Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Τρίτη 24 Νοεμβρίου 2015

Φωτίου του Μεγάλου, Εγκύκλιος Επιστολή (866 μ.Χ.)


ΦΩΤΙΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝ/ΛΕΩΣ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΕΓΚΥΚΛΙΟΣ ΕΠΙΣΤΟΛΗ
(866 μ.Χ.)

Ἐγκύκλιος Ἐπιστολὴ πρὸς τοὺς τῆς Ἀνατολῆς ἀρχιερατικοὺς θρόνους, Ἀλεξανδρείας φημὶ καὶ τῶν λοιπῶν, ἐν ᾖ περὶ κεφαλαίων τινῶν διάλυσιν πραγματεύεται· καὶ ὡς οὐ χρὴ λέγειν «ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ» τὸ Πνεῦμα προέρχεσθαι, ἀλλ’ ἐκ τοῦ Πατρὸς μόνου.

1. Οὐκ ἦν ἄρα, ὡς ἔοικε, κόρος τῷ πονηρῷ τῶν κακῶν, οὐδέ τι τῶν ἐφευρημάτων καὶ μηχανημάτων πέρας, ἃ κατὰ τοῦ ἀνθρωπίνου γένους ἐξ ἀρχῆς ἀνακινεῖν ἐμελέτησεν· ἀλλὰ μυρίαις μὲν ὅσαις ἀπάταις πρὸ τῆς ἐν σαρκὶ τοῦ Δεσπότου παρουσίας τὸν ἄνθρωπον ὑπηγάγετο εἰς ἀλλοφύλους καὶ παρανόμους ἀποβουκολήσας πράξεις, ἐξ ὧν καὶ τὴν κατ’ αὐτοῦ τυραν­νίδα κατὰ κράτος ἀνεδήσατο· μυρίαις δὲ καὶ μετὰ ταῦτα πλάναις καὶ δελεάσμασιν ὑποσκελίζειν καὶ παρασύρειν τοὺς αὐτῷ πειθομένους οὐ διέλι­πεν. Ἐντεῦθεν Σίμωνες καὶ Μαρκίωνες, Μοντανοί τε καὶ Μάνητες, καὶ ἡ ποικίλη καὶ πολύτροπος τῶν αἱρέσεων θεομαχία ἐπλήθυνεν. Ἐντεῦθεν Ἄρειος καὶ Μακεδόνιος καὶ Νεστόριος Εὐτυχής τε καὶ Διόσκορος καὶ τὸ λοιπὸν τῆς ἀσεβείας σύνταγμα, καθ’ ὧν αἱ ἅγιαι καὶ οἰκουμενικαὶ συνεκρο­τήθησαν ἑπτά Σύνοδοι καὶ τῶν κατὰ τόπους ἱερῶν καὶ θεοφόρων ἀνδρῶν συνελέγη τὰ συστήματα, τὰς πονηρὰς παραφυάδας τῇ μαχαίρᾳ τοῦ Πνεύ­ματος αὐτορρίζους ἐκθερίσαντες, καὶ καθαρὸν παρασκευάσαντες ἀναφυῆ­ναι τῆς Ἐκκλησίας τὸ λήιον.

2. Ἀλλὰ τούτων ἐκ ποδῶν γεγενημένων καὶ σιγῇ καὶ λήθῃ παραδεδομένων, ἐλπὶς ἀγαθὴ καὶ βαθεῖα τοῖς εὐσεβέσιν ὑπετρέφετο, μὴ ἄν ποτε καινοτέρων δυσσεβημάτων ἐφευρετὰς γενέσθαι ἐν πᾶσιν οἷς ἐπείρασεν ὁ πονηρός, εἰς τοὐναντίον αὐτῷ τῶν βουλευμάτων περιτραπέντων, μήτε μὴν τῶν ἤδη κατάκρισιν συνοδικῶς δεδεγμένων ὑπερασπιστάς τινας καὶ προμάχους ἀναφανῆναι, τῇ καταστροφῇ καὶ τῷ πάθει τῶν ἀρξάντων καὶ τῶν εἰς μίμησιν ἐκείνων ἐλθεῖν μελετώντων ἀνακοπτομένων. Καὶ ταύταις μὲν ταῖς ἐλπίσιν ὁ εὐσεβὴς λογισμὸς ἐπανεπαύετο, μάλιστα δὲ κατὰ τὴν βασιλεύουσαν πόλιν, ἐν ᾗ πολλὰ Θεοῦ συνεργείᾳ τῶν ἀνελπίστων κατώρ­θωται, πολλαὶ δὲ γλῶσσαι, τὴν προτέραν διαπτυσάμεναι μυσαρότητα, τὸν κοινὸν ἁπάντων Πλάστην καὶ Δημιουργὸν μεθ’ ἡμῶν ὑμνεῖν ἐδιδάχθησαν, ὥσπερ ἀπό τινος ὑψηλοῦ καὶ μετεώρου χώρου τὰς τῆς ὀρθοδοξίας πηγὰς τῆς βασιλίδος ἀναδιδούσης καὶ καθαρὰ τῆς εὐσεβείας τὰ νάματα εἰς τὰ τῆς οἰκουμένης διαρρεούσης πέρατα, καὶ ποταμῶν δίκην ἀρδευούσης τοῖς δόγμασι τὰς ἐκεῖσε ψυχάς, αἵτινες, χρόνος πολὺς ἐξ οὗ, καταξηρανθεῖσαι τοῖς τῆς ἀσεβείας ἢ ἐθελοθρησκείας ὑπεκκαύμασι καὶ εἰς ἐρήμους καὶ ἀγό­νους ἀποχερσωθεῖσαι, ὅμως τὸν τῆς διδασκαλίας ὄμβρον ὑποδεξάμενοι τὸ Χριστοῦ γεώργιον καρποφοροῦσιν ἐνευθυνούμεναι. Καὶ γὰρ οἱ τὴν Ἀρμενίαν οἰκοῦντες τῷ τῶν ἰακωβιτῶν ἐνισχόμενοι δυσσεβήματι καὶ πρὸς τὸ ὀρθὸν τῆς εὐσεβείας ἀπαυθαδιαζόμενοι κήρυγμα, ἀφ’ οὗπερ ἡ πολυάνθρωπος ἐκείνη καὶ ἁγία τῶν Πατέρων ἡμῶν κατὰ Χαλκηδόνα συνεκροτήθη Σύνοδος, τῶν ὑμετέρων εὐχῶν ἡμῖν ἐπαμυνουσῶν, τὴν μακρὰν ἐκείνην πλάνην ἀποθέσθαι ἐνεδυναμώθησαν. Καὶ λατρεύει σήμερον καθαρῶς καὶ ὀρθοδόξως ἡ τῶν Ἀρμενίων λῆξις τὴν χριστιανῶν λατρείαν, Εὐτυχῆ τε καὶ Σεβῆρον καὶ Διόσκορον καὶ τοὺς κατὰ τῆς εὐσεβεί­ας πετροβόλους Πέτρους καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ πᾶσαν αὐτῶν τὴν πολύσπορον διασπορὰ νὡς ἡ καθολικὴ Ἐκκλησία μυσαττομένη καὶ δεσμοῖς ἀλύτοις τοῦ ἀναθέματος ὑποβάλλουσα.
3. Ἀλλά γε δὴ καὶ Βουλγάρων ἔθνος βαρβαρικὸν καὶ μισόχριστον εἰς τοσαύτην μετέκλινεν ἡμερότητα καὶ θεογνωσίαν, ὥστε τῶν δαιμονίων καὶ πατρῴων ἐκστάντες ὀργίων καὶ τῆς ἑλληνικῆς δεισιδαιμονίας ἀποσκευασάμενοι τὴν πλάνην, εἰς τὴν τῶν χριστιανῶν παραδόξως μετενεκεντρίσθησαν πίστιν.
4. Ἀλλ’ ὢ πονηρᾶς καὶ βασκάνου καὶ ἀθέου βουλῆς τε καὶ πράξεως! Ἡ γὰρ τοιαύτη διήγησις, εὐαγγελίων οὖσα ὑπόθεσις, εἰς κατήφειαν μετατί­θεται, τῆς εὐφροσύνης καὶ χαρᾶς εἰς πένθος τραπείσης καὶ δάκρυα. Οὔπω γὰρ ἐκείνου τοῦ ἔθνους οὐδ’ εἰς δύο ἐνιαυτοὺς τὴν ὀρθὴν τῶν χριστιανῶν τιμῶντος θρησκείαν, ἄνδρες δυσσεβεῖς καὶ ἀποτρόπαιοι (καὶ τί γὰρ οὐκ ἄν τις εὐσεβῶν τούτους ἐξονομάσειεν), ἄνδρες ἐκ σκότους ἀναδύντες (τῆς γὰρ ἑσπερίου μοίρας ὑπῆρχον γεννήματα), οἴμοι πῶς τὸ ὑπόλοιπον ἐκδιηγήσο­μαι! οὗτοι πρὸς τὸ νεοπαγὲς εἰς εὐσέβειαν καὶ νεοσύστατον ἔθνος, ὥσπερ κεραυνὸς ἢ σεισμὸς ἢ χαλάζης πλῆθος, μᾶλλον δὲ οἰκειότερον εἰπεῖν, ὥσπερ ἄγριος μονιὸς ἐμπηδήσαντες, τὸν ἀμπελῶνα Κυρίου τὸν ἠγαπημένον καὶ νεόφυτον καὶ ποσὶν καὶ ὀδοῦσιν, ἤτοι τρίβοις αἰσχρᾶς πολιτείας καὶ διαφθορᾷ δογμάτων, τό γε εἰς τόλμαν ἧκον τὴν αὐτῶν, κατανεμησάμενοι ἐλυμήναντο. Ἀπὸ γὰρ τῶν ὀρθῶν καὶ καθαρῶν δογμάτων καὶ τῆς τῶν χριστιανῶν ἀμωμήτου πίστεως παραφθείρειν τούτους καὶ ὑποσπᾶν κατε­πανουργεύσαντο.
5. Καὶ πρῶτον μὲν αὐτοὺς ἐκθέσμως εἰς τὴν τῶν σαββάτων νηστείαν μετέστησαν· οἶδε δὲ καὶ ἡ μικρὰ τῶν παραδοθέντων ἀθέτησις καὶ πρὸς ὅλην τοῦ δόγματος ἐπιτρέψαι καταφρόνησιν· ἔπειτα δὲ τὴν τῶν νη­στειῶν πρώτην ἑβδομάδα τῆς ἄλλης νηστείας περικόψαντες, εἰς γαλακτο­ποσίας καὶ τυροῦ τροφὴν καὶ τὴν τῶν ὁμοίων ἀδηφαγίαν καθείλκυσαν. Ἐντεῦθεν αὐτοῖς τὴν ὁδὸν τῶν παραβάσεων ἐμπλατύνοντες καὶ τῆς εὐθείας τρίβου καὶ βασιλικῆς διαστρέφοντες, καὶ δὴ καὶ τοὺς ἐνθέσμῳ γάμῳ πρε­σβυτέρους διαπρέποντας, οἱ πολλὰς κόρας χωρὶς ἀνδρὸς γυναῖκας δεικνύ­οντες, καὶ γυναῖκας παῖδας ἐκτρεφούσας, ὧν οὐκ ἔστιν πατέρας θεάσα­σθαι, οὗτοι τοὺς ὡς ἀληθῶς Θεοῦ ἱερεῖς μυσάττεσθαί τε καὶ ἀποστρέφε­σθαι παρεσκεύασαν, τῆς Μάνου γεωργίας ἐν αὐτοῖς τὰ σπέρματα κατα­σπείροντες καὶ ψυχὰς ἄρτι βλαστάνειν ἀρξαμένας τὸν σπόρον τῆς εὐσεβείας τῇ τῶν ζιζανίων ἐπισπορᾷ λυμαινόμενοι.
6. Ἀλλά γε δὴ καὶ τοὺς ὑπὸ πρεσβυτέρων μύρῳ χρισθέντας ἀναμυρί­ζειν αὐτοὶ οὐ πεφρίκασιν, ἐπισκόπους ἑαυτοὺς ἀναγορεύοντες καὶ τὸ τῶν πρεσβυτέρων χρῖσμα ἄχρη­στον εἶναι καὶ εἰς μάτην ἐπιτελεῖσθαι τερατευό­μενοι.
7. Ἆρ’ ἔστιν ὃς τηλικαύ­την ἀκοῇ παρείληφεν ἄνοιαν, ἣν κατατολμᾶν οἱ παράφρονες οὐκ ἐνάρκη­σαν, τοὺς ἅπαξ μύρῳ χρισθέντας ἀναχρίοντες καὶ τὰ τῶν χριστιανῶν ὑπερ­φυῆ καὶ θεῖα μυστήρια εἰς λῆρον μακρὸν καὶ πλα­τὺν ἐξορχούμενοι γέλωτα; καὶ τό γε σοφὸν τῶν ὡς ἀληθῶς ἀμυήτων, οὐ γὰρ ἔξεστι, φασίν, ἱερεῦσι τοὺς τελουμένους μύρῳ ἁγιάζειν· ἀρχιερεῦσι γὰρ μόνοις ἐνομίσθη. Πόθεν ὁ νόμος; τίς δ’ ὁ νομοθέτης; ποῖος τῶν ἀποστόλων; τῶν Πατέρων δέ; ἀλλὰ τῶν Συνόδων; ἢ ποῦ καὶ πότε συστᾶσα; τίνων δὲ κρατήσασα ψή­φοις; Οὐκ ἔξεστιν ἱερεῖ μύρῳ τοὺς βαπτιζομένους σφραγίζειν; οὐκοῦν οὐ­δὲ βαπτίζειν ὅλως οὐδὲ ἱερᾶσθαι ἄρα· ἵνα σοι μηδὲ ἡμίτομος ἱερεὺς ἀλλ’ ὁλόκληρος, εἰς ἀνίερον εἴη κλῆρον ἀπεληλαμένος. Ἱερουργεῖ τὸ δεσποτικὸν σῶμα καὶ αἷμα Χριστοῦ καὶ τοὺς πάλαι μυσταγωγηθέντας δι’ αὐτῶν καθα­γιάζει· πῶς οὐχ ἁγιάσει μύρῳ χρίων τοὺς νῦν τελουμένους; Βαπτίζει ὁ ἱερεύς, καθάρσιον δῶρον τῷ βαπτιζομένῳ τελεσιουργῶν· πῶς ἧς τελεσιουρ­γὸς αὐτὸς ὑπάρχει καθάρσεως ἀφαιρήσεις αὐτοῦ τὴν φυλακὴν καὶ σφραγῖ­δα; Ἀλλ’ ἀφαιρεῖς τὴν σφραγῖδα; μηδ᾿ ὑπηρετεῖν ἐπιτρέψῃς τῷ δώρῳ, μηδ’ ἐν αὐτῷ τινὰς τελεσιουργεῖν, ἵνα σε γυμνοῖς ὁ σὸς ἱερεὺς ἐνδιαπρέπων ὀνόμασι τῆς αὐτῆς αὐτῷ χοροστασίας κορυφαῖον δείξῃ καὶ ἐπίσκοπον.
8. Ἀλλὰ γὰρ οὐχὶ μόνον εἰς ταῦτα παρανομεῖν ἐξηνέχθησαν, ἀλλὰ καὶ εἴ τις κακῶν ἐστι κορωνίς, εἰς ταύτην ἀνέδραμον. Πρὸς γάρ τοι τοῖς εἰρημένοις ἀτοπήμασι καὶ τὸ ἱερὸν καὶ ἅγι­ον Σύμβολον, ὃ πᾶσι τοῖς συνοδικοῖς καὶ οἰκου­μενικοῖς ψηφίσμασιν ἄμαχον ἔχει τὴν ἰσχύν, νό­θοις λογισμοῖς καὶ παρεγγράπτοις λόγοις καὶ θράσους ὑπερβολῇ κιβδηλεύειν ἐπεχείρησαν, ὢ τῶν τοῦ πονηροῦ μηχανημάτων! τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ Πατρὸς μόνον ἀλλά γε καὶ ἐκ τοῦ Υἱοῦ ἐκπο­ρεύεσθαι κοινολογήσαντες.
9. Τίς ποτε τοιαύτην παρὰ τῶν πώποτε ἀσεβησάντων φωνὴν ἤκουσε ῥαγεῖσαν; Ποῖος σκολιὸς ὄφις εἰς τὰς ἐκείνων καρδίας τοῦτο ἠρεύξατο; Τίς ὅλως ἀνάσχοιτο τῶν ἐν χριστιανοῖς τελούντων ἐπὶ τῆς ἁγίας Τριάδος δύο εἰσάγειν αἴτια, Υἱοῦ μὲν καὶ Πνεύματος τὸν Πατέρα, τοῦ Πνεύματος δὲ πάλιν τὸν Υἱόν, καὶ εἰς διθεΐαν τὴν μοναρχίαν λύειν, καὶ μηδὲν ἧττον τῆς ἑλληνικῆς μυθολογίας τὴν τῶν χριστιανῶν σπαράττειν θεολογίαν καὶ τῆς ὑπερουσίου καὶ μοναρχικῆς Τριάδος ἐξυβρίζειν τὸ ἀξίωμα; Διὰ τί δὲ καὶ ἐκπορευθείη <ἐκ> τοῦ Υἱοῦ τὸ Πνεῦμα; Εἰγὰρ ἡ ἐκ τοῦ Πατρὸς ἐκπόρευσις τελεία (τελεία δὲ ὅτι Θεὸς τέλειος ἐκ Θεοῦ τελείου), τίς ἡ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις; καὶ διὰ τί; περιττὸν γὰρ ἂν εἴη τοῦτο καὶ μάταιον.
10. Ἔτι δέ, εἰ ἐκπορεύεται <ἐκ> τοῦ Υἱοῦ τὸ Πνεῦμα ὥσπερ ἐκ Πατρός, τί μὴ καὶ ὁ Υἱὸς ἐκ τοῦ Πνεύματος γεννᾶται ὥσπερ ἐκ Πατρός; ἵνα εἴη πάντα τοῖς ἀσεβοῦσιν ἀσεβῆ, καὶ αἱ γνῶμαι καὶ τὰ ῥήμα­τα, καὶ μηδὲν αὐτοῖς ἀτόλμητον ὑπολίποιτο.
11. Σκόπει δὲ κἀκεῖνο. Εἰ γὰρ ἐν ᾧ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται τὸ Πνεῦμα, ἡ ἰδιότης ἐπιγινώσκε­ται αὐτοῦ, ὡσαύτως δὲ καὶ ἐν ᾧ γεννᾶται ὁ Υἱός, ἡ τοῦ Υἱοῦ, ἐκπορεύεται δέ, ὡς ὁ ἐκείνων λῆρος, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Υἱοῦ, πλείοσιν ἄρα ἰδιότησι δια­στέλ­λεται τὸ Πνεῦμα τοῦ Πατρός, ἤπερ ὁ Υἱός. Κοινὸν μὲν γὰρ Πατρὶ καὶ Υἱῷ ἡ ἐξ αὐτῶν τοῦ Πνεύματος πρόοδος, ἰδία δὲ τοῦ Πνεύματος ἥ τε ἐκ τοῦ Πατρὸς ἐκπόρευσις καὶ μὴν καὶ ἡ ἐκ τοῦ Υἱοῦ. Εἰ δὲ πλείοσι διαφοραῖς διαστέλλεται τὸ Πνεῦμα ἤπερ ὁ Υἱός, ἐγγυτέρω ἂν εἴη τῆς πατρικῆς οὐσίας ὁ Υἱὸς ἥπερ τὸ Πνεῦμα· καὶ οὕτως ἡ Μακεδονίου πάλιν κατὰ τοῦ Πνεύμα­τος παρακύψει τόλμα, τὸ ἐκείνων ὑποδυομένη δρᾶμα καὶ τὴν σκηνήν.
12 Ἄλλως τε δὲ εἰ πάντα τὰ κοινὰ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦ Πνεύματος πάντως ὑπάρχει κοινά, ὡς τὸ Θεός, τὸ βασιλεύς, τὸ δημιουργός, τὸ παντοκράτωρ, τὸ ὑπερούσιον, τὸ ἁπλοῦν, τὸ ἀσχημάτιστον, τὸ ἀσώματον, τὸ ἀόρατον, ἁπλῶς τὰ ἄλλα πάντα, κοινὸν δὲ Πατρὸς καὶ Υἱοῦ ἡ τοῦ Πνεύματος ἐξ αὐ­τῶν πρόοδος, καὶ ἐξ ἑαυτοῦ ἄρα ἐκπορευθήσεται τὸ Πνεῦμα· καὶ ἀρχὴ ἔσται αὐτὸ ἑαυτοῦ καὶ αἴτιον ἅμα καὶ αἰτιατόν· ὅπερ οὐδ’ οἱ τῶν Ἑλλή­νων μῦθοι ἀνεπλάσαντο.
13. Ἀλλὰ καὶ εἰ μόνου Πνεύματός ἐστι τὸ εἰς ἀρχὰς ἀναφέρεσθαι διαφόρους, πῶς οὐκ ἔστι μόνου Πνεύματος τὸ πολύαρχον ἔχειν ἀρχήν;
14. Ἔτι δέ, εἰ ἐν οἷς Πατρὶ καὶ Υἱῷ κοινωνίαν ἐκαινούργησαν, τὸ Πνεῦμα τούτοις ἀποτειχίζουσι, Πατὴρ δὲ κατ’ οὐσίαν Υἱῷ ἀλλ’ οὐ κατά τι τῶν ἰδιωμάτων εἰς κοινωνίαν συνάπτεται, τῆς κατ’ οὐσίαν ἄρα συγγε­νεί­ας τὸ Πνεῦμα περιορίζουσιν.
15. Ὁρᾷς ὡς μάτην οὗτοι, μᾶλλον δ’ εἰς πρόχει­ρον θήραν τῶν πολλῶν, τὸ τῶν χρι­στιανῶν ἑαυτοῖς ἐπέθεσαν ὄνομα; «Ἐκπορεύεται τὸ Πνεῦ­μα ἐκ τοῦ Υἱοῦ». Πόθεν ἤκουσας τοῦτο; Ἐκ ποίων εὐαγγελιστῶν τὴν φω­νὴν ἔχεις ταύτην; Ποίας Συνόδου τὸ βλάσφημον τοῦτο ῥῆμα;
16. Ὁ Κύριος καὶ Θεὸς ἡμῶν φησι· «Τὸ Πνεῦμα, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται»[1]. Οἱ δὲ τῆς καινῆς ταύτης δυσσεβείας πατέρες «Τὸ Πνεῦμα», φασίν, «ὃ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεται». Τίς οὐ κλείσει τὰ ὦτα πρὸς τὴν ὑπερβολὴν τῆς βλασφημίας ταύτης; Αὕτη κατὰ τῶν εὐαγγελίων ἵσταται, πρὸς τὰς ἁγίας παρατάσσε­ται Συνόδους, τοὺς μακαρίους καὶ ἁγίους παραγράφεται Πατέρας, τὸν μέ­γαν Ἀθανάσιον, τὸν ἐν θεολογίᾳ περιβόητον Γρηγόριον, τὴν βασίλειον τῆς Ἐκκλησίας στήλην τὸν μέγαν Βασίλειον, τὸ χρυσοῦν τῆς οἰκουμένης στόμα τὸ τῆς σοφίας πέλαγος τὸν ὡς ἀληθῶς Χρυσόστομον. Καὶ τί λέγω τὸν δεῖνα ἢ τὸν δεῖνα; Κατὰ πάντων ὁμοῦ τῶν ἁγίων προφητῶν, ἀποστόλων, ἱεραρ­χῶν, μαρτύρων, καὶ αὐτῶν τῶν δεσποτικῶν φωνῶν ἡ βλάσφημος αὕτη καὶ θεομάχος φωνὴ ἐξοπλίζεται.
17. «Τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται». Πότερον, τὴν αὐτὴν ἐκπό­ρευ­σιν ἢ τῆς πατρῴας ἀντίθετον; Εἰ μὲν γὰρ τὴν αὐτήν, πῶς οὐ κοινοῦνται αἱ ἰδιότητες, αἷς καὶ μόναις ἡ Τριὰς Τριὰς εἶναι καὶ προσκυνεῖσθαι χαρα­κτη­ρίζεται; Εἰ δὲ ἐκείνης ἀντίθετον, πῶς ἡμῖν οὐ Μάνεντες καὶ Μαρκίωνες τῷ ῥήματι τούτῳ προκύπτουσι, τὴν θεομάχον πάλιν κατὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ γλῶσσαν προτείνοντες;
18. Πρὸς δέ γε τοῖς εἰρημένοις, εἰ ἐκ τοῦ Πατρὸς μὲν ὁ Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, ὡς εἰς δύο αἰτίας ἀναφερόμενον, οὐδὲ τὸ σύνθετον εἶναι δια­δράσειεν.
19. Ἔτι δέ, εἰ ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκπορεύεται, τίς ἡ καινοτομία τοῦ Πνεύματος, μὴ καὶ ἕτερόν τι αὐτοῦ ἐκπεπορεῦσθαι; ὡς συνάγεσθαι κατὰ τὴν ἐκείνων θεομάχον γνώμην μὴ τρεῖς, ἀλλὰ τέσσα­ρας τὰς ὑποστάσεις, μᾶλλον δ’ ἀπεί­ρους, τῆς τετάρτης αὐτοῖς ἄλλην προβαλλούσης, κἀκείνης πάλιν ἑτέραν, μέχρις ἂν εἰς τὴν ἑλληνικὴν πολυπληθίαν ἐκπέσωσι.
20. Πρὸς δέ γε τοῖς εἰρημένοις κἀκεῖνο ἄν τις ἐπισκοπήσειεν, ὡς εἴπερ ἡ τοῦ Πνεύματος ἐκ τοῦ Πατρὸς πρόοδος εἰς ὕπαρξιν συντελεῖ, τί συνοίσει τῷ Πνεύματι ἡ ἐκ τοῦ Υἱοῦ ἐκπόρευσις, τῆς πατρικῆς ἀρκούσης εἰς ὕπαρξιν; Οὐ γάρ τις εἰς ἕτερόν τι τῶν περὶ τὴν οὐσίαν συντελεῖν κατατολμήσειε λέγειν, πάσης διπλόης καὶ συνθέσεως τῆς μακαρίας καὶ θείας ἐκείνης φύσεως ὡς ἀπωτάτω κειμένης.
21. Χωρὶς δὲ τῶν εἰρημένων, εἰ πᾶν ὅπερ μή ἐστι κοινὸν τῆς παντοκρατορικῆς καὶ ὁμοουσίου καὶ ὑπερφυοῦς Τριάδος ἑνός ἐστι μόνου τῶν τριῶν, οὐκ ἔστι δὲ ἡ τοῦ Πνεύματος προβολὴ κοινὸν τῶν τριῶν, ἑνὸς ἄρα ἐστὶ μόνου τῶν τριῶν. Πότερον οὖν, ἐκ τοῦ Πατρὸς φήσουσιν ἐκπορεύε­σθαι τὸ Πνεῦμα; Καὶ πῶς οὐκ ἐξομόσονται τὴν φίλην αὐτοῖς καὶ καινὴν μυσταγωγίαν; Εἰ δὲ ἐκ τοῦ Υἱοῦ, τί μὴ κατ’ ἀρχὰς ἐθάρρησαν αὐτῶν ὅλην ἐκκαλύψαι τὴν θεομαχίαν, ὡς οὐ μόνον τὸν Υἱὸν εἰς τὴν τοῦ Πνεύματος προβολὴν ἐγκαθιστῶσιν, ἀλλὰ καὶ τοῦ Πατρὸς ταύτην ἀφαιροῦνται. Οἷς ἀκόλουθον δήπου καὶ τὴν γέννησιν τῇ προβολῇ συμμετατιθέντας μηδὲ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς ἀλλὰ τὸν Πατέρα τερατολογεῖν ἐκ τοῦ Υἱοῦ γεγεννῆ­σθαι, ἵνα μὴ τῶν δυσσεβούντων μόνον ἀλλὰ καὶ τῶν μαινομένων ὦσι πρω­τοστάται.
22. Ὅρα δὲ κἀντεῦθεν κατάφωρον αὐτῶν τὸ δυσσεβὲς καὶ ἀνόητον δεικνύμενον βούλημα. Ἐπεὶ γὰρ ἅπαν ὃ θεωρεῖται καὶ λέγεται ἐν τῇ παναγίᾳ καὶ ὁμοφυεῖ καὶ ὑπερουσίῳ Τριάδι ἢ κοινόν ἐστι πάντων ἢ ἑνὸς καὶ μόνου τῶν τριῶν, ἡ δὲ τοῦ Πνεύματος προβολὴ οὔτε κοινόν ἐστιν, ἀλλ’ οὐδ’, ὡς αὐτοί φασιν, ἑνὸς καὶ μόνου τινός (ἵλεως δὲ ἡμῖν εἴη, καὶ εἰς τὰς ἐκεί­νων τρέποιτο τὸ βλάσφημον κεφαλάς), οὐκ ἄρα ὅλως ἐστὶν ἐν τῇ ζωαρχικῇ καὶ παντελείῳ Τριάδι ἡ τοῦ Πνεύματος προβολή.
23. Καὶ μυρία ἄν τις τὴν ἄθεον αὐτῶν γνώμην διελέγχων τοῖς εἰρημένοις ἐπιμετρήσειεν, ἃ τῆς ἐπιστολῆς ὁ νόμος οὐκ ἐᾷ νῦν ἐντάττειν οὐδὲ παρατίθεσθαι. Δι’ ὃ καὶ ἅπερ εἴρηται στοιχειωδῶς τε καὶ ἐν τύπῳ ἀπηγγέλθησαν, τῶν κατὰ μέρος ἐλέγχων καὶ τῆς ἐν πλάτει διδασκαλίας, Θεοῦ διδόντος, εἰς τὴν κοινὴν ταμιευομένων συνέλευσιν.
24. Ταύτην τὴν ἀσέβειαν οἱ τοῦ σκότους ἐκεῖνοι ἐπί­σκοποι (ἐπισκόπους γὰρ ἑαυτοὺς ἐπεφήμιζον) μετὰ τῶν ἄλλων ἀθεμί­των <εἰς τὸ τῶν> Βουλγάρων ἔθνος ἐνέσπει­ραν. Ἦλθεν ἡ τούτων φήμη εἰς τὰς ἡμετέρας ἀκοάς· ἐπλήγημεν διὰ μέσων τῶν σπλάγχνων καιρίαν πλη­γήν, ὡς εἴ τις τὰ ἔκγονα τῆς κοιλίας αὐτοῦ κατ’ ὀφθαλμοὺς ἴδοι ὑπὸ ἑρπε­τῶν καὶ θηρίων σπαρασσόμενά τε καὶ διασπώμενα. Καὶ γὰρ οἷς κόποι καὶ πόνοι καὶ ἱδρῶτες εἰς τὴν ἐκείνων ἀναγέννησίν τε καὶ τελείωσιν κατεβλή­θησαν, ἀναλόγως αὐτοῖς συμπεσεῖν ἀφόρητον τὴν λύπην καὶ τὴν συμφορὰν τῶν γεννημάτων παραπολλυμένων ἐξεγένετο.
25. Οὕτω γὰρ ἐθρηνήσαμεν ἐπὶ τῷ συνενεχθέντι παθήματι, ὅσον χαρᾶς ἐπληρώθημεν τῆς παλαιᾶς πλάνης ἀπαλλαγέντας αὐτοὺς θεασάμενοι.
26. Ἀλλ’ ἐκείνους μὲν ἐθρηνήσαμέν τε καὶ θρηνοῦμεν, καὶ ἀνορθωθῆναι τοῦ πτώματος, οὐ δώσομεν τοῖς ὀφθαλμοῖς ἡμῶν ὕπνον οὐδὲ τοῖς βλεφάροις νυσταγμόν, ἕως ἂν αὐτοὺς εἰς τὸ τοῦ Κυρίου κατὰ τὸ δυνατὸν ἡμῖν εἰσελάσωμεν σκήνωμα.
27. Τοὺς δὲ νέους τῆς ἀποστασίας προδρόμους, τοὺς θεραπευ­τὰς τοῦ ἀντικειμένου, τοὺς μυ­ρίων ἐνόχους θανάτων, τοὺς κοινοὺς λυμεῶνας, τοὺς τὸ ἁπαλὸν ἐκεῖνο καὶ νεοσύστατον εἰς τὴν εὐσέβειαν ἔθνος τοσούτοις καὶ τηλικούτοις σπαραγ­μοῖς διασπαράξαντας, τούτους τοὺς ἀπατεῶνας καὶ θεομάχους συνοδικῇ καὶ θείᾳ κατεκρίναμεν ψήφῳ, οὐ νῦν αὐτῶν τὴν ἀπόφασιν καθορίζοντες, ἀλλ’ ἐκ τῶν ἤδη συνόδων καὶ ἀποστολικῶν θεσμῶν τὴν προ­ωρισμένην αὐτοῖς καταδίκην ὑπεκφαίνοντες καὶ πᾶσι ποιοῦντες ἐπίδηλον.
28. Πέφυκε γὰρ τὸ ἀνθρώπινον οὐχ οὕτω ταῖς παρελθούσαις τιμωρίαις ἀσφα­λίζεσθαι, ὡς ταῖς ὁρωμέναις σωφρονίζεσθαι· καὶ τῶν φθασάντων ὑπάρχει βεβαίωσις ἡ τῶν ἐνεστηκότων συμφώνησις. Διὸ τούτους ἐπιμένοντας αὐτῶν τῇ πολυ­τρόπῳ πλάνῃ πάσης ἀγέλης χριστιανῶν ἐκκηρύ­κτους ἐποιησάμεθα. Καὶ γὰρ ὁ τῶν ἁγίων ἀποστόλων τέταρτος καὶ ἑξηκοστὸς κανὼν τοὺς ἐν τοῖς σάββασι νηστείαν ἐπιτηδεύοντας ὧδέ πως ἀπορραπίζων φησίν·
29. «Εἴ τις κληρικὸς εὑρεθείη τὴν Κυριακὴν ἡμέραν νηστεύων ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς μόνου, καθαιρείσθω· εἰδὲ λαϊκὸς εἴη, ἀφοριζέσθω». Καὶ δὴ καὶ ὁ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης Συνόδου πέμπτος καὶ πεντηκοστὸς κανὼν οὕτω πως ἀποφαινόμενος λέγει·
30. «Ἐπειδὴ μεμαθήκαμεν τοὺς ἐν τῇ Ῥωμαίων πόλει ἐν ταῖς ἁγίαις τῆς τεσσαρακοστῆς νηστείαις τοῖς ταύτης σάββασι νηστεύειν παρὰ τὴν παραδοθεῖσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἔδοξε τῇ ἁγίᾳ Συν­όδῳ, ὥστε κρατεῖν καὶ ἐπὶ τὴν Ῥωμαίων Ἐκκλησίαν ἀπαρασαλεύτως τὸν κανόνα τὸν λέγοντα· Εἴ τις κληρικὸς εὑρεθῇ τῇ ἁγίᾳ Κυριακῇ νηστεύων ἢ τὸ Σάββατον, πλὴν τοῦ ἑνὸς καὶ μόνου, καθαιρείσθω· εἰδὲ λαϊκὸς εἴη, ἀφοριζέσθω».
31. Ἀλλά γε δὴ καὶ ὁ τῆς ἐν Γάγγρᾳ Συνόδου περὶ τῶν τὸν γάμον βδελυσσομένων κανὼν τέταρτος ταῦτά φησιν· «Εἴ τις διακρίνοιτο παρὰ πρεσβυτέρου γεγαμηκότος, ὡς μὴ χρῆναι, λειτουργήσαντος αὐτοῦ προσφο­ρᾶς μεταλαμβάνειν, ἀνάθεμα ἔστω». Ὡσαύτως δὲ ψῆφον ὁμόφωνον φέρει κατ’ αὐτῶν καὶ ἡ ἕκτη Σύνοδος, τοῦτον ἀναγράφουσα τὸν τρόπον· «Ἐπειδὴ ἐν τῇ Ῥωμαίων Ἐκκλησίᾳ ἐν τάξει κανόνος παραδεδόσθαι διέγνω­μεν, τοὺς μέλλοντας διακόνου ἢ πρεσβυτέρου ἀξιοῦσθαι χειροτο­νίας κα­θομολογεῖν ὡς οὐκέτι ταῖς αὐτῶν συνάπτονται γαμεταῖς, ἡμεῖς, τῷ ἀρ­χαίῳ ἐξακολουθοῦντες κανόνι τῆς ἀποστολικῆς ἀκριβείας καὶ τάξεως, τὰ τῶν ἱερῶν ἀνδρῶν κατὰ νόμους συνοικέσια καὶ ἀπὸ τοῦ νῦν ἐρρῶσθαι βου­λόμεθα, μηδαμῶς αὐτῶν τὴν πρὸς γαμετὰς συνάφειαν διαλύοντες ἢ ἀποστεροῦντες αὐτοὺς τῆς πρὸς ἀλλήλους κατὰ καιρὸν τὸν προσήκοντα ὁμιλίας. Ὥστε εἴ τις ἄξιος εὑρεθείη πρὸς χειροτονίαν διακόνου ἢ ὑποδι­ακόνου, οὗτος μηδαμῶς κωλυέσθω ἐπὶ τὸν τοιοῦτον βαθμὸν ἐμβιβάζε­σθαι γαμετῇ συνοικῶν νομίμῳ, μήτε μὴν ἐν τῷ τῆς χειροτονίας καιρῷ ἀπαιτείσθω ὁμολογεῖν ὡς ἀποστήσεται τῆς νομίμου πρὸς τὴν οἰκείαν γαμετὴν ὁμιλίας, ἵνα μὴ ἐντεῦθεν τὸν ἐκ Θεοῦ νομοθετηθέντα καὶ εὐλογη­θέντα τῇ αὐτοῦ παρουσίᾳ γάμον καθυβρίζειν ἐκβιασθῶμεν, τῆς τοῦ εὐαγγελίου φωνῆς ἐβοώσης· «Οὓς ὁ Θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω», καὶ τοῦ ἀποστόλου διδάσκοντος «τίμιον τὸν γάμον ἐν πᾶσι καὶ τὴν κοίτην ἀμίαντον», καὶ «δέδεσαι γυναικί; μὴ ζήτει λύσιν». Εἴ τις οὖν τολ­μήσει, παρὰ τοὺς ἀποστολικοὺς κανόνας κινούμενος, τινὰ τῶν ἱερωμέ­νων, πρεσβύτερόν φαμεν ἢ διάκονον ἢ ὑποδιάκονον, ἀποστερεῖν τῆς πρὸς τὴν νόμιμον γυναῖκα συναφείας τε καὶ κοινωνίας, καθαιρείσθω. Ὡσαύτως καὶ εἴ τις πρεσβύτερος ἢ διάκονος τὴν αὐτοῦ γυναῖκα προφά­σει εὐλαβείας ἐκβάλλει, ἀφοριζέσθω· ἐπιμένων δέ, καθαιρείσθω».
32. Ἡ δὲ κατάλυσις τῆς πρώτης ἑβδομάδος καὶ ὁ ἀναμυρισμὸς τῶν ἤδη βεβαπτισμένων καὶ μεμυρισμένων οὐδὲ κανόνων, οἶμαι, δεήσεται εἰς κατάγνωσιν, αὐτόθεν καὶ μόνης τῆς διηγήσεως πᾶσαν ὑπερβολὴν ἐκνικώσης δυσσεβήματος.
33. Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τοῦ Πνεύματος, μᾶλλον δὲ καθ’ ὅλης τῆς ἁγίας Τριάδος, ὑπερβολὴν οὐ λείπουσα βλασφημία, κἂν μηδὲν ἕτερον εἴη τῶν προειρημένων τετολμημένον, ἐξαρκεῖ καὶ μόνη μυρίοις αὐ­τοὺς ὑπαγαγεῖν ἀναθέμασι.
34. Τούτων τὴν γνῶσιν καὶ εἴδησιν κατὰ τὸ παλαιὸν τῆς Ἐκκλησίας ἔθος ἀνενεγκεῖν τῇ ὑμετέρᾳ ἐν Κυρίῳ ἀδελφότητι ἐδικαι­ώσαμεν καὶ προθύμους καὶ συναγωνιστὰς γενέσθαι ἐπὶ τῇ καθαι­ρέσει τῶν δυσσεβῶν τούτων καὶ ἀθέων κεφαλαίων παρακινοῦμέν τε καὶ δεόμεθα· καὶ μὴ λιπεῖν τὴν πατρῴαν τάξιν, ἣν ὑμᾶς οἱ πρόγονοι, δι’ ὧν ἔπραξαν, κατέχειν παραδεδώκασιν, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ ἀνθ’ ὑμῶν τοποτηρητάς τινας ἑλέσθαι καὶ ἀποστεῖλαι, ἄν­δρας τὸ ὑμέτερον ἐπέχοντας πρόσωπον, εὐσεβείᾳ καὶ ἱερωσύνῃ καὶ λόγῳ καὶ βίῳ κεκοσμημένους, ὡς ἂν τὴν ἀρτιφανῆ τῆς ἀσεβείας ταύτης ἐφερπύ­σασαν γάγγραιναν ἐκ μέσου τῆς Ἐκκλησίας ποιησώμεθα, καὶ τοὺς ἐκμανέντας τοσαύτην ἐπισπορὰν πονηρίας εἰς τὸ νεοπαγὲς καὶ νεοσύστατον ἔθνος εἰσενεγκεῖν αὐταῖς ἀνασπᾶσαι ῥίζαις, καὶ τῷ πυρὶ παραδοῦναι διὰ τῆς κοινῆς ἀποφάσε­ως, ὃ τοὺς κατηραμένους ὑποδέχεσθαι τὰ κυρια­κὰ θεσπίζουσι λόγια[2].
35. Οὕτω γὰρ τῆς μὲν ἀσεβείας ἐλαυνομέ­νης καὶ τῆς εὐσεβείας κραταιουμένης, ἐλπίδας ἔχομεν ἀγαθὰς εἰς τὴν πα­ραδοθεῖσαν αὐτοῖς ἐπαναστρέψαι πίστιν καὶ τὸ νεοκατήχητον εἰς Χριστὸν καὶ νεοφώτιστον τῶν Βουλγάρων πλήρωμα. Καὶ γὰρ οὐ μόνον τὸ ἔθνος τοῦτο τὴν εἰς Χριστὸν πίστιν τῆς προτέρας ἀσεβείας ἠλλάξατο, ἀλλά γε δὴ καὶ τὸ παρὰ πολλοῖς πολλάκις θρυλούμενον καὶ εἰς ὠμότητα καὶ μιαιφο­νίαν πάντας δευτέρους ταττόμενον, τοῦτο δὴ τὸ καλούμενον τὸ Ῥῶς, οἳ δὴ καὶ κατὰ τῆς ῥωμαϊκῆς ἀρχῆς τοὺς πέριξ αὐτῶν δουλωσάμενοι κἀκεῖθεν ὑπέρογκα φρονηματισθέντες, χεῖραν ἀντῆραν. ἀλλ’ ὅμως νῦν καὶ οὗτοι τὴν τῶν χριστιανῶν καθαρὰν καὶ ἀκίβδηλον θρησκείαν τῆς ἑλληνικῆς καὶ ἀθέου δόξης, ἐν ᾗ κατείχοντο πρότερον, ἀντηλλάξαντο, ἐν ὑπηκόων ἑαυτοὺς καὶ προξένων τάξει, ἀντὶ τῆς πρὸ μικροῦ καθ’ ἡμῶν λεηλασίας καὶ τοῦ μεγά­λου τολμήματος ἀγαπητῶς ἐγκαταστήσαντες. Καὶ ἐπὶ τοσοῦτον αὐτοὺς ὁ τῆς πίστεως πόθος καὶ ζῆλος ἀνέφλεξε, (Παῦλος πάλιν βοᾷ· «Εὐλογητὸς ὁ Θεὸς εἰς τοὺς αἰῶνας»[3]), ὥστε καὶ ἐπίσκοπον καὶ ποιμένα δέξασθαι καὶ τὰ τῶν χριστιανῶν θρησκεύματα διὰ πολλῆς σπουδῆς καὶ ἐπιμελείας ἀσπάζε­σθαι.
36. Τούτων οὖν οὕτω τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι, τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν[4], τῶν παλαιῶν αὐτοῖς δοξασμάτων μετατιθεμένων καὶ τὴν εἰλικρινῆ τῶν χριστιανῶν πίστιν ἐκείνων ἀλλασσομένων, εἰ διανασταίη καὶ ἡ ὑμετέρα ἀδελφό­της συμπροθυμηθῆναι καὶ συγκατεργάσασθαι εἰς τὴν ἐκκοπὴν καὶ καῦσιν τῶν παραφυάδων ἐν Κυρίῳ Ἰησοῦ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, πεποι­θότες ἐσμὲν ὅτι τὸ ποίμνιον αὐτοῦ ἐπὶ πλέον ἔτι μᾶλλον αὐξηθήσεται καὶ πληρωθήσεται τὸ εἰρημένον ὅτι «Εἰδήσουσί με πάντες ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν»[5], καὶ «Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος» τῶν ἀποστολικῶν διδαγμάτων «καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν»[6].
37. Δεῖ οὖν τοὺς παρ’ ὑμῶν ἀνθ’ ὑμῶν στελλομένους καὶ τὸ ὑμέ­τερον ὑποδυομένους ἱερὸν καὶ ὅσιον πρόσωπον τὴν ὑμετέραν αὐθεντίαν, ἣν ὑμεῖς ἐν Πνεύματι ἁγίῳ ἐκληρώσασθε ἐγχειρισθῆναι, ὡς ἂν περί τε τούτων τῶν κεφαλαίων καὶ περὶ ἑτέρων τούτοις παραπλησίων ἐξ αὐθεντίας ὦσιν ἀποστολικοῦ θρόνου καὶ λέγειν ἱκανοὶ καὶ πράττειν ἀκώλυτοι. Καὶ γὰρ δὴ καὶ ἀπὸ τῶν τῆς Ἰταλίας μερῶν συνοδική τις ἐπιστολὴ πρὸς ἡμᾶς ἀναπεφοίτηκεν ἀρρήτων ἐγκλημάτων γέμουσα· ἅτινα κατὰ τοῦ οἰκείου αὐτῶν ἐπισκόπου οἱ τὴν Ἰταλίαν οἰκοῦντες μετὰ πολλῆς κατακρί­σεως καὶ ὅρκων μυρίων διεπέμψαντο, μὴ παριδεῖν αὐτοὺς οὕτως οἰκτρῶς ὀλλυμένους καὶ ὑπὸ τηλικαύτης βαρείας πιεζομένους τυραννίδος, καὶ τοὺς ἱερατικοὺς νόμους ὑβριζομένους καὶ πάντας θεσμοὺς Ἐκκλησίας ἀνατρεπο­μένους. Ἃ καὶ πάλαι μὲν διὰ μοναχῶν καὶ πρεσβυτέρων ἐκεῖθεν ἀναδρα­μόντων εἰς πάντων ἀκοὰς διεφέροντο. Βασίλειος δ’ ἄρα ἦν καὶ Ζωσι­μᾶς Μητροφάνης τε καὶ σὺν αὐτοῖς ἕτεροι, οἳ τὴν τοιαύτην τυραννίδα ἀπω­δύ­ροντο καὶ πρὸς ἐκδίκησιν τῶν Ἐκκλησιῶν ἐξεκαλοῦντο δακρύοντες· νῦν δέ, ὡς ἔφθην εἰπών, καὶ γράμματα διάφορα καὶ ἐκ διαφόρων ἐκεῖθεν ἀνα­πεφοίτηκε τραγῳδίας ἁπάσης καὶ μυρίων θρήνων γέμοντα· ὧν τὰ ἴσα κατὰ τὴν ἐκείνων ἀξίωσίν τε καὶ ἐξαίτησιν (καὶ γὰρ εἰς πάντας τοὺς ἀρχιε­ρατικοὺς καὶ ἀποστολικοὺς θρόνους διαδοθῆναι ταῦτα μετὰ φρικτῶν ὅρ­κων καὶ παρακλήσεων ἐδυσώπησαν), ὡς αὐτὰ ἐκεῖνα παραστήσει ἀναγινω­σκόμενα) τῷδε ἡμῶν τῷ γραμματίῳ ἐνετάξαμεν, ἵνα καὶ περὶ τούτων, τῆς ἁγίας καὶ οἰκουμενικῆς ἐν Κυρίῳ Συνόδου ἀθροιζομένης, τὰ τῷ Θεῷ καὶ τοῖς συνοδικοῖς κανόσι δοκοῦντα ψήφῳ βεβαιωθείη κοινῇ καὶ εἰρήνη βα­θεῖα τὰς τοῦ Χριστοῦ Ἐκκλησίας καταλήψοιτο.
38. Καὶ γὰρ οὐ μόνον τὴν ὑμε­τέραν μακαριότητα ἐπὶ τοῦτο προκαλούμεθα, ἀλλά γε δὴ καὶ τῶν ἄλλων ἀρχιερατικῶν καὶ ἀποστολικῶν θρόνων οἱ μὲν ἤδη καὶ πάρεισιν, οἱ δὲ οὐ μετὰ πολὺν χρόνον παρεῖναί εἰσι προσδόκιμοι.
39. Μὴ οὖν ἡ ὑμετέρα ἐν Κυρίῳ ἀδελφότης ἀναβολῇ τινι καὶ παρατάσει χρόνου τοὺς ἀδελφοὺς αὐτῆς δια­τρίβειν ὑπὲρ τὸ δέον ποιήσῃ, γινώσκουσα ὡς εἴ τι παρὰ τὴν αὐτῆς ὑστέρη­σιν οὐ κατὰ τὸ δέον ἐλλιπές τι διαπραχθείη, οὐχ ἕτερός τις ἀλλ’ εἰς ἑαυτὴν αὐτὴ τὸ κατάκριμα ἐπισπάσαιτο.
40. Καὶ τοῦτο δὲ προστεθῆναι χρεὼν τοῖς γράμμασιν ἡγησάμεθα, ἵνα τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἑβδόμην Σύνοδον ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἕξ Συνόδοις συντάττειν καὶ συναριθμεῖν παντὶ τῷ ὑφ’ ὑμᾶς τῆς Ἐκκλησίας παραδοθείη πληρώματι. Φήμη γὰρ ἧκεν εἰς ἡμᾶς ὥς τινες τῶν ὑπὸ τὸν ἀποστολικὸν ὑμῶν θρόνον Ἐκκλησίαι, μέχρι τῆς ἕκτης τὰς οἰκουμενικὰς ἀριθμοῦσαι Συνόδους, τὴν ἑβδόμην οὐκ ἴσασιν· ἀλλὰ τὰ μὲν ἐν αὐτῇ κυρωθέντα, εἴ περ τι ἄλλο, διὰ σπουδῆς καὶ σεβασμιότητος ἄγουσιν, αὐτὴν δ’ ἀνακηρύττειν ἐπὶ τῆς Ἐκκλησίας ὥσπερ καὶ τὰς ἄλλας οὔπω ἔτυχον ἐπιγνώσεως, καί τοι τὸ ἴσον ἐκείναις ἁπανταχοῦ διασῳζούσης ἀξίωμα.
41. Καὶ γὰρ καὶ αὕτη μεγίστην καθεῖλε δυσσέβειαν, συμπαρέδρους αὐτῇ καὶ συμ­ψήφους τοὺς ἐκ τῶν τεσσάρων ἥκοντας ἀρχιερατικῶν θρόνων ἔχουσα. Παρῆν γάρ, ὡς δῆλον, ἀπὸ μὲν τοῦ ὑμετέρου ἀποστολικοῦ θρόνου τῆς Ἀλεξανδρείας Θωμᾶς μοναχὸς πρεσβύτερος καὶ οἱ σὺν αὐτῷ, ἀπὸ δὲ Ἰεροσολύμων καὶ Ἀντιοχείας Ἰωάννης καὶ οἱ σὺν αὐτῷ, καὶ ἀπό γε τῆς πρεσβυτέ­ρας Ῥώμης Πέτρος ὁ εὐλαβέστατος πρωτοπρεσβύτερος καὶ ἕτερος Πέτρος πρεσβύτερος, μοναχὸς καὶ ἡγούμενος τῆς κατὰ Ῥώμην εὐαγοῦς μονῆς τοῦ ἁγίου Σάββα.
42. Καὶ τούτων ἁπάντων συνεληλυθότων ἅμα τῷ ἡμετέρῳ πα­τροθείῳ καὶ ἁγιωτάτῳ καὶ τρισμακαρίστῳ ἀνδρὶ Ταρασίῳ ἀρχιεπισκόπῳ Κωνσταντινουπόλεως, ἡ μεγάλη καὶ οἰκουμενικὴ ἑβδόμη Σύνοδος συνεκροτήθη, τὴν τῶν εἰκονομάχων ἢ χριστομάχων θριαμβεύσασα καὶ καθελοῦσα δυσσέβειαν· ἧς ἴσως, τοῦ βαρβαρικοῦ καὶ ἀλλοφύλου τῶν Ἀράβων κα­τασχόντος τὰς χώρας ἔθνους, οὐκ ἐγένετο ῥᾷστον τὰ πρακτικὰ πρὸς ὑμᾶς διακομισθῆναι. Δι’ ἣν αἰτίαν παρὰ πολλοῖς τῶν αὐτόθι ταύτης αἱ διατά­ξεις, εἰ καὶ τιμῶνται καὶ περιέπονται, ἀλλ’ οὖν ὅτι ταύτης εἰσίν, ὥς φασιν, οὔκ εἰσιν ἐν γνώσει.
43. Χρὴ δ’ οὖν καὶ ταύτην (καθάπερ ἔφθημεν εἰπόντες) μεγάλην τε καὶ ἁγίαν καὶ οἰκουμενικὴν καὶ ταῖς πρὸ αὐτῆς ἓξ Συνόδοις συνανακηρύτ­τειν. Τὸ γὰρ μὴ οὕτω διαπράττεσθαι καὶ ποιεῖν, πρῶτον μὲν ἀδικεῖν ἐστι τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, τηλικαύτην ὑπερορῶντας Σύνοδον καὶ τοσούτῳ μέρει τὸν σύνδεσμον αὐτῆς καὶ τὴν συνάφειαν διασπῶντας καὶ διαλύοντας· δεύτερον δὲ καὶ τῶν εἰκονομαχούντων, ὧν οὐδὲν ἔλαττον τῶν ἄλλων αἱρε­τικῶν, εὖ οἶδ᾿ ὅτι, μυσάττεσθε τὸ δυσσέβημα, πλατύνειν ἐστὶ τὰ στόματα, οὐχὶ οἰκουμενικῇ Συνόδῳ τὴν αὐτῶν καθαιρεθῆναι δυσσέβειαν, ἀλλ’ ἑνὸς θρόνου κρίσει τὴν δίκην ὑπέχειν, πρόφασιν ἐχόντων εἰς τὸ τερατεύεσθαι.
44. Δι’ ἅπερ ἅπαντα ἔν τε τοῖς συνοδικοῖς γράμμασι καὶ ἐν ἀλλαις ἁπάσαις ἐκκλησιαστικαῖς ἱστορίαις καὶ συζητήσεσιν ἀριθμεῖν ταύτην καὶ συγκατα­λέγειν ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς ἓξ Συνόδοις, ἑβδόμην μετ’ ἐκείνας τάττοντας, ἀξιοῦμέν τε καὶ ὡς ἀδελφοῖς ἀδελφοὶ παραινοῦμεν τὰ πρέπον­τα εἰσηγούμενοι.
45. Χριστὸς δὲ ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ὁ πρῶτος καὶ μέγας ἀρχιερεύς, ὁ ἑκούσιον ὑπὲρ ἡμῶν ἑαυτὸν καλλιερησάμενος σφάγιον καὶ τὸ οἰκεῖον αἷμα λύτρον ὑπὲρ ἡμῶν καταθέμενος, δοίη μὲν τὴν ὑμετέραν ἀρχιερατικὴν καὶ τιμίαν κεφαλὴν κρείττω τῶν κύκλῳ καθισταμένων βαρβαρικῶν ἐθνῶν ὀφθῆναι, δοίη δὲ γαληνὸν καὶ ἤρεμον ἐξανύειν τὸν τοῦ βίου δρόμον, δοίη δὲ τυχεῖν καὶ τῆς ἄνω κληρουχίας ἀνεκλαλήτῳ χαρᾷ καὶ εὐφροσύνῃ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία καὶ ἧς ἀπέδρα ὀδύνη πᾶσα καὶ στεναγμὸς καὶ κατήφεια, ἐν αὐτῷ Χριστῷ τῷ ἀληθινῷ Θεῷ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ὑπερευχόμεθα ὑμῶν κατὰ χρέος τῆς πατρικῆς ὁσιότητος. Μεμνῆ­σθαι καὶ αὐτοὶ τῆς ἡμῶν μὴ διαλίποιτε μετριότητος.

ΠΗΓΗ: 
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 321-330.




[1] Ἱω. 15,26.
[2] Ματθ. 13,24 ἑξ., 37 ἑξ.
[3] Ῥωμ. 1,25, 9,5, Β΄ Κορ. 11,31.
[4] Α΄ Τιμ. 2,4.
[5] Ἑβρ. 8,11.
[6] Ῥωμ. 10,18, Ψαλμ. 18,4.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου