Ἀγαπητοί φίλοι,

Σᾶς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σᾶς εὔχομαι καλή περιήγηση. Σ’ αὐτό θά βρεῖτε κείμενα θεολογικοῦ καί πνευματικοῦ περιεχομένου, ὅπως κείμενα ἀναφερόμενα στήν πίστη καί Παράδοση τῆς Ἐκκλησίας, ἀντιαιρετικά κείμενα, κείμενα πνευματικῆς οἰκοδομῆς, κείμενα ἀναφερόμενα σέ προβληματισμούς καί ἀναζητήσεις τῆς ἐποχῆς μας καί, γενικά, διάφορα στοιχεῖα ἀπό τήν πίστη καί ζωή τῆς Ὀρθόδοξης Ἐκκλησίας.

Εὔχομαι τά κείμενα αὐτά καί κάθε ἀνάρτηση σ’ αὐτό τό ἱστολόγιο νά φανοῦν χρήσιμα σέ ὅσους ἐνδιαφέρονται, νά προβληματίσουν θετικά, νά ἀφυπνίσουν καί νά οἰκοδομήσουν πνευματικά.

Ἡ εὐλογία καί ἡ Χάρις τοῦ Κυρίου νά εἶναι πάντοτε μαζί σας.

Μετά τιμῆς καί ἀγάπης.

π. Σωτήριος Ἀθανασούλιας

Ἐφημέριος Μητροπολιτικοῦ Ἱεροῦ Ναοῦ Ἁγίου Βασιλείου Τριπόλεως.

Σάββατο 19 Δεκεμβρίου 2015

Τόμος της εν Κωνσταντινουπόλει Συνόδου (1351 μ.Χ.), Μέρος Β΄


ΣΥΝΟΔΙΚΟΣ ΤΟΜΟΣ
ΤΗΣ ΕΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΙ ΑΓΙΑΣ ΣΥΝΟΔΟΥ
1351 μ.Χ.

ΜΕΡΟΣ Β΄
Δεῖτε τό Α΄ Μέρος στήν ἱστοσελίδα:

18. Ἡμέραι δ’ ἐξ ἐκείνου παρερρύησαν ὀλίγαι, οὕτω τοῦ γαληνότατου καὶ ἁγίου βασιλέως ἡμῶν κελεύσαντος καὶ θύραν μετανοίας ἐντεῦθεν τοῖς διαφερομένοις σοφῶς ὑπανοίγοντος. Τῶν δὲ καὶ ἔτι ἀνιάτως ἐχόντων, ἔδοξε δίκαιον Σύνοδον πάλιν ἑτέραν συγκροτηθῆναι, ὥστε δι’ ἐξετάσεως φανερωτέραν γενέσθαι περὶ τῶν προβεβλημένων τὴν τῆς εὐσεβείας ἀλήθειαν ἐκ τῶν τοῖς ἁγίοις τεθεολογημένων. Καὶ δὴ γενομέ­νης, τῶν ἑτεροδοξούντων ἀπαντῆσαι μὴ βουληθέντων, ἀλλ’ ἀπειπόντων τοῦτο καθάπαξ, ὁ εὐσεβέστατος ἐκέλευσε βασι­λεύς, πολλῶν δογματικῶν κεφαλαίων προβεβλημένων εἰς ζήτησιν, πρῶτον μὲν εἰ ἔστιν ἐπὶ Θεοῦ θεοπρεπὴς διάκρισις οὐσίας καὶ ἐνεργείας· ἔπειτα διακρίσεως ἀναφανείσης, πότερον, ἡ ἐνέργεια αὕτη κτιστή ἐστιν ἢ ἄκτιστος· τρίτον δὲ εἴ γε ἄκτιστος ἀποδειχθείη ἡ θεοπρεπὴς αὕτη ἐνέργεια, πῶς ἄν τις ἐκφύγοι τὸ μὴ παρὰ τοῦτο σύνθετον τὸν Θεὸν εἶναι νομίζειν, ὅπερ οἱ ἑτεροδοξοῦντες προφέρειν τολμῶσι τῇ τοῦ Θεοῦ Ἐκ­κλησία· τέταρτον δέ, εἴγε ἡ φωνὴ τῆς θεότητος οὐκ ἐπὶ τῆς οὐσίας μόνον, ἀλλὰ καὶ τῆς θείας ἐνεργείας παρὰ τῶν θεολό­γων ὕμνηται· καὶ ἐκ τούτου γὰρ τὴν τῆς διθεΐας ἀμορφίαν τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ καταχέουσιν οἱ ταύτης πολέμιοι· πέμπτον δέ, εἴπερ οἱ θεολόγοι κατά τι τὴν οὐσίαν τῆς ἐνεργείας ὑπερκεῖσθαί φασιν, ἐπεὶ καὶ τοῦτο τοῖς ἐναντίοις ὑπὸ μέμψιν τελεῖ· καὶ λοιπὸν ἔτι Θεοῦ μετεχομένου, πότερον κατὰ τὴν οὐσίαν ἡ μετοχὴ ἢ κατὰ τὴν ἐνέργειαν. Τοσούτων προκειμένων ἡμῖν ζη­τημάτων ἀρτίως, οὐ χρὴ περὶ πάντων ὁμοῦ ποιεῖσθαι τοὺς λό­γους· γένοιτο γὰρ ἂν οὕτως ἡ τοῦ ζητουμένου κατάληψις οὐ­δαμῶς ἀκριβής, οὐδὲ κατὰ τὴν ἡμετέραν πρόθεσιν, ἀλλὰ περὶ ἑκάστου ἰδίᾳ διαλαβόντες ἐφ’ ἕτερον ἤδη χωρῶμεν, ὁδηγοῖς ἀπλανέσι χρώμενοι τοῖς σεπτοῖς θεολόγοις.

19. Καὶ πρῶτον, εἰ δόκει, περὶ τοῦ πρώτου λέγωμεν. Ἇρ’ ἔστι θεοπρεπὴς ἐπὶ Θεοῦ διάκρισις οὐσίας καὶ ἐνεργεί­ας, ὅπερ τοῖς διαφερομένοις ἀπείρηται, πολλά τε ἄλλα ἄτοπα καὶ πολυθεΐαν ἐκ τούτου συνάγειν οἰομένοις, ἢ ταὐτὸν πάντῃ καὶ ἀδιάφορον; Ταῦτα τοῦ κρατίστου βασιλέως κελεύσαντος, ἡ θεία Σύνοδος τοῖς λεγομένοις προσχοῦσα, οὐκ ἄλλην, εἶπον, ἴσμεν ὁδόν, εὐσεβέστατε βασιλεῦ, ῥᾳδίως πρὸς ἀλήθειαν φέρουσαν, ἢ ταύτην, ἣν ἀρτίως ἡμῖν ὑπέδειξας. Καὶ τῶν θεολό­γων ὡς ἔχουσι περὶ τούτων γνώμης εἰς ἐπήκοον πάντων ἀναγνωσθέντων, ἀπεδείχθη ὅτι οἱ μὴ μετὰ τοῦ ἡνωμένου καὶ τὸ διακεκριμένον τῆς θείας οὐσίας καὶ ἐνεργείας πρεσβεύοντες ἄθεοί τέ εἰσι καὶ πολλοῖς ἑτέροις ἀτόποις ἑαυτοὺς περιβάλλουσι. Κατὰ γὰρ τὸν μέγαν Διονύσιον, «τὸ μηδεμίαν δύναμιν ἢ ἐνέργειαν ἔχον οὔτε ἐστίν, οὔτε τί ἐστιν, οὔτε ἔστι παντελῶς αὐτοῦ θέσις οὐδὲ ἀφαίρεσις». Τὸ δὲ ἔχον, οὗ ἔχει κατά τι δια­φέρει πάντως. Εἰ οὖν οὐκ ἔστι διαφορὰ τῆς θείας οὐσίας καὶ ἐνεργείας, οὐκ ἔστιν ἔχειν τὴν οὐσίαν τοῦ Θεοῦ ἐνέργειαν. Τὸ δὲ μὴ ἔχον ἐνέργειαν ἀνενέργητόν ἐστι, τὸ δὲ ἀνενέργητον καὶ ἀνύπαρκτον.
20. Τοῦ δὲ θεοφόρου Δαμασκηνοῦ γράφοντος, «ἔργον μὲν θείας φύσεως ἡ προαιώνιος γέννησις, ἔργον δὲ θείας θελήσεως ἡ κτίσις», καὶ τοῦ ἁγίου Κυρίλλου, «τὸ μὲν ποιεῖν ἐνεργείας ἐστί, φύσεως δὲ τὸ γεννᾶν, φύσις δὲ καὶ ἐνέργεια οὐ ταὐτόν», οἱ ἀδιάφορον εἶναι λέγοντες τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν, ἐπειδὴ κατ’ ἐκεῖνον τῆς φύσεώς ἐστι τὸ γεννᾶν, ἔστι δὲ κατ’ αὐτοὺς ἀδιάφορον τῆς φύσεως ἡ ἐνέργεια, ἔσται κατ’ αὐτοὺς καὶ τῆς ἐνεργείας τὸ γεννᾶν καὶ οὕτω τὰ ποιήματα ἔσονται γεννήματα ἀΐδια, ὡς ἐκ τῆς θείας φύσεως ὄντα. Ἐπεὶ δὲ πάλιν τῆς ἐνεργείας ἐστὶ τὸ ποιεῖν, ἡ δὲ φύσις ἀδιάφορος τῇ ἐνεργείᾳ, κατ’ αὐτούς, τῆς φύσεως ἔσται τὸ ποιεῖν. Καὶ οὕτω κατ’ αὐτοὺς τὰ ἐκ τῆς φύσεως ἔσονται ποιήματα. Καὶ πάλιν τοῦ αὐτοῦ γράφοντος ἐν τῷ δευτέρῳ τῶν πρὸς Ἑρμείαν διαλό­γων, «πρὸς δὲ τούτοις ἅπασι πεποιεῖσθαί φαμεν ἐξ ἐνεργείας Θεοῦ πῦρ τε τὸ καυστικόν, καὶ μὴν καὶ τὸ ὕδωρ διαψύχειν εἶδος», οἱ ταὐτὸν καὶ ἀδιάφορον οὐσίαν καὶ ἐνέργειαν εἶναι λέγοντες ἐκ τῆς τοῦ Θεοῦ οὐσίας τό τε πῦρ καὶ τὸ ὕδωρ λέγειν ἀναγκασθήσονται. Καὶ οὕτω καὶ τῆς Ἑλλήνων πλάνης χείρων ἡ νῦν κακοδοξία καθέστηκεν, εἴπερ ἐκεῖνοι μὲν τὴν λογικὴν μόνην ψυχὴν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ εἶναι ἐνόμισαν, οὗτοι δέ γε καὶ τὰ ὑλικὰ δὴ ταῦτα καὶ αἰσθητὰ σώματα.
21. Ἀλλὰ καὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν ἐν τῷ κατὰ Ἰω­άννην εὐαγγελίῳ, «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» εἰρηκότος, ὁ θεῖος Χρυσόστομος ἐν ὁμιλίᾳ ἑξηκοστῇ τῆς εἰς τὸ τοιοῦτον εὐαγγέλιον ἑρμηνείας, τοῦτο διασαφῶν τὸ ῥητόν, «κατὰ τὴν δύναμιν ἐνταῦθά φησιν εἰρῆσθαι αὐτό». Καὶ γὰρ περὶ ταύτης ἦν ὁ λόγος ἅπας αὐτῷ. «Εἰ δὲ ἡ δύναμις ἡ αὐτή, εὔδηλον ὅτι καὶ ἡ οὐσία». Καὶ μετὰ βραχέα· «οὐδὲ γάρ ἐστιν ἄλλην δι’ ἄλλης, οὔτε οὐσίαν, οὔτε δύναμιν μαθεῖν». Καὶ πάλιν ἐν τῷ αὐτῷ εὐαγγελίῳ, τοῦ ἀποστόλου Φιλίππου εἰπόντος, «Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν», ὁ θεῖος οὗτος Χρυσόστομος ἐν τῇ αὐτῇ ὁμιλίᾳ, «ἴδωμεν», φησί, «τί ὁ Φίλιππος ζητεῖ ἰδεῖν· ἆρα τὴν σοφίαν τοῦ Πατρός, ἆρα τὴν ἀγαθότητα; οὐχί, ἀλλ’ αὐτὸ τὶ ποτέ ἐστιν ὁ Θεός· αὐτὴν τὴν οὐσίαν». Καὶ πάλιν ὁ αὐτός, τὸ ἀποστολικὸν ῥητὸν ἐξηγούμενος τῆς πρὸς Ῥωμαίους ἐπιστολῆς, τὸ λέγον, «τὸ γὰρ φρόνημα τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημα τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη», «φρόνημα, εἶπε, σαρκὸς τὴν κακίαν φησί, καὶ φρόνημα πνεύ­ματος τὴν χάριν τὴν διδομένην, καὶ τὴν ἐνέργειαν τὴν τῇ προαιρέσει κιρνωμένην τῇ χρηστῇ, οὐδαμοῦ περὶ ὑποστάσεως ἐνταῦθα καὶ οὐσίας διαλεγόμενος». Καὶ αὖθις ὁ αὐτὸς Χρυσό­στομος ἐν τῷ λόγῳ, ἐν ᾦ ἐξηγεῖται τό, «θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ὄμωσον», τάδε κατὰ λέξιν φησίν· «λυχνία ἦν ἀληθὴς ἡ σὰρξ ἡ δεσποτική, ἡ τοῦ ἁγίου Πνεύματος τὰς ἐλλάμψεις ἑπταπλασίονι χάριτι δείξασα. ‹Ἐξελεύσεται γάρ›, φησὶν Ἡσαΐας, ‹ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα Θεοῦ›. Ποῖον; τὸ πολυμερὲς ταῖς ἐνεργείαις καὶ πολὺ τῇ φύσει· ‹ἐπαναπαύσεται πνεῦμα Θεοῦ›, (ἐνταῦθα τὴν οὐσίαν ἑρμηνεύει, τὸ δὲ ἐπαγόμενον τὰς ἐνεργείας τοῦ Πνεύματος λέγει), ‹πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώ­σεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ›. Τὰς ἑπτὰ χαρίτας τοῦ ἁγίου Πνεύματος, τὰς ἐπαναπαυσαμένας τῷ δεσποτικῷ σώματι, ἐκείνας σχηματίζει ἐν τύπῳ ἑπταλύχνω». Καὶ πάλιν ὁ αὐτὸς θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ, «οὐ πάντα, φησί, τὰ χαρίσματα λαμβάνει τις, ἵνα μή τις τὴν χάριν φύσιν εἶναι νομίσῃ».
22. Ἀλλὰ καὶ τοῦ ἁγίου μάρτυρος καὶ φιλοσόφου Ἰουστίνου γράφοντος, «ὡς ἄρα τοῦ Θεοῦ ἔχοντος οὐσίαν μὲν πρὸς ὕπαρξιν, βούλησιν δὲ πρὸς ποίησιν», ὁ ἀπορρίπτων οὐσίας τε καὶ βουλῆς τὴν διαφοράν, καὶ τὴν ὕπαρξιν ἀπορρίπτει τοῦ Θεοῦ καὶ τὴν ποίησιν· οὐ φανερῶς οἱ τὴν διαφορὰν ἀθετοῦντες, οὗτοι καὶ τὸν Θεὸν ἀρνούμενοι καὶ τὸ αὐτόματον δοξάζοντες δείκνυται; Κατὰ γὰρ τὸν ἐκ Δαμάσκου θεῖον Ἰωάννην, «ἐνέρ­γειά ἐστι καὶ ἡ βούλησις», ὡς ἐν τῷ περὶ ἐνεργείας τριακοστῷ ἕκτῳ τῶν δογματικῶν κεφαλαίων διασαφεῖ. Εἰπὼν γὰρ πρότερον περί τε ἄλλων, καὶ δὴ καὶ βουλήσεως ἀνθρωπίνης τε καὶ θείας, ἐπάγει εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ ἐφεξῆς κεφαλαίου ἐπὶ λέξε­ως οὕτως· «Χρὴ γινώσκειν ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαί, αἵ τε ζωτικαὶ καὶ φυσικαὶ καὶ τεχνικαί, ἐνέργειαι λέγονται· ἐνέργεια γάρ ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν».
23. Τούτων τοίνυν οὕτω πάνυ σαφῶς διευκρινηθέντων καὶ τῆς διαφορᾶς μάλα ἐναργῶς, καὶ ὡς οὐκ ἄλλως ἐνῆν ἀποδε­δειγμένης, «οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις», κατὰ τὸν θεσπέσιον Παῦλον, «ἀλλ’ ἐν διδακτοῖς Πνεύματος ἁγίου», ταῖς τῶν Πατέρων δήπου θεοπνεύστοις θεολογίαις, ἔδει τοὺς καὶ ὁπωστιοῦν, ἔφη ἡ θεία Σύνοδος, περὶ τούτου διαφέρεσθαι πειραθέντας, νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, τὴν τῆς φιλονεικίας νόσον τῆς ἑαυτῶν διανοίας εὐσεβῶς ἐξεληλακέναι, καὶ τοῖς κοινοῖς ἡμῶν καθηγεμόσι καὶ διδασκάλοις τῆς εὐσεβείας εὖ μάλα προθύμως ἐθελῆσαι πεισθῆναι, σάλπιγγος ἁπάσης περὶ διαφορᾶς οὐσίας θείας καὶ ἐνεργείας μονονουχὶ λαμπροτέρας φωνὰς ἀφιεῖσι· καὶ μηδέν τι πλέον μηδόλως ἐπιχειρεῖν αὐτοῖς ἀντιβαίνειν καὶ πειρᾶσθαι πολυπραγμονεῖν περαιτέρω, τὶς ἡ ἐνέργεια καὶ ποταπὴ ἡ διαφορὰ καί πῶς ἂν γένοιτο αὕτη.
24. Οὐ γάρ, ὡς ἔοικε, τοῦ Χρυστοστόμου πατρὸς ἀκηκόασιν, ἐν οἷς τὸ κατὰ Ἰωάννην θεῖον εὐαγγέλιον ἐξηγεῖται, διδάσκο­ντος ἀνερμήνευτον καὶ ἀπερινόητον καὶ ὑπὲρ τοὺς τῆς φύσεως νόμους τὴν θείαν ἐνέργειαν εἶναι. «Εἰ γὰρ τούτου, φησί, τοῦ πνεύματος, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ καὶ τῇ ἁφῇ ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδόν, πῶς τὴν ἀπὸ τοῦ θείου Πνεύ­ματος ἐνέργειαν περιεργάζῃ τὴν τοῦ ἀνέμου οὐκ ἐπιστάμενος, καίτοι φωνὴν ἀκούων; Τὸ δέ, ‹ὅπου θέλει πνεῖ›, πρὸς παράστασιν τῆς τοῦ Παρακλήτου εἴρηται ἐξουσίας. Εἰ γὰρ τοῦτο οὐδεὶς κατέχει, ἀλλ’ ὅπου θέλει, φέρεται, πολλῷ μᾶλλον τὴν τοῦ Πνεύματος ἐνέργειαν οὐ φύσεως δυνήσονται νόμοι κατασχεῖν, οὐχ ὅροι σωματικῆς γεννήσεως, οὐκ ἄλλο τῶν τοιού­των οὐδέν». Οὐδέ γε τοῦ μεγάλου Βασιλείου ἀντιλέγοντος Εὐ­νομίῳ καὶ θεολογοῦντος, «ὡς ἄρα εἰ μέλλοιμεν ἅπαντα τῇ καταλήψει μετρεῖν, καὶ τὸ τοῖς λογισμοῖς ἀπερίληπτον μηδὲ εἶναι τὸ παράπαν ὑπολαμβάνειν, οἰχήσεται μὲν ὁ τῆς πίστεως, οἰχήσεται δὲ ὁ τῆς ἐλπίδος μισθός». Πῶς δ’ ἂν εἴημεν ἔτι τῶν μακαρισμῶν ἄξιοι, τῶν ἐπὶ τῇ πίστει τῶν ἀοράτων ἀποκειμένων, οἱ μόνοις τοῖς κατὰ λογισμὸν ἐναργέσι πειθόμενοι; Πόθεν ἐματαιώθησαν τὰ ἔθνη καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία; οὐκ ἐπειδὴ τοῖς τῷ λογισμῷ φαινομένοις ἀκολουθοῦντες, τῷ κηρύγματι τοῦ Πνεύματος ἀπειθοῦσι; Τίνας δὲ Ἡσαΐας ἀπολωλότας ὀδύρεται, «οὐαὶ οἱ σοφοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες;» οὐ τοὺς τοιούτους;
25. Ταῦτα μὲν οὖν ἐχρῆν αὐτοὺς τῶν ἁγίων θεολογούντων ἀκούειν καὶ γ’ εὐθὺς ἀσμένως ὑπακούειν, ὡς ἥδιστά τε τούτοις προσεσχηκέναι καὶ ἀβασανίστους ταῖς τὴν διαφορὰν σημαινούσαις θείαις φωναῖς αὐτῶν ὑποπεπτωκέναι, εὐσεβεῖ σιωπῇ ταύτην στέργοντάς τε καὶ δεχομένους, τὸ δ’ ὅπως ἢ μηδαμοῦ ἢ μὴ ἐπ’ ἀναιρέσει τῆς διαφορᾶς προστιθέντας, εἴπερ ἄρα τοῖς καὶ ὁπωσοῦν εἰς εὐσεβοῦντας τελεῖν δοκοῦσιν ἑαυτοὺς συγκαταλέγειν ἠξίουν. Ἐπεὶ δὲ εἰς τοσοῦτον ὕβρεως καὶ ἀναιδείας, μᾶλ­λον δὲ παραπληξίας ἀφίκοντο, ὡς καὶ κατ’ αὐτῶν μανῆναι τῶν τε ἁγίων καὶ οἰκουμενικῶν Συνόδων καὶ πάντων, ὡς εἰπεῖν, τῶν ἱερῶν θεολόγων, καὶ τολμᾶν εἰς εὐθύνας ἤδη καὶ τούτους ἄγειν, καὶ τοὺς μὲν φεῦ! τῶν ἑλληνικῶν ἔτι καὶ συντρόφων αὐτοῖς δογμάτων ἀπόζειν λέγειν, τοὺς δ’ ἀμαθείας γράφεσθαι πλείστης, ὅλην καὶ ταῦτα Σύνοδον ὄντας, ἐνίους δ’ ὑπ’ ἀνά­γκης εἰς ταύτην τὴν θεολογίαν ἐξῆχθαι, καίτοι μαρτυρίου θάνατον προθύμως ὑπὲρ αὐτῆς ἑλομένους, ἄλλους δ’ ἐγκωμιά­ζοντας οὐκ ἀληθεύοντας ταῦτα γράψαι, (ὢ πῶς ἄν τις ἐν μέρει λέγειν τὰς αὐτῶν ἀνάσχοιτο βλασφημίας;), φέρε νῦν ἡμεῖς, διὰ τὸ μὴ καταδέχεσθαι τῶν φιλοχρίστων τὴν ἀκοήν, ὥς πού τις ἔφη τῶν παρ’ αὐτῶν ἀθετουμένων Πατέρων, ὅ τί ποτε περὶ θείου δόγματος εἴρηται τοῖς ἁγίοις, μὴ σφόδρα ἀληθείας καὶ θεολογικῆς ἀκριβείας ἐξηρτημένον, τῷ παρ’ αὐτῶν πρεσβευομένῳ Θεῷ θαρρήσαντες, περί τε ἑνώσεως καὶ διακρίσεως τρόπου θείας οὐσίας καὶ ἐνεργείας βραχέα ἄττα πειραθῶμεν διεξιέναι, οὐκ οἴκοθεν λογισμοὺς ἐφευρίσκειν ἐπιχειροῦντες εἰς συνηγορίαν τινὰ τῶν ὑπ’ αὐτῶν εὐσεβῶς πάλαι τεθεολογημένων, ἀλλ’ ὅν περ ἁπανταχοῦ τηρεῖν ἐσπουδάκαμεν νόμον, τὰ τῆς Ἐκκλησίας δόγματα διὰ τῶν τῆς Ἐκκλησίας διδασκάλων πιστοῦσθαι, καὶ μηδαμοῦ παρ’ ἑαυτῶν προστιθέναι ἢ ἀφαιρεῖν τῶν τούτοις δογματισθέντων. Τούτῳ δὴ κεχρημένοι κἀνταῦθα, τὴν θείαν ἐνέργειαν ἐκ τῆς θείας οὐσίας εἶναι διαρρήδην τῶν ἁγίων βοώντων ἀκηκοότες, οὐχ ὡς τὰ πάντα ἐκ τοῦ Θεοῦ, καὶ ταύτην εἶναι νομίζομεν, καθάπερ τοῖς διαφερομένοις σὺν πολ­λοῖς ἑτέροις ἀτόποις καὶ τοῦτο δόκει. Τὸ μὲν γὰρ ἐκ τοῦ Θεοῦ κἀπὶ τῶν κτισμάτων εἴρηται, τὸ δ’ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ ἐπ’ οὐδενὸς εἴρηταί ποτε τῶν ποιημάτων· μάλιστα μὲν οὖν καὶ ἀπείρηται παντελῶς τοῦτό γε τοῖς ἁγίοις.
26. Ὅ τε γὰρ μέγας Βασίλειος, «τὸ ποιούμενον, φησίν, οὐκ ἐκ τῆς οὐσίας τοῦ ποιοῦντός ἐστι»· καὶ ὁ θεῖος Δαμασκηνός, «ἡ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονε, ἀλλ’ οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας»· καὶ πάλιν, «κτίσις δὲ καὶ ποίησις, τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντας καὶ ποιοῦντος γενέσθαι τὸ κτιζόμενον καὶ ποιούμενον, ἀνόμοιον παντελῶς». Οὐ μήν, ἀλλ’ οὐδ’ ὡς ἔξω τῆς θείας οὐσίας αὐτήν, ἐκ τῆς θείας οὐσίας ὑπειλήφαμεν εἶναι, ὥσπερ καὶ τοῦτο ληρεῖν, οὐ τοσοῦτον ἀσεβῶς ὅσον ἀμαθῶς τοῖς δι’ ἐναντίας ἐπῆλθεν, μήποτέ τις οὕτω φρενῶν ἐκσταίη· ἀλλ’ οὐσιώδη καὶ φυσικὴν ταύτην τοῦ Θεοῦ κίνησιν οὖσαν κατὰ τοὺς θεολόγους εἰδότες, ὡς ἐκ πηγῆς ἀεννάου φαμὲν τῆς θείας οὐσίας προέρχεσθαί τε καὶ πηγάζειν, καὶ ταύ­της χωρὶς οὐδέποτε θεωρεῖσθαι· ἀλλ’ ἀδιαίρετον αὐτῆς ἀεὶ διαμένειν, ἐξ ἀϊδίου τε τῇ θείᾳ συνυπάρχειν οὐσίᾳ, καὶ ἀχωρίστως ἡνωμενην εἶναι, μήτ’ αἰῶνι μήτε χρονικῷ ἢ τοπικῷ τινι διαστήματι τῆς θείας οὐσίας διαιρεῖσθαί ποτε δυναμένην, ἀλλ’ ἀχρόνως τε καὶ προαιωνίως ἐξ αὐτῆς τε προιοῦσαν καὶ ἀδιασπάστως αὐτῇ συνοῦσαν. Ὁ γὰρ μέγας Ἀθανάσιος, «ὅταν δέ, φησί, τὰ πάντα ἐνεργεῖται ὑπὸ τοῦ Θεοῦ διὰ Χριστοῦ ἐν ἁγίῳ Πνεύματι, ἀχώριστον ὁρῶμεν ἐνέργειαν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος». Καὶ ὁ ἐν ἁγίοις θεῖος Ἀναστάσιος, οὗ καὶ ἡ ἁγία καὶ οἰκουμενικὴ Σύνοδος μεμυημένη, μέγαν τοῦτο προσείρηκεν, ἐν τῷ περὶ ἀπεριγράπτου δευτέρῳ λόγῳ αὐτοῦ, «ἴδωμεν, φησίν, οἷα λέγειν περὶ Θεοῦ ἀνέχονται οἱ αἱρετικοί· τῇ ἐνεργείᾳ φασὶν ἐν πᾶσίν ἐστιν ὁ Θεός, τῇ οὐ­σία δὲ οὐδαμοῦ, ἐνέργειαν λέγοντες τὸ προϊὸν ἐκ τῆς ἐνεργείας ἀποτέλεσμα· φαίην δ’ ἂν ἔγωγε, τῆς τοῦ Θεοῦ φύσεως ἀχώρι­στον εἶναι τὴν ἐνέργειαν αὐτοῦ». Καὶ μετά τινα· «ἔνθα ἂν ἡ ἐ­νέργεια φάναι, συνθεωρεῖται ταύτῃ καὶ ἡ οὐσία, ἐξ ἧς προ­έρχεται· ἑκάτερον γὰρ ἀπερίγραπτον, καὶ διὰ τοῦτο παντελῶς ἀλλήλων ἐστὶν ἀχώριστα· κηρύττει μὲν γὰρ ἡ ἐνέργεια τὴν λανθάνουσαν οὐσίαν, θεωρεῖται δὲ συμπαροῦσα τῇ ἐνεργείᾳ, χωρὶς αὐτῆς εἶναι μὴ δυναμένη». Καὶ αὖθις· «περὶ τὸ πᾶν ἐστιν ἡ ἐνέργεια, ταύτης δὲ ἀχώριστος ἡ οὐσία καθέστηκεν».
27. Ἀλλὰ μὴν ὥσπερ τὴν ἕνωσιν θείαν καὶ ἀΐδιον οὐ μόνῳ τῷ ἀχωρίστῳ, ἀλλ’ ἄλλοις τε πολλοῖς καὶ δὴ καὶ τῇ κοινότητι τοῦ ἀκτίστου καὶ ἀπεριγράπτου κατὰ τὴν τῶν ἁγίων θεολογίαν κηρύττομεν, οὕτω καὶ τὴν διάκρισιν καὶ διαφορὰν πάλιν κατ’ αὐτοὺς θεοπρεπῆ καὶ ταύτην δοξάζειν ἐγνώκειμεν· οὐκ εἰς παντελῆ διασπασμὸν ἐντεῦθεν αὐτὰ καὶ διαίρεσιν κατασπῶντες, οὐδέ τινα ἔκφυλον τὴν διαφορὰν ταύτην καὶ φυσικὴν ἀλλοτρίωσιν ἐννοοῦντες, ἢ διαστήμασι χωρίζοντες ἀλλήλων ταῦτα, ἄπαγε, ἀλλ’ οἵαν ἐπιδέχεσθαι τὰ κατὰ φύσιν αἴτια καὶ αἰτιατὰ μεμυήμεθα παρὰ τῶν ἁγίων, μόνῳ τῷ λογισμῷ θεοπρεπῶς διακρίνοντες τὰ φύσει ἡνωμένα καὶ ἀδιαίρετα. Ἀθα­νάσιος γὰρ ὁ μέγας ἐν τῷ κατὰ Ἀρειανῶν πέμπτῳ λόγῳ αὐτοῦ, «ἄλλο, φησίν, εἶναι τὸ ἔκ τινος καὶ ἄλλο τὸ ἐξ οὗ ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλ’ ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατόν, γεννῶν καὶ γεννώμενον, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται». Οὐκοῦν καὶ τῆς ἐνερ­γείας ἐκ τῆς οὐσίας εἶναι κατὰ τοὺς θεολόγους ἅπαντας πεπιστουμένης, τό τε ἄλλο καὶ ἄλλο εἶναι καὶ δύο εἶναι, κἀντεῦθεν διενηνοχέναι ἀλλήλων, ἐναργῶς ἀναπέφηνε, κατὰ τὸ ἐξ οὗ καὶ ἔκ τινος, τὸ αἴτιον δηλαδὴ καὶ τὸ αἰτιατόν, ὡς ὁ πολὺς οὗτος τὰ θεῖα διδάσκει θεολογῶν. Καὶ μετά τινα· «ἔστω δέ, φησί, πα­ράδειγμα ἀνθρώπινον τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα· δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ». Ὥσπερ τοίνυν ἐπὶ τοῦ πυρὸς καὶ τοῦ ἐξ αὐτοῦ φωτός, τοῦ μὲν φύσεως καὶ αἰτίου ὄντος, τοῦ δὲ φυσικοῦ καὶ αἰτιατοῦ, τό τε ἓν διὰ τὸ ἀχώριστον, καὶ τὸ διάφορον αὖθις διὰ τὸ αἴτιον καὶ αἰτιατὸν εἴρηκεν, οὕτω κἀπὶ τῆς θείας φύσεως καὶ τῆς ἐξ αὐτῆς ἐνεργείας, τὸ ἓν καὶ τὸ διάφορον ἡμῖν ἐκληπτέον τὸ μὲν κατὰ τὸ ἡνωμένον καὶ ἀδιαίρετον, τὸ δὲ κατὰ τὸ αἴτιον καὶ τὸ ἐξ αὐτοῦ δὴ τοῦ αἰτίου. Οὔτε γὰρ τὸ ἓν τὴν διαφορὰν ἀπελαύνει, οὔτε μὴν ὅλως ἡ διαφορὰ τὸ ἓν ἀνατρέπει· ἀλλ’ ἑκάτερον κατὰ τοὺς ἁγίους εὐσεβῶς θεωρούμενον, οὐδ’ ὁτιοῦν ὑπὸ θατέρου παραβληθῆναι δυνήσεται.
28. Ἀλλὰ καὶ ὁ Νύσσης θεῖος Γρηγόριος τὴν ἐν τοῖς αἰτίοις τούτοις καὶ αἰτιατοῖς διαφορὰν εὖ μάλα εἰδὼς ἀληθείας ἐξεχομένην καὶ μηδ’ ὁπωσοῦν τῷ κατὰ τὴν φύσιν ἀδιαφόρῳ λυμαινομένην, Ἀβλαβίῳ γράφων, «τὸ ἀπαράλλακτον, ἔφη, τῆς φύσεως ὁμολογοῦντες, καὶ τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα, ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, ἐν τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δ’ ἐκ τοῦ αἰτίου». Ὁ δέ γε ἀδελφὸς αὐτοῦ καὶ μέγας ὄντως Βασίλειος τοσαύτην φαίνεται ἁπαξαπλῶς τοῖς αἰτίοις τούτοις καὶ αἰτιατοῖς τὴν διαφορὰν παρέχων, ὡς καὶ τάξιν ἐκ φυσικῆς ἀκολουθίας ἐπ’ αὐτὴν δογματίζειν, καὶ τὸ πρότερον καὶ τὸ δεύτερον ἐπί τε αἰτί­ου καὶ αἰτιατοῦ λέγειν οὑτωσὶ διαρρήδην, καὶ τῶν ἀτόπων καὶ τῶν παραλόγων εἶναι νομίζειν τὸ μὴ ὁμολογεῖν, ἀλλ’ ἀρνεῖσθαι ταῦτα πειρᾶσθαι, καὶ ἢ μὴ συνιδεῖν τὴν διαφορὰν ταύτην τὸν Εὐνόμιον ἔφη, ἢ καὶ ἀποκρύψασθαι ταύτην ἑκόντα, γράφων· «Ἐκεῖνο δὲ ἢ οὐ σύνοιδεν ὁ Εὐνόμιος, ἢ ἑκὼν ἀπεκρύψατο· ὅτι ἔστι τι τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ’ ἡμῶν θέσεως συνιστάμενον, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἐστι τὸ ἐξ αὐτοῦ. Ἐν τούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν· δεύτερον δὲ τὸ ἀπ’ αὐτοῦ οὐ διαστήματι χωρίζοντες ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτιατοῦ προεπινοοῦντες τὸ αἴτιον». Πῶς οὖν εὔλογον ἀρνεῖσθαι τὴν τάξιν, ἐφ’ ὧν ἐστι πρῶτον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ’ ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκολουθίας; Πάρεστι τοίνυν ἅπασιν ἀκριβῶς συνιδεῖν ἐκ τούτων τοῖς καὶ ὁπωσοῦν λογίζεσθαι δυναμένοις, ὅπως τὸν ἴσον τρόπον ἀληθεί­ας ὁμοῦ καὶ εὐσεβείας ἐμέλησε τῷ ἁγίῳ. Τῷ μὲν γὰρ «οὐκ ἐκ τῆς παρ’ ἡμῶν θέσεως συνίστασθαι φᾶναι, ἀλλ’ αὐτῇ τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαίνειν», ἐξ ἀφύκτου καὶ πολλῆς καὶ φυσικῆς ἀνάγκης καὶ λαμπρᾶς ἀληθείας ἔδειξαν οὖσαν τὴν ἐν τῇ τάξει ταύτῃ διαφορὰν τῶν αἰτιατῶν τε καὶ τῶν αἰτίων, καὶ ἄλλως ἔχειν μηδέποτε ἐγχωροῦσαν, ἀλλ’ ἀεὶ τούτοις ἀναγκαίως αὐτὴν ἐνθεωρουμένην· τῷ δὲ μὴ διαστήματι, ἀλλὰ τῷ λογισμῷ χωρίζειν ταῦτα ἐπενεγκεῖν καὶ τὴν ἐν τῷ προτέρῳ καὶ δευτέρῳ δια­φορὰν μόνῳ τῷ νῷ θεωρεῖν, φαίνεται δήπου τὸ τῆς ἑνώσεως χρῆμα σφόδρα εὐσεβῶς κατησφαλισμένον, καὶ μηδεμίαν εἰς αὐτὴν ἐκ τῆς διακρίσεως ταύτην βλάβην εἰσάγων, ἀλλ’ αὐτήν τε τὴν ἕνωσιν ἀσύγχυτον εἶναι θεολογῶν, καὶ τὴν διαφορὰν ἀδιαίρετον πάντῃ διδάσκων. Πάλιν τοίνυν Εὐνομίου τὴν τοιαύτην διαφορὰν παντάπασιν ἀνελεῖν πειρωμένου, ὁ μέγας οὗτος, «πῶς, φησίν, οὐδεμίαν διαφορὰν καταλείπεις, οὐδὲ τὴν ἐν τοῖς αἰτίοις πρὸς τὰ ἐξ αὐτῶν ἐνυπάρχουσαν»; Οὕτω τὸ μηδεμίαν διαφορὰν ἐπὶ τῶν αἰτίων καὶ αἰτιατῶν εἶναι δοξάζειν, τῆς Ἀρείου καὶ Εὐνομίου μανίας πρόδηλός ἐστι τόκος. Ἐκεῖνοι γὰρ τὸ ὁμοούσιον ἀναιρεῖν πᾶσι τρόποις ἐσπουδακότες, ἀκηκοότες ἐν εὐαγγελίοις τοῦ Κυρίου τὸν Πατέρα μείζονα ἑαυτοῦ εἰρηκότος, καὶ ταύ­την πάντως διαφορὰν ἐννοεῖν δεδωκότος, ἐντεῦθεν εὐθὺς τὴν μὲν κατὰ φύσιν διαφορὰν δυσσεβῶς παρεισάγειν ἐτόλμων, τὴν δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν, ὡς μηδεμίαν μηδαμοῦ φυσικὴν ἀλλοτρίωσιν ἢ διαίρεσιν δυναμένην εἰσάγειν εἰδότες, ἀλλὰ καὶ οὕτω τὴν τῆς φύσεως ἕνωσιν ἀδιάλυτον ἀεὶ συντηροῦσαν, ἀπηρνοῦντο καθάπαξ. Πρὸς οὓς οἱ τρεῖς οὗτοι, τὸν ὑπὲρ τῆς Τριάδος ἀνελόμενοι γενναίως ἀγῶνα, ὡς ἐκείνων τὴν δυσσέβειαν ταύτην οὖσαν, καὶ τὸ μέγα καὶ ὑπερφυὲς τῆς Τριάδος μυστήριον ἀναιροῦσαν, τῆς ἡμετέρας αὐτὸ Ἐκκλησίας ἀπελαύνουσιν ὡς δυνατὸν προρρωτάτω.
29. Τοιγαροῦν εἰκότως οἱ μὲν τὴν διαφορὰν ταύτην ἀθετοῦντες νῦν τῆς ἐκείνων κακοδοξίας ἁλίσκονται μετεσχηκότες, οἱ δὲ στέργειν τε καὶ ἀσπάζεσθαι προθύμως ὁμολογοῦντες, τῆς τῶν ἁγίων τούτων εὐσεβείας τε καὶ θεολογίας, μᾶλλον δὲ τῆς τοῦ Χριστοῦ μερίδος διατελοῦσιν ὄντες, ἡνωμένως κατ’ αὐτοὺς τὰ θεῖα διακρίνοντες καὶ διακεκριμένως ταῦτα ἑνοῦντες. Ἓν μὲν δὴ καὶ πρῶτον καὶ κυρίως ἄν τις φαίη τῆς τε θείας οὐσίας καὶ ἐνεργείας διακρίσεως εἶδος. Διενηνόχασι δ’ ἀλλήλων καὶ τῷ τὴν μὲν θείαν ἐνέργειαν μετέχεσθαι καὶ μερίζεσθαι ἀμερίστως καὶ ὀνομάζεσθαι καὶ νοεῖσθαί πως, εἰ καὶ ἀμυδρῶς, ἐκ τῶν αὐτῆς ἀποτελεσμάτων, τήν γε μὴν οὐσίαν ἀμέθεκτον καὶ ἀμέριστον καὶ ἀνώνυμον εἶναι, ὡς ὑπερώνυμον δηλονότι καὶ ἀπερινόητον παντελῶς.
30. Μετὰ τοῦτο ἐζητήσαμεν ἀποδειχθῆναι παρὰ τῶν ἁγίων, εἰ ἔστιν ἄκτιστος ἡ ἀχώριστος μέν, διαφέρουσα δὲ τῆς θείας φύσεως αὕτη ἐνέργεια, ὅπερ οἱ ἀντιλέγοντες τῇ Ἐκκλησίᾳ ἥκιστα ἐδέχοντο. Καὶ ἀπεδείχθη καὶ τοῦτο ὑπὸ τῶν ἁγίων ἐναργῶς κηρυττόμενον· ὧν κεφάλαιον ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη Σύνοδος, καθὼς ἀνωτέρω διὰ τῶν κατὰ μέρος προτεθέντων αὐτῆς ῥητῶν μάλιστα ἱκανῶς ἀποδέδεκται. Συναπεδείχθη δὲ καὶ τοῦτο, ὅτι οἱ μὴ δεχόμενοι ἄκτιστον τὴν ἀχώριστον μὲν καὶ φυσικὴν τῆς θείας οὐσίας ἐνέργειαν, διαφέρουσαν δὲ αὐτῆς, ὥσπερ εἴρηται, κτίσμα τε ποιοῦσι καὶ αὐτὴν τὴν οὐσίαν τοῦ Θεοῦ. Κατὰ γὰρ τὸν ἅγιον Μάξιμον, «ἀπὸ τῆς ἐνεργείας ἡ ἑκάστου φύσις χαρακτηρίζεται», τῆς μὲν ἀκτίστου ἐνεργείας ἄκτιστον δεικνύσης φύσιν, κτιστὴν δὲ τῆς κτιστῆς. Ἔτι τε κατὰ τὸν Δαμασκηνὸν θεῖον Ἰωάννην φάσκοντα: ἡ κτι­στὴ ἐνέργεια κτιστὴν δηλώσει καὶ φύσιν, ἡ δὲ ἄκτιστος ἄκτι­στον χαρακτηρίζει οὐσίαν. Οἱ οὖν λέγοντες κτιστὴν τὴν θείαν ἐνέργειαν, ἀφ’ ἧς ἡ θεία φύσις χαρακτηρίζεται, κτιστὴν ἐξ ἀνάγκης παριστῶσι καὶ τὴν θείαν φύσιν.
31. Οὐ μὴν ἀλλὰ καὶ Μονοθελῆταί εἰσι, τῶν πώποτε ἐκείνων χείρους καὶ ἀτοπώτεροι, καὶ προαιώνια δοξάζουσιν εἶναι κτι­σματα. Ἐπεὶ γὰρ δύο φύσεις ὁμολογοῦμεν ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν μὲν ἄκτιστον, τὴν δὲ κτιστήν, οἱ μὴ λέγοντες ἔχειν τὴν θείαν φύσιν καὶ θέλημα καὶ ἐνέργειαν ἄκτι­στον, ἓν θέλημα καὶ μίαν ἐνέργειαν δοξάζουσιν ἐπὶ Χριστοῦ, ὅπερ ἡ ἕκτη Σύνοδος ἀπεκήρυξε καὶ ἀνεθεμάτισε. Κἀντεῦθεν Μονοθελῆται καὶ αὐτοὶ φανερῶς ἀναδείκνυνται· χείρους δὲ ἐκείνων πολλῷ, ὅσον κἀκεῖνοι μὲν ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἔλεγον ἐπὶ Χριστοῦ, ἀλλὰ ἄκτιστον, τὴν κτιστὴν δήπουθεν ἀναιροῦντες· οὗτοι δὲ ἓν θέλημα καὶ μίαν ἐνέργειαν, ἀλλὰ κτι­στήν, τὴν ἄκτιστον φανερῶς μὴ δεχόμενοι. Ἀλλὰ καὶ τοῦ μεγά­λου Βασιλείου ἐν τοῖς πρὸς Ἀμφιλόχιον γράφοντος, «τὰ μὲν ὀνόματα τοῦ Πνεύματος τοιαῦτα ὑπερφῆ καὶ μεγάλα, οὔμενουν ἔχοντά τινα εἰς δόξαν ὑπερβολήν, αἱ δὲ ἐνέργειαι τίνες; ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ πλῆθος· πῶς γὰρ νοήσωμεν τὰ τῶν αἰώνων ἐπέκεινα»; Τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; Οἱ λέγοντες κτιστὰς τὰς θείας ἐνεργείας φανερῶς δοξάζουσιν εἶναι κτίσματα τῶν αἰώνων ἐπέ­κεινα. Ἐδείχθη δὲ καὶ τοῦτο, ὅτι ἄκτιστοι αἱ κοιναὶ καὶ φυσικαὶ τῆς τρισυπόστατου φύσεως θεῖαι ἐνέργειαι, οὐ διὰ δύο ἢ τριῶν μαρτυριῶν, ἀλλὰ διὰ πάσης τῆς θείας Γραφῆς.
32. Μετὰ τοῦτο ἐζητήσαμεν παρὰ τῶν ἁγίων, εἰ μηδεμίαν ἔχοι τις ἂν ἐπινοεῖν σύνθεσιν ἐπὶ Θεοῦ διὰ τὴν τῆς θείας οὐ­σίας καὶ ἐνεργείας διαφοράν. Καὶ τοῦτο γὰρ οἱ ἀντιλέγοντες ἰσχυρίζονται. Ἀπεδείχθη γοῦν παρὰ τῶν ἁγίων ἁπάντων κηρυττόμενον, ὡς οὐκ ἔστι σύνθεσίν τινα παρὰ τοῦτο νομίζειν ἐπὶ Θεοῦ. Ὁ γὰρ θεῖος Μάξιμος, ἐν οἷς πρὸς Πύρρον διαλέγε­ται, φανερώτατα δείκνυσι μή τινα σύνθεσιν ἐκ τῆς ἐνεργείας γίνεσθαι· «ὁρᾷς, λέγων τῷ Πύρρῳ, ὅτι ἐκ τούτου πλανᾶσθε, ἐκ τοῦ πάντῃ ἀγνοῆσαι ὅτι αἱ συνθέσεις τῶν ἐν ὑποστάσει ὄντων καὶ οὐ τῶν ἐν ἑτέρῳ θεωρουμένων εἰσίν· καὶ τοῦτο κοινὸν φρό­νημα πάντων, καὶ τῶν ἔξω φιλοσόφων καὶ τῶν τῆς Ἐκκλησίας θεοσόφων μυσταγωγῶν· εἰ δὲ τῶν θελημάτων σύνθεσιν λέγετε, καὶ τῶν ἄλλων φυσικῶν σύνθεσιν λέγειν ἐκβιασθήσεσθε». Ἀλ­λὰ καὶ ὁ Νύσσης Γρηγόριος ἐν ἕκτῳ κεφαλαίῳ τῆς εἰς τὴν Ἑξαήμερον ἀναπληρώσεως οὕτω πρὸς λέξιν διέξεισιν· «Εἰ τοίνυν ἐν τῷ ἀνθρώπῳ κἂν διάφορα τυγχάνῃ τὰ πρὸς αἴσθησιν κατεσκευασμένα παρὰ τῆς φύσεως ὄργανα, διὰ πάντων ὁ νοῦς ἐνεργῶν καὶ κινούμενος καὶ καταλλήλως ἑκάστῳ πρὸς τὸ προκείμενον κεχρημένος, εἷς ἐστι καὶ ὁ αὐτός, ταῖς διαφοραῖς τῶν ἐνεργειῶν οὐ σενεξαλλάτων τὴν φύσιν, πῶς ἄν τις ἐπὶ Θεοῦ διὰ τῶν ποικίλων δυνάμεων πολυμερὲς τὸ τῆς αὐτοῦ οὐσίας καθυποπτεύσειεν;»
33. Ἀλλὰ καὶ τοῦτο συναπεδείχθη, ὅτι οἱ κατὰ τοὺς ἀντιλέ­γοντας μὴ δεχόμενοι τὴν διαφορὰν τῆς θείας οὐσίας καὶ τῆς ἐνεργείας, καὶ ἁπλῶς πάντων τῶν περὶ τὴν θείαν οὐσίαν φυσικῶς θεουρουμένων, ἐκεῖνοι σύνθετον ποιοῦσι μᾶλλον τὸν Θεόν, τοῦ μεγάλου Βασιλείου φανερῶς λέγοντος· «εἴπερ εἰς τὴν οὐσίαν φέροντες πάντα καταθήσομεν τὰ θεῖα ὀνόματα, οὐ μόνον σύνθετον, ἀλλὰ καὶ ἐξ ἀνομοιομερῶν συγκείμενον τὸν Θεὸν ἀποδείξομεν, διὰ τὸ ἄλλο καὶ ἄλλο ὑφ’ ἑκάστου τῶν ὀνο­μάτων σημαίνεσθαι». Καὶ τοῦ μεγάλου Γρηγορίου τοῦ Θεο­λόγου γράφοντος· «ἢ καὶ τὸ ἀθάνατον καὶ τὸ ἄκακον καὶ τὸ ἀναλλοίωτον οὐσία Θεου· ἀλλ’ εἰ τοῦτο, πολλαὶ οὐσίαι Θεοῦ, καὶ οὐ μία, ἢ σύνθετον ἐκ τούτων τὸ θεῖον· οὐ γὰρ ἀσυνθέτως ταῦτα, εἴπερ οὐσίαι». Ἔτι καὶ τοῦ θείου Κυρίλλου· «οὐ γὰρ οὐσία τὸ ἀγέννητον ἢ τὸ ἄφθαρτον ἢ τὸ ἀθάνατον ἢ τὸ ἀόρατον· εἰ γὰρ ἕκαστον τούτων οὐσίαν σημαίνει, ἐκ τοσούτων οὐσιῶν σύγκειται ὁ Θεός, ὅσα περ ἂν αὐτῷ φυσικῶς προσόντα φαίνηται· πολλὰ γάρ ἐστιν, ἃ μόνῳ μὲν αὐτῷ πρόσεστιν, ἑτέρῳ δὲ τῶν ἁπάντων οὐδενί». Καὶ τοῦ θείου Χρυσοστόμου· «τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφή ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ταῦτα ὀνόματα, ἀλλ’ ἐνεργείας· οὐ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν». Καὶ τοῦ Νύσσης πρὸς Εὐνόμιον λεγο­ντος· «Τίς ὁ διφυᾶ τὸν Θεὸν εἶναι λέγων πλὴν σοῦ, τοῦ πᾶσαν ὀνόματος ἔννοιαν τῇ τοῦ Πατρὸς οὐσίᾳ συμφύοντος, καὶ μηδὲν ἔξωθεν προσεῖναι λέγοντος, ἀλλ’ ἕκαστον τῶν περὶ τὸ θεῖον ὀνομάτων τῇ τοῦ Θεοῦ οὐσίᾳ ἐγκεντρίζοντος;».
34. Μετὰ τοῦτο ἐζητήθη, εἴ γε ἡ θεία καὶ ἄκτιστος ἐνέργεια θεότης παρὰ τῶν ἁγίων προσαγορεύεται. Οὐδὲ γὰρ τοῦτο οἱ νῦν ἀντιλέγοντες παρεδέχοντο. Καὶ ἀνεφάνη καὶ τοῦτο παρὰ τῶν ἁγίων κηρυττόμενον θεολόγων. Αὐτίκα γὰρ ὁ μέγας Βασίλειος ἐν τοῖς κατ’ Εὐνομίου, «καὶ αὐτό, φησί, τὸ τῆς θεότητος ὄνομα, εἴτε τὴν ἐποπτικὴν εἴτε τὴν προνοητικὴν ἐξουσίαν ση­μαίνει, οἰκείως εἶχε πρὸς τὸ ἀνθρώπινον». Καὶ πάλιν ὁ αὐτὸς ἐν τῇ πρὸς Εὐστάθιον τὸν ἰατρὸν ἐπιστολῇ· «Οὐκοῦν, φησίν, ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ­ματος δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. Ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν προσαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται. Ἀλλ’ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες». Καὶ μετά τινα· «Οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς ἔνδειξιν ἡ προσηγορία φέρει. Ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. Εὐεργέτην γὰρ καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν. Τοῦ δὲ ἐνεργοῦ­ντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. Ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκά­στου τούτων τῶν ὀνομάτων, καὶ αὐτῆς τῆς φύσεως, περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. Ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. Οὐκοῦν ἄλλο μέν ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη, ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζόμενων». Καὶ πάλιν ὁ αὐτὸς μέγας Βασίλειος ἐν τῇ αὐτῇ ἐπιστολῇ· «Εἴτε ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι καὶ τὴν θεότητα, εἴτε καὶ κατὰ τὰς τῶν πολλῶν δόξας φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα ὁριζόμεθα».
35. Καὶ ὁ ἅγιος Ἀναστάσιός φησιν· «Ἡ πρὸς Θεὸν προση­γορία πρόδηλον ὡς ἐνεργητικὴ τυγχάνει· οὐ γὰρ αὐτὴν τὴν τοῦ Θεοῦ οὐσίαν παρίστησιν· ἀδύνατον γὰρ ταύτην γνῶναι· ἀλλὰ τὴν θεωρητικὴν αὐτοῦ ἐνέργειαν ἡμῖν παρίστησι καὶ δηλοῖ τὸ Θεός». Καὶ πάλιν ὁ αὐτός· «Τὸ Θεὸς ὄνομα οὐ τὴν οὐσίαν τῆς θεότητος σημαίνει· ἀκατάληπτος γὰρ αὕτη καὶ ἀνώνυμός ἐστιν· ἀλλ’ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας Θεὸς εἴρηται, ὥς φησιν ὁ ἅγιος Διονύσιος, ἢ ἐκ τοῦ θέειν, ἤγουν διατρέχειν, ἢ ἐκ τοῦ αἴθειν, ὅ ἐστι φλογίζειν». Ὁ δὲ αὐτὸς μέγας Διονύσιος, «εἰ τὴν ὑπερούσιον, φησί, κρυφιότητα Θεὸν ἢ ζωὴν ἢ οὐσίαν ἢ φῶς ἢ λόγον ὀνομάσαιμεν, οὐδὲν ἕτερον νοοῦμεν ἢ τὰς εἰς ἡμᾶς ἐξ αὐτῆς προαγομένας δυνάμεις ἐκθεωτικὰς ἢ οὐσιοποιοὺς ἢ ζωογόνους ἢ σοφοδώρους. Αὐτῇ δὲ κατὰ τὴν πασῶν τῶν νοερῶν ἐνεργειῶν ἀπόλυσιν ἐπιβάλλομεν, μηδεμίαν ὁρῶντες θέωσιν ἢ ζωὴν ἢ οὐσίαν, ἥτις ἐμφερής ἐστι τῇ πάντων ἐξηρημένῃ κατὰ πᾶσαν ὑπεροχὴν αἰτίᾳ». Καὶ πάλιν ὁ αὐτός φησι· «θεότης ἐστὶν ἡ πάντα θεωμένη πρόνοια». Ὅτι δὲ ἡ πρόνοια ἐνέργειά ἐστι, καὶ ἀπ’ ἄλλων μὲν τοῦτο γνώριμον, μάλιστα δὲ καὶ ἀφ’ ὧν ὁ μέγας Ἀθανάσιος γράφει λέγων· «Οὐ κατὰ ἄλλην καὶ ἄλλην πρόνοιαν ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἐργάζε­ται, ἀλλὰ κατὰ μίαν καὶ τὴν αὐτὴν οὐσιώδη τῆς θεότητος ἐνέργειαν». Ἀλλὰ καὶ ὁ μέγας Διονύσιος πάλιν ἐν τῇ πρὸς Γάϊον δευτέρᾳ ἐπιστολῇ «θεότητα, φησίν, εἶναι τὸ χρῆμα τοῦ θεοποιοῦ δώρου, καὶ τὸ ἀμίμητον μίμημα τοῦ ὑπερθέου καὶ ὑπεραγάθου, καθ’ ὃ θεούμεθα καὶ ἀγαθυνόμεθα».
36. Ἐπὶ τούτοις, ἐπειδήπερ τὴν τοιαύτην δωρεὰν τοῦ Πνεύ­ματος καὶ ἐνέργειαν, δηλαδὴ τὴν θέωσιν, καθ’ ἣν οἱ ἅγιοι θεοῦνται, θεότητα παρὰ τῶν ἁγίων προσαγορευομένην, οἱ τῷ Θεσσαλονίκης ἀντιλέγοντες λέγουσιν εἶναι θεότητα κτιστήν, κατασκευάζοντες δῆθεν τοῦτο ἐκ τοῦ ὑποστάτην αὐτῆς εἰρῆσθαι παρὰ τοῦ μεγάλου Διονυσίου τὸν Θεόν, καὶ μίμημα καλέσαι ταύτην καὶ τῶν μετεχόντων σχέσιν, δυσσεβῶς μὲν αὐτοὺς λέγειν ἀπεφήνατο ἡ ἱερὰ Σύνοδος. Ὅμως ζητηθέντος καὶ τού­του παρὰ τῆς θείας Συνόδου, εἴπερ εἶπέ τις τῶν ἁγίων ἄκτιστον εἶναι τὴν θέωσιν, καὶ εἴπερ ἡ σχέσις καὶ τὸ μίμημα καὶ τὸ «ὑπέστη» καὶ ἐπὶ τῶν ἀκτίστων λέγεται, προεκομίσθησαν ῥήσεις τῶν ἁγίων, οὐκ ἀεὶ ἐπὶ κτιστῶν δηλοῦσαι λέγεσθαι ταῦτα. Ὁ γὰρ μέγας Βασίλειος ἐν τοῖς Ἀντιρρητικοῖς φησιν· «ὁ τετοκὼς βώλους δρόσου οὐχ ὁμοίως τάς τε βώλους καὶ τὸν Υἱὸν ὑπεστήσατο». Κἀν τῷ πρώτῳ δὲ τῆς Ἑξαημέρου, «ἵνα δειχθῇ, φησίν, ὅτι ὁ κόσμος τεχνικόν ἐστι κατασκεύασμα, προκείμενον πᾶσιν εἰς θεωρίαν, ὥστε δι’ αὐτοῦ τὴν τοῦ ποιήσαντος αὐτὸν σοφίαν ἐπιγινώσκεσθαι, οὐκ ἄλλῃ τινὶ φωνῇ ἐχρήσατο ὁ σο­φὸς Μωϋσῆς περὶ αὐτοῦ, ἀλλ’ εἶπεν, ‹ἐν ἀρχῇ ἐποίησεν›, οὐχὶ ἐνήργησεν, οὐδὲ ὑπέστησεν, ἀλλ’ ‹ἐποίησεν›· καθότι πολλοὶ τῶν φαντασθέντων συνυπάρχειν ἐξ ἀϊδίου τῷ Θεῷ τὸν κόσμον, οὐχὶ γεγενῆσθαι παρ’ αὐτοῦ συνεχώρησαν». Συναπεδείχθη δὲ ἀπὸ τούτου, ὅτι καὶ τὸ ἐνεργεῖν καὶ τὸ ἐνεργεῖσθαι οὐ μόνον ἐπὶ κτιστῶν, ἀλλὰ καὶ ἐπὶ ἀϊδίων καὶ ἀκτίστων δύναται λέγεσθαι· ἐπεὶ καὶ τὴν χάριν ἐνεργούμενην ἀκούοντες οἱ διαφερόμενοι, κτιστὴν εὐθὺς εἶναι νομίζουσιν. Ὁ γὰρ μέγας ἐν θεο­λογίᾳ Γρηγόριος, «ἔστω, φησί, καὶ ἐνεργείας, εἰ τοῦτο δοκεῖ· οὐδὲ οὕτως ἡμᾶς αἱρήσετε· αὐτὸ δὲ τοῦτο ἐνηργηκῶς ἂν εἴη τὸ ὁμοούσιον».
37. Καὶ ὁ Νύσσης δὲ θεῖος Γρηγόριος, «οὐ τρεῖς θεοὺς ὀνομάζειν, φησί, δυνάμεθα, τοὺς τὴν θεϊκὴν καὶ ἐποπτικὴν ἐνέργειαν συνημμένως καὶ ἀδιακρίτως ἀλλήλων ἐφ’ ἡμῶν τε καὶ πάσης τῆς κτίσεως ἐνεργοῦντας». Περὶ δὲ τοῦ μιμήματος εἶπεν ὁ Θεσσαλονίκης, ὡς ὁ μέγας Διονύσιος τῷ μιμήματι τὸ ἀμίμητον προσέθηκεν, ὥστε τὸ θεοποιὸν δῶρον οὐ μᾶλλον μίμημα ἢ ἀμιμησία. Φησὶ δὲ καὶ ὁ Θεολόγος Γρηγόριος μίμημα εἶναι καὶ τοῦ Πατρὸς τὸν Υἱόν, γράφων ἐν τῷ δευτέρῳ τῶν περὶ Υἱοῦ· «Εἰκὼν τοῦ Πατρὸς ὁ Υἱὸς ὡς ὁμοούσιος, καὶ ὅτι τοῦτο ἐ­κεῖθεν, ἀλλ’ οὐκ ἐκ τούτου Πατήρ. Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου, καὶ οὐ λέγεται». Ὥστε τὸ μίμημα οὐκ ἐμποδίζει πρὸς τὸ ἄκτιστον εἶναι τὴν θέωσιν. Σχέσις δέ ἐστι καὶ ἡ τοῦ Θεοῦ πρόνοια πρὸς τὰ προνοούμενα, καὶ ἡ πρόγνωσις αὐτοῦ πρὸς τὰ προγινωσκόμενα, καὶ οἱ ἐξ ἀϊδίου ἐν τῷ Θεῷ προορισμοὶ πρὸς τὰ προοριζόμενα. Ἀλλ’ ἑκάστῳ τούτων οὐκ ἐμπόδιόν ἐστι τὸ σχέσιν εἶναι πρὸς τὸ ἄκτιστον εἶναι, ὥς γε οὐδὲ ἡ θεοποιὸς δωρεὰ τοῦ Πνεύματος, αὐτὴ ἡ θέωσις, ἔστι κτιστή, διότι σχέσις ἐστὶ πρὸς τὰ θεούμενα. Ὅτι γὰρ ἄκτιστός ἐστι, σαφῶς καὶ συντόμως παραστήσει καὶ ὁ θεῖος Μάξιμος γράφων· «Ἡ θεία χάρις, εἰ καὶ ἀπόλαυσιν δίδωσι τοῖς κατὰ χάριν μετέχουσιν, ἀλλ’ οὐ κατάληψιν. Μένει γὰρ κἀν τῇ μεθέξει τῶν ἀπολαυόντων αὐτῆς ἀκατάληπτος, ὅτι κατὰ φύσιν ὡς ἀγένητος ἔχει τὴν ἀπειρίαν». Καὶ πάλιν, «τοῦτό ἐστι τὸ τοῦ Θεοῦ εὐαγγέλιον, πρεσβεία Θεοῦ πρὸς ἀνθρώπους δι’ Υἱοῦ σαρκωθέντος καὶ μισθὸν δωρουμένου τοῖς πειθομένοις αὐτῷ τὴν ἀγένητον θέωσιν».
38. Μετὰ δὲ τὸ φανῆναι καὶ τὴν θείαν ἐνέργειαν θεότητα ὀνομαζομένην, ἐζητήσαμεν ἀποδειχθῆναι παρὰ τῶν θεολόγων, εἰ τῆς θείας ἐνεργείας ταύτης καὶ τῶν οὐσιωδῶς περὶ αὐτὸν θεωρουμένων ὑπέρκειται κατ’ οὐσίαν ὁ Θεός. Καὶ ἀνεφάνη καὶ τοῦτο παρὰ πάντων κηρυττόμενον τῶν ἁγίων. Συναπεδείχθη δὲ καὶ τοῦτο, ὅτι οἱ μὴ τοῦτο παραδεχόμενοι ὄντως πολύθεοί εἰσι, πολλὰς λέγοντες ἀρχάς, ὡς μὴ ἀναφερόντες εἰς ἓν αἴτιον καὶ μίαν ἀρχὴν τὰ περὶ τὸν Θεὸν οὐσιωδῶς θεωρούμενα. Ὁ γὰρ μέγας Βασίλειος ἐν τοῖς Ἀντιρρητικοῖς φησιν· «Ἔ­στι τι τάξεως εἶδος, οὐκ ἐκ τῆς παρ’ ἡμῶν θέσεως συνιστάμενον, ἀλλ’ αὐτῇ, τῇ κατὰ φύσιν ἀκολουθίᾳ συμβαῖνον, ὡς τῷ πυρὶ πρὸς τὸ φῶς ἔστι τὸ ἐξ αὐτοῦ. Ἐν τοῖς τοιούτοις γὰρ πρότερον τὸ αἴτιον λέγομεν, δεύτερον δὲ τὸ ἀπ’ αὐτοῦ, οὐ διαστήματι χωρίζοντες ἀλλήλων ταῦτα, ἀλλὰ τῷ λογισμῷ τοῦ αἰτια­τοῦ προεπινοοῦντες τὸ αἴτιον». Πῶς οὖν εὔλογον ἀρνεῖσθαι τὴν τάξιν, ἐφ’ ὧν ἐστι πρῶτον καὶ δεύτερον, οὐ κατὰ τὴν ἡμετέραν θέσιν, ἀλλ’ ἐκ τῆς κατὰ φύσιν αὐτοῖς ἐνυπαρχούσης ἀκο­λουθίας; Ἀλλὰ καὶ ἐν τοῖς πρὸς Ἀμφιλόχιον γράφει· «Αἱ δὲ ἐνέργειαι τοῦ Πνεύματος τίνες; Ἄρρητοι μὲν διὰ τὸ μέγεθος, ἀνεξαρίθμητοι δὲ διὰ τὸ πλῆθος. Πῶς γὰρ νοήσωμεν τὰ τῶν αἰώνων ἐπέκεινα; Τίνες ἦσαν αὐτοῦ πρὸ τῆς νοητῆς κτίσεως αἱ ἐνέργειαι; Πόσαι δὲ αἱ ἀπ’ αὐτοῦ περὶ τὴν κτίσιν χάριτες; Τίς δὲ ἡ πρὸς τοὺς αἰῶνας τοὺς ἐπερχομένους δύναμις; Ἦν μὲν γὰρ καὶ προῆν καὶ συμπαρῆν τῷ Υἱῷ καὶ τῷ Πατρὶ πρὸ τῶν αἰώνων. Ὥστε κἄν τι νοήσῃς τῶν αἰώνων ἐπέκεινα, καὶ τοῦτό ἐστι τοῦ Πνεύματος κατωτέρω, τὰς προαιωνίους ἐνεργείας Πνεύματος κατωτέρω τοῦ Πνεύματος ἀποφαινόμενος εἷναι». Ἐν δὲ τῷ περὶ θεότητος Υἱοῦ καὶ Πνεύματος λόγῳ ὁ Νύσσης θεῖος Γρηγόριος φησίν· «ἡ μὲν θεία φύσις ἄφραστός τε καὶ ἀνεκφώνητος μένει, ὑπερβαίνουσα πᾶσαν τὴν διὰ φωνῆς σημασίαν». Οὐκοῦν οὐχὶ φύσιν, ἀλλὰ τὴν θεατικὴν δύναμιν τοῦ Πνεύματος ἡ τῆς θεότητος προσηγορία παρίστησιν. Ὁ δὲ μέ­γας Ἀθανάσιος ἐν τῷ κατὰ Ἀρειανῶν δευτέρῳ λόγῳ, τῶν αἱ­ρετικῶν λεγόντων τῆς θελήσεως εἶναι τὸν Υἱόν, ἀλλ’ οὐ τῆς φύσεως τοῦ Πατρός· «εἰ τὸ βούλεσθαι, φησί, περὶ τῶν μὴ ὄ­ντων διδόασι τῷ Θεῷ, διατὶ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ;» Κἀν τῷ τρίτῳ κατὰ τῶν αὐτῶν· «τὸ μὲν ἀντικείμενον τῆς βουλήσεως ἑωράκασιν οἱ αἱρετικοί, τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐ τεθεωρήκασιν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βούλεσθαι τὸ κατὰ φύσιν». Καὶ κατὰ Μακε­δονίου γράφων ὁ αὐτός, «γίνωσκε, φησίν, ὅτι τὸ Θεὸς εἶναι δεύτερόν ἐστι τῆς φύσεως· καὶ γὰρ καὶ ἡμεῖς, ἐὰν μιμηταὶ γενώμεθα τοῦ Θεοῦ, κατὰ τὸν Παῦλον, θεοὶ μὲν γινόμεθα, τῆς δὲ αὐτῆς φύσεως γενέσθαι οὐ δυνάμεθα». Ὁ δὲ θεῖος Μάξιμος, «πάντων, φησί, τῶν ὄντων, καὶ μετεχόντων καὶ μεθεκτῶν, ἀπειράκις ἀπείρως ὁ Θεὸς ὑπερεξῄρηται».

Δεῖτε τό Γ΄ καί τελευταῖο Μέρος
στήν ἱστοσελίδα:


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου