ΕΚ ΤΩΝ
ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ
ΝΙΚΑΙΑ Α' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ
ΠΕΡΙΕΧΟΜΕΝΟΥ
(325 μ.Χ.)
Κανὼν 6: Τὰ ἀρχαῖα ἔθη
κρατείτω, τὰ ἐν Αἰγύπτῳ, καὶ Λιβύῃ καὶ Πενταπόλει, ὥστε τὸν ἐν Ἀλεξανδρείᾳ
ἐπίσκοπον πάντων τούτων ἔχειν τὴν ἐξουσίαν· ἐπειδὴ καὶ τῷ ἐν Ῥώμῃ ἐπισκόπῳ
τοῦτο σύνηθές ἐστιν. Ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀντιόχειαν, καὶ ἐν ταῖς ἄλλαις
ἐπαρχίαις, τὰ πρεσβεῖα σῴζεσθαι ταῖς Ἐκκλησίαις. Καθόλου δὲ πρόδηλον ἐκεῖνο·
ὅτι, εἴ τις χωρὶς γνώμης τοῦ μητροπολίτου γένοιτο ἐπίσκοπος, τὸν τοιοῦτον ἡ
μεγάλη σύνοδος ὥρισε μὴ δεῖν εἶναι ἐπίσκοπον. Ἐάν μέντοι τῇ κοινῇ πάντων ψήφῳ,
εὐλόγῳ οὔσῃ, καὶ κατὰ κανόνα ἐκκλησιαστικόν, δύο, ἢ τρεῖς δι’ οἰκείαν
φιλονεικίαν ἀντιλέγωσι, κρατείτω ἡ τῶν πλειόνων ψῆφος[1].
Κανὼν 7: Ἐπειδὴ
συνήθεια κεκράτηκε, καὶ παράδοσις ἀρχαία, ὥστε τὸν ἐν Αἰλίᾳ ἐπίσκοπον τιμᾶσθαι,
ἐχέτω τὴν ἀκολουθίαν τῆς τιμῆς, τῇ μητροπόλει σῳζομένου τοῦ οἰκείου ἀξιώματος[2].
Κανὼν 8: Περὶ τῶν
ὀνομαζόντων μὲν ἑαυτοὺς Καθαρούς ποτε, προσερχομένων δὲ τῇ καθολικῇ καὶ
ἀποστολικῇ Ἐκκλησία, ἔδοξε τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ὥστε χειροθετουμένους
αὐτούς, μένειν οὕτως ἐν τῷ κλήρῳ. Πρὸ πάντων δὲ τοῦτο ὁμολογῆσαι αὐτοὺς
ἐγγράφως προσήκει, ὅτι συνθήσονται καὶ ἀκολουθήσουσι τοῖς τῆς καθολικῆς καὶ
ἀποστολικῆς Ἐκκλησίας δόγμασι· τοὐτέστι, καὶ διγάμοις κοινωνεῖν καὶ τοῖς ἐν τῷ
διωγμῷ παραπεπτωκόσιν, ἐφ’ ὧν καὶ χρόνος τέτακται καὶ καιρὸς ὥρισται· ὥστε
αὐτοὺς ἀκολουθεῖν ἐν πᾶσι τοῖς δόγμασι τῆς καθολικῆς Ἐκκλησίας. Ἔνθα μὲν οὖν
πάντες, εἴτε ἐν κώμαις, εἴτε ἐν πόλεσιν, αὐτοὶ μόνοι εὑρίσκοιντο
χειροτονηθέντες, οἱ εὑρισκόμενοι ἐν τῷ κλήρῳ ἔσονται ἐν τῷ αὐτῷ σχήματι. Εἰ δὲ
τοῦ τῆς καθολικῆς Ἐκκλησίας ἐπισκόπου, ἢ πρεσβυτέρου ὄντος, προσέρχονταί τινες,
πρόδηλον, ὡς ὁ μὲν ἐπίσκοπος τῆς Ἐκκλησίας ἕξει τὸ ἀξίωμα τοῦ ἐπισκόπου· ὁ δὲ
ὀνομαζόμενος παρὰ τοῖς λεγομένοις Καθαροῖς ἐπίσκοπος, τὴν τοῦ πρεσβυτέρου τιμὴν
ἕξει· πλὴν εἰ μὴ ἄρα δοκοίῃ τῷ ἐπισκόπῳ, τῆς τιμῆς τοῦ ὀνόματος αὐτὸν μετέχειν.
Εἰ δὲ τοῦτο αὐτῷ μὴ ἀρέσκοι, ἐπινοήσει τόπον ἢ χωρεπισκόπου ἢ πρεσβυτέρου ὑπὲρ
τοῦ ἐν τῷ κλήρῳ ὅλως δοκεῖν εἶναι· ἵνα μὴ ἐν τῇ πόλει δύο ἐπίσκοποι ὦσιν[3].
Κανὼν 13: Περὶ δὲ τῶν
ἐξοδευόντων, ὁ παλαιὸς καὶ κανονικὸς νόμος φυλαχθήσεται καὶ νῦν, ὥστε, εἴ τις
ἐξοδεύοι, τοῦ τελευταίου καὶ ἀναγκαιοτάτου ἐφοδίου μὴ ἀποστερεῖσθαι. Εἰ δὲ
ἀπογνωσθείς, καὶ κοινωνίας τυχών, πάλιν ἐν τοῖς ζῶσιν ἐξετασθῇ, μετὰ τῶν
κοινωνούντων τῆς εὐχῆς μόνης ἔστω. Καθόλου δὲ καὶ περὶ παντὸς οὑτινοσοῦν
ἐξοδεύοντος, αἰτοῦντος τοῦ μετασχεῖν εὐχαριστίας, ὁ ἐπίσκοπος μετὰ δοκιμασίας
μεταδιδότω τῆς προσφορᾶς.
Κανὼν 19: Περὶ τῶν Παυλιανισάντων,
εἶτα προσφυγόντων τῇ καθολικῇ Ἐκκλησίᾳ, ὅρος ἐκτέθειται ἀναβαπτίζεσθαι αὐτοὺς
ἐξάπαντος. Εἰ δέ τινες τῷ παρεληλυθότι χρόνῳ ἐν τῷ κλήρῳ ἐξητάσθησαν, εἰ μὲν
ἄμεμπτοι καὶ ἀνεπίληπτοι φανεῖεν ἀναβαπτισθέντες, χειροτονείσθωσαν ὑπὸ τοῦ τῆς
καθολικῆς Ἐκκλησίας ἐπισκόπου. Εἰ δὲ ἡ ἀνάκρισις ἀνεπιτηδείους αὐτοὺς
εὑρίσκοι, καθαιρεῖσθαι αὐτοὺς προσήκει. Ὡσαύτως δὲ καὶ περὶ τῶν διακονισσῶν,
καὶ ὅλως περὶ τῶν ἐν τῷ κλήρῳ ἐξεταζομένων, ὁ αὐτὸς τύπος παραφυλαχθήσεται.
Ἐμνήσθημεν δὲ τῶν διακονισσῶν τῶν ἐν τῷ σχήματι ἐξετασθεισῶν, ἐπεὶ μηδὲ
χειροθεσίαν τινὰ ἔχουσιν, ὥστε ἐξάπαντος ἐν τοῖς λαϊκοῖς αὐτὰς ἐξετάζεσθαι[4].
Κανὼν 20: Ἐπειδὴ τινές
εἰσιν ἐν τῇ Κυριακῇ γόνυ κλίνοντες, καὶ ἐν ταῖς τῆς Πεντηκοστῆς ἡμέραις, ὑπὲρ
τοῦ πάντα ἐν πάσῃ παροικίᾳ ὁμοίως παραφυλάττεσθαι, ἑστῶτας ἔδοξε τῇ ἁγίᾳ συνόδῳ
τὰς εὐχὰς ἀποδιδόναι τῷ Θεῷ[5].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960,
σ. 123-124.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου