γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Δευτέρα 10 Ιουλίου 2017

Θείος Λίβελλος Πίστεως Α΄ Εψηφισμένου Επισκόπου


ΘΕΙΟΣ ΛΙΒΕΛΛΟΣ Α΄ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ
ΥΠΟ
ΕΦΗΨΙΣΜΕΝΟΥ ΟΡΘΟΔΟΞΟΥ ΕΠΙΣΚΟΠΟΥ

ΑΝΑΓΙΝΩΣΚΟΜΕΝΟΣ
ΚΑΤΑ ΤΗΝ ΧΕΙΡΟΤΟΝΙΑΝ ΑΥΤΟΥ

(Δεῖνα) ἐλέῳ Θεοῦ ἐψηφισμένος Μητροπολίτης (ἢ Ἐπίσκοπος) τῆς ἁγιωτάτης Μητροπόλεως (ἢ Ἐπισκοπῆς) ... οἰκείᾳ χειρὶ προέταξα.

Πιστεύω εἰς ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν[1].


Πρὸς δὲ τούτοις στέργω καὶ ἀποδέχομαι τὰς ἁγίας ἑπτὰ οἰκουμενικὰς Συνόδους, καὶ τῶν τοπικῶν ἃς ἐκεῖναι ἀποδεξάμεναι ἐκύρωσαν, ἐπὶ φυλακῇ τῶν ὀρθοδόξων τῆς Ἐκκλησίας δογμάτων ἀθροισθεῖσαι.
Ὁμολογῶ πάντας τοὺς ὑπ’ αὐτῶν, ὡς ὑπὸ φωτιστικῆς χάριτος τοῦ παναγίου Πνεύματος ὁδηγουμένων, ἐκτεθέντας Ὅρους τῆς ὀρθῆς Πίστεως, καὶ τοὺς ἱεροὺς κανόνας, οὓς οἱ μακάριοι ἐκεῖνοι πρὸς τὴν τῆς ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας διακόσμησιν καὶ τῶν ἠθῶν εὐταξίαν κατὰ τὰς ἀποστολικὰς παραδόσεις καὶ τὴν διάνοιαν τῆς εὐαγγελικῆς θείας διδασκαλίας συντάξαντες, παρέδωκαν τῇ Ἐκκλησίᾳ. Ἐνστερνίζομαι, καὶ κατ’ αὐτοὺς ἰθύ­νειν ἐπιμελήσομαι τὴν θείῳ βουλήματι κληρωθεῖσάν μοι Ἐκκλησίαν καὶ κατ’ αὐτοὺς διατελέσω διδάσκων πάντα τὸν τῇ πνευματικῇ μοι ποιμαντο­ρίᾳ πεπιστευμένον ἱερὸν κλῆρον καὶ τὸν περιούσιον λαὸν τοῦ Κυρίου.
Προὐργιαίτατα δέ μοι ὁμολογεῖται, ἵνα τηρῶ τὴν ἑνότητα τῆς Πίστεως ἐν τῷ συνδέσμω τῆς εἰρήνης, πάντα μὲν ὅσα ἡ μία, ἁγία, καθολικὴ καἰ ἀποστολικὴ Ἐκκλησία τῶν Ὀρθοδόξων πρεσβεύουσα δογματίζει, ταῦτα πρεσβεύων κἀγὼ καὶ πιστεύων, μηδὲν προστιθείς, μηδὲν ἀφαιρῶν, μηδὲν μεταβάλλων, μήτε τῶν δογμάτων μήτε τῶν παραδόσεων, ἀλλὰ τούτοις ἐμμένων καὶ ταῦτα μετὰ φόβου Θεοῦ καὶ ἀγαθῆς συνειδήσεως διδάσκων καὶ κηρύττων· πάντα δὲ ὅσα ἐκείνη κατακρίνουσα ὡς ἑτεροδιδασκαλίας ἀποδοκιμάζει, ταῦτα κἀγὼ ἀποδοκιμάζων καὶ ἀποδιοπομπούμενος διὰ παντός.
Πείσομαι δ’ ἐσαεὶ προθύμως ἐν τοῖς ἐκκλησιαστικοῖς καὶ τῇ ἱερᾷ Συνόδῳ ὡς ἀνωτάτῃ ἀρχῇ τῆς Ἐκκλησίας (...), σεβόμενος καὶ τηρῶν τὰς δω­ρηθείσας αὐτῇ προνομίας, πρὸς καταρτισμόν τε καὶ στηριγμὸν τῆς παρ’ ἡμῖν Ὀρθοδόξου ἐκκλησίας καὶ ἐπιμελήσομαι ὅση μοι δύναμις περίεστιν ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας, εἰς δόξαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοὺ ἁγίου Πνεύματος, τῆς μιᾶς ὑπερουσίου καὶ ἀδιαιρέτου Τριάδος, τοῦ ἐνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ, καὶ πρὸς σωτηρίαν τῶν πιστῶν.

(Δεῖνα) ἐλέῳ Θεοῦ ἐψηφισμένος Μητροπολίτης (ἢ Ἐπίσκοπος) τῆς ἁγιωτάτης Μητροπόλεως (ἢ Ἐπισκοπῆς) ... οἰκείᾳ χειρὶ ὑπέταξα.

Ἐν ... μηνὸς ... ... σωτηρίου ἔτους ...

ΠΗΓΗ:
καὶ Ἁλιεύς. Περιοδικὸν τῆς Ἱ. Μητροπόλεως Μαντινείας καὶ Κυνουρίας, Τρίπολις,
τ. 268 (Ὀκτ. - Δεκ. 2012), σ. 10-13.




[1] Τὰ καθ’ ἑξῆς εἰσὶν περίληψις τῶν δευτέρου καί τρίτου Θείων Λιβέλλων τῆς Ὀρθοδόξου Πίστεως, ὧν ἡ ἀνάγνωσις καταλιμπάνεται συνήθως ἐν ταῖς χειροτονίαις Ἐπισκόπων καί οὗς βλέπε ἐν τῷ Μεγάλῳ Εὐχολογίῳ. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου