Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Σάββατο 12 Δεκεμβρίου 2015

Απόσπασμα εκ του «Συνοδικού της Ορθοδοξίας» (1170 μ.Χ.)


ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΟΥ «ΣΥΝΟΔΙΚΟΥ ΤΗΣ ΟΡΘΟΔΟΞΙΑΣ»
(1170 μ.Χ.)

(Τῆς ἱερᾶς Συνόδου τοῦ 1170, Κεφάλαια δ΄).

Τοῖς μὴ δεχομένοις τὴν τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καθώς τε κατὰ δια­φό­ρους τρόπους οἱ ἅγιοι ταύτην ἐξηγήσαντο, οἱ μὲν κατὰ τὴν αὐτοῦ θεότητα λέγοντες ταύτην ῥηθῆναι διὰ τὸ αἴτιον τῆς ἐκ τοῦ Πατρὸς τούτου γεννήσεως, οἱ δὲ κατὰ τὰς φυσικὰς ἰδιότητας τῆς προσληφθείσης παρ’ αὐτοῦ σαρκὸς καὶ ἐνυποστάσης τῇ αὐτοῦ θεότητι, ἤγουν τὸ κτιστὸν τὸ περιγραπτὸν τὸ θνητὸν καὶ τὰ λοιπὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη, δι’ ἅ περ ἑαυτοῦ μείζονα τὸν Πατέρα ὁ Κύριος εἴρηκεν, ἀλλὰ τότε λέγουσι τὴν τοιαύτην νοεῖσθαι φωνήν, ὅτε κατὰ ψιλὴν ἐπίνοιαν νοεῖται ἡ σὰρξ κεχωρι­σμέ­νη τῆς θεότητος, ὥς περ εἰ μηδὲ ἡνώθη, καὶ μὴ ἐκλαμ­βανομένοις τὴν τοιαύτην ῥῆσιν τῆς κατὰ ψιλὴν ἐπίνοιαν διαιρέσεως καθὼς παρὰ τῶν ἁγίων Πατέρων ἐλέχθη τότε, ὁπηνίκα καὶ δούλη καὶ ἀγνοοῦσα λέγεται, ὡς μὴ ἀνεχομένοις τὴν ὁμόθεον καὶ ὁμότιμον τοῦ Χριστοῦ σάρκα διὰ τῶν τοιούτων φωνῶν καθυβρίζεσθαι, λέγουσι δὲ κατὰ ψιλὴν ἐπίνοιαν παραλαμ­βά­νε­σθαι καὶ τὰς φυσικὰς ἰδιότητας τὰς ὡς ἀληθῶς οὔσας τῆς τοῦ Κυ­ρί­ου σαρκὸς τῆς ἐνυποστάσης τῇ αὐτοῦ θεότητι καὶ ἀ­διαιρέτου με­νού­σης, καὶ τὰ αὐτὰ περὶ τῶν ἀνυποστάτων καὶ ψευδῶν ἅ περ καὶ περὶ τῶν ἐνυ­πο­στάτων καὶ ἀληθῶν δογματίζουσιν, ἀνάθεμα.

Τῷ χρηματίσαντι μητροπολίτῃ Κερκύρας Κωνσταντίνῳ τῷ  τοῦ Βουλγαρίας, κακῶς καὶ ἀσεβῶς δογματίζοντι περὶ τῆς τοῦ ἀληθινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ φωνῆς τῆς «ὁ Πατήρ μου μείζων μου ἐστὶ» καὶ μὴ φρονοῦντι καὶ λέγοντι ὅτι καθ’ ἑτέρας μὲν εὐ­σε­βεῖς ἐννοίας ἐκλαμβάνεται αὕτη παρὰ τῶν ἁγίων καὶ θεοφόρων Πατέ­ρων, ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν παρὰ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ προσ­λη­φθεῖσαν σάρκα ἐκ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου καὶ τῇ αὐτοῦ ἐνυ­πο­στᾶσαν θεότητι, ἀσυγχύτους μετὰ τὴν ἀδιαίρετον ἕνωσιν τὰς ἑαυτῆς ἰδι­ό­τητας ἔ­χουσαν, καθ’ ἃς τὸν Πατέρα ὁ Κύριος μείζονα ἑαυτοῦ κατω­νό­μα­σεν, ὁ ἐν μιᾷ προσκυνήσει μετὰ τοῦ οἰκείου προσλήμματος ὡς ὁμοθέου καὶ ὁμοδόξου αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι συμ­προσκυ­νού­με­νος καὶ συνδαξαζόμενος, διενισταμένῳ δὲ μὴ ὀφείλειν νοεῖσθαι τὴν τοι­αύ­την φωνήν, ὁπηνίκα νοεῖται ὁ Κύριος μία ὑπόστασις ἡνωμένας τὰς δύο ἔχουσα φύσεις, ἀλλ’ ὁπηνίκα κατὰ ψιλὴν ἐπίνοιαν ἡ σὰρξ παραλαμβάνεται κεχω­ρι­σμένη τῆς θεότητος καὶ οἵα τις ἑκάστου τῶν ἀνθρώπων εἶναι γνω­ρί­ζε­ται, καὶ ταῦτα, τοῦ θεολογικωτάτου Δαμασκηνοῦ τότε τὴν κατὰ ψιλὴν ἐπίνοιαν διαίρεσιν ἐκδιδάσκοντος, ὅτε λέγεταί τι περὶ τῆς τοῦ Χριστοῦ σαρκὸς μὴ παρα­στατικὸν φυσικῆς τινὸς ἰδιότητος ἀλλὰ δηλωτικὸν δου­λεί­ας ἢ ἀ­γνοί­ας, καὶ μὴ ἀκολουθεῖν θελήσαντι ταῖς ἁγίαις καὶ οἰκου­με­νι­καῖς Συνό­δοις τῇ τε­τάρτῃ τε καὶ τῇ ἕκτῃ, αἳ περὶ τῶν ἐν Χριστῷ ἡνωμένων ἀσυγ­χύτως δύο φύσεων ὀρθῶς καὶ εὐσεβῶς ἐδογμάτισαν καὶ ὀρθοδοξεῖν ἐδί­δα­ξαν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, καὶ οὕτως εἰς διαφόρους αἱρέσεις ἐξολι­σθή­σαντι, ἀνάθεμα.
Πᾶσι τοῖς ὁμοφρονοῦσι τῷ αὐτῷ Κωνσταντίνῳ τῷ τοῦ Βουλ­γα­ρίας καὶ τῇ αὐτοῦ καθαιρέσει παθαινομένοις τε καὶ ἐπιστυγνάζουσιν οὐ διὰ τὸ φίλοικτον ἀλλὰ διὰ τὸ τῇ τούτου δυσσεβείᾳ συνταχθῆναι, ἀνάθεμα.
Τῷ ἀμαθεστάτῳ ψευδομονάχῳ καὶ ματαιομάχῳ Ἰωάννῃ τῷ Εἰρηνικῷ καὶ τοῖς παρὰ τούτου συγγραφεῖσι κατὰ τῆς εὐσεβείας συγ­γράμμασι, τοῖς κατασπαζομένοις τε ταῦτα, ὡς δοξάζουσί τε καὶ λέγουσι μὴ διὰ τὸ ἐν αὐτῷ τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ Σωτῆρί τε καὶ Θεῷ ἐνυ­πό­στατόν τε καὶ ἡνωμένον τῇ αὐτοῦ θεότητι ἀδιασπάστως καὶ ἀδι­αι­ρέτως καὶ ἀσυγ­χύτως ἀνθρώπινον αὐτοῦ εἰρηκέναι αὐτὸν ὡς ἄνθρω­πον τέ­λειον τὴν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις αὐτοῦ φωνὴν τὴν «ὁ Πατήρ μου μεί­ζων μου ἐστίν», ἀλλ’ οὕτω κατὰ τὸ ἀνθρώπινον ῥηθῆναι ταύτην αὐτῷ, ὡς ὅταν τοῦτο γεγυ­μνω­μένον καὶ κατὰ ψιλὴν ἐπίνοιαν διῃρημένον πάντῃ τῆς αὐτοῦ θεότητος, ὥσπερ εἰ μηδὲ ἡνώθη ταύτῃ, λαμβάνηται, καὶ ὡς τὸ κοινὸν καὶ ἡμέτερον, ἀνάθεμα.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 416.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου