Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Σάββατο 2 Ιανουαρίου 2016

Απόσπασμα εκ του «Συνοδικού της Ορθοδοξίας» (1368 μ.Χ.)


ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ «ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(1368 μ.Χ.)

Τὰ κατὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου Κεφάλαια.

Βαρλαὰμ καὶ Ἀκινδύνῳ καὶ τοῖς ὀπαδοῖς καὶ διαδόχοις αὐτῶν, ἀνάθεμα.
Τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι τὸ λάμψαν ἀπὸ τοῦ Κυρίου ἐπὶ τῆς θείας αὐτοῦ μεταμορφώσεως φῶς ποτὲ μὲν εἶναι ἴνδαλμα καὶ κτί­σμα καὶ φάσμα ἐπὶ βραχὺ φανὲν καὶ διαλυθὲν παραχρῆμα, ποτὲ δὲ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ, ὡς εἰς αὐτὰ τὰ ἐναντιώτατα φρενοβλαβῶς καὶ ἀδύ­νατα παντελῶς ἑαυτοὺς ἐπιρρίπτουσι, καὶ τοῦτο μὲν τὴν Ἀρείου μαι­νο­μέ­νοις μανίαν εἰς κτιστὰ καὶ ἄκτιστα τὴν μίαν θεότητα καὶ τὸν ἕνα Θεὸν κατατέμνοντος, τοῦτο δὲ τῇ τῶν Μασσαλιανῶν δυσσεβείᾳ συμφερομένοις τὴν θείαν οὐσίαν ὁρατὴν εἶναι λεγόντων, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν  ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς φρόνημα, μήτε κτίσμα εἶναι τὸ θειότατον ἐκεῖνο φῶς μήτε οὐσίαν Θεοῦ, ἀλλ’ ἄκτι­στον καὶ φυσικὴν χάριν καὶ ἔλλαμψιν καὶ ἐνέργειαν, ἐξ αὐτῆς τῆς θείας οὐσίας ἀχωρίστως ἀεὶ προϊοῦσαν, ἀνάθεμα.

Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μηδεμίαν ἐνέργειαν φυσικὴν ἔχειν τὸν Θεόν, ἀλλὰ μόνην οὐσίαν εἶναι, ταὐτόν τε καὶ ἀδιάφορον παντελῶς οἰομένοις τήν τε θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν καὶ μη­δε­μίαν νοεῖσθαι τούτων κατά τι διαφοράν, ἀλλὰ τὴν αὐτὴν ποτὲ μὲν οὐσίαν ποτὲ δὲ ἐνέργειαν λέγεσθαι, ὡς καὶ αὐτὴν ἀνοήτως τὴν θείαν οὐσίαν παν­τάπασιν ἀναιροῦσι καὶ εἰς τὸ μὴ ὂν ἄγουσιν· ἐνεργείας γὰρ μόνον τὸ μὴ ὂν στερεῖσθαι φασὶν ἐπὶ λέξεως οἱ τῆς Ἐκκλησίας διδάσκαλοι· ἤδη δὲ καὶ τὰ Σαβελλίου νοσοῦσι καὶ τὴν παλαιὰν ἐκείνου συναίρεσιν καὶ σύγχυσιν καὶ συναλοιφὴν ἐπὶ τῶν τριῶν τῆς θεότητος ὑποστάσεων νῦν ἐπὶ τῆς θείας οὐ­σίας καὶ ἐνεργείας ἀνακαινίζειν τολμῶσι, καὶ ὁμοίως δυσσεβῶς αὐτὰς συν­αλείφουσι· μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς φρόνημα οὐσίαν τε ἐπὶ Θεοῦ καὶ οὐσιώδη καὶ φυσικὴν τούτου ἐνέργειαν,  ὡς ἄλλοι τε πλεῖστοι τῶν ἁγίων, καὶ μά­λι­στα οἱ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης Συνόδου τρανῶς διεσάφησαν, πε­ρὶ τῶν δύο ἐνεργειῶν τοῦ Χριστοῦ τῆς τε θείας καὶ ἀνθρωπίνης καὶ τῶν δύο θελημάτων, αὐτὴν ἅπασαν συγκροτήσαντες, μήτε μὴν νοεῖν βουλομένοις ὥς περ ἕνωσιν θείας οὐσίας καὶ ἐνεργείας ἀσύγχυτον, οὕτως εἶναι καὶ δια­φορὰν ἀδιάστατον κατά τε ἄλλα καὶ μάλιστα τὸ αἴτιον καὶ τὸ αἰ­τια­τὸν καὶ ἀμέθεκτον καὶ μεθεκτόν, τὸ μὲν τῆς οὐσίας, τὸ δὲ τῆς ἐνεργείας. τούτοις οὖν τοῖς τὰ τοιαῦτα δυσσεβοῦσιν, ἀνάθεμα.
Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι κτιστὴν εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος ὡς κτιστὴν ἐκ τούτου πάντως καὶ αὐτὴν τὴν θείαν οὐσίαν ἀναγκαζομένοις δοξάζειν· κτι­στὴ γὰρ κατὰ τοὺς ἁγίους ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἄκτιστος δὲ ἄκτιστον χαρακτηρίσει οὐσίαν· κἀντεῦθεν ἤδη κινδυνεύσουσιν εἰς ἀθεΐ­αν παντελῆ περιπίπτειν καὶ τὴν ἑλληνικὴν μυθολογίαν καὶ τὴν τῶν κτισμά­των λατρείαν τῇ καθαρᾷ καὶ ἀμώμῳ τῶν χριστιανῶν πίστει προστρι­βο­μέ­νοις, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄκτιστον εἶναι πᾶσαν φυσικὴν δύναμιν καὶ ἐνέργειαν τῆς τρισυποστάτου θεότητος, ἀνάθεμα.
Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι σύνθεσιν τινὰ ὅλως διὰ ταῦτα γίνεσθαι ἐπὶ Θεοῦ, μὴ πειθομένοις δὲ τῇ τῶν ἁγίων διδασκαλίᾳ μη­δεμίαν σύνθεσιν ἀπὸ τῶν φυσικῶν ἐν τῇ φύσει γίνεσθαι διδασκόντων, κἀντεῦθεν οὐ μόνον ἡμᾶς ἀλλὰ καὶ τοὺς ἁγίους ἅπαντας συκοφαντοῦσι, διαρρήδην ἐν πολλοῖς πολλάκις ἀναδιδάσκοντας τό τε ἁπλοῦν ἐπὶ Θεοῦ καὶ ἀσύνθετον καὶ τὴν τῆς θείας οὐσίας καὶ ἐνεργείας διαφοράν, ὡς κατ’ οὐδὲν πάντως τὴν διαφορὰν ταύτην λυμαινομένην τῇ θείᾳ ἁπλότητι· οὐ γὰρ ἂν οὕτω προδήλως ἑαυτοῖς ἐναντία θεολογεῖν ἐπεχείρουν· τοῖς οὖν τοιαῦτα κενολογοῦσι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς φρόνημα, μετὰ τῆς θεοπρεποῦς ταύτης διαφορᾶς καὶ τὴν θείαν ἁπλότητα πάνυ καλῶς διασῴζεσθαι, ἀνάθεμα.
Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσιν ἐπὶ τῆς θείας οὐσίας μόνης τὸ τῆς θεότητος ὄνομα λέγεσθαι, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς φρόνημα, καὶ ἐπὶ τῆς θείας ἐνεργείας οὐχ ἧττον αὐτὸ τίθεσθαι, καὶ οὕτω πάλιν μίαν θεότητα πᾶσι τρόποις πρεσβεύουσι, Πατρός, Υἱοῦ, καὶ ἁγίου Πνεύματος, εἴτε τὴν οὐσίαν αὐτῶν εἴτε τὴν ἐνέργειαν, θεότητα εἴποι τις, ὡς οἱ θεῖοι μυσταγωγοὶ καὶ τοῦτο ἡμᾶς ἐκδιδάσκουσιν, ἀνάθεμα.
Ἔτι τοῖς αὐτοῖς φρονοῦσι καὶ λέγουσι μεθεκτὴν τὴν θείαν οὐ­σίαν εἶναι ὡς τὴν τῶν Μασσαλιανῶν δυσσέβειαν εἰς τὴν καθ’ ἡμᾶς Ἐκκλη­σίαν ἤδη παρεισάγειν ἀναισχυντοῦσι πάλαι τὴν τοιαύτην δόξαν νενο­ση­κό­των, μὴ ὁμολογοῦσι δὲ κατὰ τὰς τῶν ἁγίων θεοπνεύστους θεολογίας καὶ τὸ τῆς Ἐκκλησίας εὐσεβὲς φρόνημα, ἄληπτον μὲν εἶναι παντελῶς αὐτὴν καὶ ἀμέθεκτον, μεθεκτὴν δὲ τὴν θείαν χάριν τε καὶ ἐνέργειαν, ἀνάθεμα.
Πᾶσι τοῖς δυσσεβέσιν αὐτῶν λόγοις τε καὶ συγγράμμασιν, ἀνάθεμα.
Ἰσαὰκ τῷ ἐπονομαζομένῳ Ἀργυρῷ τῷ διὰ βίου παντὸς τὰ τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου νοσήσαντι, κἂν τῷ τέλει τῆς ἰδίας ζωῆς ὡς καὶ πρότερον πολλάκις παρὰ τῆς Ἐκκλησίας Χριστοῦ τὴν ἐπιστροφὴν ἀπαιτηθέντι καὶ τὴν μετάνοιαν, ἐπιμείναντι δὲ τῇ δυσσεβείᾳ καὶ κακῶς τὴν ψυχὴν ἐν τῇ τῆς αἱρέσεως αὐτοῦ ὁμολογίᾳ ἀπορρήξαντι, ἀνάθεμα.
Ἀνδρονίκου τοῦ ἀοιδίμου καὶ μακαρίου βασιλέως ἡμῶν τοῦ Παλαιολόγου τοῦ τὴν προτέραν κατὰ Βαρλαὰμ συγκροτήσαντος Σύνοδον γεν­ναίως τε τῆς Ἐκκλησίας Χριστοῦ καὶ τῆς ἱερᾶς ἐκείνης Συνόδου προστάντος, καὶ πράγμασι καὶ λόγοις καὶ ταῖς διὰ στόματος ἰδίου θαυμασταῖς δημηγορίαις, τὰ μὲν εὐαγγελικὰ καὶ ἀποστολικὰ κρατύναντος δόγματα, τὸν δὲ προρρηθέντα Βαρλαάμ, αὐταῖς αἱρέσεσι καὶ συγγράμμασι καὶ ταῖς κατὰ τῆς ὀρθῆς ἡμῶν πίστεως κενοφωνίαις καθελόντος τε καὶ ἀποκη­ρύ­ξαντος ὡς ἐν τοῖς ἱεροῖς τούτοις ἀγῶσι, καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀρι­στεύμασι μακαρίως μεταλλάξαντος τὸν τῇδε βίον, καὶ πρὸς τὴν ἀμείνω καὶ μακαρίαν ἐκείνην διαβάντος λῆξιν, αἰωνία ἡ μνήμη.
Γρηγορίου τοῦ ἁγιωτάτου μητροπολίτου Θεσσαλονίκης, τοῦ συνοδικῶς ἐπ’ Ἐκκλησίας μεγάλης Βαρλαάμ τε καὶ Ἀκίνδυνον τοὺς ἀρχη­γοὺς καὶ ἐφευρετὰς τῶν καινῶν αἱρέσεων καθελόντος σὺν τῇ αὐτῶν  πονη­ρᾷ συμμορίᾳ, τοὺς τὴν φυσικὴν καὶ ἀχώριστον ἐνέργειαν καὶ δύναμιν τοῦ Θεοῦ καὶ ἁπλῶς πάντα ὁμοῦ τὰ φυσικὰ τῆς ἁγίας Τριάδος ἰδιώματα, κτί­σματα τετολμηκότας εἰπεῖν· ἀλλὰ δὴ καὶ τὸ τῆς θεότητος ἀπρόσιτον φῶς τὸ λάμψαν ἐπὶ τοῦ ὄρους ἀπὸ Χριστοῦ, θεότητά τε κτιστήν, καὶ τὰς πλα­τωνικὰς ἰδέας καὶ τοὺς ἑλληνικοὺς μύθους ἐκείνους ἐπεισαγαγεῖν ἐπι­χει­ρή­σαν­τας αὖθις κακῶς τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, τῆς δὲ κοινῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ τῶν ἀληθινῶν καὶ ἀπταίστων περὶ θεότητος δογμάτων σο­φῶς καὶ γενναίως ἄγαν προπολεμήσαντος καὶ συγγράμμασι καὶ λόγοις καὶ διαλέξεσι, καὶ μίαν θεότητα καὶ Θεὸν ἕνα τρισυπόστατον, ἐνεργῆ, θελη­τι­κόν, παντοδύναμον, ἄκτιστον διὰ πάντων κατὰ τὰς θείας Γραφὰς καὶ δὴ καὶ τοὺς θεολόγους καὶ ἐξηγητὰς τούτων ἀνακηρύξαντος, Ἀθανάσιον φημὶ καὶ Βασίλειον, Γρηγόριον καὶ Ἰωάννην τὸν χρυσορρήμονα Κύριλλόν τε πρὸς τούτοις καὶ Μάξιμον τὸν σοφὸν καὶ τὸν ἐκ Δαμασκοῦ θεορρήμονα, οὐ μὴν ἀλλὰ καὶ τοὺς λοιποὺς Πατέρας καὶ Διδασκάλους τῆς Χριστοῦ Ἐκκλη­σί­ας, καὶ κοινωνοῦ καὶ συνῳδοῦ καὶ συμφώνου καὶ σπουδαστοῦ καὶ συν­α­γωνιστοῦ πάντων τούτων ἀναφανέντος καὶ λόγοις καὶ πράγμασιν, αἰωνία ἡ μνήμη.
Πάντων τῶν ὑπὲρ τῆς ὀρθοδοξίας συναγωνισαμένων τῷ ἀοι­δίμῳ καὶ μακαρίῳ τούτῳ βασιλεῖ καὶ δὴ καὶ [τοῖς] μετ’ ἐκεῖνον  καὶ λό­γοις καὶ διαλέξεσι συγγράμμασί τε καὶ διδασκαλίαις καὶ παντὶ λόγῳ καὶ πράγματι γενναίως τῆς Ἐκκλησίας προστάντων Χριστοῦ, καὶ τὰς μὲν πο­νηρὰς καὶ πολυειδεῖς αἱρέσεις Βαρλαάμ τε καὶ Ἀκινδύνου καὶ τῶν ὁμο­φρό­νων ἐκείνοις ἐπ’ Ἐκκλησίας ἐξελεγξάντων τε καὶ ἀποκηρυξάντων ὁμοῦ, τὰ δὲ ἀποστολικά τε καὶ πατρικὰ τῆς εὐσεβείας δόγματα λαμπρῶς ἀνακηρυξάντων, καὶ διὰ ταῦτα κακῶς ἀκουόντων παρὰ τῶν κακο­δό­ξων καὶ συ­κοφαντουμένων καὶ συνυβριζομένων τοῖς ἱεροῖς θεολόγοις καὶ θεοφόροις ἡμῶν Πατράσι καὶ Διδασκάλοις, αἰωνία ἡ μνήμη.
Τῶν ὁμολογούντων ἕνα Θεὸν τρισυπόστατον, παντοδύναμον, οὐ μόνον ἄκτιστον κατὰ τὴν οὐσίαν καὶ τὰς ὑποστάσεις ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, καὶ λεγόντων «προϊέναι μὲν τὴν θείαν ἐνέργειαν ἐκ τῆς θείας οὐσίας, προϊέναι δὲ ἀδιαιρέτως», διὰ μὲν τοῦ «προϊέναι» τὴν ἀπόρρητον διά­κρι­σιν παριστώντων, διὰ δὲ τοῦ «ἀδιαιρέτως» ὑπερφυᾶ δεικνύντων τὴν ἕνωσιν, ὡς ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη Σύνοδος ἀπεφήνατο, αἰωνία ἡ μνήμη.
Τῶν ὁμολογούντων τὸν Θεόν, ὥσπερ κατ’ οὐσίαν ἄκτιστον καὶ ἄναρχον, οὕτω δὴ καὶ κατ’ ἐνέργειαν, τοῦ ἀνάρχου δηλαδὴ κατὰ χρόνον λαμβανομένου, καὶ κατὰ μὲν τὴν θείαν οὐσίαν ἀμέθεκτον καὶ ἀ­πε­ρινόητον πάντῃ τὸν Θεὸν λεγόντων, μεθεκτὸν δὲ αὐτὸν εἶναι τοῖς ἀξίοις κατὰ τὴν θείαν καὶ θεοποιὸν ἐνέργειαν, ὡς οἱ τῆς Ἐκκλησίας θεολόγοι φασίν, αἰωνία ἡ μνήμη.
Τῶν ὁμολογούντων τὸ ἐκλάμψαν ἀπορρήτως φῶς ἐπὶ τοῦ ὄρους τῆς τοῦ Κυρίου μεταμορφώσεως φῶς ἀπρόσιτον εἶναι καὶ φῶς ἄ­πλε­τον καὶ φύσιν ἀπερινόητον θείας αἴγλης καὶ δόξαν ἀπόρρητον καὶ θεό­τη­τος δόξαν ὑπερτελῆ καὶ προτέλειον καὶ ἄχρονον τοῦ Υἱοῦ δόξαν καὶ βα­σι­λείαν Θεοῦ καὶ κάλλος ἀληθινὸν καὶ ἐράσμιον περὶ τὴν θείαν καὶ μακα­ρίαν φύσιν καὶ φυσικὴν δόξαν Θεοῦ καὶ θεότητα Πατρὸς καὶ Πνεύ­μα­τος ἐν Υἱῷ μονογενεῖ ἀπαστράπτουσαν, ὡς οἱ θεῖοι καὶ θεοφόροι Πατέ­ρες ἡμῶν εἰρήκασιν, Ἀθανάσιος καὶ Βασίλειος οἱ μεγάλοι, Γρηγόριος ὁ Θεολόγος καὶ Ἰωάννης ὁ Χρυσόστομος ἔτι τε καὶ ὁ ἐκ Δαμασκοῦ Ἰωάν­νης, καὶ διὰ ταῦ­τα καὶ ἄκτιστον δοξαζόντων τὸ θειότατον τοῦτο φῶς, αἰωνία ἡ μνήμη.
Τῶν δοξαζόντων τὸ φῶς τῆς τοῦ Κυρίου μεταμορφώσεως ἄ­κτι­στον μὲν διὰ τὰ προειρημένα, μὴ μέντοιγε αὐτὸ εἶναι λεγόντων τὴν ὑ­περ­ούσιον τοῦ Θεοῦ οὐσίαν ὡς ἐκείνης ἀοράτου παντάπασι καὶ ἀμεθέ­κτου μενούσης· «Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε», δηλαδὴ καθὼς ἔχει φύσεως, οἱ θεολόγοι φασί· δόξαν δὲ μᾶλλον αὐτὸ λεγόντων φυσικὴν τῆς ὑπερουσίου οὐσίας ἐξ ἐκείνης προϊοῦσαν ἀδιαιρέτως καὶ ἐπιφαινομένην διὰ φιλαν­θρω­πί­αν Θεοῦ τοῖς κεκαθαρμένοις τὸν νοῦν, μεθ’ ἧς δόξης ὁ Κύριος ἡμῶν καὶ Θεὸς ἥξει κατὰ τὴν δευτέραν καὶ φρικτὴν αὐτοῦ πα­ρουσίαν «κρῖναι ζῶν­τας καὶ νεκρούς», ὡς οἱ θεολόγοι τῆς ἐκκλησίας φασίν, αἰωνία ἡ μνήμη.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 410-414.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου