ΚΥΡΙΛΛΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ
ΚΩΝ/ΠΟΛΕΩΣ ΕΠΙΣΤΟΛΗ Α'
«ΑΝΔΡΕΣ ΑΙΔΕΣΙΜΟΙ»
(429 μ.Χ.)
Τῷ
εὐλαβεστάτῳ καὶ
θεοφιλεστάτῳ ἐπισκόπῳ συλλειτουργῷ
Νεστορίῳ, Κύριλλος ἐπίσκοπος ἐν
Κυρίῳ χαίρειν.
Ἄνδρες
αἰδέσιμοι καὶ πίστεως ἄξιοι
παραγεγόνασιν ἐν Ἀλεξανδρείᾳ, εἶτα
μετέδοσαν ὡσανεὶ καὶ τῆς σῆς θεοσεβείας ἀγανακτούσης σφόδρα, καὶ
πάντα κάλων κινούσης εἰς τὸ λυπεῖν ἐμέ·
βουλομένῳ δέ μοι τῆς σῆς
θεοσεβείας τὴν λύπην ἀναμαθεῖν,
ἔφασαν ὅτι τὴν
πρὸς μοναστὰς ἁγίους
γενομένην ἐπιστολὴν περιφέρουσί τινες τῶν
ἀπὸ τῆς Ἀλεξανδρείας, καὶ ἡ
τοῦ μίσους ἀφορμὴ
καὶ τῆς ἀδικίας αὕτη γέγονε. Τεθαύμακα τοίνυν,
εἰ μὴ ἐκεῖνο μᾶλλον ἡ σὴ
θεοσέβεια καθ’ ἑαυτὴν ἐλογίσατο· οὐ γὰρ
πρότερον ἐμῆς γραφείσης ἐπιστολῆς
ὁ ἐπὶ τῇ πίστει γέγονε θόρυβος, ἀλλ’ ἢ εἰρήμενων τινῶν παρὰ
τῆς σῆς θεοσεβείας· ἢ καὶ
μή, πλὴν χαρτίων, ἤγουν ἐξηγήσεων
περιφερομένων, κάμνομεν ἡμεῖς, ἐπανορθοῦν θέλοντες τοὺς
διεστραμμένους.
Ἐγγὺς γὰρ γεγόνασί τινες τοῦ μὴ
ἀνέχεσθαι λοιπὸν ὁμολογεῖν,
ὅτι Θεός ἐστιν ὁ
Χριστός, ὄργανον δὲ μᾶλλον
καὶ ἐργαλεῖον θεότητος, καὶ
ἄνθρωπος θεοφόρος. Καὶ τὶ
γὰρ οὐχὶ τῶν τοιούτων ἐπέκεινα; Ἦν
οὖν ἄρα τὸ χαλεπαίνειν ἡμῶν
ἐφ’ οἷς εἴρηκεν ἢ οὐκ
εἴρηκεν ἡ σὴ
θεοσέβεια· τοῖς γὰρ περιφερόμενοις χαρτίοις οὐ σφόδρα πιστεύω. Πῶς
οὖν ἔνι σιωπῆσαι πίστεως ἀδικουμένης,
καὶ τοσούτων διεστραμμένων; ἢ οὐ
παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ;
οὐκ ἀπολογησόμεθα δὲ τῆς
ἀκαίρου σιωπῆς ἕνεκα,
καίτοι γε τεταγμένοι παρ’ αὐτοῦ
πρὸς τὸ λέγειν ἃ δεῖ;
Τί δὲ ποιήσω νῦν; δεῖ
γάρ με βουλεύσασθαί τι τῆς σῆς θεοσεβείας, μηνύοντος τοῦ εὐλαβέστατου
καὶ θεοφιλέστατου τῆς Ῥώμης
ἐπισκόπου Κελεστίνου καὶ τῶν
σὺν αὐτῷ θεοφιλεστάτων ἐπισκόπων περὶ
τῶν ἀπενεχθέντων, οὐκ οἶδ’
ὅπως, ἐκεῖ
χαρτίων, πότερόν ποτε τῆς σῆς θεοσεβείας ἢ μή· γράφουσι γὰρ
ὡς πάνυ σκανδαλισθέντες. Πῶς δὲ
τοὺς ἀπὸ τῆς Ἀνατολῆς ἐκ
πασῶν τῶν Ἐκκλησιῶν ἐρχομένους
θεραπεύσομεν, καὶ τῶν χαρτίων καταγογγύζοντας; ἢ τάχα που νομίζει ἡ
σὴ θεοσέβεια, ὅτι μικρὸς
ταῖς Ἐκκλησίαις ἀνεφύη θόρυβος ἐκ
τῶν τοιούτων ὁμιλιῶν;
Πάντες ἐσμὲν ἐν ἀγῶσι καὶ πόνοις, τοὺς
ἕτερα φρονεῖν οὐκ
οἶδ’ ὅπως ἀναπεπεισμένους μεθιστάντες εἰς τὸ
ἀληθές. Ὅτε τοίνυν τὴν
ἀνάγκην ἅπασι τοῦ
γογγύζειν ὑπενεγκοῦσα ἡ
σὴ θεοσέβειά ἐστι, πῶς
αἰτιᾶται δικαίως; Τί δέ μου καὶ μάτην καταβοᾷ,
καὶ οὐχὶ μᾶλλον ἐπανορθοῖ
τὸν ἑαυτῆς λόγον, ἵνα παύσῃ
σκάνδαλον οἰκουμενικόν; Εἰ γὰρ
καὶ παρερρύη λόγος, ὡς ἐπὶ
λαὸν τρέχων, ἀλλ’ ἐπανορθούσθω
ταῖς ἐπισκέψεσι, καὶ λέξιν χαρίσασθαι τοῖς
σκανδαλιζομένοις καταξίωσον, Θεοτόκον ὀνομάζων τὴν
ἁγίαν Παρθένον· ἵνα, θεραπεύσαντες τοὺς
λελυπημένους, καὶ ὀρθὴν παρὰ πᾶσι
δόξαν ἔχοντες, ἐν εἰρήνῃ
καὶ ὁμοψυχίᾳ τῶν
λαῶν τὰς συνάξεις ἐπιτελῶμεν.
Ὅτι δὲ ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πάντα ἕτοιμοι
παθεῖν ἐσμεν, καὶ δεσμωτηρίων εἰς
πεῖραν ἐλθεῖν, καὶ αὐτοῦ
τοῦ θανάτου, μὴ ἀμψιβαλλέτω
ἡ σὴ θεοσέβεια. Ἐπ’ ἀληθείας
δὲ λέγω, ὅτι καὶ
περιόντος ἔτι τοῦ τῆς
μακαρίας μνήμης Ἀττικοῦ, συντέθειταί μοι βιβλίον
περὶ τῆς ἁγίας καὶ ὁμοουσίου
Τριάδος, ἐν ᾧ καὶ λόγος περὶ τῆς
ἐνανθρωπήσεως τοῦ Μονογενοῦς,
οἷς νῦν γέγραφα συνῳδός· καὶ ὑπανέγνωμεν
αὐτὸ καὶ ἐπισκόποις καὶ
κληρικοῖς καὶ τοῖς φιλακροάμοσι τῶν λαῶν·
ἐκδέδωκα δὲ τέως οὐδενί.
Εἰκὸς οὖν, ἐκδοθέντος τοῦ λόγου, πάλιν ἐγκαλεῖσθαί
με, ὅτι καὶ πρὸ
τῆς χειροτονίας τῆς σῆς
θεοσεβείας συντέθειται τὸ λογίδιον.
ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα
τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 138.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου