἀδελφοὺς ἡμῶν
ἐπισκόπους, Κυριακόν, Εὐσέβιον καὶ
Πρισκιανόν, προθύμως καμεῖν ἄχρις ὑμῶν
δυσωπήσαντες· δι’ ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν
οὖσαν, καὶ σκοπὸν
ἑνώσεως ἔχουσαν, καὶ
τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πίστεως φανερὸν ποιοῦμεν.
Ἡμεῖς γὰρ εἴτε διωγμοὺς εἴτε
θλίψεις εἴτε βασιλείους ἀπειλὰς
εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας εἴτε
τινὰ πειρασμὸν ἕτερον
παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν,
ὑπὲρ τῆς εὐαγγελικῆς Πίστεως τῆς
ἐν Νικαίᾳ τῆς
Βιθυνίας παρὰ τῶν Πατέρων κυρωθείσης ὑπέστημεν. Ταύτην γὰρ
καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ
διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς
πίστεως συναρέσκειν δεῖ πρεσβυτάτην τε οὖσαν καὶ
ἀκόλουθον τῷ βαπτίσματι, καὶ
διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ
ὄνομα τοῦ Πατρὸς
καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, δηλαδὴ θεότητος καὶ
δυνάμεως καὶ οὐσίας μιᾶς τοῦ
Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος πιστευομένης, ὁμοτίμου
τε τῆς ἀξίας καὶ συναϊδίου τῆς
βασιλείας, ἐν τρισὶ τελειοτάταις ὑποστάσεσιν,
ἤγουν τρισὶ τελείοις προσώποις, ὡς
μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν
συγχεομένων τῶν ὑποστάσεων εἴτουν τῶν
ἰδιοτήτων ἀναιρουμένων, μήτε μὴν
τὴν εὐνομιανῶν καὶ
ἀρειανῶν καὶ
πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς
οὐσίας ἢ τῆς
φύσεως ἢ τῆς θεότητος τεμνομένης καὶ τῇ
ἀκτίστῳ καὶ
ὁμοουσίῳ καὶ
συναϊδίῳ Τριάδι μεταγενεστέρας τινὸς ἢ
κτιστῆς ἢ ἑτεροουσίου φύσεως ἐπαγομένης. Καὶ
τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ
Κυρίου λόγον ἀδιάστροφον σῴζομεν, οὔτε
ἄψυχον οὔτε ἄνουν
ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν
παραδεχόμενοι, ὅλον δὲ εἰδότες
τέλειον μὲν πρὸ αἰώνων ὄντα Θεὸν
Λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ’ ἐσχάτων
τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενον.
Τὰ
μὲν οὖν κατὰ τὴν
Πίστιν τὴν παρ’ ἡμῶν
ἀνυποστόλως κηρυττομένην ὡς ἐν
κεφαλαίῳ τοιαῦτα· περὶ
ὧν καὶ ἐπὶ πλεῖον ψυχαγωγηθῆναι δυνήσεσθε, τῷ
τε ἐν Ἀντιοχείᾳ Τόμῳ
παρὰ τῆς ἐκεῖ συνελθούσης Συνόδου γεγενημένῳ
καταξιώσαντες ἐντυχεῖν καὶ
τῷ πέρυσιν ἐν Κωνσταντινουπόλει
παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι
Συνόδου, ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν
καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων
ἀναθεματισμὸν ἔγγραφον
πεποιήκαμεν. Περὶ δὲ τῶν οἰκονομιῶν τῶν
κατὰ μέρος ἐν ταῖς
Ἐκκλησίαις, παλαιός τε, ὡς ἴστε,
θεσμὸς κεκράτηκε, καὶ τῶν
ἁγίων ἐν Νίκαιᾳ
Πατέρων ὅρος καθ’ ἑκάστην ἐπαρχίαν
τοὺς τῆς ἐπαρχίας, καὶ εἴπερ
ἐκεῖνοι βούλοιντο σὺν αὐτοῖς
τοὺς ὁμόρους, πρὸς τὸ
συμφέρον ποιεῖσθαι τὰς χειροτονίας. Οἷς
ἀκολούθως, τάς τε λοιπὰς Ἐκκλησίας
παρ’ ἡμῖν οἰκονομεῖσθαι γινώσκετε, καὶ
τῶν ἐπισημότατων Ἐκκλησιῶν
ἀναδεδεῖχθαι τοὺς
ἱερεῖς. Ὅθεν τῆς μὲν
ἐν Κωνσταντινουπόλει νεοπαγοῦς, ὡς
ἂν εἴποι τις, Ἐκκλησίας, ἣν
ὥσπερ ἐκ στόματος λέοντος τῆς
τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον
ἐξηρπάσαμεν διὰ τῶν
οἰκτιρμῶν τοῦ
Θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νεκτάριον
ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ
τῆς οἰκουμενικῆς Συνόδου μετὰ
κοινῆς ὁμονοίας, ὑπ’ ὄψεσι
καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου παντός τε τοῦ
κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς
Πόλεως. Τῆς δὲ πρεσβυτάτης καὶ ὄντως
ἀποστολικῆς Ἐκκλησίας
τῆς ἐν Ἀντιοχείᾳ τῆς
Συρίας, ἐν ᾗ πρώτῃ τὸ
τίμιον τῶν χριστιανῶν ἐχρημάτισεν
ὄνομα, τὸν αἰδεσιμώτατον
καὶ θεοφιλέστατον ἐπίσκοπον Φλαβιανὸν
οἵ τε τῆς ἐπαρχίας
καὶ τῆς ἀνατολικῆς διοικήσεως συνδραμόντες
κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς
Ἐκκλησίας ὥσπερ διὰ
μιᾶς φωνῆς τὸν
ἄνδρα τιμησάσης· ἥνπερ ἔνθεσμον
χειροτονίαν ἐδέξατο καὶ τὸ
τῆς Συνόδου κοινόν. Τῆς δέ γε μητρὸς
ἁπασῶν τῶν Ἐκκλησιῶν τῆς
ἐν Ἰεροσολύμοις, τὸν αἰδεσιμώτατον
καὶ θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι
γνωρίζομεν, κανονικῶς τε παρὰ τῶν
τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι καὶ
πλεῖστα πρὸς τοὺς
ἀρειανοὺς ἐν
διαφόροις χρόνοις ἀθλήσαντα. Οἷς ὡς
ἐνθέσμως καὶ κανονικῶς
παρ’ ἡμῖν κεκρατηκόσι, καὶ τὴν
ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν,
τῆς πνευματικῆς μεσιτευούσης ἀγάπης,
καὶ τοῦ κυριακοῦ φόβου, πᾶσαν
μὲν καταστέλλοντας ἀνθρωπίνην προσπάθειαν,
τὴν δὲ τῶν Ἐκκλησιῶν οἰκοδομὴν
προτιμοτέραν ποιοῦντος τῆς πρὸς
τὸν καθ’ ἕνα συνηθείας ἢ
χάριτος. Οὕτω γὰρ τόν τε τῆς πίστεως συμφωνηθέντος
λόγου, καὶ τῆς χριστιανικῆς κυρωθείσης ἐν
ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ
τῶν ἀποστόλων κατεγνωσμένον «Ἐγὼ
μέν εἰμι Παύλου, ἐγὼ
δὲ Ἀπόλλω, ἐγὼ
δὲ Κηφᾶ»· πάντες δὲ Χριστοῦ
φανέντες, ὃς ἐν ἡμῖν οὐ μεμέρισται, Θεοῦ καταξιοῦντος,
ἄσχιστον τὸ σῶμα
τῆς Ἐκκλησίας τηρήσομεν, καὶ τῷ
βήματι τοῦ Κυρίου μετὰ παρρησίας
παραστησόμεθα. Ταῦτα κατά τε τῆς Ἀρείου,
καὶ Ἀετίου, καὶ Εὐνομίου
μανίας, καὶ μέντοι καὶ κατὰ
Σαβελλίου, καὶ Φωτεινοῦ, καὶ
Μαρκέλλου, Παύλου τε Σαμοσατέως καὶ Μακεδονίου
γεγράφασιν. Ὡσαύτως δὲ καὶ
τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς
ἀπεκήρυξαν, εἰρηκότες. Καὶ
τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ
Κυρίου λόγον ἀδιάστροφον σῴζομεν οὔτε
ἄψυχον, οὔτε ἄνουν,
ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν
παραδεχόμενοι.
ΠΗΓΗ: Ἰω.
Ρωμανίδου, Δογματικὴ καὶ Συμβολικὴ Θεολογία τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Β΄, ἔκδ. δ΄, ἔκδ. Πουρναρᾶς, Θεσ/νίκη 2000, σ.
9-13.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου