ΕΚ ΤΩΝ
ΚΑΝΟΝΩΝ ΤΩΝ
ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ
ΠΕΡΙΕΧΟΜΕΝΟΥ
(314-325
μ.Χ.)
Κανὼν 1: Ἐπίσκοπος
χειροτονείσθω ὑπὸ ἐπισκόπων δύο ἢ τριῶν.
Κανὼν 2: Πρεσβύτερος
ὑπὸ ἑνὸς ἐπισκόπου χειροτονείσθω, καὶ διάκονος καὶ οἱ λοιποὶ κληρικοί.
Κανὼν 3: Εἴ τις
ἐπίσκοπος ἢ πρεσβύτερος, παρὰ τὴν τοῦ Κυρίου διάταξιν τὴν ἐπὶ τῇ θυσίᾳ,
προσενέγκῃ ἕτερα τινα ἐπὶ τὸ θυσιαστήριον, ἢ μέλι ἢ γάλα ἢ ἀντὶ οἴνου σίκερα
ἐπιτηδευτά, ἢ ὄρνεις ἢ ζῶά τινα ἢ ὄσπρια, παρὰ τὴν διάταξιν, καθαιρείσθω· πλὴν
νέων χίδρων ἢ σταφυλῆς, τῷ καιρῷ τῷ δέοντι. Μὴ ἐξὸν δὲ ἔστω προσάγεσθαί τι ἕτερον
πρὸς τὸ θυσιαστήριον, ἢ ἔλαιον εἰς τὴν λυχνίαν καὶ θυμίαμα τῷ καιρῷ τῆς ἁγίας
προσφορᾶς[1].
Κανὼν 6: Ἐπίσκοπος ἢ
πρεσβύτερος ἢ διάκονος, κοσμικὰς φροντίδας μὴ ἀναλαμβανέτω∙ εἰ δὲ μὴ
καθαιρείσθω[2].
Κανὼν 7: Εἴ τις
ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος τὴν ἁγίαν τοῦ πάσχα ἡμέραν πρὸ τῆς ἐαρινῆς
ἰσημερίας μετὰ Ἰουδαίων ἐπιτελέσοι, καθαιρείσθω[3].
Κανὼν 28: Εἴ τις
ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος, καθαιρεθεὶς δικαίως ἐπὶ ἐγκλήμασι φανεροῖς,
τολμήσειεν ἅψεσθαι τῆς ποτε ἐγχειρισθείσης αὐτῷ λειτουργίας, οὗτος παντάπασιν
ἐκκοπτέσθω τῆς Ἐκκλησίας.
Κανὼν 34: Τοὺς
ἐπισκόπους ἑκάστου ἔθνους εἰδέναι χρὴ τὸν ἐν αὐτοῖς πρῶτον, καὶ ἡγεῖσθαι αὐτὸν
ὡς κεφαλήν, καὶ μηδέν τι πράττειν ἄνευ τῆς ἐκείνου γνώμης· ἐκεῖνα δὲ μόνα
πράττειν ἕκαστον, ὅσα τῇ αὐτοῦ παροικίᾳ ἐπιβάλλει καὶ ταῖς ὑπ’ αὐτὴν χώραις.
Ἀλλὰ μηδὲ ἐκεῖνος ἄνευ τῆς πάντων γνώμης ποιείτω τι. Οὕτω γὰρ ὁμόνοια ἔσται καὶ
δοξασθήσεται ὁ Θεὸς διὰ Κυρίου ἐν ἁγίῳ Πνεύματι, ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ
ἅγιον Πνεῦμα[4].
Κανὼν 35: Ἐπίσκοπον μὴ
τολμᾶν ἔξω τῶν ἑαυτοῦ ὃρων χειροτονίας ποιεῖσθαι, εἰς τὰς μὴ ὑποκειμένας αὐτῷ
πόλεις καὶ χώρας· εἰ δὲ ἐλεγχθείη τοῦτο πεποιηκώς, παρὰ τὴν τῶν κατεχόντων τὰς
πόλεις ἐκείνας ἢ τὰς χώρας γνώμην, καθαιρείσθω καὶ αὐτὸς καὶ οὓς ἐχειροτόνησεν.
Κανὼν 37: Δεύτερον τοῦ
ἔτους σύνοδος γινέσθω τῶν ἐπισκόπων, καὶ ἀνακρινέτωσαν ἀλλήλως τὰ δόγματα τῆς
εὐσεβείας καὶ τὰς ἐμπιπτούσας ἐκκλησιαστικὰς ἀντιλογίας διαλυέτωσαν· ἅπαξ μέν,
τῇ τετάρτῃ ἑβδομάδι τῆς Πεντηκοστῆς, δεύτερον δέ, Ὑπερβερεταίου δωδεκάτῃ[5].
Κανὼν 45: Ἐπίσκοπος ἢ
πρεσβύτερος ἢ διάκονος, αἱρετικοῖς συνευξάμενος μόνον, ἀφοριζέσθω· εἰ δὲ
ἐπέτρεψεν αὐτοῖς ὡς κληρικοῖς ἐνεργῆσαί τι, καθαιρείσθω[6].
Κανὼν 46: Ἐπίσκοπον ἢ
πρεσβύτερον, αἱρετικῶν δεξαμένους βάπτισμα, ἢ θυσίαν, καθαιρεῖσθαι
προστάττομεν. Τίς γὰρ συμφώνησις Χριστῷ πρὸς Βελίαρ ἢ τίς μερὶς πιστῷ μετὰ
ἀπίστου;[7]
Κανὼν 47: Ἐπίσκοπος ἢ
πρεσβύτερος, τὸν κατὰ ἀλήθειαν ἔχοντα βάπτισμα, ἐὰν ἄνωθεν βαπτίσῃ, ἢ τὸν
μεμολυσμένον παρὰ τῶν ἀσεβῶν ἐὰν μὴ βαπτίσῃ, καθαιρείσθω, ὡς γελῶν τὸν σταυρὸν
καὶ τὸν τοῦ Κυρίου θάνατον, καὶ μὴ διακρίνων ἱερέας ψευδοϊερέων.
Κανὼν 49: Εἴ τις
ἐπίσκοπος ἢ πρεσβύτερος κατὰ τὴν τοῦ Κυρίου διάταξιν, μὴ βαπτίσῃ εἰς Πατέρα καὶ
Ὑιὸν καὶ ἅγιον Πνεῦμα, ἀλλ’ εἰς τρεῖς ἀνάρχους ἢ εἰς τρεῖς υἱοὺς ἢ εἰς τρεῖς
παρακλήτους, καθαιρείσθω.
Κανὼν 50: Εἴ τις
ἐπίσκοπος ἢ πρεσβύτερος μὴ τρία βαπτίσματα μιᾶς μυήσεως ἐπιτελέσῃ, ἀλλ’ ἓν
βάπτισμα, τὸ εἰς τὸν θάνατον τοῦ Κυρίου διδόμενον, καθαιρείσθω. Οὐ γὰρ εἶπεν ὁ
Κύριος, εἰς τὸν θάνατόν μου βαπτίσατε· ἀλλὰ «πορευθέντες μαθητεύσατε πάντα τὰ
ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου
Πνεύματος»[8].
Κανὼν 52: Εἴ τις ἐπίσκοπος
ἢ πρεσβύτερος, τὸν ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας οὐ προσδέχεται, ἀλλ’ ἀποβάλλεται,
καθαιρείσθω, ὅτι λυπεῖ Χριστὸν τὸν εἰπόντα, «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ
ἁμαρτωλῷ μετανοοῦντι»[9].
Κανὼν 60: Εἴ τις τὰ
ψευδεπίγραφα τῶν ἀσεβῶν βιβλία, ὡς ἅγια ἐπὶ τῆς ἐκκλησίας δημοσιεύοι, ἐπὶ λύμῃ
τοῦ λαοῦ καὶ τοῦ κλήρου, καθαιρείσθω.
Κανὼν 62: Εἴ τις
κληρικὸς διὰ φόβον ἀνθρώπινον, Ἰουδαίου ἢ Ἕλληνος ἢ αἱρετικοῦ, ἀρνήσεται, εἰ
μὲν τὸ ὄνομα τοῦ Χριστοῦ, ἀποβαλλέσθω, εἰ δὲ τὸ ὄνομα τοῦ κληρικοῦ, καθαιρείσθω·
μετανοήσας δέ, ὡς λαϊκὸς δεχθήτω.
Κανὼν 64: Εἴ τις
κληρικὸς ἢ λαϊκὸς εἰσέλθῃ εἰς συναγωγὴν Ἰουδαίων ἢ αἱρετικῶν προσεύξασθαι, καὶ
καθαιρείσθω καὶ ἀφοριζέσθω[10].
Κανὼν 66: Εἴ τις
κληρικὸς εὑρεθῇ τὴν Κυριακὴν ἡμέραν νηστεύων, ἢ τὸ Σάββατον (πλὴν τοῦ ἑνὸς μόνου),
καθαιρείσθω· εἰ δὲ λαϊκός, ἀφοριζέσθω.
Κανὼν 68: Εἴ τις
ἐπίσκοπος ἢ πρεσβύτερος ἢ διάκονος δευτέραν χειροτονίαν δέξηται παρά τινος,
καθαιρείσθω καὶ αὐτὸς καὶ ὁ χειροτονήσας· εἰ μή γε ἄρα συσταίη, ὅτι παρὰ
αἱρετικῶν ἔχει τὴν χειροτονίαν. Τοὺς γὰρ παρὰ τῶν τοιούτων βαπτισθέντας ἢ
χειροτονηθέντας οὔτε πιστούς, οὔτε κληρικοὺς εἶναι δυνατόν[11].
Κανὼν 81: Εἴπομεν, ὅτι
οὐ χρὴ ἐπίσκοπον ἢ πρεσβύτερον καθιέναι ἑαυτὸν εἰς δημοσίας διοικήσεις, ἀλλὰ
προσευκαιρεῖν ταῖς ἐκκλησιαστικαῖς χρείαις. Ἢ πειθέσθω οὖν τοῦτο μὴ ποιεῖν, ἢ
καθαιρείσθω. «Οὐδεὶς γὰρ δύναται δυσὶ κυρίοις δουλεύειν», κατὰ τὴν Κυριακὴν
παρακέλευσιν[12].
Κανὼν 85: Ἔστι πᾶσιν ὑμῖν
κληρικοῖς καὶ λαϊκοῖς βιβλία σεβάσμια καὶ ἅγια, τῆς μὲν Παλαιᾶς Διαθήκης, Μωϋσέως
πέντε, Γένεσις, Ἔξοδος, Λευιτικόν, Ἀριθμοί, Δευτερονόμιον, Ἰησοῦ Ναυῆ ἕν,
Κριτῶν ἕν, Ῥοὺθ ἕν, Βασιλειῶν τέσσαρα, Παραλειπομένων τῆς βίβλου τῶν ἡμερῶν δύο,
Ἔσδρα δύο, Ἐσθὴρ ἕν, Μακκαβαίων τρία, Ἰὼβ ἕν, Ψαλτήριον ἕν, Σολομῶντος τρία,
Παροιμίαι, Ἐκκλησιαστής, ᾏσμα ᾀσμάτων, Προφητῶν δώδεκα, Ἡσαΐου ἕν, Ἱερεμίου ἕν,
Ἰεζεκιὴλ ἕν, Δανιὴλ ἕν. Ἔξωθεν δὲ ὑμῖν προσιστορείσθω μανθάνειν ὑμῶν τοὺς νέους
τὴν Σοφίαν τοῦ πολυμαθοῦς Σειράχ. Ἡμέτερα δὲ (τουτέστι, τῆς Καινῆς Διαθήκης),
Εὐαγγέλια τέσσαρα, Ματθαίου, Μάρκου, Λουκᾶ καὶ Ἰωάννου· Παύλου ἐπιστολαὶ
δεκατέσσαρες, Πέτρου ἐπιστολαὶ δύο, Ἰωάννου τρεῖς, Ἰακώβου μία, Ἰούδα μία,
Κλήμεντος ἐπιστολαὶ δύο, καὶ αἱ Διαταγαὶ ὑμῖν τοῖς ἐπισκόποις δι’ ἐμοῦ
Κλήμεντος, ἐν ὀκτὼ βιβλίοις προσπεφωνημέναι, (ἃς οὐ χρὴ δημοσιεύειν ἐπὶ πάντων
διὰ τὰ ἐν αὐταῖς μυστικά), καὶ αἱ Πράξεις ἡμῶν τῶν Ἀποστόλων[13].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 252-254.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου