Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Τετάρτη 28 Οκτωβρίου 2015

Γρηγορίου Θεολόγου, Περί των Κανονικών βιβλίων († 390 μ.Χ.)


ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
ΠΕΡΙ
ΤΩΝ ΚΑΝΟΝΙΚΩΝ ΒΙΒΛΙΩΝ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
 (+ 390 μ.Χ.)

Ὄφρα δὲ μὴ ξείνῃσι νόον κλέπτοιο βίβλοισι,
Πολλαὶ γὰρ τελέθουσι παρέγγραπτοι κακότητες,
Δέχνυσο τοῦτον ἐμοῖο τὸν ἔγκριτον, ὦ φίλ’, ἀριθμόν.
Ἱστορικαὶ μὲν ἔασι βίβλοι δυοκαίδεκα πᾶσαι
Τῆς ἀρχαιότερης Ἑβραϊκῆς σοφίης.
Πρωτίστη Γένεσις· εἶτ’ Ἔξοδος, Λευϊτικόν τε·
Ἔπειτ’ Ἀριθμοί· εἶτα Δεύτερος νόμος·
Ἔπειτ’ Ἰησοῦς, καὶ Κριταί· Ῥοὺθ ὀγδόη·
Ἡ δ’ ἐνάτη, δεκάτη τε βίβλοι, πράξεις Βασιλειῶν,
Καὶ Παραλειπόμενοι· ἔσχατον Ἔσδραν ἔχεις.
Αἱ δὲ στιχηραὶ πέντε, ὧν πρῶτος γ’ Ἰώβ·
Ἔπειτα Δαυίδ, εἶτα τρεῖς Σολομώντειαι,
Ἐκκλησιαστής, ᾏσμα, καὶ Παροιμίαι·
Καὶ πένθ’ ὁμοίως Πνεύματος προφητικοῦ.
Μίαν μέν εἰσιν ἐς γραφὴν οἱ δώδεκα,
Ὠσηέ, κ’ Ἀμώς, καὶ Μιχαίας ὁ τρίτος·
Ἔπειτ’ Ἰωήλ, εἶτ’ Ἰωνᾶς, καὶ Ἀβδίας,
Ναούμ τε, Ἀββακούμ τε, καὶ Σοφονίας,
Ἀγγαῖος, εἶτα Ζαχαρίας, καὶ Μαλαχίας.
Μία μὲν οἵδε· δευτέρα δ’ Ἡσαΐας.
Ἔπειθ’ ὁ κληθεὶς Ἱερεμίας ἐκ βρέφους·
Εἶτ’ Ἰεζεκιήλ, καὶ Δανιήλου χάρις.
Ἀρχαίας μὲν ἔθηκα δύο καὶ εἴκοσι βίβλους,
Τοῖς τῶν Ἑβραίων γράμμασιν ἀντιθέτους.
Ἤδη δ’ ἀρίθμει καὶ νέου μυστηρίου.
Ματθαῖος μὲν ἔγραψεν Ἑβραίοις θαύματα Χριστοῦ·
Μᾶρκος δ’ Ἰταλίη, Λουκᾶς Ἀχαϊάδι·
Πᾶσι δ’ Ἰωάννης, κῆρυξ μέγας, οὐρανοφοίτης,
Ἔπειτα Πράξεις τῶν σοφῶν Ἀποστόλων.
Δέκα δὲ Παύλου τέσσαρες τ’ ἐπιστολαί.
Ἑπτὰ δὲ Καθολικαί, ὧν Ἰακώβου μία,
Δύο δὲ Πέτρου, τρεῖς δ’ Ἰωάννου πάλιν.
Ἰούδα, δ’ ἐστὶν ἑβδόμη· πάσας ἔχεις.
Εἴ τι δὲ τούτων ἐκτός, οὐκ ἐν γνησίαις[1].

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 279-280.





[1] MPG, 37,472/4. ΡΠΣ, IV, 363/4. Πηδάλιον, σ. 397/8. Πρβλ. καὶ καν. Ἀποστ. 85, Λαοδ. 59, 60, Καρθ. 24, Μ. Ἀθανασίου (Ἰω. Καρμίρη, Μνημεῖα, Ι, ἔκδ. β΄, σ. 273/4), Ἀμφιλοχίου (αὐτόθι, σ. 281/2).

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου