Η ΘΕΙΑ
ΛΕΙΤΟΥΡΓΙΑ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ
ΕΚΚΛΗΣΙΑΣ
ΗΤΟΙ
ΤΟΥ ΑΓΙΟΥ
ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
Κατὰ τὴν ἔκδοσιν
τοῦ Καθηγητοῦ Ἰωάννου
Καρμίρη[1]
Λειτουργοῦντος ἑνὸς
Ἱερέως μετὰ Διακόνου, ἢ καὶ χοροστατοῦντος Ἀρχιερέως (Ἐπισκόπου,
Ἀρχιεπισκόπου, Μητροπολίτου ἢ Πατριάρχου), ὁ Διάκονος ἐξέρχεται ἐκ τοῦ ἱεροῦ Βήματος,
καὶ λαβὼν εὐλογίαν παρὰ τοῦ Ἱερέως, ἢ παρὰ τοῦ Ἀρχιερέως (ἐὰν χοροστατεῖ
τοιοῦτος), καὶ προσκυνήσας τρίς, λέγει[2]:
Εὐλόγησον, δέσποτα.
Ὁ δὲ Ἱερεὺς λέγει
ἐκφώνως, ὑψῶν ἅμα τὸ Εὐαγγέλιον καὶ ποιῶν τύπον σταυροῦ:
Εὐλογημένη ἡ Βασιλεία
τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Οἱ χοροὶ μετὰ τοῦ λαοῦ
ψάλλουσιν: Ἀμήν.
Εἶτα ὁ Διάκονος λέγει τὰ
Εἰρηνικά, ψαλλόντων τῶν δύο χορῶν ἐναλλὰξ μετὰ τοῦ λαοῦ τό, Κύριε, ἐλέησον μετὰ
πᾶσαν δέησιν. Εἰ δὲ οὐκ ἔστι Διάκονος συλλειτουργῶν, ἅπαντα τὰ τοῦ Διακόνου,
πλὴν τοῦ Εὐλόγησον δέσποτα, ἐκφωνεῖ ἔσωθεν τοῦ Βήματος ὁ Ἱερεύς.
Εἰρηνικά, ἢ μεγάλη
Συναπτή.
Ἐν εἰρήνῃ τοῦ Κυρίου
δεηθῶμεν. -Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης, καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου
δεηθῶμεν. -Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθίας τῶν ἁγίων τοῦ Θεοῦ
Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. -Ὑπὲρ τοῦ ἁγίου οἴκου
τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ
Κυρίου δεηθῶμεν. -Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου
Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας, παντὸς τοῦ Κλήρου καὶ τοῦ λαοῦ, τοῦ
Κυρίου δεηθῶμεν. -Ὑπὲρ τῶν εὐσεβεστάτων καὶ θεοφυλάκτων Βασιλέων ἡμῶν (δεῖνος
καὶ δεῖνος), πάσης τῆς Βασιλικῆς οἰκογενείας, τοῦ Ἔθνους ἡμῶν καὶ τοῦ Στρατοῦ,
τοῦ Κυρίου δεηθῶμεν. -Ὑπὲρ τῆς πόλεως (ἢ τῆς ἁγίας Μονῆς, ἢ τῆς χώρας, ἢ τῆς
νήσου) ταύτης, πάσης πόλεως, χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ
Κυρίου δεηθῶμεν. -Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν
εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν. -Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων,
καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν. -Ὑπὲρ τοῦ
ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν. -Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ Σῇ χάριτι.
-Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους
καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ β΄ χορός: Σοί,
Κύριε.
Τῶν ἀνωτέρω ὑπὸ τοῦ
Διακόνου ἐκφωνουμένων, ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ α΄ Ἀντιφώνου:
Κύριε, ὁ Θεὸς ἡμῶν, οὗ
τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ
φιλανθρωπία ἄφατος. Αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαχνίαν Σου, ἐπίβλεψον ἐφ’
ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ’ ἡμῶν καὶ τῶν συνευχομένων
ἡμῖν πλούσια τὰ ἐλέη Σου καὶ τοὺς οἰκτιρμούς Σου.
Ὁ Ἱερεὺς ἐκφώνως: Ὅτι
πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Οἱ χοροὶ ψάλλουσι τὸ Ἀμὴν
καὶ τὰ Ἀντίφωνα ἢ τὰ Τυπικὰ ἐναλλάξ[3]:
Ταῖς πρεσβείαις τῆς
Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς (τρίς).
Ὁ Διάκονος, ἐπανελθὼν
μετὰ τὴν συμπλήρωσιν τοῦ α΄ Ἀντιφώνου, καὶ στὰς ἐν τῷ οἰκείῳ τόπῳ, καὶ τρὶς
προσκυνήσας, ἐκφωνεῖ τὴν μικρὰν Συναπτήν:
Ἔτι καὶ ἔτι, ἐν εἰρήνῃ
τοῦ Κυρίου δεηθῶμεν.
Ὁ α΄ χορός: Κύριε,
ἐλέησον.
Ἀντιλαβοῦ, σῶσον,
ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ Σῇ χάριτι. -Τῆς παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ
πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν
Χριστῷ τῷ Θεῷ παραθώμεθα
Ὁ β΄ χορός: Σοί,
Κύριε.
Τῆς ἀνωτέρω Συναπτῆς
ὑπὸ τοῦ Διακόνου ἐκφωνουμένης, ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ β΄
Ἀντιφώνου:
Κύριε, ὁ Θεὸς ἡμῶν,
σῶσον τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· τὸ πλήρωμα τῆς Ἐκκλησίας
Σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου Σου· Σὺ αὐτοὺς
ἀντιδόξασον τῇ θεϊκῇ Σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ Σέ.
Ὁ Ἱερεὺς ἐκφώνως· Ὅτι
Σὸν τὸ κράτος καὶ Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ
τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Οἱ χοροὶ ψάλλουσι τὸ Ἀμὴν
καὶ τὸ β΄ Ἀντίφωνον ἐναλλάξ:
Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ,
ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς Σοι ἀλληλούϊα (τρίς). Δόξα Πατρὶ καὶ Υἱῷ καὶ
Ἁγίῳ Πνεύματι. -Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ μονογενὴς Υἱὸς καὶ
Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν
σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας,
σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος,
συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.
Ὁ Διάκονος λέγει αὖθις
τὴν μικρὰν Συναπτήν: Ἔτι καὶ ἔτι (ὡς ἀνωτέρω), καὶ εἰσέρχεται εἰς τὸ Βῆμα, ἐνῷ
ὁ α΄ χορὸς ψάλλει: Σοί, Κύριε.
Τῆς ἀνωτέρω Συναπτῆς
ἐκφωνουμένης, ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ γ΄ Ἀντιφώνου:
Ὁ τὰς κοινὰς ταύτας
καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί, συμφωνοῦσιν ἐπὶ
τῷ ὀνόματί Σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος, Αὐτὸς καὶ νῦν τῶν δούλων
Σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν
ἐπίγνωσιν τῆς Σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.
Μετὰ δὲ τὴν
συμπλήρωσιν τῆς Συναπτῆς λέγει ἐκφώνως:
Ὅτι ἀγαθὸς καὶ
φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Οἱ χοροὶ ψάλλουσι τὸ
Ἀμὴν καὶ τὸ γ΄ Ἀντίφωνον ἢ Ἀπολυτίκιον.
Ψαλλομένου δὲ τοῦ γ΄
Ἀντιφώνου, λαβὼν ὁ Ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ Διακόνῳ, καὶ οὕτως
ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων ἢ
καὶ ἑξαπτερύγων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ
κλίνουσιν ἀμφότεροι τὰς κεφαλάς· καὶ τοῦ Διακόνου εἰπόντος ἠρέμα, τοῦ Κυρίου
δεηθῶμεν, λέγει ὁ Ἱερεύς, ἢ ὁ χοροστατῶν Ἀρχιερεύς, τὴν εὐχὴν τῆς εἰσόδου
μυστικῶς:
Δέσποτα Κύριε, ὁ Θεὸς
ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς Ἀγγέλων καὶ Ἀρχαγγέλων εἰς
λειτουργίαν τῆς Σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν εἴσοδον ἁγίων Ἀγγέλων
γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν Σὴν ἀγαθότητα. Ὅτι
πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ
Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ταύτης τελειωθείσης,
λέγει ὁ Διάκονος πρὸς τὸν Ἱερέα, ἢ τὸν χοροστατοῦντα Ἀρχιερέα:
Εὐλόγησον, δέσποτα,
τὴν ἁγίαν εἴσοδον.
Ὁ δὲ Ἱερεύς, ἢ ὁ
χοροστατῶν Ἀρχιερεύς, εὐλογῶν λέγει:
Εὐλογημένη ἡ εἴσοδος
τῶν ἁγίων Σου, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἶθ’ οὕτως ἀπέρχεται
πρὸς τὸν Ἀρχιερέα ἢ τὸν Ἡγούμενον ὁ Διάκονος, καὶ ἀσπάζεται τὸ Εὐαγγέλιον, εἰ
πάρεστιν· εἰ δὲ μή, ἀσπάζεται τοῦτο ὁ Ἱερεύς. Πληρωθέντος δὲ τοῦ τελευταίου
τροπαρίου, ὁ Διάκονος στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἔμπροσθεν τοῦ Ἱερέως, λέγει
μεγαλοφώνως: Σοφία· ὀρθοί.
Εἶτα αὐτός τε καὶ ὁ Ἱερεὺς
μετ’ αὐτόν εἰσέρχονται διὰ τῆς ὡραίας πύλης εἰς τὸ Ἱερόν· καὶ ὁ μὲν Διάκονος
ἀποτίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ ἱερὸν Εὐαγγέλιον, οἱ δὲ χοροὶ ψάλλουσιν:
Δεῦτε προσκυνήσωμεν
καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν
Ἁγίοις θαυμαστός), ψάλλοντάς Σοι ἀλληλούϊα.
Εἶτα ψάλλουσιν ἐναλλὰξ
καὶ τὰ λοιπὰ διατεταγμένα τροπάρια, ἤτοι 1) τὸ ἀναστάσιμον ἀπολυτίκιον, εἴ ἐστι
Κυριακή, τοῦ τυχόντος ἤχου, 2) τὸ ἀπολυτίκιον τροπάριον τοῦ τῆς ἡμέρας
ἑορταζομένου τυχὸν Ἁγίου, 3) τὸ ἀπολυτίκιον τροπάριον τοῦ Ἁγίου τοῦ ναοῦ, 4) τὸ
συνηθέστερον Θεοτοκίον κοντάκιον: Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε. Τῷ δὲ
Σαββάτῳ ψάλλεται τό: Ὡς ἀπαρχὰς τῆς φύσεως τῷ φυτουργῷ τῆς κτίσεως. Εἰ δέ εἰσι
προεόρτια ἢ μεθέορτια Δεσποτικῆς ἢ Θεομητορικῆς ἑορτῆς, ψάλλεται τὸ τῆς ἑορτῆς.
Ἐὰν δὲ ᾖ περίοδος Τριῳδίου ἢ Πεντηκοσταρίου, ψάλλεται τὸ κοντάκιον τῆς τυχούσης
Κυριακῆς. Ἀπὸ δὲ τῆς Κυριακῆς τοῦ Πάσχα μέχρι τῆς ἀποδόσεως κατὰ πᾶσαν Κυριακὴν
ψάλλεται τὸ κοντάκιον τοῦ Πάσχα: Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε. Εἶτα ὁ μὲν
Διάκονος λέγει:
Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ δὲ Ἱερεὺς ἐκφωνεῖ: Ὅτι
ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.
Ὁ Διάκονος· Καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
Οἱ χοροὶ ψάλλουσιν
ἐναλλὰξ τὸν Τρισάγιον Ὕμνον: Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος,
ἐλέησον ἡμᾶς (ἐκ γ΄). Ὁ β΄ χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ὁ α΄
χορός: Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὁ β΄ χορός: Ἅγιος
ἀθάνατος, ἐλέησον ἡμᾶς. Ὁ Διάκονος: Δύναμις. Ὁ α΄ χορός: Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός,
Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς[4].
Τούτου ψαλλομένου, ὁ
Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τοῦ Τρισαγίου:
Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν
ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν
Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου Δυνάμεως προσκυνούμενος, ὁ ἐκ
τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα, ὁ κτίσας τὸν ἄνθρωπον κατ’ εἰκόνα
Σὴν καὶ ὁμοίωσιν καὶ παντὶ Σου χαρίσματι κατακοσμήσας, ὁ διδοὺς αἰτοῦντι σοφίαν
καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὁ
καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους Σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ
στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου Σου Θυσιαστηρίου καὶ τὴν ὀφειλομένην Σοι
προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος
ἡμῶν τῶν ἁμαρτωλῶν τὸν Τρισάγιον Ὕμνον, καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί Σου.
Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς
καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν Σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς
ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου, καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ’ αἰῶνός Σοι
εὐαρεστησάντων. Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ
καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων[5].
Εἶτα ὅ τε Ἱερεὺς καὶ ὁ
Διάκονος λέγουσιν ἐναλλὰξ τὸν Τρισάγιον Ὕμνον, ποιοῦντες ὁμοῦ τρία προσκυνήματα
ἔμπροσθεν τῆς ἁγίας τραπέζης· μεθ’ ὃ λέγει ὁ Διάκονος πρὸς τὸν Ἱερέα: Κέλευσον,
Δέσποτα.
Καὶ ἀπέρχονται εἰς τὴν
καθέδραν, ἢ τὴν Πρόθεσιν, τοῦ Ἱερέως λέγοντος:
Εὐλογημένος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ὁ Διάκονος: Εὐλόγησον,
δέσποτα, τὴν ἄνω καθέδραν.
Ὁ Ἱερεύς: Εὐλογημένος
εἶ, ὁ καθήμενος ἐπὶ θρόνου δόξης τῆς βασιλείας Σου, πάντοτε, νῦν καὶ ἀεί, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μετὰ τὴν συμπλήρωσιν
τοῦ Τρισαγίου ὁ Διάκονος, ἐλθὼν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, λέγει: Πρόσχωμεν, Σοφία,
Πρόσχωμεν.
Καὶ ὁ Ἀναγνώστης ἀναγινώσκει
τὴν οἰκείαν περικοπὴν ἐκ τοῦ Ἀποστόλου.
Εἶτα, τοῦ Ἀποστόλου
πληρωθέντος, λέγει ὁ Ἱερεὺς ἢ ὁ χοροστατῶν Ἀρχιερεύς: Εἰρήνη σοι τῷ
ἀναγινώσκοντι.
Ὁ β΄ χορός ψάλλει τρὶς
τό, Ἀλληλούϊα.
Ἀναγινωσκομένου δὲ τοῦ
Ἀποστόλου, ὁ μὲν Διάκονος θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὰς Δεσποτικὰς
εἰκόνας καὶ τὸν λαὸν ἐκ τῶν ὡραίων Πυλῶν, ἤ τὸν Ἀρχιερέα, ὁ δὲ Ἱερεὺς
ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν εὐχήν:
Ἔλλαμψον ἐν ταῖς
καρδίαις ἡμῶν, φιλάνθρωπε Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς
τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων
κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς
ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς
εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν
ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν
τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ δὲ Διάκονος μετὰ τὸ
θυμίαμα, λαβὼν τὸ ἅγιον Εὐαγγέλιον καὶ προσελθὼν τῷ Ἱερεῖ ἢ τῷ ἱερουργοῦντι
Ἀρχιερεῖ καὶ τὴν κεφαλὴν ὑποκλίνας, λέγει ἠρέμα:
Εὐλόγησον, δέσποτα,
τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ
Μάρκου ἢ Λουκᾶ ἢ Ἰωάννου).
Ὁ δὲ Ἱερεύς, ἢ ὁ
ἱερουργῶν Ἀρχιερεύς, σφραγίζων αὐτόν, λέγει ἠρέμα:
Ὁ Θεὸς διὰ πρεσβειῶν
τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (δεῖνος) δῴη σοι ῥῆμα τῷ
εὐαγγελιζομένῳ δυνάμει πολλῇ εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ Αὐτοῦ,
Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ὁ Διάκονος· Ἀμήν.
Ἀμήν. Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Εἶτα, λαβὼν ἐκ τῶν χειρῶν τοῦ Ἱερέως
τὸ ἅγιον Εὐαγγέλιον καὶ προσκυνήσας μετ’ εὐλαβείας, αἴρει αὐτὸ καί,
προπορευομένων λαμπάδων, ἀπέρχεται εἰς τὸν Ἄμβωνα, ἐνῷ ὁ Ἱερεύς, μετὰ τὴν
ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ ἱεροῦ Βήματος ἐκφωνεῖ:
Σοφία. Ὀρθοί,
ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ α΄ χορός: Καὶ τῷ
πνεύματί σου.
Ὁ Διάκονος: Ἐκ τοῦ
κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
Ὁ Ἱερεύς: Πρόσχωμεν. Ὁ
β΄ χορός: Δόξα Σοι, Κύριε, δόξα Σοι. Καὶ ἀναγινώσκει ὁ Διάκονος τὴν τεταγμένην
περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου εὐκρινῶς καὶ σεμνοπρεπῶς, μεθ’ ὃ ὁ μὲν Ἱερεύς, ἢ
ὁ χοροστατῶν Ἀρχιερεύς, λέγει πρὸς τὸν Διάκονον:
Εἰρήνη σοι τῷ
εὐαγγελιζομένῳ, ὁ δὲ α΄ χορὸς ψάλλει ἀργῶς: Δόξα Σοι, Κύριε, δόξα Σοι.
Ἐνταῦθα ὁ Ἀρχιερεὺς ἀπὸ
τοῦ θρόνου, ἢ ἀντ’ αὐτοῦ ὁ Ἱεροκήρυξ ἢ ὁ Ἱερεὺς ἀπὸ τὸν ἄμβωνος, ἑρμηνεύει τὴν
ἀναγνωσθεῖσαν Εὐαγγελικὴν ἢ Ἀποστολικὴν περικοπὴν καὶ διδάσκει τὸν λαὸν τοῦ Θεοῦ
εἰς γλῶσσαν ἁπλῆν καὶ καθαράν. Εἶτα ὁ Διάκονος, σταθεὶς πρὸ τοῦ ἱεροῦ Βήματος,
λέγει τὴν Ἐκτενῆ:
Εἴπωμεν πάντες ἐξ ὅλης
τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.
Ὁ α΄ χορός: Κύριε
ἐλέησον.
Κύριε, Παντοκράτορ, ὁ
Θεὸς τῶν Πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. -Ἐλέησον ἡμᾶς, ὁ
Θεὸς, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. -Ἔτι δεόμεθα
ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. -Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου
ἡμῶν (δεῖνος). -Ἔτι δεόμεθα ὑπὲρ τοῦ εὐσεβεστάτου καὶ θεοφυλάκτου Βασιλέως ἡμῶν
(δεῖνος), τῆς εὐσεβέστατης Βασιλίσσης (δεῖνος), τοῦ Διαδόχου (δεῖνος), πάσης
τῆς Βασιλικῆς οἰκογένειας, τοῦ Ἔθνους ἡμῶν καὶ τοῦ Στρατοῦ. -Ἔτι δεόμεθα ὑπὲρ
τῶν ἀδελφῶν ἡμῶν, τῶν Ἱερέων, Ἱερομονάχων, Ἱεροδιακόνων καὶ Μοναχῶν, καὶ πάσης
τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. -Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης,
ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων
τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παροικούντων
ἐν τῇ πόλει (ἢ τῇ χώρᾳ ἢ τῇ νήσῳ) καὶ τῇ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων καὶ
συνδρομητῶν τοῦ ἱεροῦ ναοῦ τούτου σὺν γυναιξὶ καὶ τοῖς τέκνοις αὐτῶν. Καὶ τῶν
δούλων Σου (καὶ μνημονεύει ὧν θέλει ζώντων). -Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ
ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης, καὶ ὑπὲρ πάντων τῶν
προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ
ἁπανταχοῦ Ὀρθοδόξων. Καὶ τῶν δούλων Σου (καὶ μνημονεύει ὧν θέλει κεκοιμημένων).
-Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ
ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου
τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Τούτων δὲ ὑπὸ τοῦ
Διακόνου λεγομένων, ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Ἐκτενοῦς
ἱκεσίας:
Κύριε, ὁ Θεὸς ἡμῶν,
τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ
τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ
πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ Σοῦ πλούσιον ἔλεος.
Συμπληρωθείσης δὲ ὑπὸ
τοῦ Διακόνου τῆς Ἐκτενοῦς, ὁ Ἱερεὺς λέγει ἐκφώνως:
Ὅτι ἐλεήμων καὶ
φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ
καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός: Ἀμήν.
Ἐνταῦθα λαμβάνει ὁ Ἱερεὺς τὸ ἅγιον Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου
Ἀντιμηνσίου, ὁ δὲ Διάκονος ἄρχεται τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων[6], τῶν χορῶν ἐναλλὰξ λεγόντων τό, Κύριε ἐλέησον.
Εὔξασθε οἱ
Κατηχούμενοι τῷ Κυρίῳ. -Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν. -Ἵνα ὁ
Κύριος αὐτοὺς ἐλεήσῃ. -Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας. -Ἀποκαλύψῃ
αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης. -Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ Αὐτοῦ Καθολικῇ καὶ
Ἀποστολικῇ Ἐκκλησίᾳ. -Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός,
τῇ Σῇ χάριτι. -Οἱ Κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Τούτων δὲ λεγομένων, ὁ
Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς ὑπὲρ τῶν Κατηχουμένων εὐχήν:
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ
ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ τὴν σωτηρίαν τῷ γένει τῶν
ἀνθρώπων ἐξαποστείλας τὸν μονογενῆ Σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν
Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους Σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας
Σοι τὸν ἑαυτὸν αὐχένα, καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς
παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας·
ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ Σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ συγκαταρίθμησον
αὐτοὺς τῇ ἐκλεκτῇ Σου ποίμνῃ.
Εἶτα λέγει ἐκφώνως:
Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν
δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ α΄ χορός: Ἀμήν.
Εἶτα ὁ μὲν Ἱερεὺς ἐξαπλοῖ
ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ Εἰλητόν, ὁ δὲ Διάκονος λέγει ἐκφώνως:
Ὅσοι Κατηχούμενοι,
προέλθετε οἱ Κατηχούμενοι, προέλθετε· ὅσοι Κατηχούμενοι, προέλθετε. Μή τις τῶν
Κατηχουμένων.
Ὅσοι Πιστοί, ἔτι καὶ
ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ β΄ χορός: Κύριε, ἐλέησον.
Καὶ ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν α΄ εὐχὴν τῶν Πιστῶν.
Εὐχαριστοῦμέν Σοι,
Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ Σου
θυσιαστηρίῳ, καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς Σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ
τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς
ἀξίους γενέσθαι τοῦ προσφέρειν Σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους
ὑπὲρ παντὸς τοῦ λαοῦ Σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν Σου
ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός Σου τοῦ ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως
ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί Σε ἐν παντὶ καιρῷ καὶ
τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς Σῆς ἀγαθότητος.
Ὁ Διάκονος: Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Ὁ α΄ χορός: Κύριε,
ἐλέησον. Ὁ Διάκονος: Σοφία.
Ὁ Ἱερεὺς ἐκφώνως:
Ὅτι πρέπει Σοι πᾶσα
δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός: Ἀμήν.
Ὁ Διάκονος: Ἔτι καὶ
ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Ὁ α΄ χορός: Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς ἀναγινώσκει
μυστικῶς τὴν β΄ εὐχὴν τῶν Πιστῶν:
Πάλιν καὶ πολλάκις Σοὶ
προσπίπτωμεν καὶ Σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν
δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον, καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου
Σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου
καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε μετὰ φόβου καὶ ἀγάπης
λατρεύειν Σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων Σου Μυστηρίων, καὶ
τῆς ἐπουρανίου Σου βασιλείας ἀξιωθῆναι.
Ὁ Διάκονος: Ἀντιλαβοῦ,
σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Ὁ β΄ χορός: Κύριε, ἐλέησον.
Ὁ Διάκονος: Σοφία. Καὶ εἰσέρχεται εἰς τὸ Ἱερόν. Ὁ δὲ Ἱερεὺς λέγει ἐκφώνως:
Ὅπως, ὑπὸ τοῦ κράτους
Σου πάντοτε φυλαττόμενοι, Σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ
Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Μετὰ τοῦτο, τοῦ β΄
χοροῦ ἐπᾴδοντος τὸ Ἀμήν, ἄρχεται ὁ α΄ χορὸς ψάλλων τὸν Χερουβικὸν ὕμνον ἀργῶς
καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας, μέχρι τῶν λέξεων «ὡς τὸν
Βασιλέα», τοῦ ὑπολοίπου τοῦ ὕμνου ψαλλομένου ὑπὸ τοῦ β΄ χοροῦ μετὰ τὴν μεγάλην
Εἴσοδον.
Οἱ τὰ Χερουβεὶμ μυστικῶς
εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσάδοντες, πᾶσαν τὴν
βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς
ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.
Τούτου δὲ ᾀδομένου, ὁ
Ἱερεὺς πρὸ τῆς ἁγίας Τραπέζης ἀναγινώσκει μυστικῶς καὶ μετ’ ἄκρας εὐλαβείας τὴν
εὐχὴν ταύτην:
Οὐδεὶς ἄξιος τῶν
συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ
λειτουργεῖν Σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν Σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς
ταῖς ἐπουρανίαις Δυνάμεσι. Ἀλλ’ ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν Σου
φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος, καὶ Ἀρχιερεὺς ἡμῶν
ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν
παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριε ὁ Θεὸς ἡμῶν,
δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος,
ὁ τῶν Σεραφεὶμ Κύριος καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις
ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ, τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον. Ἐπίβλεψον ἐπ’ ἐμὲ
τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν Σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν
καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου Σου
Πνεύματος, ἐνδεδυμένον τὴν τῆςἹερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ Σου ταύτῃ τραπέζῃ
καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν Σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ
προσέρχομαι, κλίνας τὸν ἐμαυτοῦ αὐχένα, καὶ δέομαί Σου· Μὴ ἀποστρέψῃς τὸ
πρόσωπόν Σου ἀπ’ ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων Σου· ἀλλ’ ἀξίωσον
προσενεχθῆναί Σοι ὑπ’ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου τὰ δῶρα ταῦτα.
Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος,
Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ
τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.
Μετὰ δὲ τὴν εὐχὴν
λέγουσιν αὐτός τε καὶ ὁ Διάκονος τὸν Χερουβικὸν ὕμνον. Εἶτα, λαβὼν ὁ Ἱερεὺς τὸ
θυμιατήριον, θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὸ Ἱερατεῖον καὶ τὰς δεσποτικὰς
εἰκόνας καὶ τὸν λαόν, μικρὸν προελθὼν τῶν βημοθύρων· λέγει δὲ καθ’ ἑαυτόν, εἰ
μέν ἐστι Κυριακή, τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι, καὶ τὸν Ν΄ ψαλμόν· εἰ δὲ οὔ,
λέγει τὸ Δεῦτε προσκυνήσωμεν, ἐκ γ΄, καὶ εἶτα τὸν Ν΄ ψαλμόν. Ἐὰν δὲ χοροστατῇ
Ἀρχιερεύς, προελθὼν μικρὸν τῶν βημοθύρων, θυμιᾷ πρῶτον τὸν Ἀρχιερέα γ΄, εἶτα
τὰς δεσποτικὰς εἰκόνας, εἶτα αὖθις τὸν Ἀρχιερέα τρὶς ἐκ τρίτου, καὶ εἰσελθὼν
ἀποτίθησι τὸ θυμιατήριον. Ἐλθὼν δὲ μετὰ τοῦ Διακόνου πρὸ τῆς ἁγίας Τραπέζης,
ποιοῦσι προσκυνήματα τρία, λέγοντες καθ’ ἑαυτοὺς κατανυκτικὰ Τροπάρια, καὶ
ἀσπάζονται τὸ ἅγιον Ἀντιμήνσιον καὶ τὴν ἁγίαν Τράπεζαν· αὖθις δὲ ἐκ γ΄
προσκυνήσαντες, στρέφονται πρὸς τὸν λαὸν καὶ ὑποκλίνουσι τὰς κεφαλὰς αὐτῶν, καὶ
οὕτως ἀπέρχονται εἰς τὴν ἁγίαν Πρόθεσιν, καὶ προσκυνήσαντες ἀσπάζονται τὰ
κεκαλυμμένα ἅγια Δῶρα, λέγοντες ἑκάτερος τό: Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ,
καί: Τὸν νυμφῶνά Σου βλέπω. Τότε ὁ Διάκονος λέγει πρὸς τὸν Ἱερέα, Ἔπαρον, δέσποτα,
καὶ ὁ Ἱερεύς, ἄρας τὸν Ἀέρα, ἐπιτίθησιν ἐπὶ τῶν ὤμων αὐτοῦ λέγων:
Ἐπάρατε τὰς χεῖρας
ὑμῶν εἰς τὰ Ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
Εἶτα λαβὼν τὸν ἅγιον
Δίσκον κεκαλυμμένον, ἐπιβάλλει μετὰ πάσης προσοχῆς καὶ εὐλαβείας τῇ τοῦ
Διακόνου κεφαλῇ, αὐτὸς δὲ λαμβάνει ἀνὰ χεῖρας τὸ ἅγιον Ποτήριον, ὁμοίως κεκαλυμμένον.
Ὅτε δὲ ὁ προεξάρχων τοῦ
β΄ χοροῦ, ὁ τιτλοφορούμενος Λαμπαδάριος, εἴπῃ τό: Ὡς τὸν Βασιλέα τότε,
σιγήσαντος τοῦ χοροῦ, ὁ Διάκονος καὶ ὁ Ἱερεὺς ἐξέρχονται τῆς βορείου πύλης τοῦ
Ἱεροῦ, προηγουμένων ἑξαπτερύγων, λαμπάδων καὶ θυμιατηρίου, καὶ διέρχονται τὸ
ἀριστερὸν κλιτὸς καὶ τὸ μέσον τοῦ Ναοῦ, ποιοῦντες τὴν μεγάλην Εἴσοδον,
ἐκφωνοῦντες ἀλληλοδιαδόχως ἑκάτερος:
Πάντων ὑμῶν μνησθείη
Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὑτοῦ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων.
Καὶ ἅπαντες οἱ
ἐκκλησιαζόμενοι, κλίνοντες μετ’ εὐλαβείας τὰς κεφαλὰς καὶ προσκυνοῦντες,
λέγουσι καθ’ ἑαυτοὺς τρίς: Ἀμήν, Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ
Σου.
Φθάσαντες δὲ ὁ
Διάκονος καὶ ὁ Ἱερεὺς πρὸ τοῦ Θρόνου, εἴ ἐστιν Ἀρχιερεὺς χοροστατῶν, στραφέντες
πρὸς αὐτὸν ἐκφωνοῦσιν ἀλληλοδιαδόχως:
Τῆς Ἀρχιερωσύνης σου
μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὑτοῦ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων[7].
Τούτων δὲ εἰσελθόντων
εἰς τὸ Ἱερόν, ὁ β΄ χορὸς ἀναπληροῖ τὸν Χερουβικὸν ὕμνον, ὁ δὲ Διακονος,
σταθεὶς ἐνώπιον τῆς ἁγίας Τραπέζης ἐν τοῖς δεξιοῖς, λέγει πρὸς τὸν Ἱερέα
εἰσερχόμενον:
Μνησθείη Κύριος ὁ Θεὸς
τῆς Ἱερωσύνης σου ἐν τῇ Βασιλείᾳ Αὑτοῦ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Καὶ ὁ Ἱερεὺς εἰσελθὼν
λέγει πρὸς αὐτόν:
Μνησθείη Κύριος ὁ Θεὸς
τῆς Ἱεροδιακονίας σου ἐν τῇ Βασιλείᾳ Αὑτοῦ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Καὶ ἀποτίθησι μὲν ὁ
Ἱερεὺς τὸ ἅγιον Ποτήριον ἐπὶ τῆς ἁγίας Τραπέζης, λαβὼν δὲ καὶ τὸν ἅγιον Δίσκον
ἀπὸ τῆς κεφαλῆς τοῦ Διακόνου ἀποτίθησι καὶ αὐτὸν δεξιόθεν λέγων:
Ὁ εὐσχήμων Ἰωσὴφ ἀπὸ
τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν Σου Σῶμα, σινδόνι καθαρᾷ, εἰλήσας καὶ ἀρώμασιν,
ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
Ὅτε κατῆλθες πρὸς τὸν
θάνατον ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας τῇ ἀστραπῇ τῆς Θεότητος· ὅτε
δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν
ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστέ, ὁ Θεὸς ἡμῶν, δόξα Σοι.
Ταῖς μυροφόροις
γυναιξὶ παρὰ τὸ μνῆμα ἐπιστὰς ὁ Ἄγγελος ἐβόα· τὰ μῦρα τοῖς θνητοῖς ὑπάρχει
ἁρμόδια, Χριστὸς δὲ διαφθορᾶς ἐδείχθη ἀλλότριος[8].
Εἶτα τὰ μὲν καλύμματα
ἄρας ἀπό τε τοῦ ἱεροῦ Δίσκου καὶ τοῦ ἁγίου Ποτηρίου τίθησιν ἐν ἑνὶ μέρει τῆς
ἁγίας Τραπέζης· τὸν δὲ Ἀέρα ἀπὸ τῶν τοῦ Διακόνου ὤμων λαβὼν καὶ θυμιάσας,
σκεπάζει δι’ αὐτοῦ τὰ Ἅγια. Εἶτα λαβὼν τὸ θυμιατόν, θυμιᾷ τρὶς τὰ Ἅγια, ὅτε ὁ
μὲν Διάκονος λέγει ἠρέμα:
Ἀγάθυνον, δέσποτα.
Ὁ δὲ Ἱερεὺς λέγει τὸ
τέλος τοῦ Ν΄ ψαλμοῦ τρίς:
Τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν Σου μόσχους.
Ἀποδοὺς δὲ τὸ θυμιατὸν
καὶ κλίνας τὴν κεφαλήν, λέγει τῷ Διακόνῳ:
Μνήσθητί μου, ἀδελφὲ
καὶ συλλειτουργέ.
Καὶ ὁ Διάκονος πρὸς
αὐτόν:
Μνησθείη Κύριος ὁ Θεὸς
τῆς Ἱερωσύνης σου ἐν τῇ Βασιλείᾳ Αὑτοῦ, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα, ὑποκλίνας ὁ
Διάκονος τὴν κεφαλὴν τῷ Ἱερεῖ, κρατῶν ἅμα ἐν τῇ δεξιᾷ χειρί του καὶ τὸ Ὀράριον,
λέγει πρὸς αὐτόν:
Εὖξαι ὑπὲρ ἐμοῦ,
δέσποτα ἅγιε.
Καὶ ὁ Ἱερεύς: Πνεῦμα
ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
Καὶ ὁ Διάκονος: Αὐτὸ
τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Μνήσθητί μου,
δέσποτα ἅγιε.
Καὶ ὁ Ἱερεύς: Μνησθείη
σου Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ Αὑτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ κλπ.
Καὶ ὁ Διάκονος ἐπειπὼν
τό: Ἀμήν, καὶ τὴν δεξιὰν τοῦ Ἱερέως ἀσπασάμενος, ἐξελθὼν διὰ τῆς βορείου πύλης,
ἵσταται ἐν τῷ συνήθει τόπῳ καὶ ἅμα τῇ λήξει τοῦ Χερουβικοῦ ὕμνου λέγει τὴν
Ἐκτενῆ:
Πληρώσωμεν τὴν δέησιν
ἡμῶν τῷ Κυρίῳ.
Οἱ χοροὶ ἐναλλάξ:
Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν προτεθέντων
τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν. -Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ
πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. -Ὑπὲρ
τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.
Τούτων δὲ ὑπὸ τοῦ
Διακόνου λεγομένων, ὁ Ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Προθέσεως,
μετὰ τὴν ἐν τῇ ἁγίᾳ Τραπέζῃ ἀπόθεσιν τῶν θείων Δώρων:
Κύριε, ὁ Θεὸς ὁ
Παντοκράτωρ, ὁ μόνος Ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων
Σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν, καὶ προσάγαγε τῷ
ἁγίῳ Σου θυσιαστηρίῳ. Καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν Σοι δῶρά τε καὶ θυσίας
πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ
καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν Σου, τοῦ γενέσθαι Σοι εὐπρόσδεκτον τὴν θυσίαν
ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός Σου τὸ ἀγαθὸν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ
προκείμενα δῶρα ταῦτα, καὶ ἐπὶ πάντα τὸν λαὸν Σου.
Ὁ Διάκονος ἐξακολουθεῖ
λέγων:
-Ἀντιλαβοῦ, σῶσον,
ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ Σῇ χάριτι. -Τὴν ἡμέραν πᾶσαν, τελείαν,
ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Οἱ χοροὶ ψάλλουσιν
ἐναλλάξ: Παράσχου, Κύριε.
Ἄγγελον εἰρήνης,
πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα. -Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ
τοῦ Κυρίου αἰτησώμεθα. -Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ
κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. -Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν
εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. -Χριστιανὰ τὰ τέλη
τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ
φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. -Τῆς παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ
πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν
Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Ἱερεὺς ἐκφώνως· Διὰ
τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ
ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ὁ
β΄ χορός: Ἀμήν.
Ὁ Ἱερεύς, ἤ, ἐὰν
χοροστατῇ, ὁ Ἀρχιερεύς, εὐλογεῖ τὸν λαόν, λέγων:
Εἰρήνη πᾶσι.
Ὁ α΄ χορός: Καὶ τῷ
πνεύματί σου.
Ὁ Διάκονος: Ἀγαπήσωμεν
ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.
Ὁ β΄ χορός: Πατέρα,
Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.
Καὶ ὁ μὲν Ἱερεύς,
προσκυνήσας τρίς, ἀσπάζεται τὰ Ἅγια οὕτως, ὥς εἰσιν ἐπικεκαλυμμένα, λέγων
μυστικῶς: Ἀγαπήσω Σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου
καὶ ῥύστης μου (ἐκ γ΄)[9]. Ὁμοίως καὶ ὁ
Διάκονος συμπροσκυνῶν ἐκφωνεῖ: Τὰς θύρας, τὰς θύρας ἐν σοφίᾳ πρόσχωμεν.
Ὁ δὲ Ἱερεύς, ἄρας τὸν
Ἀέρα ἐπάνω τῶν τιμίων δώρων, κινεῖ αὐτὸν ἀνοικτόν, λέγων καθ’ ἑαυτὸν τὸ
Πιστεύω.
Ὁ χοροστατῶν
Ἀρχιερεύς, ἢ ὁ προϊστάμενος τῶν Κληρικῶν, ἢ λαϊκός, τρανῶς καὶ εὐκρινῶς, καὶ
ἕκαστος τῶν ἐκκλησιαζομένων ἰδίᾳ καθ’ ἑαυτόν, ἀπαγγέλλει τὸ ἱερὸν Σύμβολον τῆς
Πίστεως[10], οὗ πληρωθέντος, ἀμφότεροι οἱ χοροὶ λέγουσι
τὸ Ἀμήν.
Εἶτα ὁ Διάκονος λέγει ἐκφώνως:
Στῶμεν καλῶς· στῶμεν
μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν Ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.
Ὁ α΄ χορός: Ἔλεον
εἰρήνης, θυσίαν αἰνέσεως.
Ὁ Ἱερεύς, ῥιπίζων τὰ
Ἅγια διὰ τοῦ Ἀέρος, ἐκφωνεῖ:
Ἡ χάρις τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρός, καὶ ἡ κοινωνία τοῦ Ἁγίου
Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.
Καὶ στραφεὶς πρὸς τὸν
λαόν, εὐλογεῖ αὐτὸν διὰ τοῦ Ἀέρος.
Ὁ β΄ χορός: Καὶ μετὰ
τοῦ πνεύματός σου.
Ὁ Ἱερεύς, ὑψῶν ἀμφοτέρας
τὰς χεῖρας, ἐκφωνεῖ: Ἄνω σχῶμεν τὰς καρδίας.
Ὁ α΄ χορός: Ἔχομεν
πρὸς τὸν Κύριον.
Ὁ Ἱερεύς, στραφεὶς
πρὸς ἀνατολάς, ἐκφωνεῖ: Εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ὁ β΄ χορός: Ἄξιον καὶ
δίκαιον.
Ὁ Ἱερεύς, ἀρχόμενος
τῆς ἁγίας Ἀναφορᾶς, ἐπεύχεται μυστικῶς:
Ἄξιον καὶ δίκαιον Σὲ
ὑμνεῖν, Σὲ εὐλογεῖν, Σὲ αἰνεῖν, Σοὶ εὐχαριστεῖν, Σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς
δεσποτείας Σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος,
ἀεὶ ὤν, ὡσαύτως ὤν, Σὺ καὶ ὁ μονογενής Σου Υἱὸς καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον. Σὺ
ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν,
καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες, καὶ τὴν
Βασιλείαν Σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν Σοι καὶ
τῷ μονογενεῖ Σου Υἱῷ καὶ τῷ Πνεύματί Σου τῷ Ἁγίῳ, ὑπὲρ πάντων, ὧν ἴσμεν καὶ ὧν
οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν, τῶν εἰς ἡμᾶς γεγενημένων.
Εὐχαριστοῦμέν Σοι καὶ ὑπὲρ τῆς Λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν
δέξασθαι κατηξίωσας, καίτοι Σοι παρεστήκασι χιλιάδες Ἀρχαγγέλων καὶ μυριάδες
Ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια,
πτερωτά, (εἶτα λέγει ἐκφώνως):.
Τὸν ἐπινίκιον ὕμνον
ᾄδοντα, βοῶντα, κεκραγότα, καὶ λέγοντα.
Ὁ α΄ χορός: Ἅγιος,
Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης Σου. Ὡσαννὰ ἐν
τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς
ὑψίστοις.
Ὁ δὲ Ἱερεὺς συνεχίζει
ἐπευχόμενος μυστικῶς:
Μετὰ τούτων καὶ ἡμεῖς
τῶν μακαρίων Δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν: Ἅγιος εἶ καὶ
πανάγιος, Σὺ καὶ ὁ μονογενής Σου Υἱὸς καὶ τὸ Πνεῦμά Σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ
πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα Σου. Ὃς τὸν κόσμον Σου οὕτως ἠγάπησας, ὥστε
τὸν Υἱὸν Σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,
ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. Ὃς ἐλθὼν, καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας,
τῇ νυκτί, ᾗ παρεδίδετο, μᾶλλον δὲ ἑαυτὸν περεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,
λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις Αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσίν,
εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις Αὐτοῦ Μαθηταῖς
καὶ Ἀποστόλοις, εἰπὼν (ἐκφώνως):
Λάβετε, φάγετε· τοῦτό
μού ἐστι τὸ Σῶμα, τὸ ὑπὲρ ὑμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ β΄ χορός: Ἀμήν.
Ὁ Ἱερεὺς μυστικῶς:
Ὁμοίως καὶ τὸ ποτήριον, μετὰ τὸ δειπνῆσαι, λέγων (ἐκφώνως): Πίετε ἐξ αὐτοῦ
πάντες, τοῦτό ἐστι τὸ Αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν
ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.
Ὁ α΄ Χορός: Ἀμήν.
Ὁ Ἱερεὺς ἐξακολουθεῖ
ἐπευχόμενος μυστικῶς:
Μεμνημένοι τοίνυν τῆς
σωτηρίου ταύτης ἐντολῆς, καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ Σταυροῦ, τοῦ
Τάφου, τῆς τριημέρου Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς ἀναβάσεως, τῆς ἐκ δεξιῶν καθέδρας,
τῆς δευτέρας καὶ ἐνδόξου πάλιν παρουσίας (ἐκφώνως):
Τὰ σὰ ἐκ τῶν σῶν, Σοὶ
προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.
Ὁ β΄ χορός: Σὲ
ὑμνοῦμεν, Σὲ εὐλογοῦμεν, Σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά Σου, ὁ Θεὸς
ἡμῶν.
Ὁ δὲ Ἱερεύς, κλίνας
τὴν κεφαλήν, μετὰ πάσης κατανύξεως ἐπεύχεται μυστικῶς:
Ἔτι προσφέρομέν Σοι
τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν Σε, καὶ δεόμεθα,
καὶ ἱκετεύομεν. Κατάπεμψον τὸ Πνεῦμά Σου τὸ Ἅγιον ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ
προκείμενα δῶρα ταῦτα.
Ἔπειτα ὁ Ἱερεὺς καὶ ὁ
Διάκονος προσκυνοῦσι τρὶς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, εὐχόμενοι καθ’ ἑαυτοὺς
καὶ λέγοντες τό: Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με. Εἶτα ὁ
Διάκονος, δεικνύων διὰ τοῦ Ὀραρίου τὸν ἅγιον Ἄρτον, λέγει ἠρέμα: Εὐλόγησον,
δέσποτα, τὸν ἅγιον Ἄρτον.
Καὶ ἀνιστάμενος ὁ
Ἱερεὺς σφραγίζει τρὶς τὸν ἅγιον Ἄρτον καὶ λέγει μυστικῶς:
Καὶ ποίησον τὸν μὲν
ἄρτον τοῦτον τίμιον Σῶμα τοῦ Χριστοῦ Σου.
Ὁ Διάκονος: Ἀμήν.
Δεικνύων δὲ διὰ τοῦ Ὀραρίου τὸ ἅγιον Ποτήριον λέγει:
Εὐλόγησον, δέσποτα, τὸ
ἅγιον Ποτήριον.
Καὶ ὁ Ἱερεὺς εὐλογῶν
τοῦτο λέγει:
Τὸ δὲ ἐν τῷ ποτηρίῳ
τούτῳ τίμιον Αἷμα τοῦ Χριστοῦ Σου.
Ὁ Διάκονος: Ἀμήν. Αὖθις
δὲ δεικνύων οὗτος μετὰ τοῦ Ὀραρίου ἀμφότερα τὰ Ἅγια λέγει:
Εὐλόγησον, δέσποτα,
ἀμφότερα τὰ Ἅγια.
Ὁ δὲ Ἱερεύς, εὐλογῶν
ἀμφότερα τὰ Ἅγια, λέγει:
Μεταβαλὼν τῷ Πνεύματί
Σου τῷ Ἁγίῳ. (ΙΙοιοῦσι δὲ ἀμφότεροι τρεῖς γονυκλισίας).
Ὁ Διάκονος: Ἀμήν,
Ἀμήν, Ἀμήν. Καὶ λαβὼν τὸν δεδιπλωμένον Ἀέρα, ῥιπίζει δι’ αὐτοῦ τὰ Ἅγια, ὡς καὶ
πρότερον.
Ὁ δὲ Ἱερεὺς
ἐξακολουθεῖ μυστικῶς ἐπευχόμενος:
Ὥστε γενέσθαι τοῖς
μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου Σου
Πνεύματος, εἰς Βασιλείας οὐρανῶν πλήρωμα, εἰς παῤῥησίαν τὴν πρὸς σέ, μὴ εἰς
κρῖμα, ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν Σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ
τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν,
Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν καὶ παντὸς
πνεύματος δικαίου ἐν πίστει τετελειωμένου· (εἶτα, θυμιῶν τὴν ἁγίαν Τράπεζαν
κατέμπροσθεν, λέγει ἐκφώνως): Ἐξαιρέτως τῆς παναγίας, ἀχράντου,
ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Καὶ ἐπιδίδωσι τὸ
θυμιατήριον τῷ Διακόνῳ, ὅστις θυμιῶν κύκλῳ τὴν ἁγίαν Τράπεζαν, μνημονεύει καθ’
ἑαυτὸν ὧν βούλεται τεθνεώτων.
Ὁ δὲ α΄ χορὸς ψάλλει
χαρμονικῶς τὸ μεγαλυνάριον τῆς Θεοτόκου: Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε
τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν
τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως
Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν[11].
Τούτου δὲ ψαλλόμενου,
ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς:
Τοῦ ἁγίου Ἰωάννου,
Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,
τοῦ ἁγίου (δεῖνος), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων Σου τῶν Ἁγίων, ὧν
ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς, ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ’
ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ὀνομαστὶ ὧν βούλεται), καὶ
ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου Σου. Ἔτι
παρακαλοῦμέν Σε· Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων
τὸν λόγον τῆς Σῆς ἀληθείας, παντὸς τοῦ Πρεσβυτερίου, τῆς ἐν Χριστῷ Διακονίας,
καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν Σοι τὴν λογικὴν
ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς ἁγίας σου Καθολικῆς καὶ
Ἀποστολικῆς Ἐκκλησίας, ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων, ὑπὲρ
τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν Βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ
στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν
τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ
σεμνότητι. (Ἐκφώνως):
Ἐν πρώτοις μνήσθητι,
Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις Σου Ἐκκλησίαις
ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾷ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς Σῆς
ἀληθείας.
Ὁ δὲ Διάκονος, πρὸς τῇ
θύρᾳ στάς, μνημονεύει τὰ Δίπτυχα τῶν ζώντων, εἶτα δὲ ἐκφωνεῖ:
Καὶ ὧν ἕκαστος κατὰ
διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.
Ὁ α΄ χορός: Καὶ πάντων
καὶ πασῶν.
Ὁ Ἱερεὺς κλινόμενος
ἐπεύχεται μυστικῶς:
Μνήσθητι, Κύριε, τῆς
πόλεως ἐν ᾗ παροικοῦμεν, καὶ πάσης πόλεως καὶ χώρας, καὶ τῶν πίστει οἰκούντων
ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων,
αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ
καλλιεργούντων ἐν ταῖς ἁγίαις Σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ
ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη Σου ἐξαπόστειλον. (Ἐκφώνως):
Καὶ δὸς ἡμῖν ἐν ἑνὶ
στόματι καὶ μιᾷ καρδίᾳ δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά
Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός: Ἀμήν.
Καὶ στραφεὶς ὁ Ἱερεὺς
πρὸς τὸν λαὸν καὶ εὐλογῶν αὐτόν, λέγει ἐκφώνως:
Καὶ ἔσται τὰ ἐλέη τοῦ
μεγάλου Θεὸν καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν.
Ὁ α΄ χορός: Καὶ μετὰ
τοῦ πνεύματός σου.
Ὁ δὲ Διάκονος, ἐξελθὼν
τοῦ Βήματος καὶ στὰς ἐν τῷ συνήθει τόπῳ, λέγει:
Πάντων τῶν Ἁγίων
μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.
Οἱ χοροὶ ψάλλουσιν
ἐναλλὰξ μεθ’ ἑκάστην δέησιν: Κύριε, ἐλέησον.
Ὑπὲρ τῶν
προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων δώρων, τοῦ Κυρίου δεηθῶμεν. -Ὅπως ὁ
φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ
νοερὸν Αὐτοῦ Θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν
τὴν θείαν χάριν, καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν. -Ὑπὲρ τοῦ
ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου
δεηθῶμεν.
Τούτων δὲ λεγομένων, ὁ
Ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς:
Σοὶ παρακατατιθέμεθα
τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν Σε
καὶ δεόμεθα καὶ ἱκετεύομεν. Καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων Σου καὶ
φρικτῶν Μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς Τραπέζης, μετὰ καθαροῦ
συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος
Ἁγίου κοινωνίαν, εἰς Βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παῤῥησίαν τὴν πρὸς Σέ,
μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα.
Ὁ Διάκονος ἐξακολουθεῖ
λέγων:
Ἀντιλαβοῦ, σῶσον,
ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς ὁ Θεός, τῇ Σῇ χάριτι. -Τὴν ἡμέραν πᾶσαν, τελείαν,
ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Οἱ χοροὶ ἐναλλὰξ
ψάλλουσιν: Παράσχου, Κύριε.
Ἄγγελον εἰρήνης,
πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου
αἰτησώμεθα. -Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ
τοῦ Κυρίου αἰτησώμεθα. -Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ
κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. -Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν
εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. -Χριστιανὰ τὰ τέλη
τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ
φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. -Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν
κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν
ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ β΄ χορός: Σοί,
Κύριε.
Ὁ Ἱερεὺς ἐκφώνως: Καὶ
καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι Σὲ
τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν.
Ὁ χοροστατῶν
Ἀρχιερεύς, ἢ ὁ προϊστάμενος τῶν Κληρικῶν, ἢ λαϊκός τις, τρανῶς καὶ εὐκρινῶς,
καὶ ἕκαστος τῶν ἐκκλησιαζομένων ἰδίᾳ καθ’ ἑαυτόν, ἀπαγγέλλει τό, Πάτερ ἡμῶν.
Καὶ ἐν τέλει αὐτοῦ ὁ Ἱερεὺς ἐκφωνεῖ: Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ
ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ α΄ χορός: Ἀμήν. Ὁ
Ἱερεύς, ἢ ὁ χοροστατῶν Ἀρχιερεύς: Εἰρήνη πᾶσι.
Ὁ β΄ χορός: Καὶ τῷ
πνεύματί σου.
Ὁ Διάκονος: Τὰς
κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.
Ὁ α΄ χορός: Σοί,
Κύριε.
Ὁ Ἱερεὺς κλινόμενος
ἐπεύχεται μυστικῶς:
Εὐχαριστοῦμέν Σοι,
Βασιλεῦ ἀόρατε, ὁ τῇ ἀμετρήτῳ Σου δυνάμει τὰ πάντα δημιουργήσας, καὶ τῷ πλήθει
τοῦ ἐλέους Σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών, Αὐτός, Δέσποτα,
οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας Σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν
σαρκὶ καὶ αἵματι, ἀλλὰ Σοί, τῷ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν
ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι
σύμπλευσον, τοῖς ὁδοιποροῦσι συνόδευσον, τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν
ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν. (Ἐκφώνως): Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ
τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ
ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός· Ἀμήν.
Ὁ Ἱερεὺς κλινόμενος
ἐπεύχεται μυστικῶς:
Πρόσχες, Κύριε Ἰησοῦ
Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου Σου καὶ ἀπὸ θρόνου δόξης τῆς
Βασιλείας Σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος, καὶ
ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ Σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ
ἀχράντου Σώματός Σου καὶ τοῦ τιμίου Αἵματος, καὶ δι’ ἡμῶν παντὶ τῷ Λαῷ.
Εἶτα προσκυνοῦσιν ὁ
Ἱερεὺς καὶ ὁ Διάκονος, λέγοντες μυστικῶς τρίς: Ὁ Θεός, ἱλάσθητί μοι τῷ
ἁμαρτωλῷ, καὶ ἐλέησόν με. Καὶ ὁ μὲν Διάκονος ἐκφωνεῖ: Πρόσχωμεν. Ὁ δὲ Ἱερεύς,
ὑψῶν τὸν ἅγιον Ἄρτον, ἐκφωνεῖ: Τὰ Ἅγια τοῖς ἁγίοις.
Ὁ α΄ χορός: Εἷς Ἅγιος,
εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.
Εἶτα ὁ προεξάρχων τοῦ
β΄ χοροῦ (ὁ Λαμπαδάριος) ψάλλει ἀργῶς καὶ μετὰ μέλους τὸ Κοινωνικὸν εἰς τὸν
ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν. Τῇ μὲν Κυριακῇ τό: Αἰνεῖτε τὸν Κύριον ἐκ
τῶν οὐρανῶν. Ἀλληλούϊα. Εἰ δὲ τύχοι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις
αὐτῆς, ψάλλεται τὸ Κοινωνικὸν τῆς ἑορτῆς.
Μετὰ δὲ τὸ ἐκφωνῆσαι
τὸν Διάκονον τό, Πρόσχωμεν, εἰσέρχεται οὗτος εἰς τὸ ἅγιον Βῆμα, καὶ στὰς ἐκ
δεξιῶν τοῦ Ἱερέως, κρατοῦντος τὸν ἅγιον Ἄρτον, λέγει:
Μέλισον, δέσποτα, τὸν
ἅγιον Ἄρτον.
Ὁ δὲ Ἱερεύς, μελίζων
αὐτὸν εἰς μερίδας τέσσαρας μετὰ προσοχῆς καὶ εὐλαβείας, λέγει:
Μελίζεται καὶ
διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε
ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
Καὶ τίθησιν αὐτὰς
σταυροειδῶς ἐν τῷ ἁγίῳ δίσκῳ οὕτως:
ΙΣ
ΝΙ ΚΑ
ΧΣ
Καὶ λαβὼν τὴν ἄνω
κειμένην μερίδα, τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ, ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω
τὸν ἁγίου Ποτηρίου, λέγοντος τοῦ Διακόνου:
Πλήρωσον, δέσποτα, τὸ
ἅγιον Ποτήριον.
Καὶ ῥίπτει τὴν μερίδα
ἐντὸς τοῦ ἁγίου Ποτηρίου λέγων:
Πλήρωμα ποτηρίου,
πίστεως, Πνεύματος ἁγίου. Ὁ Διάκονος: Ἀμήν. Καὶ λαβὼν ὁ αὐτὸς τὸ Ζέον, λέγει
πρὸς τὸν Ἱερέα:
Εὐλόγησον, δέσποτα, τὸ
Ζέον.
Ὁ δὲ Ἱερεὺς εὐλογεῖ
λέγων:
Εὐλογημένη ἡ ζέσις τῶν
Ἁγίων Σου, Κύριε, πάντοτε νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ ὁ Διάκονος ἐγχέει
ἐκ τοῦ Ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ, λέγοντος τοῦ Ἱερέως:
Ζέσις πίστεως,
Πνεύματος ἁγίου.
Ὁ Διάκονος: Ἀμήν.
Εἶτα ὁ Ἱερεὺς ἢ ὁ
Διάκονος ἀναγινώσκει εὐλαβῶς τὰς πρὸ τῆς μεταλήψεως καθωρισμένας εὐχάς[12]. Ἔπειτα ἀμφότεροι ἀνιστάμενοι ὑψοῦσι τὰς χεῖράς
των ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἐπευχόμενοι μυστικῶς:
Εὐλογεῖτέ με θεῖοι
Ἄγγελοι, Ἀρχάγγελοι, Ἀρχαί, Κυριότητες καὶ Ἐξουσίαι, τὰ πολυόμματα Χερουβεὶμ
καὶ τὰ ἑξαπτέρυγα Σεραφείμ, τὸν ἀνάξιον (δεῖνα) ἱερέα (ἢ ἱερομόναχον).
Καὶ προσερχόμενος ὁ
Ἱερεύς, ἵνα κοινωνήσῃ, λέγει τῷ Διακόνῳ, ἢ τῷ συλλειτουργῷ του ἢ τοῖς τυχὸν
παρισταμένοις ἄλλοις Κληρικοῖς ὑποκλινόμενος:
Ἀδελφὲ καὶ
συλλειτουργέ, συγχώρησόν μοι τῷ ἀναξίῳ Ἱερεῖ (ἢ συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ
πατέρες, τῷ ἁμαρτωλῷ). Καὶ ὁ Διάκονος ἀποκρίνεται: Ὁ Θεὸς συγχωρήσοι σοι.
Καὶ λαβὼν συγχώρησιν ὁ
Ἱερεὺς λέγει:
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ
ἁμαρτωλῷ καὶ ἐλέησόν με (ἐκ γ΄).
Καὶ πλησιάσας εἰς τὰ
Ἅγια μετὰ φόβου καὶ τρόμου λαμβάνει μίαν μερίδα τοῦ ἁγίου Ἄρτου καὶ λέγει:
Ἰδού, προσέρχομαι
Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου
καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστὸν μεταδίδοταί μοι, τῷ (δεῖνι) ἀναξίῳ
ἱερεῖ (ἢ ἱερομονάχῳ), εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον[13].
Καὶ μεταλαβὼν λέγει:
Ἀμήν.
Εἶτα, λαβὼν τὸ ἅγιον
Ποτήριον μετὰ τοῦ καλύμματος, λέγει:
Ἔτι προσέρχομαι,
Χριστῷ τῷ ἀθανάτῳ Βασιλεῖ καὶ Θεῷ ἡμῶν. Τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον
καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μεταδίδοταί
μοι (δεῖνι) τῷ ἀναξίῳ ἱερεῖ (ἢ ἱερομονάχῳ), εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς
ζωὴν αἰώνιον. Καὶ μεταλαμβάνει τρὶς ἐξ αὐτοῦ λέγων:
Εἰς τὸ ὄνομα τοῦ
Πατρός, Ἀμήν. Καὶ τοῦ Υἱοῦ, Ἀμήν. Καὶ τοῦ Ἁγίου Πνεύματος, Ἀμήν.
Μεθ ὅ, ἀποσπογγίσας τὸ
ἅγιον Ποτήριον διὰ τοῦ καλύμματος καὶ ἀσπασάμενος αὐτό, λέγει:
Τοῦτο ἥψατο τῶν
χειλέων μου. καὶ ἀφελεῖ τὰς ἀνομίας μου, καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.
Εἶτα ἀφίνων τὸ ἅγιον
Ποτήριον λαμβάνει ὁ Ἱερεὺς (ἢ ὁ Διάκονος, εἰ πάρεστι) τὸν ἅγιον Δίσκον σὺν τῇ
μούσῃ μὲ τὴν ἀριστερὰν χεῖρά του, καὶ μὲ τοὺς δύο δακτύλους τῆς δεξιᾶς ἐμβάλλει
πρῶτον τὰ τμήματα τοῦ ἁγίου Σώματος καὶ λέγει τὰ ἑπόμενα:
Ἀνάστασιν Χριστοῦ
θεασάμενοι, προσκυνήσωμεν ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν
Σταυρόν Σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν Σου Ἀνάστασιν ὑμνοῦμεν καὶ
δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς Σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά Σου
ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν
Ἀνάστασιν. Ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς
εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν Αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι’
ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.
Φωτίζου, φωτίζου, ἡ
νέα Ἰερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών.
Σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ὤ θείας! ὤ φίλης! ὤ
γλυκυτάτης σου φωνῆς! μεθ’ ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι μέχρι τερμάτων
αἰῶνος Χριστέ· ἣν οἱ πιστοὶ ἄγκυραν ἐλπίδος κατέχοντες ἀγαλλόμεθα.
Ὦ Πάσχα τὸ μέγα καὶ
ἱερώτατον, Χριστέ· ὦ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερόν
Σου μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς Βασιλείας Σου.
Εἰς δὲ τὰς μερίδας τῶν
ψυχῶν λέγει τό:
Ἀπόπλυνον, Κύριε, τὰ
ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων Σου τῷ Αἵματί Σου τῷ ἁγίῳ,
πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων Σου τῶν Ἁγίων.
Καὶ μετὰ τὸ
ἀποσπογγίσαι τὸν ἅγιον Δίσκον καλῶς τινάζει καὶ τὸ κάλυμμα ἔνδον τοῦ ἁγίου
Ποτηρίου, σκεπάζων αὐτὸ διὰ τοῦ καλύμματος. Εἶτα ἀναγινώσκει τὴν ἑπομένην
εὐχαριστήριον εὐχὴν ὁ Ἱερεὺς μυστικῶς:
Εὐχαριστοῦμέν Σοι,
Δέσποτα φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ
ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων Σου καὶ ἀθανάτων Μυστηρίων. Ὀρθοτόμησον
ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ Σου τοὺς πάντας, φρούρησον ἡμῶν τὴν
ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα, εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ
ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων Σου.
Εἶτα, πληρωθέντος τὸν
Κοινωνικοῦ, κρούει διὰ τὸν συνεπτυγμένου Ἀστερίσκου τὸν ἅγιον Δίσκον
σταυροειδῶς, καὶ τίθησι τὸν Ἀστέρα καὶ τὸ Κάλυμμα καὶ τὸν Ἀέρα ἐπὶ τοῦ ἁγίου
Δίσκου.
Μετὰ δὲ τὸ Ἀλληλούϊα
τοῦ Κοινωνικοῦ, ὁ Διάκονος ἀνοίγων τὰ βημόθυρα καὶ προσκυνήσας ἅπαξ, λαμβάνει
μετ’ εὐλαβείας παρὰ τοῦ Ἱερέως τὸ ἅγιον Ποτήριον κεκαλυμμένον, καὶ ἐξελθὼν εἰς
τὴν ὡραίαν Πύλην καὶ ὑψῶν αὐτό, ἐκφωνεῖ:
Μετὰ φόβου Θεοῦ,
πίστεως καὶ ἀγάπης προσέλθετε.
Καὶ ἐπακολουθεῖ ἡ
κοινωνία τῶν πιστῶν, τῶν χορῶν ψαλλόντων χῦμα τό: Σῶμα Χριστοῦ μεταλάβετε,
πηγῆς ἀθανάτου γεύσασθε, ἢ τό: Τοῦ Δείπνου Σου τοῦ μυστικοῦ κτλ. Εἶτα ὁ Ἱερεύς,
ἢ ὁ χοροστατῶν Ἀρχιερεύς, εὐλογῶν τὸν λαὸν λέγει:
Σῶσον, ὁ Θεός, τὸν
λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου.
Ὁ α΄ χορός: Εἴδομεν τὸ
φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον
Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν[14].
Εἶτα ὁ μὲν Διάκονος
ἀποθέτει τὸ ἅγιον Ποτήριον ἐπὶ τῆς ἁγίας Τραπέζης καὶ λέγει πρὸς τὸν Ἱερέα:
Ὕψωσον Δέσποτα, οὗτος δὲ θυμιᾷ τρὶς καὶ λέγει ἠρέμα:
Ὑψώθητι ἐπὶ τοὺς
οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Σου.
Καὶ ὁ μὲν Διάκονος,
λαβὼν παρὰ τοῦ Ἱερέως τὸν ἅγιον Δίσκον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν
ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά. Ὁ δὲ Ἱερεύς, προσκυνήσας καὶ λαβὼν τὸ ἅγιον
Ποτήριον ἐπικεκαλυμμένον, λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης: Εὐλογητὸς ὁ
Θεὸς ἡμῶν, (ἐκφώνως δὲ στρεφόμενος πρὸς τὸν λαόν):
Πάντοτε, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ α΄ χορός: Ἀμήν.
Καὶ εὐθὺς ἀπέρχεται ὁ
Ἱερεὺς εἰς τὴν ἁγίαν Πρόθεσιν, καὶ ἀποτίθησι τὸ ἅγιον Ποτήριον, εἶτα δὲ
ἐπιστρέφει εἰς τὴν ἁγίαν Τράπεζαν καὶ διπλώνει τὸ Ἀντιμήνσιον, ἐνῷ ὁ Διάκονος,
ἐξερχόμενος τῶν ἱερῶν πυλῶν, λέγει μεγαλοφώνως ἔμπροσθεν τῆς εἰκόνος τοῦ Ἰησοῦ
Χριστοῦ:
Ὀρθοί· μεταλαβόντες
τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ
Χριστοῦ Μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ. -Ἀντιλαβοῦ, σῶσον, ἐλέησον
καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Ὁ β΄ χορός: Κύριε,
ἐλέησον.
Ὁ Διάκονος
ἐξακολουθεῖ:
Τὴν ἡμέραν πᾶσαν,
τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ
πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. (Καὶ εἰσέρχεται εἰς τὸ Ἱερόν).
Ὁ β΄ χορός: Σοί,
Κύριε.
Ὁ Ἱερεὺς ἐκφώνως: Ὅτι
Σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ
τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός: Ἀμήν.
Ἐνταῦθα ὁ Ἱερεὺς
λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον, ποιεῖ σταυρὸν ἐπάνω τοῦ Ἀντιμηνσίου καὶ
ἀποτίθησιν αὐτὸ εὐλαβῶς. Ἀτενίζων δὲ πρὸς τὸν λαόν, λέγει:
Ἐν εἰρήνῃ προέλθωμεν.
Ὁ Διάκονος: Τοῦ Κυρίου
δεηθῶμεν.
Ὁ α΄ χορός: Κύριε
ἐλέησον (τρίς), δέσποτα, ἅγιε, εὐλόγησον.
Καὶ ὁ Ἱερεύς, ἐξελθὼν
τῆς ἁγίας πύλης, ἀναγινώσκει μεγαλοφώνως τὴν ὀπισθάμβωνον εὐχὴν ταύτην
ἔμπροσθεν τῆς δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ:
Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς
Σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ Σοὶ πεποιθότας, σῶσον τὸν Λαόν Σου καὶ
εὐλόγησον τὴν κληρονομίαν Σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας Σου φύλαξον, ἁγίασον
τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου Σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ Σου
δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ Σέ. Εἰρήνην τῷ κόσμῳ Σου
δώρησαι, ταῖς Ἐκκλησίαις Σου, τοῖς Ἱερεῦσι, τοῖς Βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ
παντὶ τῷ Λαῷ Σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι
καταβαῖνον, ἐκ Σοῦ τοῦ Πατρὸς τῶν φώτων. Καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ
προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός: Ἀμήν. Εἶτα
ἀμφότεροι οἱ χοροὶ ψάλλουσιν ἐναλλάξ:
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος (ἐκ γ΄).
Εἶτα εἰσέρχεται ὁ
Ἱερεὺς εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν ταύτην:
Τὸ πλήρωμα τοῦ Νόμου
καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν
πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε,
νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Διάκονος: Τοῦ Κυρίου
δεηθῶμεν.
Ὁ α΄ χορός: Κύριε
ἐλέησον.
Ὁ δὲ Ἱερεὺς (ἢ ὁ
χοροστατῶν Ἀρχιερεύς) ἐξερχόμενος εὐλογεῖ τὸν λαὸν λέγων:
Εὐλογία Κυρίου καὶ
ἔλεος ἔλθοι ἐφ’ ὑμᾶς, τῇ Αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ
ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ β΄ χορός: Ἀμήν.
Ὁ Ἱερεύς: Δόξα Σοι,
Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα Σοι.
Ὁ Ἀναγνώστης: Δόξα,
Καὶ νῦν, Κύριε ἐλεησον (ἐκ γ΄). Δέσποτα ἅγιε, εὐλόγησον.
Καὶ ὁ Ἱερεὺς ποιεῖ
ἀπόλυσιν· καὶ εἴ ἐστι Κυριακή, λέγει:
Ὁ ἀναστὰς ἐκ νεκρῶν
(εἰ δὲ μή, ἁπλῶς) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου
καὶ παναμώμου ἁγίας Αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,
προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου
Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων
Ἀποστόλων, τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν καὶ οἰκουμενικῶν Διδασκάλων καὶ Ἱεραρχῶν,
Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου,
Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας,
Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος, ἐπισκόπου Τριμυθοῦντος τοῦ θαυματουργοῦ·
τῶν ἁγίων ἐνδόξων μεγάλων μαρτύρων, Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ
Μυροβλύτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου, τῶν ἁγίων ἐνδόξων ἱερομαρτύρων
Χαραλάμπους καὶ Ἐλευθερίου, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τοῦ ἐν
ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Χρυσοστόμου,
τοῦ ἁγίου (τοῦ ναοῦ), τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἁγίων καὶ δικαίων
Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην
ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σῶσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος
καὶ ἐλεήμων Θεός[15].
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων (ἢ τοῦ ἁγίου δεσπότου) ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ
σῶσον ἡμᾶς. Ἀμήν.
Οἱ χοροὶ καὶ σύμπας ὁ
λαός: Ἀμήν[16].
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 289-315.
Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι Σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ
Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτος εἰμὶ ἐγώ.
Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά Σου καὶ τοῦτο αὐτό ἐστι τὸ
τίμιον Αἷμά Σου. Δέομαι οὖν Σου· ἐλέησόν με, καὶ συγχώρησόν μοι τὰ παραπτώματά
μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ
ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων Σου Μυστηρίων, εἰς
ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.
Ἐρχόμενος δὲ
μεταλαβεῖν, λέγει καθ’ ἑαυτὸν τοὺς παρόντας στίχους:
Ἰδοὺ βαδίζω πρὸς θείαν Κοινωνίαν.
Πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ.
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ’ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.
Εἶτα τὸ τροπάριον:
Τοῦ Δείπνου Σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε·
οὐ μὴ γὰρ τοῖς ἐχθροῖς Σου τὸ μυστήριον εἴπω· οὐ φίλημά Σοι δώσω, καθάπερ ὁ
Ἰούδας. Ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ Σοι· μνήσθητί μου, Κύριε, ἐν τῇ Βασιλείᾳ Σου.
Εἶτα πάλιν τοὺς
παρόντας στίχους:
Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων.
Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων.
Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει.
Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.
Καὶ τὰ τροπάρια ταῦτα:
Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ Σου ἔρωτι· ἀλλὰ
κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν Σοὶ τρυφῆς
καταξὶωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας Σου.
Ἐν ταῖς λαμπρότησι τῶν Ἁγίων Σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ
τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ
γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν Ἀγγέλων· Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς
ψυχῆς μου, καὶ σῶσόν με, ὡς φιλάνθρωπος.
Εἶτα τὴν παροῦσαν εὐχήν:
Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι
γένοιτο τὰ Ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν
ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ
δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς
σωτηρίας μου.
Καὶ πάλιν: Τοῦ Δείπνου σου τοῦ Μυστικοῦ...
Εἰ οὐκ ἔστιν
Ἀρχιερεύς, ὁ Ἱερεὺς εὐλογῶν τὸν λαὸν λέγει: Ἡ Ἁγία Τριὰς διαφυλάξαι πάντας
ὑμᾶς. Καὶ ὁ λαὸς ἀντεπεύχεται αὐτῷ λέγων: Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς,
Κύριε, φυλάττε εἰς πολλὰ ἔτη.
Εἶτα ὁ Ἱερεὺς διανέμει
εἰς τοὺς πιστοὺς τὸ ἅγιον Ἀντίδωρον, λέγων ἑνὶ ἑκάστῳ: Εὐλογία Κυρίου καὶ ἔλεος
ἔλθοι ἐπὶ σέ. Ἕκαστος δέ, λαβὼν τὸ ἅγιον Ἀντίδωρον καὶ προσκυνήσας, ἐξέρχεται
τοῦ ἱεροῦ Ναοῦ εὐτάκτως. Ἐν τούτοις ὁ μὲν Διάκονος ἀπελθὼν εἰς τὴν Πρόθεσιν συστέλλει
τὰ Ἅγια μετὰ φόβου καὶ πάσης ἀσφαλείας, ὥστε μηδέν τι τῶν ἄγαν λεπτοτάτων
ἐκπεσεῖν ἢ καταλειφθῆναι, καὶ ἀπονίπτεται τὰς χεῖρας ἐν τῷ χωνευτηρίῳ, λέγων
καθ’ ἑαυτὸν τὸν λγ΄ Ψαλμόν· ὁ δὲ Ἱερεὺς μετὰ τὴν διανομὴν τοῦ ἁγίου Ἀντιδώρου
εἰσελθὼν εἰς τὸ ἅγιον Βῆμα ἀναγινώσκει τὴν Εὐχαριστίαν μετὰ τὴν θείαν
Μετάληψιν, καὶ τέλος, ἐκδυθεὶς τὴν ἱερατικὴν στολὴν καὶ ἀσπασάμενος τὴν ἁγίαν
Τράπεζαν, ἀπέρχεται τοῦ ἱεροῦ Ναοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου