ΕΚΘΕΣΙΣ
ΠΙΣΤΕΩΣ ΤΩΝ
«ΔΙΑΛΛΑΓΩΝ»
(433 μ.Χ.)
Περὶ
δὲ τῆς Θεοτόκου παρθένου ὅπως καὶ
φρονοῦμεν καὶ λέγομεν τοῦ
τε τρόπου τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς
Υἱοῦ τοῦ Θεοῦ, ἀναγκαίως, οὐκ ἐν
προσθήκης μέρει, ἀλλ’ ἐν πληροφορίας εἴδει, ὡς
ἄνωθεν ἔκ τε τῶν
θείων Γραφῶν ἔκ τε τῆς παραδόσεως τῶν
ἁγίων Πατέρων παρειληφότες ἐσχήκαμεν, διὰ
βραχέων ἐροῦμεν, οὐδὲν
τὸ σύνολον προστιθέντες τῇ τῶν
ἁγίων πατέρων τῶν ἐν
Νικαίᾳ ἐκτεθείσῃ πίστει. Ὡς
γὰρ ἔφθημεν εἰρηκότες, πρὸς
πᾶσαν ἐξαρκεῖ καὶ
εὐσεβείας γνῶσιν καὶ
πάσης αἱρετικῆς κακοδοξίας ἀποκήρυξιν.
Ἐροῦμεν δὲ οὐ
κατατολμῶντες τῶν ἀνεφίκτων,
ἀλλὰ τῇ ὁμολογίᾳ τῆς
οἰκείας ἀσθενείας ἀποκλείοντες
τοῖς ἐπιφύεσθαι βουλομένοις, ἐν οἷς
τὰ ὑπὲρ ἄνθρωπον διασκεπτόμεθα.
Ὁμολογοῦμεν
τοιγαροῦν τὸν Κύριον ἡμῶν
Ἰησοῦν Χριστόν, τὸν Υἱὸν
τοῦ Θεοῦ τὸν μονογενῆ, Θεὸν
τέλειον καὶ ἄνθρωπον τέλειον ἐκ ψυχῆς
λογικῆς καὶ σώματος· πρὸ αἰώνων
μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ
τὴν θεότητα, ἐπ’ ἐσχάτων
δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς
καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς
παρθένου κατὰ τὴν ἀνθρωπότητα· ὁμοούσιον τῷ
Πατρὶ τὸν αὐτὸν κατὰ τὴν
θεότητα, καὶ ὁμοούσιον ἡμῖν
κατὰ τὴν ἀνθρωπότητα· δύο γὰρ φύσεων ἕνωσις
γέγονε· δι’ ὃ ἕνα Χριστόν, ἕνα Υἱόν,
ἕνα Κύριον ὁμολογοῦμεν.
Κατὰ ταύτην τὴν τῆς
ἀσυγχύτου ἑνώσεως ἔννοιαν
ὁμολογοῦμεν τὴν
ἁγίαν παρθένον Θεοτόκον, διὰ τὸ
τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ
ἐνανθρωπῆσαι καὶ
ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι
ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τὰς δὲ
εὐαγγελικὰς καὶ
ἀποστολικὰς περὶ
τοῦ Κυρίου φωνάς, ἴσμεν τοὺς
θεολόγους ἄνδρας τὰς μὲν
κοινοποιοῦντας ὡς ἐφ’
ἑνὸς προσώπου, τὰς δὲ
διαιροῦντας ὡς ἐπὶ
δύο φύσεων· καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ
τὴν θεότητα τοῦ Χριστοῦ,
τὰς δὲ ταπεινὰς κατὰ
τὴν ἀνθρωπότητα αὐτοῦ
παραδιδόντας.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 154-155.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου