ΤΗΣ ΕΝ
ΚΩΝ/ΠΟΛΕΙ Β' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ
ΠΕΡΙΕΧΟΜΕΝΟΥ
(381 μ.Χ.)
Κανὼν 1: Ὥρισαν οἱ ἐν
Κωνσταντινουπόλει συνελθόντες ἅγιοι Πατέρες, μὴ ἀθετεῖσθαι τὴν πίστιν τῶν
Πατέρων τῶν τριακοσίων δέκα ὀκτώ, τῶν ἐν Νικαία τῆς Βιθυνίας συνελθόντων, ἀλλὰ
μένειν ἐκείνην κυρίαν· καὶ ἀναθεματισθῆναι πᾶσαν αἵρεσιν, καὶ εἰδικῶς τὴν τῶν
Εὐνομιανῶν, εἴτ’ οὖν Εὐδοξιανῶν, καὶ τὴν τῶν Ἡμιαρείων, εἲτ’ οὖν Πνευματομάχων,
καὶ τὴν τῶν Σαβελλιανῶν, καὶ τὴν τῶν Μαρκελλιανῶν, καὶ τὴν τῶν Φωτεινιανῶν, καὶ
τὴν τῶν Ἀπολλιναριστῶν[1].
Κανὼν 2: Τοὺς ὑπὲρ
διοίκησιν ἐπισκόπους ταῖς ὑπερορίοις ἐκκλησίαις μὴ ἐπιέναι, μηδὲ συγχέειν τὰς
ἐκκλησίας,
ἀλλὰ κατὰ τοὺς κανόνας, τὸν μὲν Ἀλεξανδρείας ἐπίσκοπον τὰ ἐν Αἰγύπτῳ μόνον
οἰκονομεῖν, τοὺς δὲ τῆς Ἀνατολῆς ἐπισκόπους, τὴν Ἀνατολὴν μόνην διοικεῖν,
φυλαττομένων τῶν ἐν τοῖς κανόσι τοῖς κατὰ Νίκαιαν πρεσβείων τῇ Ἀντιοχέων Ἐκκλησίᾳ·
καὶ τοὺς τῆς Ἀσιανῆς διοικήσεως ἐπισκόπους τὰ κατὰ τὴν Ἀσιανὴν μόνον διοικεῖν,
καὶ τοὺς τῆς Ποντικῆς, τὰ τῆς Ποντικῆς μόνον, καὶ τοὺς τῆς Θρᾴκης τὰ τῆς
Θρακικῆς μόνον οἰκονομεῖν. Ἀκλήτους δὲ ἐπισκόπους ὑπὲρ διοίκησιν μὴ ἐπιβαίνειν
ἐπὶ χειροτονίᾳ ἢ τισιν ἄλλαις οἰκονομίαις ἐκκλησιαστικαῖς. Φυλαττομένου δὲ τοῦ
προγεγραμμένου περὶ τῶν διοικήσεων κανόνος, εὔδηλον ὡς τὰ καθ’ ἑκάστην
ἐπαρχίαν ἡ τῆς ἐπαρχίας σύνοδος διοικήσει, κατὰ τὰ ἐν Νικαίᾳ ὡρισμένα. Τὰς δὲ
ἐν τοῖς βαρβαρικοῖς ἔθνεσι τοῦ Θεοῦ ἐκκλησίας, οἰκονομεῖσθαι χρή κατὰ τὴν
κρατήσασαν συνήθειαν τῶν Πατέρων[2].
Κανὼν 3: Τὸν μὲν τοι
Κωνσταντινουπόλεως Ἐπίσκοπον ἔχειν τὰ πρεσβεῖα τῆς τιμῆς μετὰ τὸν τῆς Ῥώμης
ἐπίσκοπον, διὰ τὸ εἶναι αὐτὴν νέαν Ῥώμην[3].
Κανὼν 5: Περὶ τοῦ
τόμου τῶν δυτικῶν, καὶ τοὺς ἐν Ἀντιοχείᾳ ἀπεδεξάμεθα, τοὺς μίαν ὁμολογοῦντας
Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος θεότητα[4].
Κανὼν 6: ... Αἱρετικοὺς
δὲ λέγομεν, τοὺς τε πάλαι τῆς Ἐκκλησίας ἀποκηρυχθέντας, καὶ τοὺς μετὰ ταῦτα ὑφ’
ἡμῶν ἀναθεματισθέντας· πρὸς δὲ τούτοις, καὶ τοὺς τὴν πίστιν μὲν τὴν ὑγιῆ
προσποιουμένους ὁμολογεῖν, ἀποσχίσαντας δὲ, καὶ ἀντισυνάγοντας τοῖς κανονικοῖς
ἡμῶν ἐπισκόποις[5] ... Εἰ μέντοι τινὲς ...
λέγοιεν ἔχειν τινὰ ἐκκλησιαστικὴν κατὰ τοῦ ἐπισκόπου κατηγορίαν, τούτους
κελεύει ἡ ἁγία Σύνοδος, πρῶτον μὲν ἐπὶ τῶν τῆς ἐπαρχίας πάντων ἐπισκόπων
ἐνίστασθαι τὰς κατηγορίας, καὶ ἐπ αὐτῶν ἐλέγχειν τὰ ἐγκλήματα τοῦ ἐν αἰτίαις
τισὶν ἐπισκόπου· εἰ δὲ συμβαίη ἀδυνατῆσαι τοὺς ἐπαρχιώτας πρὸς διόρθωσιν τῶν
ἐπιφερομένων ἐγκλημάτων τῷ ἐπισκόπῳ, τότε αὐτοὺς προσιέναι μείζονι συνόδῳ, τῶν
τῆς διοικήσεως ἐκείνης ἐπισκόπων ὑπὲρ τῆς αἰτίας ταύτης συγκαλουμένων...
Κανὼν 7: Τοὺς
προστιθεμένους τῇ Ὀρθοδοξίᾳ καὶ τῇ μερίδι τῶν σῳζομένων ἀπὸ αἱρετικῶν δεχόμεθα
κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν καὶ συνήθειαν. Ἀρειανοὺς μὲν καὶ Μακεδονιανοὺς
καὶ Σαββατιανοὺς καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαρούς, καὶ
Ἀριστερούς, καὶ τοὺς Τεσσαρεσκαιδεκατίτας, εἴτ’ οὖν Τετραδίτας, καὶ Ἀπολλιναριστάς,
δεχόμεθα διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν, μὴ φρονοῦσαν ὡς
φρονεῖ ἡ ἁγία τοῦ Θεοῦ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ σφραγιζομένους,
ἤτοι χριομένους, πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον καὶ τοὺς ὀφθαλμοὺς καὶ τὰς
ῥίνας καὶ τὸ στόμα καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτοὺς λέγομεν, Σφραγὶς δωρεᾶς
Πνεύματος Ἁγίου· Εὐνομιανοὺς μέντοι, τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους,
καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς
υἱοπατορίαν διδάσκοντας καὶ ἕτερά τινα καὶ χαλεπὰ ποιοῦντας, καὶ τὰς ἄλλας
πάσας αἱρέσεις (ἐπειδὴ πολλοί εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ τῶν Γαλατῶν χώρας
ὁρμώμενοι), πάντας τοὺς ὑπ αὐτῶν θέλοντας προστίθεσθαι τῇ Ὀρθοδοξίᾳ ὡς Ἕλληνας
δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς χριστιανούς, τὴν δὲ δευτέραν
κατηχουμένους, εἶτα τῇ τρίτῃ ἐξορκίζομεν αὐτούς, μετὰ τοῦ ἐμφυσᾶν τρίτον εἰς τὸ
πρόσωπον καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν εἰς
τὴν Ἐκκλησίαν, καὶ ἀκροᾶσθαι τῶν γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν[6].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 132-133.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου