ΚΥΡΙΛΛΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ
ΝΕΣΤΟΡΙΟΝ ΚΩΝ/ΠΟΛΕΩΣ ΕΠΙΣΤΟΛΗ Γ'
ΣΥΝΟΔΙΚΗ
«ΤΟΥ
ΣΩΤΗΡΟΣ» (430 μ.Χ.)
«Τῷ
εὐλαβεστάτῳ καὶ
θεοσεβεστάτῳ συλλειτουργῷ Νεστορίῳ,
Κύριλλος καὶ ἡ συνελθοῦσα Σύνοδος ἐν
Ἀλεξανδρείᾳ ἐκ
τῆς Αἰγυπτιακῆς διοικήσεως, ἐν
Κυρίῳ χαίρειν.
Τοῦ
Σωτῆρος ἡμῶν λέγοντος ἐναργῶς,
ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ
ἐμὲ οὐκ ἔστι μου ἄξιος, καὶ
ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ
ἐμὲ οὐκ ἔστι μου ἄξιος, τί πάθωμεν ἡμεῖς,
οἱ παρὰ τῆς σῆς εὐλαβείας ἀπαιτούμενοι τὸ
ὑπεραγαπᾶσθαι τοῦ
πάντων ἡμῶν Σωτῆρος Χριστοῦ;
Τίς ἡμᾶς ἐν ἡμέρᾳ κρίσεως ὀνῆσαι
δυνήσεται; ἢ ποίαν εὑρήσομεν τὴν
ἀπολογίαν, σιωπὴν οὕτω
τιμήσαντες τὴν μακρὰν ἐπὶ
ταῖς παρὰ σοῦ
γενομέναις κατ’ αὐτοῦ δυσφημίαις; Καὶ εἰ
μὲν σαυτὸν ἠδίκεις
μόνον, τὰ τοιαῦτα φρονῶν
καὶ διδάσκων, ἥττων ἂν
ἦν ἡ φροντίς· ἐπειδὴ
δὲ πᾶσαν ἐσκανδάλισας Ἐκκλησίαν, καὶ
ζύμην αἱρέσεως ἀήθους τε καὶ
ξένης ἐμβέβληκας τοῖς λαοῖς,
καὶ οὐχὶ τοῖς ἐκεῖσε μόνοις, ἀλλὰ
γὰρ καὶ τοῖς ἁπανταχοῦ, περιηνέχθη γὰρ
τῶν σῶν ἐξηγήσεων τὰ βιβλία, ποῖος
ἔτι ταῖς παρ’ ἡμῶν
σιωπαῖς ἀρκέσει λόγος; ἢ πῶς
οὐκ ἀνάγκη μνησθῆναι λέγοντος τοῦ
Χριστοῦ, μὴ νομίσητε ὅτι ἦλθον
βαλεῖν εἰρήνην ἐπὶ
τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην,
ἀλλὰ μάχαιραν· ἦλθον γὰρ
διχάσαι ἄνθρωπον κατὰ τοῦ
πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς
μητρὸς αὐτῆς.
Πίστεως γὰρ ἀδικουμένης,
ἐρρέτω μὲν ὡς
ἕωλος καὶ ἐπισφαλὴς
ἡ πρὸς γονέας αἰδώς, ἠρεμείτω
δὲ καὶ ὁ τῆς εἰς τέκνα καὶ ἀδελφοὺς
φιλοστοργίας νόμος, καὶ τοῦ ζῆν ἀμείνων ἔστω λοιπὸν
τοῖς εὐσεβέσιν ὁ θάνατος, ἵνα
κρείττονος ἀναστάσεως τύχωσι, κατὰ τὸ
γεγραμμένον. Ἰδοὺ τοίνυν ὁμοῦ
τῇ ἁγίᾳ Συνόδῳ τῇ
κατὰ τὴν μεγάλην Ῥώμην συνειλεγμένη,
προεδρεύοντος τοῦ ὁσιωτάτου καὶ θεοσεβεστάτου ἀδελφοῦ
καὶ συλλειτουργοῦ ἡμῶν
Κελεστίνου τοῦ ἐπισκόπου, καὶ τρίτῳ
σοι τούτῳ διαμαρτυρόμεθα γράμματι, συμβουλεύοντες ἀποσχέσθαι
τῶν οὕτω σκαιῶν καὶ
ἐξεστραμμένων δογμάτων, ἃ καὶ
φρονεῖς καὶ διδάσκεις, ἀνθελέσθαι δὲ
τὴν ὀρθὴν πίστιν, τὴν ταῖς
Ἐκκλησίαις παραδοθεῖσαν ἐξ
ἀρχῆς διὰ τῶν ἁγίων ἀποστόλων καὶ
εὐαγγελιστῶν, οἳ
καὶ αὐτόπται καὶ ὑπηρέται
τοῦ Λόγου γεγόνασιν. Ἤ εἰ
μὴ τοῦτο δράσειεν ἡ σὴ
εὐλάβεια, κατὰ τὴν
ὁρισθεῖσαν προθεσμίαν ἐν
τοῖς γράμμασι τοῦ μνημονευθέντος ὁσιωτάτου
καὶ θεοσεβεστάτου ἐπισκόπου καὶ
συλλειτουργοῦ ἡμῶν τῆς Ῥωμαίων Κελεστίνου, γίνωσκε σαυτὸν
οὐδένα κλῆρον ἔχοντα
μεθ’ ἡμῶν, οὐδὲ τόπον ἢ λόγον ἐν
τοῖς ἱερεῦσι τοῦ Θεοῦ
καὶ ἐπισκόποις. Οὐδὲ
γὰρ ἐνδέχεται περιϊδεῖν ἡμᾶς
Ἐκκλησίας οὕτω τεθορυβημένας καὶ
σπανδαλισθέντας λαοὺς καὶ πίστιν ὀρθὴν
ἀθετουμένην, καὶ διασπώμενα παρὰ
σοῦ τὰ ποίμνια, τοῦ σῴζειν
ὀφείλοντος, εἴπερ ἦσθα
καθ’ ἡμᾶς ὀρθῆς δόξης ἐραστής, τὴν
τῶν ἁγίων Πατέρων ἰχνηλατῶν
εὐσέβειαν· ἅπασι δὲ
τοῖς παρὰ τῆς
σῆς εὐλαβείας κεχωρισμένοις διὰ τὴν
πίστιν, ἢ καθαιρεθεῖσι λαϊκοῖς
τε καὶ κληρικοῖς, κοινωνικοὶ
πάντες ἐσμέν· οὐ γάρ ἐστι
δίκαιον τοὺς ὀρθὰ φρονεῖν ἐγνωκότας
σαῖς ἀδικεῖσθαι ψήφοις, ὅτι σοὶ
καλῶς ποιοῦντες ἀντειρήκασι.
Τοῦτο γὰρ αὐτὸ καταμεμήνυκας ἐν τῇ
ἐπιστολῇ τῇ
γραφείσῃ παρὰ σοῦ πρὸς τὸν τῆς μεγάλης Ῥώμης ἁγιώτατον
συνεπίσκοπον ἡμῶν Κελεστῖνον. Οὐκ
ἀρκέσει δὲ τῇ
σῇ εὐλαβείᾳ τὸ
συνομολογῆσαι μόνον τὸ τῆς
Πίστεως Σύμβολον, τὸ ἐκτεθὲν κατὰ καιροὺς
ἐν ἁγίῳ Πνεύματι παρὰ τῆς
ἁγίας καὶ μεγάλης Συνόδου, τῆς
κατὰ καιροὺς συναχθείσης ἐν
τῇ Νικαέων· νενόηκας γὰρ καὶ
ἡρμήνευσας οὐκ ὀρθῶς
αὐτό, διεστραμμένως δὲ μᾶλλον,
κἂν ὁμολογῇς τῇ
φωνῇ τὴν λέξιν· ἀλλὰ
γὰρ ἀκόλουθον ἐγγράφως καὶ
ἐνωμότως ὁμολογῆσαι,
ὅτι καὶ ἀναθεματίζεις
μὲν τὰ σαυτοῦ μιαρὰ
καὶ βέβηλα δόγματα, φρονήσεις δὲ καὶ
διδάξεις, ἃ καὶ ἡμεῖς ἅπαντες, οἵ τε κατὰ
τὴν ἑσπέραν καὶ τὴν
ἑῴαν ἐπίσκοποι καὶ διδάσκαλοι καὶ
λαῶν ἡγούμενοι· συνέθετο δὲ καὶ
ἡ κατὰ τὴν Ῥώμην ἁγία Σύνοδος, καὶ
ἡμεῖς ἅπαντες, ὡς ὀρθῶς
ἐχούσαις καὶ ἀνεπιλήπτως
ταῖς γραφείσαις ἐπιστολαῖς
πρὸς τὴν σὴν εὐλάβειαν παρὰ τῆς
Ἀλεξανδρέων Ἐκκλησίας. Ὑπετάξαμεν
δὲ τούτοις ἡμῶν
τοῖς γράμμασιν, ἅ τε δεῖ
φρονεῖν καὶ διδάσκειν, καὶ ὧν
ἀπέχεσθαι προσήκει. Αὕτη γὰρ
τῆς καθολικῆς καὶ
ἀποστολικῆς Ἐκκλησίας
ἡ Πίστις, ᾗ συναινοῦσιν
ἅπαντες, οἵ τε κατὰ
τὴν ἑσπέραν καὶ τὴν
ἑῴαν ὀρθόδοξοι ἐπίσκοποι.
Πιστεύομεν
εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρατῶν
τε καὶ ἀοράτων ποιητήν. Καὶ
εἰς ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ
Πατρὸς μονογενῆ, τουτέστιν ἐκ
τῆς οὐσίας τοῦ Πατρός, Θεὸν
ἐκ Θεοῦ, φῶς
ἐκ φωτός, Θεὸν ἀληθινὸν
ἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ
Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν
οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ· τὸν δι’ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ
τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ
σαρκωθέντα ‹καὶ› ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα
τῇ τρίτῃ ἡμέρᾳ,
ἀνελθόντα εἰς τοὺς
οὐρανούς, καὶ ἐρχόμενον
κρῖναι ζῶντας καὶ
νεκρούς. Καὶ εἰς
τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας «ἦν ποτε ὅτε οὐκ ἦν», καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν», καὶ ὅτι «ἐξ οὐκ ὄντων» ἐγένετο, ἢ «ἐξ ἑτέρας ὑποστάσεως» ἢ «οὐσίας» φάσκοντας εἶναι, ἢ «κτιστὸν» ἢ «τρεπτὸν» ἢ «ἀλλοιωτὸν» τὸν Υἱὸν τοῦ Θεοῦ, ἀναθεματίζει ἡ Καθολικὴ καὶ Ἀποστολοικὴ Ἐκκλησία.
Ἑπόμενοι
δὲ πανταχῇ ταῖς
τῶν ἁγίων Πατέρων ὁμολογίαις, αἷς
πεποίηνται, λαλοῦντος ἐν αὐτοῖς
τοῦ ἁγίου Πνεύματος, καὶ τῶν
ἐν αὐτοῖς ἐννοιῶν ἰχνηλατοῦντες τὸν
σκοπόν, καὶ βασιλικὴν ὥσπερ
ἐρχόμενοι τρῖβον, φαμὲν
ὅτι αὐτὸς ὁ Μονογενὴς τοῦ
Θεοῦ Λόγος, ὁ ἐξ
αὐτῆς γεννηθεὶς τῆς
οὐσίας τοῦ Πατρός, ὁ
ἐκ Θεοῦ ἀληθινοῦ
Θεὸς ἀληθινός, τὸ φῶς
τὸ ἐκ τοῦ φωτός, ὁ δι’ οὗ
τὰ πάντα ἐγένετο, τά τε ἐν
τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τῆς ἡμετέρας ἕνεκα σωτηρίας
κατελθών, καὶ καθεὶς ἑαυτὸν
εἰς κένωσιν, ἐσαρκώθη τε καὶ
ἐνηνθρώπησε, τουτέστι, σάρκα λαβὼν
ἐκ τῆς ἁγίας Παρθένου καὶ ἰδίαν
αὐτὴν ποιησάμενος ἐκ μήτρας, τὴν
καθ’ ἡμᾶς ὑπέμεινε γέννησιν, καὶ προῆλθεν
ἄνθρωπος ἐκ γυναικός, οὐχ
ὅπερ ἦν ἀποβεβληκώς, ἀλλ’ εἰ
καὶ γέγονεν ἐν προσλήψει σαρκὸς
καὶ αἵματος καὶ οὕτω
μεμενηκὼς ὅπερ ἦν, Θεὸς δηλονότι φύσει τε καὶ
ἀληθείᾳ· οὔτε
δὲ τὴν σάρκα φαμὲν εἰς
θεότητος τραπῆναι φύσιν, οὔτε μὴν
εἰς φύσιν σαρκὸς τὴν
ἀπόρρητον τοῦ Θεοῦ
Λόγου παρενεχθῆναι φύσιν· ἄτρεπτος γάρ ἐστι
καὶ ἀναλλοίωτος παντελῶς ὁ
αὐτὸς ἀεὶ μένων κατὰ τὰς
γραφάς· ὁρώμενος δὲ καὶ
βρέφος καὶ ἐσπαργανωμένος ὦν ἔτι
καὶ ἐν κόλπῳ τῆς
τεκούσης Παρθένου, πᾶσαν ἐπλήρου τὴν κτίσιν ὡς
Θεός, καὶ σύνεδρος ἦν τῷ
γεγεννηκότι· τὸ γὰρ θεῖον ἄποσόν τε ἐστὶ
καὶ ἀμέγεθες, καὶ περιορισμὸν
οὐκ ἀνέχεται. Ἡνῶσθαί
γε μὴν σαρκὶ καθ’ ὑπόστασιν
ὁμολογοῦντες τὸν
Λόγον, ἕνα προσκυνοῦμεν Υἱὸν
καὶ Κύριον Ἰησοῦν
Χριστόν, οὔτε ἀνὰ μέρος τιθέντες καὶ διορίζοντες ἄνθρωπον
καὶ Θεόν, ὡς συνημμένους ἀλλήλοις
τῇ τῆς ἀξίας καὶ αὐθεντίας
ἑνότητι, κενοφωνίᾳ γὰρ
τοῦτο καὶ ἕτερον
οὐδέν, οὔτε μὴν
Χριστὸν ἰδικῶς ὀνομάζοντες τὸν ἐκ
Θεοῦ Λόγον, καὶ ὁμοίως
ἰδικῶς ὡς Χριστὸν ἕτερον
τὸν ἐκ γυναικός· ἀλλ’ ἕνα
μόνον εἰδότες Χριστὸν τὸν
ἐκ Πατρὸς Λόγον μετὰ
τῆς ἰδίας σαρκός· τότε γὰρ ἀνθρωπίνως
κέχρισται μεθ’ ἡμῶν, καίτοι τοῖς ἀξίοις
τοῦ λαβεῖν τὸ
Πνεῦμα διδοὺς αὐτός,
καὶ οὐκ ἐκ μέτρου, καθά φησιν ὁ μακάριος εὐαγγελιστὴς
Ἰωάννης. Ἀλλ’ οὐδ’
ἐκεῖνό φαμεν, ὅτι κατῴκησεν
ὁ ἐκ Θεοῦ Λόγος ὡς
ἐν ἀνθρώπῳ κοινῷ
τῷ ἐκ τῆς ἁγίας Παρθένου γεγεννημένῳ, ἢ
θεοφόρος ἄνθρωπος νοοῖτο Χριστός. Εἰ
γὰρ καὶ ἐσκήνωσεν ἐν ἡμῖν
ὁ Λόγος, εἴρηται δὲ
καὶ ἐν Χριστῷ κατοικῆσαι
πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς,
ἀλλ’ οὖν ἐννοοῦμεν,
ὅτι γενόμενος σάρξ, οὐχ ὥσπερ
ἐν τοῖς ἁγίοις κατοικῆσαι λέγεται, κατὰ
τὸν ἴσον καὶ ἐν
αὐτῷ τρόπον γενέσθαι διοριζόμεθα τὴν
κατοίκησιν, ἀλλ’ ἑνωθεὶς κατὰ φύσιν καὶ
οὐκ εἰς σάρκα τραπείς, τοιαύτην ἐποιήσατο τὴν
κατοίκησιν, ἣν ἂν ἔχειν λέγοιτο καὶ ἡ
τοῦ ἀνθρώπου ψυχὴ πρὸς
τὸ ἴδιον ἑαυτῆς
σῶμα.
Εἷς
οὖν ἄρα Χριστὸς καὶ
Κύριος, οὐχ ὡς συνάφειαν ἁπλῶς
τὴν ὡς ἑνότητι τῆς ἀξίας,
ἤγουν αὐθεντίας, ἔχοντος
ἀνθρώπου πρὸς Θεόν· οὐ
γὰρ ἑνοῖ τὰς φύσεις ἡ ἰσοτιμία·
καὶ γοῦν Πέτρος τε καὶ Ἰωάννης,
ἰσότιμοι μὲν ἀλλήλοις,
καθ’ ὃ καὶ ἀπόστολοι καὶ ἅγιοι
μαθηταί, πλὴν οὐχ εἷς οἱ δύο· οὔτε μὴν
κατὰ παράθεσιν τὸν τῆς
συναφείας νοοῦμεν τρόπον, οὐκ ἀπόχρη
γὰρ τοῦτο πρὸς ἕνωσιν
φυσικήν· οὔτε μὴν ὡς κατὰ μέθεξιν σχετικήν, ὡς
καὶ ἡμεῖς κολλώμενοι τῷ Κυρίῳ,
κατὰ τὸ γεγραμμένον, ἓν πνεῦμά
ἐσμεν πρὸς αὐτόν·
μᾶλλον δὲ τὸ
τῆς συναφείας ὄνομα παραιτούμεθα, ὡς
οὐκ ἔχον ἱκανῶς σημῆναι τὴν
ἕνωσιν. Ἀλλ’ οὐδὲ
Θεὸν ἢ Δεσπότην τοῦ Χριστοῦ
τὸν ἐκ Θεοῦ Πατρὸς
Λόγον ὀνομάζομεν, ἵνα μὴ
πάλιν ἀναφανδὸν τέμνωμεν εἰς
δύο τὸν ἕνα Χριστὸν καὶ
Υἱὸν καὶ Κύριον, καὶ δυσφημίας ἐγκλήματι
περιπέσωμεν, Θεὸν ἑαυτοῦ καὶ Δεσπότην ποιοῦντες αὐτόν.
Ἑνωθεὶς γάρ, ὡς ἤδη
προείπομεν, ὁ τοῦ Θεοῦ Λόγος σαρκὶ καθ’ ὑπόστασιν,
Θεὸς μέν ἐστι τῶν
ὅλων, δεσπόζει δὲ τοῦ
παντός. Οὔτε δὲ αὐτὸς ἑαυτοῦ δοῦλός ἐστιν, οὔτε Δεσπότης· εὔηθες
γάρ, μᾶλλον δὲ ἤδη
καὶ δυσσεβές, τὸ οὕτω
φρονεῖν ἢ λέγειν. Ἔφη μὲν
γὰρ Θεὸν ἑαυτοῦ τὸν Πατέρα, καίτοι Θεὸς ὦν
φύσει καὶ ἐκ τῆς οὐσίας αὐτοῦ·
ἀλλ’ οὐκ ἠγνοήκαμεν,
ὅτι μετὰ τοῦ
εἶναι Θεός, καὶ ἄνθρωπος
γέγονεν ὁ ὑπὸ Θεῷ, κατά γε τὸν πρέποντα νόμον τῇ
τῆς ἀνθρωπότητος φύσει. Αὐτὸς
δὲ ἑαυτοῦ πῶς ἂν γένοιτο Θεὸς ἢ
Δεσπότης; Οὐκοῦν, ὡς ἄνθρωπος, καὶ ὅσον
ἧκεν εἴς γε τὸ
πρέπον τοῖς τῆς κενώσεως μέτροις, ὑπὸ
Θεῷ μεθ’ ἡμῶν
ἑαυτὸν εἶναί φησιν. Οὕτω γέγονε καὶ
ὑπὸ νόμον, καίτοι λαλήσας αὐτὸς
τὸν νόμον καὶ νομοθέτης ὑπάρχων,
ὡς Θεός. Παραιτούμεθα δὲ λέγειν ἐπὶ
Χριστοῦ, διὰ τὸν φοροῦντα τὸν
φορούμενον σέβω, διὰ τὸν ἀόρατον προσκυνῶ τὸν
ὁρώμενον· φρικτὸν δὲ
πρὸς τούτῳ κἀκεῖνο
εἰπεῖν, ὁ ληφθεὶς τῷ
λαβόντι συγχρηματίζει Θεός. Ὁ γὰρ
ταῦτα λέγων διατέμνει πάλιν εἰς δύο Χριστούς, καὶ
ἄνθρωπον ἵστησιν ἀνὰ
μέρος ἰδικῶς καὶ Θεὸν ὁμοίως. Ἀρνεῖται
γὰρ ὁμολογουμένως τὴν ἕνωσιν,
καθ’ ἣν οὐχ ὡς ἕτερος ἑτέρῳ
συμπροσκυνεῖταί τις, οὔτε μὴν
συγχρηματίζει Θεός, ἀλλ’ εἷς νοεῖται
Χριστὸς Ἰησοῦς, Υἱὸς μονογενής, μιᾷ προσκυνήσει
τιμώμενος μετὰ τῆς ἰδίας σαρκός. Ὁμολογοῦμεν
δέ, ὅτι αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς
γεννηθεὶς Υἱὸς καὶ Θεὸς μονογενής, καίτοι κατὰ φύσιν ἰδίαν
ὑπάρχων ἀπαθής, σαρκὶ
πέπονθεν ὑπὲρ ἡμῶν, κατὰ τὰς
γραφὰς καὶ ἦν ἐν τῷ σταυρωθέντι σώματι τὰ τῆς
ἰδίας σαρκὸς ἀπαθῶς
οἰκειούμενος πάθη, χάριτι δὲ Θεοῦ
καὶ ὑπὲρ παντὸς ἐγεύσατο
θανάτου, διδοὺς αὐτῷ τὸ ἴδιον σῶμα, καίτοι κατὰ
φύσιν ὑπάρχων ζωή, καὶ αὐτὸς
ὢν ἡ ἀνάστασις. Ἵνα γὰρ
ἀρρήτῳ δυνάμει πατήσας τὸν θάνατον, ὡς
ἔν γε δὴ πρώτῃ
τῇ ἰδίᾳ σαρκί, γένηται πρωτότοκος ἐκ νεκρῶν
καὶ ἀπαρχὴ τῶν κεκοιμένων, ὁδοποιήσῃ
τε τῇ ἀνθρώπου φύσει τὴν εἰς
ἀφθαρσίαν ἀναδρομήν, χάριτι Θεοῦ,
καθάπερ ἔφημεν ἀρτίως, ὑπὲρ
παντὸς ἐγεύσατο θανάτου. Τριήμερος δὲ ἀνεβίω,
σκυλεύσας τὸν ᾅδην, ὥστε κἂν
λέγηται δι’ ἀνθρώπου γενέσθαι ἡ ἀνάστασις
τῶν νεκρῶν, ἀλλὰ
δι’ αὐτοῦ τοῦ θανάτου τὸ κράτος. Ἥξει
δὲ κατὰ καιροὺς ὡς
εἷς Υἱὸς καὶ Κύριος ἐν τῇ
δόξῃ τοῦ Πατρός, ἵνα κρίνῃ
τὴν οἰκουμένην ἐν δικαιοσύνῃ,
καθὰ γέγραπται.
Ἀναγκαίως
δὲ κἐκεῖνο προσθήσομεν· καταγγέλοντες γὰρ
τὸν κατὰ σάρκα θάνατον τοῦ
μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τουτέστιν Ἰησοῦ
Χριστοῦ, τήν τε ἐκ νεκρῶν
ἀναβίωσιν, καὶ τὴν
εἰς οὐρανοὺς ἀνάληψιν ὁμολογοῦντες,
τὴν ἀναίμακτον ἐν ταῖς
Ἐκκλησίαις τελοῦμεν λατρείαν· πρόσιμέν
τε οὕτω ταῖς μυστικαῖς
εὐλογίαις καὶ ἁγιαζόμεθα,
μέτοχοι γινόμενοι τῆς τε ἁγίας σαρκὸς
καὶ τοῦ τιμίου αἵματος τοῦ
πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.
Καὶ οὐχ ὡς σάρκα κοινὴν δεχόμενοι, μὴ
γένοιτο, οὔτε μὴν ὡς ἀνδρὸς ἡγιασμένου καὶ συναφθέντος τῷ
Λόγῳ κατὰ τὴν ἑνότητα τῆς ἀξίας,
ἤγουν ὡς θείαν ἐνοίκησιν
ἐσχηκότος, ἀλλ’ ὡς
ζωοποιὸν ἀληθῶς καὶ ἰδίαν αὐτοῦ
τοῦ Λόγου. Ζωὴ γὰρ
ὢν κατὰ φύσιν ὡς
Θεός, ἐπειδὴ γέγονεν ἓν πρὸς
τὴν ἑαυτοῦ σάρκα, ζωοποιὸν ἀπέφηνεν
αὐτήν. Ὥστε κἂν
λέγῃ πρὸς ἡμᾶς, ἀμὴν ἀμὴν λέγω ὑμῖν,
ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ
υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ
τὸ αἷμα, οὐχ ὡς
ἀνθρώπου τῶν καθ’ ἡμᾶς
ἑνὸς κατ’ αὐτὴν
εἶναι λογιούμεθα, πῶς γὰρ
ἡ ἀνθρώπου σὰρξ ζωοποιὸς
ἔσται, κατὰ φύσιν τῆς
ἑαυτῆς; ἀλλ’ ὡς ἰδίαν ἀληθῶς
γενομένην τοῦ δι’ ἡμᾶς
καὶ υἱοῦ ἀνθρώπου γεγονότος τε καὶ χρηματίσαντος. Τὰς
δέ γε ἐν τοῖς εὐαγγελίοις τοῦ Σωτῆρος
ἡμῶν φωνάς, οὔτε ὑποστάσεσι
δύσιν οὔτε μὴν προσώποις καταμερίζομεν· οὐ γάρ ἐστι
διπλοῦς ὁ εἷς καὶ μόνος Χριστός, κἂν ἐκ
δύο νοῆται καὶ διαφόρων πραγμάτων εἰς
ἑνότητα τὴν ἀμέριστον
συνενηνεγμένος, καθάπερ ἀμέλει καὶ ἄνθρωπος
ἐκ ψυχῆς νοεῖται
καὶ σώματος, καὶ οὐ
διπλοῦς μᾶλλον, ἀλλ’ εἷς
ἐξ ἀμφοῖν· ἀλλὰ τάς τε ἀνθρωπίνας καὶ
πρός γε τούτῳ τὰς θεϊκάς, παρ’ ἑνὸς
εἰρῆσθαι διακεισόμεθα φρονοῦντες ὀρθῶς.
Ὅταν μὲν γὰρ
θεοπρεπῶς λέγῃ περὶ
ἑαυτοῦ, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, καὶ
ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, τὴν θείαν αὐτοῦ
ἀπόρρητον ἐννοοῦμεν
φύσιν, καθ’ ἣν καὶ ἕν ἐστι πρὸς τὸν
ἑαυτοῦ Πατέρα διὰ τὴν
ταυτότητα τῆς οὐσίας, εἰκών τε καὶ
χαρακτὴρ καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ.
Ὅταν δὲ τὸ
τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀτιμάζων,
τοῖς Ἰουδαίοις προσλαλῇ, νῦν
δέ με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον
ὃς τὴν ἀλήθειαν ὑμῖν
λελάληκα, πάλιν οὐδὲν ἧττον αὐτὸν
τὸν ἐν ἰσότητί τε καὶ ὁμοιότητι
τοῦ Πατρὸς Θεὸν
Λόγον καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος αὐτοῦ
μέτρων ἐπιγινώσκομεν. Εἰ γάρ ἐστιν
ἀναγκαῖον τὸ
πιστεύειν, ὅτι Θεὸς ὢν
φύσει γέγονε σάρξ, ἤγουν ἄνθρωπος ἐμψυχωμένος
ψυχῇ λογικῇ, ποῖον
ἂν ἔχοι λόγον τὸ ἐπαισχύνεσθαί
τινας ταῖς παρ’ αὐτοῦ
φωναῖς, εἰ γεγόνασιν ἀνθρωποπρεπῶς;
εἰ γὰρ παραιτοῖτο τοὺς
ἀνθρώπῳ πρέποντας λόγους, τίς
ὁ ἀναγκάσας γενέσθαι καθ’ ἡμᾶς
ἄνθρωπον; ὁ δὲ
καθεὶς ἑαυτὸν δι’ ἡμᾶς
εἰς ἑκούσιον κένωσιν, διὰ ποίαν αἰτίαν
παρατοῖτο ἂν τοὺς τῇ κενώσει πρέποντας λόγους; Ἑνὶ
τσιγάρουν προσώπῳ τὰς ἐν τοῖς εὐαγγελίοις πάσας ἀναθετέον φωνάς, ὑποστάσει
μιᾷ τῇ τοῦ Λόγου σεσαρκωμένη. Κύριος γὰρ εἷς
Ἰησοῦς Χριστός, κατὰ τὰς
Γραφάς.
Εἰ
δὲ δὴ καλοῖτο καὶ
ἀπόστολος καὶ ἀρχιερεὺς
τῆς ὁμολογίας ἡμῶν,
ὡς ἱερουργῶν τῷ
Θεῷ καὶ Πατρὶ τὴν
πρὸς ἡμῶν αὐτῷ τε καὶ δι’ αὐτοῦ
τῷ Θεῷ καὶ Πατρὶ προσκομιζομένην τῆς
πίστεως ὁμολογίαν, καὶ μὴν
καὶ εἰς τὸ ἅγιον Πνεῦμα, πάλιν αὐτὸν
εἶναί φαμεν τὸν ἐκ
Θεοῦ κατὰ φύσιν Υἱὸν μονογενῆ,
καὶ οὐκ ἀνθρώπῳ προσνεμοῦμεν
παρ’ ἑαυτὸν ἑτέρῳ, τό τε τῆς ἱερωσύνης
ὄνομα, καὶ αὐτὸ
δὲ τὸ χρῆμα. Γέγονε γὰρ μεσίτης Θεοῦ
καὶ ἀνθρώπων καὶ διαλλακτὴς
εἰς εἰρήνην, ἑαυτὸν
ἀναθεὶς εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ
καὶ Πατρί· τοιγάρτοι καὶ ἔφασκε
θυσίαν καὶ προσφορὰν οὐκ
ἠθέλησας, ὁλοκαυτώματα καὶ
περὶ ἁμαρτίας οὐκ ηὐδόκησας,
σῶμα δὲ κατήρτισώ μοι· τότε εἶπον, ἰδοὺ
ἥκω, ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ
ἐμοῦ, τοῦ ποιῆσαι ὁ Θεὸς τὸ θέλημά σου. Προσκεκόμικε γὰρ ὑπὲρ
ἡμῶν εἰς ὀσμὴν εὐωδίας τὸ ἴδιον
σῶμα, καὶ οὐχ
ὑπέρ γε μᾶλλον ἑαυτοῦ.
Ποίας γὰρ ἂν ἐδεήθη προσφορᾶς ἢ
θυσίας ὑπὲρ ἑαυτοῦ, κρείττων ἁπάσης ἁμαρτίας
ὑπάρχων ὡς Θεός; Εἰ
γὰρ πάντες ἥμαρτον καὶ
ὑστεροῦνται τῆς
δόξης τοῦ Θεοῦ, καθὸ γεγόναμεν ἡμεῖς
ἕτοιμοι πρὸς προσφοράν, καὶ
κατηρρώστησεν ἡ ἀνθρώπου φύσις τὴν ἁμαρτίαν
(αὐτὸς δὲ οὐχ οὕτω), καὶ ἡττώμεθα
διὰ τοῦτο τῆς δόξης αὐτοῦ,
πὼς ἂν εἴη λοιπὸν ἀμφίβολον,
ὅτι τέθυται δι’ ἡμᾶς
καὶ ὑπὲρ ἡμῶν ὁ ἀμνὸς ὁ ἀληθινός; Καὶ τὸ
λέγειν ὅτι προσκεκόμικεν ἑαυτὸν
ὑπέρ τε ἑαυτοῦ
καὶ ἡμῶν, ἀμοιρήσειεν ἂν οὐδαμῶς
τῶν εἰς δυσσέβειαν ἐγκλημάτων·
πεπλημμέληκε γὰρ κατ’ οὐδένα τρόπον, οὔτε
μὴν ἐποίησεν ἁμαρτίαν· ποίας οὖν
ἐδεήθη προσφορᾶς, ἁμαρτίας
οὐκ οὔσης, ἐφ’ ᾗπερ
ἂν γένοιτο καὶ μάλα εἰκότως;
Ὅταν δὲ λέγῃ
περὶ τοῦ Πνεύματος, ἐκεῖνος
ἐμὲ δοξάσει, νοοῦντες ὀρθῶς,
οὐχ ὡς δόξης, ἐπιδεᾶ
τῆς παρ’ ἑτέρου φαμέν, τὸν
ἕνα Χριστὸν καὶ
Υἱὸν τὴν παρὰ τοῦ
ἁγίου Πνεύματος δόξαν ἑλεῖν·
ὅτι μηδὲ κρεῖττον
αὐτοῦ καὶ ὑπὲρ αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Ἐπειδὴ δὲ εἰς ἔνδειξιν τῆς ἑαυτοῦ
θεότητος ἐχρεῖτο τῷ ἰδίῳ Πνεύματι πρὸς μεγαλουργίαν,
δεδοξάσθαι παρ’ αὐτοῦ φησίν, ὥσπερ ἂν
εἰ καί τις λέγοι τῶν καθ’ ἡμᾶς
περὶ τῆς ἐνούσης ἰσχύος αὐτῶν
τυχὸν ἤγουν ἐπιστήμης τῆς
ἐφ’ ὁτωοῦν, ὅτι δοξάσουσιν ἐμέ. Εἰ
γὰρ καὶ ἔστιν ἐν ὑποστάσει
τὸ Πνεῦμα ἰδικῇ, καὶ δὴ καὶ νοεῖται καθ’ ἑαυτό, καθ’ ὃ
Πνεῦμά ἐστι καὶ οὐχ
Υἱός, ἀλλ’ οὖν ἐστιν
οὐκ ἀλλότριον αὐτοῦ·
Πνεῦμα γὰρ ἀληθείας ὠνόμασται, καὶ
ἔστι Χριστὸς ἡ
ἀλήθεια· καὶ προχεῖται
παρ’ αὐτοῦ, καθάπερ ἀμέλει καὶ
ἐκ τοῦ Θεοῦ καὶ Πατρός. Ἐνεργῆσαν
τοιγαροῦν τὸ Πνεῦμα καὶ διὰ
χειρὸς τῶν ἁγίων ἀποστόλων τὰ
παράδοξα μετὰ τὸ ἀνελθεῖν τὸν
Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν εἰς
τὸν οὐρανόν, ἐδόξασεν αὐτόν.
Ἐπιστεύθη γάρ, ὅτι Θεὸς
κατὰ φύσιν ἐστὶ
πάλιν αὐτὸς ἐνεργῶν διὰ τοῦ ἰδίου Πνεύματος. Διὰ τοῦτο
καὶ ἔφασκεν, ὅτι ἐκ
τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ
ὑμῖν· καὶ οὔτι
που φαμέν, ὡς ἐκ μετοχῆς τὸ
Πνεῦμά ἐστι σοφόν τε καὶ δυνατόν· παντέλειον γὰρ
καὶ ἀπροσδεές ἐστι παντὸς
ἀγαθοῦ. Ἐπειδὴ δὲ τῆς τοῦ Πατρὸς δυνάμεως καὶ
σοφίας, τουτέστι τοῦ Υἱοῦ, Πνεῦμά ἐστιν,
αὐτόχρημα σοφία ἐστι καὶ
δύναμις.
Ἐπειδὴ
δὲ Θεὸν ἑνωθέντα σαρκὶ καθ’ ὑπόστασιν
ἡ ἁγία Παρθένος ἐκτέτοκε σαρκικῶς,
ταύτῃ τοι καὶ Θεοτόκον εἶναί
φαμεν αὐτήν, οὐχ ὡς
τῆς τοῦ Λόγου φύσεως τῆς ὑπάρξεως
τὴν ἀρχὴν ἐχούσης ἀπὸ
σαρκός· ἦν γὰρ ἐν ἀρχῇ, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ
Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ αὐτός
ἐστι τῶν αἰώνων
ὁ ποιητής, συναΐδιος τῷ
Πατρί, καὶ τῶν ὅλων ὁ δημιουργός. Ἀλλ’ ὡς
ἤδη προείπομεν, ἐπειδὴ
καθ’ ὑπόστασιν ἑνώσας ἑαυτῷ
τὸ ἀνθρώπινον, καὶ ἐκ
μήτρας αὐτῆς γέννησιν ὑπέμεινε σαρκικήν, οὐχ
ὡς δεηθεὶς ἀναγκαίως,
ἤτοι διὰ τὴν
ἰδίαν φύσιν, καὶ τῆς
ἐν χρόνῳ καὶ
ἐν ἐσχάτοις τοῦ αἰῶνος
καιροῖς γεννήσεως, ἀλλ’ ἵνα
καὶ αὐτὴν τῆς ὑπάρξεως ἡμῶν
εὐλογήσῃ τὴν
ἀρχήν, καὶ τεκούσης γυναικὸς
αὐτὸν ἑνωθέντα σαρκί, παύσηται λοιπὸν ἡ
κατὰ παντὸς τοῦ
γένους ἀρά, πέμπουσα πρὸς θάνατον τὰ
ἐκ γῆς ἡμῶν σώματα, καὶ τὸ
ἐν λύπαις τέξῃ τέκνα δι’ αὐτοῦ
καταργούμενον, ἀληθὲς ἀποφήνῃ τὸ
διὰ τῆς τοῦ προφήτου φωνῆς, κατέπιεν ὁ
θάνατος ἰσχύσας, καὶ πάλιν, ἀφεῖλεν
ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ
παντὸς προσώπου· ταύτης γὰρ ἕνεκα
τῆς αἰτίας φαμὲν αὐτὸν
οἰκονομικῶς καὶ
αὐτὸν εὐλογῆσαι τὸν γάμον, καὶ
ἀπελθεῖν κεκλημένον ἐν
Κανᾷ τῆς Γαλιλαίας ὁμοῦ
τοῖς ἁγίοις ἀποστόλοις.
Ταῦτα
φρονεῖν δεδιδάγμεθα παρά τε τῶν ἁγίων
ἀποστόλων καὶ εὐαγγελιστῶν
καὶ πάσης δὲ τῆς
θεοπνεύστου Γραφῆς καὶ ἐκ τῆς τῶν μακαρίων Πατέρων ἀληθοῦς
ὁμολογίας. Τούτοις ἅπασι καὶ
τὴν σὴν εὐλάβειαν συναινέσαι χρῇ, καὶ
συνθέσθαι δίχα δόλου παντός. Ἃ δέ ἐστιν
ἀναγκαῖον ἀναθεματίσαι
τὴν σὴν εὐλάβειαν, ὑποτέτακται τῇδε
ἡμῶν τῇ ἐπιστολῇ.
[ΤΑ ΙΒ΄
ΚΕΦΑΛΑΙΑ]
α. Εἴ
τις οὐχ ὁμολογεῖ, Θεὸν
εἶναι κατὰ ἀλήθειαν
τὸν Ἐμμανουήλ, καὶ διὰ
τοῦτο Θεοτόκον τὴν ἁγίαν
Παρθένον, -γεγέννηκε γὰρ σαρκικῶς σάρκα γεγονότα τὸν
ἐκ Θεοῦ Λόγον,- ἀνάθεμα
ἔστω.
β΄. Εἴ
τις οὐχ ὁμολογεῖ, σαρκὶ
καθ’ ὑπόστασιν ἡνῶσθαι
τὸν ἐκ Θεοῦ Πατρὸς
Λόγον, ἕνα τε εἶναι Χριστὸν
μετὰ τῆς ἰδίας σαρκός, τὸν αὐτὸν
δηλονότι Θεόν τε ὅμου καὶ ἄνθρωπον,
ἀνάθεμα ἔστω.
γ΄. Εἴ
τις ἐπὶ τοῦ ἑνὸς Χριστοῦ διαιρεῖ
τὰς ὑποστάσεις μετὰ τὴν
ἕνωσιν, μόνῃ συνάπτων αὐτὰς
συναφείᾳ τῇ κατὰ τὴν ἀξίαν, ἤγουν αὐθεντίαν
ἢ δυναστείαν, καὶ οὐχὶ
δὴ μᾶλλον συνόδῳ τῇ
καθ’ ἕνωσιν φυσικήν, ἀνάθεμα ἔστω.
δ΄. Εἴ
τις προσώποις δυσίν, ἤγουν ὑποστάσεσι, τάς τε ἐν
τοῖς εὐαγγελικοῖς καὶ
ἀποστολικοῖς συγγράμμασι διανέμει
φωνάς, ἢ ἐπὶ Χριστῷ παρὰ
τῶν ἁγίων λεγομένας, ἢ παρ’ αὐτοῦ
περὶ ἑαυτοῦ· καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ
τὸν ἐκ Θεοῦ Λόγον ἰδικῶς
νοουμένῳ προσάπτει, τὰς δὲ
ὡς θεοπρεπεῖς μόνῳ
τῷ ἐκ Θεοῦ Πατρὸς
Λόγῳ, ἀνάθεμα ἔστω.
ε΄. Εἴ
τις τολμᾷ λέγειν θεοφόρον ἄνθρωπον τὸν
Χριστόν, καὶ οὐχὶ δὴ μᾶλλον Θεὸν εἶναι
κατὰ ἀλήθειαν, ὡς Υἱὸν
ἕνα καὶ φύσει, καθὸ
γέγονε σὰρξ ὁ Λόγος καὶ κεκοινώνηκε
παραπλησίως ἡμῖν αἵματος καὶ σαρκός, ἀνάθεμα
ἔστω.
ς΄. Εἴ
τις τολμᾷ λέγειν, καὶ Θεὸν
ἢ Δεσπότην εἶναι τοῦ
Χριστοῦ τὸν ἐκ Θεοῦ Πατρὸς
Λόγον, καὶ οὐχὶ δὴ μᾶλλον τὸν αὐτὸν
ὁμολογεῖ Θεόν τε ὁμοῦ
καὶ ἄνθρωπον, ὡς γεγονότος σαρκὸς
τοῦ Λόγου κατὰ τὰς
γραφάς, ἀνάθεμα ἔστω.
ζ΄. Εἴ
τίς φησιν, ὡς ἄνθρωπον ἐνηργῆσθαι
παρὰ τοῦ Θεοῦ Λόγου τὸν Ἰησοῦν,
καὶ τὴν τοῦ Μονογενοῦς εὐδοξίαν
περιῆφθαι, ὡς ἑτέρῳ
παρ’ αὐτὸν ὑπάρχοντα, ἀνάθεμα ἔστω.
η΄, Εἴ
τις τολμᾷ λέγειν, τὸν ἀναληφθέντα
ἄνθρωπον συμπροσκυνεῖσθαι δεῖν
τῷ Θεῷ Λόγῳ καὶ συνδοξάσεσθαι καὶ συγχρηματίζειν δεῖν
Θεόν, ὡς ἕτερον ἐν ἑτέρῳ,
-τὸ γὰρ «σὺν» ἀεὶ προστιθέμενον τοῦτο νοεῖν
ἀναγκάσει,- καὶ οὐχὶ
δὴ μᾶλλον μιᾷ προσκυνήσει τιμᾷ
τὸν Ἐμμανουήλ, καὶ μίαν αὐτῷ
τὴν δοξολογίαν ἀναπέμπει, καθὸ
γέγονε σὰρξ ὁ Λόγος, ἀνάθεμα ἔστω.
θ΄. Εἴ
τίς φησι τὸν ἕνα Κύριον Ἰησοῦν
Χριστὸν δεδοξάσθαι παρὰ τοῦ
Πνεύματος, ὡς ἀλλοτρίᾳ δυνάμει τῇ
δι’ αὐτοῦ χρώμενον, καὶ παρ’ αὐτοῦ
λαβόντα τὸ ἐνεργεῖν δύνασθαι κατὰ
πνευμάτων ἀκαθάρτων, καὶ τὸ
πληροῦν εἰς ἀνθρώπους τὰς θεοσημίας, ἀνάθεμα
ἔστω.
ι΄. Ἀρχιερέα
καὶ ἀπόστολον τῆς ὁμολογίας
ἡμῶν γεγενῆσθαι Χριστόν, ἡ
θεία λέγει Γραφή, προσκεκόμικε δὲ ὑπὲρ
ἡμῶν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ
καὶ Πατρί· εἴ τις τοίνυν ἀρχιερέα
φησὶ καὶ ἀπόστολον ἡμῶν
γεγενῆσθαι οὐκ αὐτὸν
τὸν ἐκ Θεοῦ Λόγον, ὅτε
γέγονε σὰρξ καὶ καθ’ ἡμᾶς
ἄνθρωπος, ἀλλ’ ὡς
ἕτερον παρ’ αὐτὸν
ἰδικῶς ἄνθρωπον ἐκ γυναικός· ἢ
εἴ τις λέγει καὶ ὑπὲρ
ἑαυτοῦ προσενεγκεῖν αὐτὸν
τὴν προσφοράν, -καὶ οὐχὶ
δὴ μᾶλλον ὑπὲρ
μόνον ἡμῶν, οὐ γὰρ ἂν ἐδεήθη προσφορᾶς ὁ
μὴ εἰδὼς ἁμαρτίαν-, ἀνάθεμα ἔστω.
ια΄. Εἴ
τις οὐχ ὁμολογεῖ τὴν
τοῦ Κυρίου σάρκα ζωοποιὸν εἶναι
καὶ ἰδίαν αὐτοῦ
τοῦ ἐκ Θεοῦ Πατρὸς
Λόγου, ἀλλ’ ὡς ἑτέρου τινὸς παρ’ αὐτόν,
συνημμένου μὲν αὐτῷ κατὰ τὴν ἀξίαν, ἤγουν ὡς
μόνην θείαν ἐνοίκησιν ἐσχηκότος, καὶ
οὐχὶ δὴ μᾶλλον ζωοποιόν, ὡς ἔφημεν,
ὅτι γέγονεν ἰδία τοῦ
Λόγου, τοῦ τὰ πάντα ζωοποιεῖν ἰσχύοντος,
ἀνάθεμα ἔστω.
ιβ΄. Εἴ
τις οὐχ ὁμολογεῖ τὸν
τοῦ Θεοῦ Λόγον παθόντα σαρκὶ καὶ
ἐσταυρωμένον σαρκὶ καὶ
θανάτου γευσάμενον σαρκί, γεγονότα τε πρωτότοκον ἐκ τῶν
νεκρῶν, καθὸ ζωή τέ ἐστι
καὶ ζωοποιὸς ὡς
Θεός, ἀνάθεμα ἔστω.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 141-146.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου