ΚΥΡΙΛΛΟΥ
ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ
ΚΩΝ/ΠΟΛΕΩΣ ΕΠΙΣΤΟΛΗ Β'
«ΚΑΤΑΦΛΥΑΡΟΥΣΙ»
(430 μ.Χ.)
Τῷ
εὐλαβεστάτῳ καὶ
θεοφιλεστάτῳ συλλειτουργῷ Νεστορίω, Κύριλλος ἐν
Κυρίῳ χαίρειν.
Καταφλυαροῦσι
μέν, ὡς μανθάνω, τινὲς τῆς
ἐμῆς ὑπολήψεως ἐπὶ
τῆς σῆς θεοσεβείας· καὶ τοῦτο
συχνῶς, τὰς τῶν ἐν
τέλει Συνόδους καιροφυλακτοῦντες μάλιστα, καὶ
τάχα που καὶ τέρπειν οἰόμενοι τὴν
σὴν ἀκοήν· καὶ ἀβουλήτους
πέμπουσι φωνάς, ἠδικημένοι μὲν οὐδέν,
ἐλεγχθέντες δέ, καὶ τοῦτο
χρηστῶς· ὁ μέν, ὅτι τυφλοὺς
ἠδίκει καὶ πένητας· ὁ
δὲ ὡς μητρὶ ξίφος ἐπανατείνας·
ὁ δὲ θεραπαίνῃ συγκεκλοφὼς
χρυσίον ἀλλότριον, καὶ τοιαύτην ἐσχηκὼς
ἀεὶ τὴν ὑπόληψιν, ἣν οὐκ
ἂν εὔξαιτό τις συμβῆναί τισι καὶ
τῶν λίαν ἐχθρῶν.
Πλὴν οὐ πολὺς τῶν τοιούτων ὁ λόγος ἐμοί,
ἵνα μήτε ὑπὲρ
τὸν Δεσπότην καὶ Διδάσκαλον, μήτε μὴν
ὑπὲρ τοὺς Πατέρας τὸ τῆς
ἐνούσης ἐμοὶ
βραχύτητος ἐκτείνοιμι μέτρον. Οὐ γὰρ
ἐνδέχεται τὰς τῶν
φαύλων διαδράναι σκαιότητας, ὡς ἂν
ἔλοιτό τις διαβιοῦν, ἀλλ’
ἐκεῖνοι μὲν ἀρᾶς
καὶ πικρίας μεστὸν ἔχοντες
τὸ στόμα, τῷ πάντων ἀπολογήσονται
Κριτῇ. Τετράψομαι δὲ πάλιν ἐγὼ
πρὸς τὸ ὅτι μάλιστα πρέπον ἐμαυτῷ,
καὶ ὑπομνήσω καὶ νῦν,
ὡς ἀδελφὸν ἐν Χριστῷ, τῆς
διδασκαλίας τὸν λόγον καὶ τὸ
ἐπὶ τῇ πίστει φρόνημα μετὰ πάσης ἀσφαλείας
ποιεῖσθαι πρὸς τοὺς
λαούς, ἐννοεῖν τε ὅτι τὸ
σκανδαλίσαι καὶ μόνον ἕνα τῶν
μικρῶν τῶν πιστευόντων εἰς Χριστόν, ἀφόρητον
ἔχει τὴν ἀγανάκτησιν.
Εἰ δὲ δὴ πληθὺς εἴη
τοσαύτη τῶν λελυπημένων, πῶς οὐχ
ἁπάσης εὐτεχνίας ἐν
χρείᾳ καθεστήκαμεν, πρός γε τὸ δεῖν
ἐμφρόνως περιελεῖν τὰ
σκάνδαλα, καὶ τὸν ὑγιῆ τῆς πίστεως κατευρύναι λόγον τοῖς
ζητοῦσι τὸ ἀληθές; Ἔσται δὲ
τοῦτο καὶ μάλα ὀρθῶς,
εἰ τοῖς τῶν ἁγίων Πατέρων περιτυγχάνοντες λόγοις, περὶ
πολλοῦ τε αὐτοὺς
ποιεῖσθαι σπουδάζοιμεν, καὶ δοκιμάζοντας ἑαυτούς,
εἰ ἐσμεν ἐν τῇ
πίστει, κατὰ τὸ γεγραμμένον, ταῖς ἐκείνων
ὀρθαῖς καὶ ἀνεπιλήπτοις δόξαις τὰς ἐν
ἡμῖν ἐννοίας εὖ μάλα συμπλάττοιμεν.
Ἔφη
τοίνυν ἡ ἁγία καὶ μεγάλη Σύνοδος αὐτὸν
τὸν ἐκ Θεοῦ καὶ
Πατρὸς κατὰ φύσιν γεννηθέντα Υἱὸν
μονογενῆ, τὸν ἐκ Θεοῦ ἀληθινοῦ
Θεὸν ἀληθινόν, τὸ φῶς
τὸ ἐκ τοῦ φωτός, τὸν δι’ οὗ
τὰ πάντα πεποίηκεν ὁ Πατήρ, κατελθεῖν,
σαρκωθῆναι, ἐνανθρωπῆσαι,
παθεῖν, ἀναστῆναι τῇ τρίτῃ
ἡμέρᾳ καὶ ἀνελθεῖν εἰς
τοὺς οὐρανούς. Τούτοις καὶ ἡμᾶς
ἕπεσθαι δεῖ καὶ
τοῖς λόγοις καὶ τοῖς
δόγμασιν, ἐνοοῦντας τί τὸ
σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι
δηλοῖ τὸν Λόγον. Οὐ γάρ φαμεν, ὅτι
ἡ τοῦ Λόγου φύσις μεταποιηθεῖσα γέγονε σάρξ, ἀλλ’
οὐδὲ ὅτι εἰς ὅλον ἄνθρωπον μετεβλήθη, τὸν ἐκ
ψυχῆς καὶ σώματος· ἐκεῖνο
δὲ μᾶλλον, ὅτι σάρκα ἐψυχωμένην
ψυχῇ λογικῇ ἑνώσας
ὁ Λόγος ἑαυτῷ
καθ’ ὑπόστασιν ἀφράστως τε καὶ
ἀπερινοήτως, γέγονεν ἄνθρωπος καὶ
κεχρημάτικεν υἱὸς ἀνθρώπου, οὐ κατὰ
θέλησιν μόνην ἢ εὐδοκίαν, ἀλλ’ οὐδὲ
ὡς ἐν προσλήψει προσώπου μόνου· καὶ
ὅτι διάφοροι μὲν αἱ
πρὸς ἑνότητα τὴν ἀληθινὴν
συνενεχθεῖσαι φύσεις, εἷς δὲ
ἐξ ἀμφοῖν Χριστὸς καὶ
Υἱός· οὐχ ὡς
τῆς τῶν φύσεων διαφορᾶς ἀνῃρημένης
διὰ τὴν ἕνωσιν, ἀποτελεσασῶν
δὲ μᾶλλον ἡμῖν
τὸν ἕνα Κύριον καὶ Χριστὸν
καὶ Υἱὸν θεότητός τε καὶ ἀνθρωπότητος,
διὰ τῆς ἀφράστου καὶ ἀπορρήτου
πρὸς ἑνότητα συνδρομῆς. Οὕτω
τε λέγεται, καίτοι πρὸ αἰώνων ἔχων τὴν
ὕπαρξιν καὶ γεννηθεὶς
ἐκ Πατρός, γεννηθῆναι καὶ
κατὰ σάρκα ἐκ γυναικός, οὐχ
ὡς τῆς θείας αὐτοῦ
φύσεως ἀρχὴν τοῦ εἶναι λαβούσης ἐν τῇ
ἁγίᾳ Παρθένῳ, οὔτε
μὴν δεηθείσης ἀναγκαίως δι’ ἑαυτὴν
δευτέρας γεννήσεως μετὰ τὴν ἐκ Πατρός. Ἔστι γὰρ
εἰκαῖόν τε ὁμοῦ
καὶ ἀμαθές, τὸν ὑπάρχοντα
πρὸ παντὸς αἰῶνος
καὶ συναΐδιον τῷ Πατρί, δεῖσθαι
λέγειν ἀρχῆς τῆς εἰς τὸ εἶναι δευτέρας· ἐπειδὴ
δὲ «δι’ ἡμᾶς
καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν», ἑνώσας ἑαυτῷ
ὁ Λόγος καθ’ ὑπόστασιν τὸ
ἀνθρώπινον, προῆλθε ἐκ
γυναικός, ταύτῃ τοι λέγεται γεννηθῆναι σαρκικῶς.
Οὐ γὰρ πρῶτον ἄνθρωπος ἐγεννήθη κοινὸς
ἐκ τῆς ἁγίας Παρθένου, εἶθ’ οὕτω
καταπεφοίτηκεν ἐπ’ αὐτὸν ὁ Λόγος, ἀλλ’ ἐξ
αὐτῆς μήτρας ἑνωθείς, ὑπομεῖναι
λέγεται γέννησιν σαρκικήν, ὡς τῆς
ἰδίας σαρκὸς τὴν
γέννησιν οἰκειούμενος. Οὕτω φαμὲν
αὐτὸν καὶ παθεῖν καὶ
ἀναστῆναι· οὐχ ὡς
τοῦ Θεοῦ Λόγου παθόντος εἰς ἰδίαν
φύσιν ἢ πληγὰς ἢ
διατρήσεις ἥλων, ἤγουν τὰ ἕτερα τῶν τραυμάτων· ἀπαθὲς
γὰρ τὸ θεῖον ὅτι καὶ ἀσώματον.
Ἐπειδὴ δὲ τὸ γεγονὸς αὐτοῦ
ἴδιον σῶμα πέπονθε ταῦτα, πάλιν αὐτὸς λέγεται παθεῖν ὑπὲρ
ἡμῶν· ἦν γὰρ ὁ ἀπαθὴς ἐν τῷ πάσχοντι σώματι. Κατὰ τὸν
ἴσον δὲ τρόπον καὶ
ἐπὶ τοῦ τεθνάναι νοοῦμεν·
ἀθάνατος μὲν γὰρ
κατὰ φύσιν καὶ ἄφθαρτος
καὶ ζωὴ καὶ ζωοποιός ἐστιν ὁ
τοῦ Θεοῦ Λόγος· ἐπειδὴ
δὲ τὸ ἴδιον αὐτοῦ
πάλιν σῶμα χάριτι Θεοῦ, καθά φησιν ὁ
Παῦλος, ὑπὲρ
παντὸς ἐγεύσατο θανάτου, λέγεται παθεῖν
αὐτὸς τὸν ὑπὲρ ἡμῶν θάνατον, οὐχ ὡς
εἰς πεῖραν ἐλθὼν τοῦ θανάτου, τό γε ἧκον εἰς
τὴν αὐτοῦ φύσιν, ἀποπληξία γὰρ
τοῦτο λέγειν ἢ φρονεῖν,
ἀλλ’ ὅτι, καθάπερ ἔφην ἀρτίως,
ἡ σὰρξ αὐτοῦ ἐγεύσατο θανάτου. Οὕτω καί, ἐγηγερμένης
αὐτοῦ τῆς σαρκός, πάλιν ἡ ἀνάστασις
αὐτοῦ λέγεται, οὐχ ὡς
πεσόντος εἰς φθοράν, μὴ γένοιτο, ἀλλ’
ὅτι τὸ αὐτοῦ πάλιν ἐγήγερται σῶμα.
Οὕτω Χριστὸν ἕνα
καὶ Κύριον ὁμολογήσομεν, οὐχ
ὡς ἄνθρωπον συμποοσκυνοῦντες τῷ
Λόγῳ, ἵνα μὴ τομῆς φαντασία παρεισκρίνται, διὰ τοῦ
λέγειν τὸ σύν, ἀλλ’ ὡς
ἕνα καὶ τὸν
αὐτὸν προσκυνοῦντες, ὅτι
μὴ ἀλλότριόν τοῦ Λόγου τὸ
σῶμα αὐτοῦ, μεθ’ οὗ καὶ
αὐτὸς συνεδρεύει τῷ Πατρί· οὐχ
ὡς δύο πάλιν συνεδρευόντων υἱῶν, ἀλλ’
ὡς ἑνός, καθ’ ἕνωσιν μετὰ
τῆς σαρκός. Ἐὰν δὲ
τὴν καθ’ ὑπόστασιν ἕνωσιν
ἢ ὡς ἀνέφικτον ἢ ὡς
ἀκαλλῆ παραιτώμεθα, ἐμπίπτομεν εἰς
τὸ δύο λέγειν υἱούς: ἀνάγκη
γὰρ πᾶσα διορίσαι, καὶ εἰπεῖν
τὸν μέν, ἄνθρωπον εἰδικῶς,
τῇ του Υἱοῦ
κλήσει τετιμημένον· εἰδικῶς δὲ πάλιν, τὸν ἐκ
Θεοῦ Λόγον, υἱότητος ὄνομά
τε καὶ χρῆμα ἔχοντα φυσικῶς. Οὐ
διαιρετέον τοιγαροῦν εἰς υἱοὺς δύο τὸν ἕνα
Κύριον Ἰησοῦν Χριστόν. Ὀνήσει δὲ
κατ’ οὐδένα τρόπον τὸν ὀρθὸν
τῆς πίστεως λόγον εἰς τὸ
οὕτως ἔχειν, κἂν εἰ
προσώπων ἕνωσιν ἐπιφημίζωσί τινες· οὐ
γὰρ εἴρηκεν ἡ Γραφή, ὅτι
Λόγος ἀνθρώπου πρόσωπον ἥνωσεν ἑαυτῷ,
ἀλλ’ ὅτι γεγονε σάρξ· τὸ δὲ
σάρκα γενέσθαι τὸν Λόγον, οὐδὲν
ἕτερόν ἐστιν, εἰ
μὴ ὅτι παραπλησίως ἡμῖν
μετέσχεν αἵματος καὶ σαρκός, ἴδιον
σῶμα τὸ ἡμῶν ἐποιήσατο, καὶ προῆλθεν
ἄνθρωπος ἐκ γυναικός, οὐκ
ἀποβεβληκὼς τὸ
εἶναι Θεὸς καὶ
τὸ ἐκ Θεοῦ γεννηθῆναι
Πατρός, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς μεμενηκὼς
ὅπερ ἦν. Τοῦτο πρεσβεύει πανταχοῦ
τῆς ἀκριβοῦς πίστεως ὁ
λόγος· οὕτως εὑρήσομεν τοὺς
ἁγίους πεφρονηκότας Πατέρας· οὕτω
τεθαρρήκασι Θεοτόκον εἰπεῖν τὴν ἁγίαν Παρθένον· οὐχ ὡς
τῆς τοῦ Λόγου φύσεως, ἤτοι τῆς
θεότητος αὐτοῦ, τὴν ἀρχὴν τοῦ εἶναι λαβούσης ἐκ τῆς
ἁγίας Παρθένου, ἀλλ’ ὡς
γεννηθέντος ἐξ αὐτῆς τοῦ ἁγίου σώματος, ψυχωθέντος λογικῶς,
ᾧ καὶ καθ’ ὑπόστασιν, ἑνωθεὶς
ὁ Λόγος, γεννηθῆναι λέγεται κατὰ
σάρκα. Ταῦτα καὶ νῦν
ἐξ ἀγάπης τῆς ἐν
Χριστῷ γράφων παρακαλῶ ὡς
ἀδελφὸν καὶ δαμαρτύρομαι ἐνώπιον τοῦ
Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων,
ταῦτα μεθ’ ἡμῶν
καὶ φρονεῖν καὶ
διδάσκειν, ἵνα σῴζηται τῶν Ἐκκλησιῶν
ἡ εἰρήνη, καὶ τῆς
ὁμονοίας καὶ ἀγάπης
σύνδεσμος ἀρραγὴς διαμένῃ τοῖς
ἱερεῦσι τοῦ Θεοῦ.
ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα
τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 139-140.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου