Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Πέμπτη 29 Οκτωβρίου 2015

Όρος Πίστεως Γ΄ Οικουμενικής Συνόδου (431 μ.Χ.)


ΟΡΟΣ ΠΕΡΙ ΤΗΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ ΕΦΕΣΩ Γ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(431 μ.Χ.)
ΕΝ Ω ΚΑΙ ΠΕΡΙ ΩΝ ΑΝΗΝΕΓΚΕΝ Ο ΧΑΡΙΣΙΟΣ
(ΚΑΝΩΝ 7)

Ὥρισεν ἡ ἁγία Σύνοδος ἑτέραν πίστιν μηδενὶ ἐξεῖναι προφέρειν ἢ γοῦν συγγράφειν ἢ συντιθέναι παρὰ τὴν ὁρισθεῖσαν παρὰ τῶν ἁγίων πατέρων τῶν ἐν τῇ Νικαέων συναχθέντων πόλει σὺν ἁγίῳ πνεύματι. 

Τοὺς δὲ τολ­μῶντας ἢ συντιθέναι πίστιν ἑτέραν ἢ γοῦν προσκομίζειν ἢ προφέρειν τοῖς ἐθέλουσιν ἐπιστρέφειν εἰς ἐπίγνωσιν τῆς ἀληθείας ἢ ἐξ ἑλληνισμοῦ ἢ ἐξ ἰουδαϊσμοῦ ἢ γοῦν ἐξ αἱρέσεως οἱασδηποτοῦν, τούτους, εἰ μὲν εἶεν ἐπίσκοποι ἢ κληρικοί, ἀλλοτρίους εἶναι τοὺς ἐπισκόπους τῆς ἐπισκοπῆς καὶ τοὺς κληρικοὺς τοῦ κλήρου· εἰ δὲ λαϊκοὶ εἶεν ἀναθεματίζεσθαι. κατὰ τὸν ἴσον δὲ τρόπον, εἰ φωραθεῖέν τινες, εἴτε ἐπίσκοποι εἴτε κληρικοὶ εἴτε λαϊκοί, ἢ φρονοῦντες ἢ διδάσκοντες τὰ ἐν τῇ προσκομισθείσῃ ἐκθέσει παρὰ Χαρισίου τοῦ πρεσβυτέρου περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, ἤγουν τὰ μιαρὰ καὶ διεστραμμένα τοῦ Νεστορίου δόγματα, ὑπο­κείσθωσαν τῇ ἀποφάσει τῆς ἁγίας ταύτης καὶ οἰκουμενικῆς Συνόδου, ὥστε δηλονότι τὸν μὲν ἐπίσκοπον ἀλλοτριοῦσθαι τῆς ἐπισκοπῆς καὶ εἶναι καθῃρημένον, τὸν δὲ κληρικὸν ὁμοίως ἐκπίπτειν τοῦ κλήρου· εἰ δὲ λαϊκός τις εἴη, καὶ οὗτος ἀναθεματιζέσθω, καθὼς προείρηται.

ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις, 1960, σ. 155-156.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου