γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 23 Μαρτίου 2016

Ιερεμίου Πατριάρχου, Απόκρισις Β΄ (1579 μ.Χ.), Μέρος Α΄


ΙΕΡΕΜΙΟΥ Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΠΡΟΣ ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Β΄
1579 μ.Χ.

ΜΕΡΟΣ Α΄

Δευτέρα πατριάρχου Κωνσταντινουπόλεως κυρίου Ἱερεμίου Ἀπόκρισις, εἰς Τύβιγγαν αφοθ΄ πεμφθεῖσα.

Τοῖς σοφωτάτοις θεολόγοις τοῖς ἐν τῇ περιφανεῖ πόλει Τυβίγγης.

† Ἱερεμίας ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς Πατριάρχης.

Ἡ μετριότης ἡμῶν, δεξαμένη τὰ τῆς ἀγχινοίας ὑμῶν, ἃ δεύτερον πεπόμφατε, γράμματα, περί τε τῆς τοῦ ἁγίου Πνεύματος ἐκπορεύσεως καὶ ἄλλων θεολογικῶν ζητημάτων, πάλαι μὲν ἀνταπεκρίνατ’ ἄν, εἰγε μὴ εἰς Δύσιν καὶ Πελοπόννησον ἀποδημοῦσα ἐτύγχανεν. Εὐχαριστοῦσα οὖν Θεῶ, τῷ δοτῆρι παντὸς ἀγαθοῦ, πολλῶν μὲν καὶ ἄλλων ἕνεκα εὐφραίνεται, οὐχ ἥκιστα δὲ τῷ ἐν πολλοῖς ὑμᾶς τῇ ἡμετέρᾳ συμφωνεῖν Ἐκκλησίᾳ. Γένοιτο δὲ καὶ ἐν οἷς διαφωνοῦμεν εὐσεβῶς συμφωνήσειν, νεύσει Θεοῦ, τοῦ πάντα πρὸς τὸ συμφέρον τελειοῦντος.

1. Περὶ ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος. Ἔστιν οὖν τὸ πρῶτον, ἐν ᾧ διαφωνοῦμεν, ἡ τοῦ ἁγίου Πνεύματος ἐκπόρευσις. Τοίνυν, ὦ τέκνα μου ἀγαπητά, καὶ τὸ τοιοῦτον ζήτημα, πολλάκις εἰς μέσον προτεθέν, ἀκριβῶς τε ἐξετασθὲν παντὶ ἐξόχῳ τῆς Ἐκκλησίας κανόνι καὶ πάσῃ πνευματικῇ πέτρᾳ λυδίᾳ, προδήλως ἐτμήθη καὶ ἐσαφηνίσθη τοσοῦτον, ὥστε τῆς οἱασοῦν μηκέτι δεῖσθαι νέας ἐρεύνης, ὅμως ἡμεῖς τῇ ὑμετέρᾳ χαριζόμενοι ἀγάπῃ, καίτοι πολλαῖς καὶ συνεχέσιν ἀσχο­λούμενοι φροντίσιν, οὐδὲν ἧττον πατρικῶς, καὶ παχείᾳ, ὡς ἡ παροιμία, τῇ Ἀθηνᾷ, πρὸς οἰκοδομὴν ὑμῖν προσδιαλεξόμεθα, θείαις μαρτυρίαις ἀσφαλιζόμενοι, ὡς ἐδέξαντο ταύτας οἱ θεοφόροι πατέρες.
Ὅρος γάρ ἐστι τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, διαγορεύων τὰς θείας Γραφὰς ἐκλαμβάνειν, ὡς ἐξηγήσαντο οἱ δοκιμασθέντες τῆς Ἐκκλησίας διδά­σκαλοι, καὶ μὴ παρ’ ἑαυτῶν σοφίζεσθαι περιττὰ τοὺς βουλομένους τὰ τοιαῦτα διερμηνεύειν. Ἀνάγνωτε δὲ καὶ τὸν ὅρον ἐκ τοῦ ιθ΄ κανόνος. «Ἀλλὰ καὶ εἰ γρα­φικὸς ἀνακινηθείη λόγος, μὴ ἄλλως τοῦτον ἑρμηνευέτωσαν, ἢ ὡς ἂν οἱ τῆς Ἐκκλη­σίας φωστῆρες διὰ τῶν οἰκείων συγγραμμάτων παρέθεντο· καὶ μᾶλλον ἐν τούτοις εὐδοκιμείτωσαν, ἢ λόγους οἰκείους συντάττοντες, ἵνα μὴ ἔστιν ὅτε πρὸς τοῦτο ἀπόρως ἔχοντες, ἀποπίπτοιεν τοῦ προσήκοντος».
Προσέχωμεν οὖν τοῖς ῥηθησομένοις, μετ’ εὐνοίας καὶ φόβου Θεοῦ, ἀξιῶ. Τῆς μὲν ἐκπορεύσεως τοῦ ἁγίου Πνεύματος ἄλλο πραγματικῶς οὔσης, τῆς δὲ πέμψεως ἄλλο τι, (ἡ μὲν γὰρ ἐκπόρευσις φυσική ἐστιν ὕπαρξις τοῦ ἁγίου Πνεύματος, ἀμέσως ἐκ μόνου τοῦ αἰτίου Πατρός, ἡ δὲ πέμψις ἀποστολὴ χρονική, καθ’ ἣν καὶ ὁ Υἱὸς πέμπει τὸ Πνεῦμα, ὡς ἐνταῦθα, καὶ τὸ Πνεῦμα πέμπει τὸν Υἱόν, ὡς ἐν τῷ, «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με»)[1], πῶς καὶ διὰ τί ὑμεῖς καινοτομοῦντες, φατὲ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι; Εἰ μὴ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα ἐξεπορεύετο, εἶχεν ἂν εἰπεῖν ποτε ὁ Κύριος περὶ τοῦ παρακλήτου, ὃν ἐγὼ καὶ ὁ Πατὴρ προβαλλόμεθα, καθ’ ἃ πολλάκις τὸ «ὃν ἐγὼ πέμψω»[2] εἰρήκει. Πρῶτον μὲν οὖν τὸ στόμα Κυρίου τὸ ἀψευδὲς ἀποφαίνεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι[3]. Δεύτερον αὐτὸς ὁ Παῦλος ἐν τῇ πρὸς Τίτον συνῳδά, «οὐκ ἐξ ἔργων ἡμᾶς ἐδικαίωσεν ὁ Θεός, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος, οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν»[4]. Τί τούτου σαφέστερον; ὁ Κύριος ἔφη, καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ τὴν ἐπαγγελίαν τοῦ Πατρός μου ἐφ’ ὑμᾶς. Ὁ Παῦλος ἀκολού­θως, «οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως». Αὐτὸ τοῦτο καὶ ὁ κορυφαῖος ὑπέδειξε Πέ­τρος· εἰπών· «τῇ δυνάμει τοῦ Θεοῦ ὑψωθεὶς ὁ Χριστός, τήν τε ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος λαβὼν παρὰ τοῦ Πατρός, ἐξέχεε τοῦτο, ὃ νῦν βλέπετε καὶ ἀκού­ετε»[5]. Οὕτω μὲν οὖν οἱ κορυφαῖοι τῶν ἀποστόλων φάσκουσιν, οἷς ἀντιλέγειν οὐκ εὔλογον. Περὶ ὧν ὁ μέγας Κύριλλος, καὶ ἔτι περὶ τῶν θεοφόρων πατέρων τῶν ἐν ταῖς ἁγίαις συνόδοις συνελθόντων, φησίν· «οὐκ ἦσαν αὐτοὶ οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Θεοῦ καὶ Πατρός, ὃ πρόεισι μὲν ἀῤῥήτως ἐκ τοῦ Πατρός, ἔστι δὲ καὶ τοῦ Υἱοῦ οὐκ ἀλλότριον κατὰ τὸν τῆς οὐσίας λόγον». Ἀλλὰ καὶ Ἀθανάσιος ὁ θεῖος ἐν τῇ πρὸς Σεραπίωνα λέγει. «Εἰ καλῶς ἐφρόνουν περὶ τοῦ Υἱοῦ, ὑγιῶς ἂν ἐφρόνουν καὶ περὶ τοῦ Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιόν ἐστιν, ὅτι παρ’ αὐτοῦ δίδοται τοῖς μαθηταῖς»[6]. Τὰ δὲ τοιαῦτα ῥητὰ ἡμῶν οὐ καθάπτεται, ὡς φαντάζονταί τινες, ὅτι μηδὲ τοιαύτης ἐννοίας ἐξήρτηται, χαριζομένοις δῆθεν καὶ τῷ Υἱῷ τὴν τοῦ Πνεύματος ἐκπόρευσιν. Οὐ γὰρ λέγουσι καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα ἐκπορεύεσθαι, ἀλλὰ δίδοσθαι, καὶ ὅτι ὁμοούσιον· ἃ δὴ ὁμολογούμενα. Ἀλλὰ καὶ ὁ πολὺς τὴν θεολογίαν Γρηγόριος ἐν τῷ πρὸς Εὐάγριον λόγῳ· «ὡς ἀπό τινος πηγῆς δύο ποταμοὶ καὶ πόῤῥῳ που στέλλονται καὶ τῆς πηγῆς οὐκ ἐξίστανται, οὕτω καὶ περὶ τῆς θείας φύσεως δεῖ ἐννοεῖν· πηγὴν μὲν τὸν Πατέρα, ποταμοὺς δὲ δύο, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα ὀνομάζων, ἀμέσως ἐκ μό­νου τοῦ αἰτίου Πατρὸς προχεομένους· ἢ καθάπερ ἔκ τινος ῥίζης βλαστοὶ δύο, κατὰ ταὐτὸν προϊόντες, ἀλλήλων αἴτιοι τῆς ὑπάρξεως εἶναι ἀδύνατον». Ἔτι πρὸς τούτοις, ὦ σοφοὶ καὶ προσφιλέστατοι ἄνδρες, εἰ τοῦτο προβάλλεσθε εἰς ὑμέτερον δι­καίωμα, ὡς ὁ μέγας Ἀθανάσιος ἐχρήσατο τῇ ΕΚ προθέσει, πάντως ἐν οἷς κατὰ Ἀρειανῶν περὶ τοῦ ἁγίου διαλέγεται Πνεύματος, λέγων ὅτι τὸ ἅγιον Πνεῦμα ἐξ αὐτοῦ τοῦ Υἱοῦ δίδοται πᾶσι, καὶ ὅτι ὁ Πατὴρ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι κτί­ζει τὰ πάντα καὶ ἐνεργεῖ καὶ δίδωσιν· εἰ τοῦτο προβάλλεσθε, ἀκούσατε καὶ δύο τινὰ σκοπήσατε. Ἓν μέν, ὅτι ὁ ἅγιος κατ’ Ἀρειανῶν γράφων, ἐπειδὴ ἐκεῖνοι (ὡς καλῶς οἴδατε) τὸν Υἱὸν κτίσμα ἔλεγον, λέγοντες δὲ τοῦτο, τὸν Υἱὸν κτίσμα καὶ οὐ κτίστην, οὐδὲ συνδημιουργὸν τῷ Πατρί, ἐξ ἀνάγκης καὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα ἔλεγον. Τούτου καὶ μόνου ἕνεκεν δεῖξαι βουλόμενος ὁ μέγας Ἀθανάσιος τὸ Πνεῦμα τὸ ἅγιον ὁμοούσιον καὶ οὐχὶ ἑτερούσιον τῷ τε Πατρὶ καὶ τῷ Υἱῷ, οὕτω καὶ διὰ ταύτην τὴν αἰτίαν τῇ ΕΚ προθέσει ἐχρήσατο ἐγκαίρως καὶ ἁρμοδίως. Ἕτερον δὲ ἀναλογίσασθε, ὅτι ὁ ἅγιος οὗτος οὐδαμοῦ ἀλλαχοῦ ἐν τοῖς αὐτοῦ συγγράμμασι λέγει τὸ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἀλλὰ δίδοσθαι καὶ χορηγεῖσθαι τῇ κτίσει. Προείπομεν δέ, πάμπολυ διαφέρειν πέμψιν τὴν εἰς τὰ κτίσματα τῆς ἄχρονου καὶ ἀϊδίου ἐκείνης ἐκπορεύσεως, καθ’ ἣν ἀμέσως ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται, ὡς εἴπομεν καὶ προϊόντος τοῦ λόγου σαφηνίσομεν πλατύτερον σὺν Θεῷ. Οὐκ ἄρα ὁ μέγας Ἀθανάσιος, ὃν συνήγορον προφέρετε, βοηθεῖ ὑμῖν, μάχεται δὲ μᾶλλον, συμμαχῶν τῷ Κυρίῳ καὶ πᾶσι τοῖς θεοφόροις καὶ σοφοῖς θεολόγοις τῆς Ἐκκλησίας. Διὸ καὶ καταγελῶν τῶν ἄλλως φρονούντων, ἤτοι τῶν τότε Πνευματομάχων, ἐπιφέρει τὸ ἀστεῖον τοῦτο κατ’ ἐκείνων. «Εἰ οὐκ ἔστι κτί­σμα τὸ Πνεῦμα τὸ ἅγιον, ἄρα Υἱός ἐστι· καὶ οὕτω δύο υἱοὶ καὶ ἀδελφοὶ εὑρεθήσονται, ἢ μᾶλλον υἱὸς ὁ Λόγος καὶ ἐγγονὸς τὸ Πνεῦμα, πάππος δὲ ὁ Πατήρ». Ταῦτα τὰ ἐκείνων ληρήματα, διὸ καὶ κωμῳδεῖ αὐτούς.
Παρὰ ταῦτα ἡ μετριότης ἡμῶν σφόδρα θαυμάζει τὴν ὑμῶν ἀγχίνοιαν, ὅτι γράφετε ἐν τούτοις τοῖς δευτέροις ὑμῶν γράμμασιν οὕτως αὐτολεξεί: «Εἰ δέ τις οἴεται ἐκ μόνου μὲν τοῦ Πατρὸς εἶναι τὸ ἅγιον Πνεῦμα, διὰ δὲ τοῦ Υἱοῦ, ἀλλὰ μὴ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι, ἀδύνατον ἴστω οἰόμενος· ταῦτα γὰρ ἐναντία ἀλλήλοις καὶ ἄλληλα ἀνατρέπει». Οὐκ ἄρα ταῦτα, ἃ ὁμολογοῦμεν, ἀδύνατα, οὐδ’ ἐναντία, οὐδ’ ἄλληλα ἀνατρέπει, ὥς φατε· ἀλήθεια γὰρ τῇ ἀληθείᾳ οὐδέποτε μάχεται. Καὶ ταῦτα μὲν μερικῶς νῦν περὶ τούτων. Ἐγὼ δὲ σκοπήσας, δύο εὗρον τὰ κυριώτατα τῆς ὑμῶν καὶ ἡμῶν ἐν τούτῳ ἀσυμφωνίας· ἓν μέν, τὸ ὑμᾶς νοεῖν τὴν πέμψιν καὶ τὴν ἐκπόρευσιν τὸ αὐτὸ εἶναι· διὸ καὶ λέγετε οὐκ ὀρθῶς: «εἰ οὖν τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ πέμπεται, ἄρα ἐξ αὐτοῦ καὶ ἐκπορεύεται». Ἕτερον δέ, τὸ ὑμᾶς ἐκλαμβάνειν ταὐτὸν εἶναι οὐσίαν καὶ ἐνέργειαν ἐπὶ Θεοῦ, ὅπερ οὐκ ἔστιν. Ὅτι δὲ Θεοῦ οὐσία καὶ ἐνέργεια οὐ ταὐτόν, ἀλλὰ διαφέρουσιν, ἀκούσατε πρὸς Θεοῦ. Εἰ σωματικῶν μελῶν διάθεσις ἐν τῷ Θεῷ οὐκ ἔστιν, ἄρα ταῦτα τὰ περὶ αὐτοῦ ὡς μέλη παρὰ τῇ Γραφῇ ὑμνούμενα, τῶν ἐνεργειῶν εἰσι δηλωτικά, αἱ πρὸς ἡμᾶς καταβαίνουσι, τῆς οὐσίας ἀπροσίτου μενούσης, ὡς οἱ θεολόγοι βεβαιοῦσιν, ὡς δη­λονότι θεοπρεπῶς ταὐτὸν ἐκληπτέον. Εἰ ἐκ τῆς οὐσίας τὴν ἐνέργειαν προϊέναί τε καὶ πηγάζειν ἀεννάως εἴρηται, τόδ’ ἐπ’ οὐδενὸς ἂν οὐδεὶς τολμήσειε τῶν κτισμάτων εἰπεῖν, οὐκ ἄρα ἡ ἐνέργεια κτίσμα, καὶ μὴν οὐδ’ αὐτὴ καὶ οὐσία. Εἰ ἅπερ ἐστὶν ὁ Θεός, ταῦτα καὶ ἔχειν λέγεται, ζωή τε γάρ ἐστι καὶ ζωὴν ἔχει, καὶ σοφία ἐστὶ καὶ σοφίαν ἔχει, καὶ τὰ λοιπά, ᾖ μὲν αὐτά ἐστιν ὁ Θεός, οὐδαμῶς αὐτοῦ διακρίνονται, οὐσιώδη γάρ εἰσι καὶ φυσικὰ τοῦ Θεοῦ, ᾖ δὲ αὐτὰ ἔχει, διακριτικὰ καὶ πρὸς ἡμᾶς καταβαίνουσι, καὶ αὐταί εἰσιν αἱ ἐνέργειαι, πληθυνόμεναί τε ἑνικῶς καὶ ἀδιαιρέτως διαιρούμεναι τῆς μιᾶς οὐσίας. Εἰ «τὰ ἀόρατα τοῦ Θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης»[7], ἐκ δὲ τῶν ποιημάτων, οὐ τῆς οὐσίας, ἀλλὰ τῆς ἐνεργείας ἐν περιουσίᾳ γινόμεθα, ἕτερον ἄρα ἡ τοῦ Θεοῦ οὐσία καὶ ἕτερον ἡ καθορωμένη καὶ νοουμένη διὰ τῶν ποιημάτων δύναμις αὐτοῦ καὶ θειότης, ἀΐδιος μέντοι καὶ αὐτὴ τυγχάνουσα. Εἰ κατὰ πολλῶν μὲν ἡ οὐσία τοῦ Θεοῦ οὐ λέγεται, μία γὰρ αὐτοῦ οὐσία, κατὰ πολλῶν δὲ καὶ διαφόρων ἡ ἐνέργεια λέγεται, πολλαὶ γὰρ αἱ αὐτοῦ ἐνέργειαι, ἕτερον ἄρα ἡ αὐτοῦ οὐσία καὶ ἕτερον ἡ ἐνέργεια. Εἰ πᾶσα δύναμις πρὸς ἕτερον λέ­γεται, πρὸς γὰρ τὸ δυνατὸν ἀποδίδοται, ὡς καὶ Θῶμα Δεακίνῳ (Ἀκινάτῳ) δοκεῖ, ἕτερον ἄρα οὐσία Θεοῦ καὶ ἕτερον ἐνέργεια, εἰ μὴ καὶ τὴν οὐσίαν φαίη τις εἶναι τῶν πρός τι. Ἀκούσωμεν καί τινα, ἃ εἶπον Λατῖνοί ποτε, ἀνετράπησαν δὲ παρὰ τῶν τότε διδασκάλων ἡμῶν.
Ὁ Πατὴρ καὶ ὁ Υἱὸς ταὐτά, αὐτὸς γὰρ ἔφη ὁ Κύριος, «ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν»[8]. Πάντα οὖν ὅσα εἰσὶ ταὐτά, τῶν αὐτῶν εἰσιν αἴτια. Ὥστε, ἐπεὶ ὁ Πατὴρ αἴτιος τοῦ ἁγίου Πνεύματος, καὶ ὁ Υἱὸς ἄρα. Πότερον ἐπὶ ταὐτοῦ τὸ ταὐτὸν ἐν ἀμφοτέραις λαμβάνεις, ἢ δηλονότι παρὰ τὴν ὁμωνυμίαν παραλογίζη, ἐπ’ ἄλλου μὲν ἐν τῇ μείζονι τοῦτ’ ἐκλαμβάνων, ἐπ’ ἄλλου δ’ ἐν τῇ ἐλάττονι; Τοῦτο γὰρ ἦν ἀναγκαῖον, εἴπερ ἀληθεῖς αἱ προτάσεις· ὁ γὰρ Πατὴρ καὶ ὁ Υἱὸς τῷ εἴδει καὶ τῇ οὐσίᾳ ταὐτά. Τὸ δὲ τὰ αὐτὰ τῶν αὐτῶν εἶναι αἴτια, ἐπὶ τῶν αὐτῶν τῷ ἀριθμῷ καὶ τῷ λόγῳ, ἀληθές· ἢ οὖν ἐπ’ ἄλλου καὶ ἄλλου τὸ ταὐτὸν ἐκ­λαμβάνεις, καὶ τὸ σχῆμα ἀσυλλόγιστον, μὴ ἔχον μέσον ὅρον, δι’ οὗ συνάψει τὰ ἄκρα, καὶ τὸ συμπέρασμα ἀναγκαῖον ποιήσει· ἢ ἐπὶ τοῦ αὐτοῦ, καὶ ἡ ἑτέρα τῶν προτάσεων ψευδὴς ἐξ ἀνάγκης. Εἰ γὰρ τὸ ταὐτὸν τῷ ἀριθμῷ ἐν ἀμφοτέραις λαμ­βάνεις, ἡ ἐλάττων οὐκ ἀληθής· οὐ ταὐτὰ γὰρ τῷ ἀριθμῷ ὁ Πατὴρ καὶ ὁ Υἱός, ὅπερ Σαβελλιανῶν. Εἰ δὲ οὐ τοῦτο, ἀλλὰ τῷ εἴδει καὶ τῇ οὐσίᾳ ταὐτὸν ἐν ἀμφοτέραις ἀκούεις, ἡ μείζων ψευδής. Οὐ γὰρ ἀναγκαῖον, ὅσα τῷ εἴδει ταὐτά, τῶν αὐτῶν ἀριθμῷ εἶναι αἴτια.
Πᾶν τὸ ὑπάρχον τοῦ Πατρός, ὑπάρχον ἐστὶ καὶ τοῦ Υἱοῦ, «τὰ γὰρ ἐμὰ πάντα σά, καὶ τὰ σὰ ἐμά»[9], φησὶν ὁ Κύριος· τὸ εἶναι ἄρα προβολέα τοῦ ἁγίου Πνεύμα­τος, ὑπάρχον ἐστὶ καὶ τοῦ Υἱοῦ. Ἄτοπον καὶ τοῦτο· τὸ γὰρ ὑπάρχον τοῦ Πατρὸς οὐχ ἁπλῶς λέγεται· ἢ γὰρ ὡς ἴδιον καὶ παραστατικὸν τῆς ἐκείνου ὑποστάσεως ὑπάρχον αὐτοῦ λέγεται, ὡς τὸ ἐναντίον καὶ ἀγέννητον, ἢ ὡς κοινὸν κατὰ πάσης τῆς θεότητος λεγόμενον, ὡς τὸ ἄναρχον καὶ ἀΐδιον· εἰ μὲν οὖν τὸ ὡς ἴδιον ὑπάρχον μέσον ὅρον λαμβάνεις, ἡ μὲν ἐλάττων ἀληθής, ἡ δὲ μείζων ψευδής· οὐ γὰρ ταὐτὰ τῷ ἀριθμῷ ὁ Πατὴρ καὶ ὁ Υἱός, ἐπεὶ συμβήσεται τὸ ἀγέννητον γεννητὸν εἶναι καὶ τὸ γεννητὸν ἀγέννητον. Τὸ γὰρ «τὰ ἐμὰ σὰ καὶ τὰ σὰ ἐμὰ» οὐ περὶ τῶν ὑποστατικῶν ἰδιωμάτων εἴρηται, ἀλλὰ περὶ τῶν κατὰ πάσης τῆς θεότητος λεγομένων. Εἰ γὰρ περὶ ἀμφοτέρων ἐλέγετο, οὐδὲν ἄτοπον ὁ Σαβέλλιος ἔλεγεν, εἰς μίαν ὑπόστασιν τὴν Τριάδα περιορίσας.
Εἰ μὴ τὸ Πνεῦμα ἐκπορευτὸν ἦν καὶ ἐκ τοῦ Υἱοῦ, οὐκ ἂν δι’ ἐμφυσήματος τοῖς μαθηταῖς ἔδωκεν. ᾯ πολλὰ λέγοντες, ἵνα τὴν ἀλήθειαν συσκιάσητε, κατὰ τὸν θεῖον Χρυσόστομον καὶ ἄλλους τῶν θεολόγων, χάρισμα τοῦ ἀφιέναι ἁμαρτίας ἔδωκεν αὐτοῖς, οὐ μὴν αὐτὸ τὸ Πνεῦμα. Ἀλλὰ δεδόσθω αὐτοῖς καὶ τοῦτο, ὅτι αὐτὴν τὴν ὑπόστασιν τοῦ ἁγίου Πνεύματος ἔδωκε τοῖς μαθηταῖς· ὅπερ ἄτοπον. Τί οὖν παρὰ τοῦτο ἀπαραιτήτως ἔχει καὶ ἐξ αὐτοῦ ἐκπορεύεσθαι; οὐδαμῶς. Τὸ γὰρ ἐκπορεύεσθαι καὶ δίδοσθαι οὐ ταὐτόν, εἴπερ τὸ μὲν ἀεὶ ὑπάρχει, τὸ δὲ οὐκ ἀεί· ἔστω γὰρ ταὐτόν. Ἐπεὶ οὖν, ὅπερ ἐστὶ τῷ Υἱῷ τὸ γεννᾶσθαι, τοῦτο τῷ Πνεύματι τὸ ἐκπορεύεσθαι, δίδοται δὲ καὶ ὁ Υἱὸς παρὰ τοῦ Πατρός, ὡς πολλαχοῦ φέρεται παρὰ τῇ θείᾳ Γραφῇ, ἔσται ἄρα τὸ δίδοσθαι τῷ γεννᾶσθαι ταὐτόν. Εἰ οὖν γεννᾶσθαι καὶ ἐκπορεύεσθαι ταὐτὸν τῷ δίδοσθαι, ἔστι δὲ τὰ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ταὐτά, τὸ γεννᾶσθαι καὶ τὸ ἐκπορεύεσθαι ταὐτόν· ὅπερ ἄτοπον. Ἄλλως τε, εἰ τὸ Πνεῦμα τὸ ἅγιον οὐ μόνον παρὰ τοῦ Υἱοῦ δίδοται, ἀλλὰ καὶ αὐτὸ δίδωσι, καὶ τοῦτο δῆλον οἷς ὁ Κύριος λέγει: «ὅταν ἔλθῃ ὁ παράκλητος», καὶ τὸ «ἥξει», καὶ τὸ «ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς»· ἔσται ἄρα τὸ αὐτὸ προβάλλον καὶ ἐξ αὑτοῦ τὴν ὕπαρξιν ἔχον. Ἢ οὐχ ὁμολογεῖς, ὅτι καὶ αὐτὸ τοῦτο αὐτὸ δίδωσιν; Οὐχ ἡ αὐτὴ ἄρα ἐξουσία Υἱοῦ καὶ Πνεύματος· εἰ γὰρ ὁ Υἱὸς ἐξουσίαν ἔχει καὶ ἑαυτὸν καὶ τὸ ἅγιον Πνεῦμα διδόναι, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὔτε ἑαυτό, οὔτε τὸν Υἱὸν διδόναι, διῄρηται ἄρα ἡ τούτων ἐξουσία. Ἀλλὰ μὴν ἡ αὐτὴ τῆς Τριάδος ἐξουσία, ὡς διαβεβαιοῦται τοῖς πιστοῖς· «Ἐκ τοῦ ἐμοῦ λήψεται», καὶ ὅσα τοιαῦτα πλήρη τὰ εὐαγγέλια, ὡς «πέμψω» καὶ ἄλλα ὅμοια. Οὐκ ἀναγκαῖον, ὃ πέμπει τις, αἴτιον εἶναι τῆς ἐκείνου ὑπάρξεως ὁπωσοῦν. Οὔτε μόνον ὁ Υἱός, ὡς εἴρηται παρὰ τῇ Γραφῇ, πέμπει τὸ Πνεῦμα, ἀλλὰ καὶ τὸ Πνεῦμα τὸν Υἱόν. Τὸ δὲ «ἐκ τοῦ ἐμοῦ λήψεται», δῆλον ὅτι ἐκ τοῦ ἐμοῦ Πατρός. Εἶτα εἴ τις ἐκείνοις συγχωρήσειεν εἰρηκέναι τὸν Κύριον «ἐξ ἐμοῦ», οὐδ’ οὕτως ἀναγκαῖον ἔσται αὐτοῖς καὶ ἐξ αὐτοῦ τοῦτο ἐκπορεύεσθαι. Ἄλλο γάρ ἐστι τὸ λαμβάνειν, καὶ ἄλλο τὸ ἐξ οὗ λαμβάνει, καὶ ἕτερόν τι παρὰ ταῦτα τὸ λαμβανόμενον. Λαμβάνον μὲν οὖν ἐστι τὸ Πνεῦμα· ἐξ οὗ δὲ λαμβάνει, ὡς αὐτοὶ ἀξιοῦσιν, ὁ Υἱός· τὸ δὲ λαμβανόμενον ἕτερόν τι παρ’ ἀμφότερα· ἐπάγει γὰρ «καὶ ἀναγγελεῖ ὑμῖν», ἤγουν, ὃ λήψεται ἐξ ἐμοῦ, τοῦτ’ ἀναγγελεῖ ὑμῖν. Ὥστε τὸ μὲν λαμβανόμενον ἀναγκαῖον ἴσως ἐξ ἐκείνου ἐκπορεύεσθαι, οὐ μὴν καὶ τὸ λαμβάνον, ἢ τὸ αὐτό ἐστι τό τε λαμβάνον καὶ τὸ λαμβανόμενον, καὶ ἔσται αὐτὸ ἑαυτὸ λαμ­βάνον. Διαιρετὸν ἄρα τὸ ἀδιαίρετον, καὶ τὸ ἁπλοῦν σύνθετον· ἔσται γὰρ τὸ μέντοι αὐτοῦ λαμβάνον, τὸ δὲ λαμβανόμενον· ἄλλως τε, εἰ τὴν οἰκείαν ὕπαρξιν ἔμελλε λήψεσθαι, πῶς ἦν μήπω τὸ εἶναι λαβόν. Ὃ δὲ μάλιστα πάντων τῶν σοφισμά­των αὐτῶν δύσλυτον δοκεῖ καὶ πολλὴν ἀπορίαν περιέχει τοῖς λύουσι, τοῦτο ἐστί.
Τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογουμένως λέγεται καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τούτου πλήρης ἡ θεία Γραφή· «εἴ τις γάρ, φησί, πνεῦμα Χριστοῦ οὐκ ἔχει»[10], καὶ «ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ»[11]· καὶ ἡμεῖς πολλάκις πρὸς τὸν Υἱὸν προσευχόμενοι, τὸ πνεῦμα αὐτοῦ πέμψαι ἡμῖν δεόμεθα. Ἢ οὖν ἕτερόν ἐστι τὸ λεγόμενον τοῦ Υἱοῦ καὶ ἕτερον τοῦ Πατρὸς ἢ τὸ αὐτό· ἀλλὰ μὴν οὐχ ἕτερον· ἔσται γὰρ ἡ Τριὰς τετράς. Εἰ δὲ τὸ αὐτό, πῶς ἀμφοῖν λέγεται; πότερον ὡς σχέσιν ἔχον πρὸς ἀμφότερα, ἢ ὡς μὴ ἔχον σχέσιν; ἀλλὰ μὴν πῶς ἐκείνων ῥηθήσεται, εἰ μὴ ἔχει πρὸς ἐκεῖνα σχέσιν; εἰ δ’ ὡς ἔχον σχέσιν πρὸς ἐκεῖνα, εἰ μὲν τὸ πνεῦμα λέγεσθαι ὄνομα ὑπάρχει δηλωτικὸν τῆς πρὸς ἐκεῖνα σχέσεως, ὥσπερ τὸ πατὴρ ὄνομα καὶ τὸ υἱὸς ὄνομα σχέσεως δηλωτικὰ ὑπάρχει, πάντως τὴν αὐτὴν σχέσιν πρὸς ἀμφότερα ἕξει· ὥσπερ γὰρ τὰ λοιπὰ τῶν πρός τι καὶ σχέσεως δηλωτικά, ὡς πρὸς μυρία ἀποδίδοται, μίαν καὶ τὴν αὐτὴν σχέσιν πρὸς ἅπαντα ἔχει. Τὸ γὰρ μεῖζον, εἰ καὶ πολλῶν λέγοιτο, ὅμως ὡς ἐλαττόνων λέγε­ται πάντων· καὶ τὸ ἴσον πολλοῖς ἀποδιδόμενον, ὡς ἴσοις ἅπασιν ἀποδίδοται. Ὁμοίως καὶ τὰ λοιπά, οὕτω καὶ ἐπὶ τούτοις. Εἰ τὸ πνεῦμα λέγεσθαι δηλωτικόν ἐστι τῆς σχέσεως τῆς πρὸς ἐκεῖνα, πρὸς ἀμφότερα τὴν αὐτὴν σχέσιν ἕξει. Ὅτι δὲ τῆς πρὸς ἐκεῖνα σχέσεως δηλωτικόν, δῆλον· λέγεται γὰρ τὸ αὐτὸ πολλοῖς ὀνόμασιν, οἷον παράκλητος, παντοκρατορικόν, παντεπίσκοπον καὶ ἄλλοις πολλοῖς. Ἀλλ’ οὔτε παντοκρατορικὸν λέγεται τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, οὔτε παντεπίσκοπον, οὔτε παράκλητος, οὔτε τι τῶν ἄλλων ὀνομάτων, ἀλλὰ μόνον πνεῦμα καὶ ἀμφοτέρων λέγεται, ὡς τούτου τοῦ ὀνόματος δηλωτικοῦ ὄντος τῆς πρὸς ἐκεῖνα σχέσεως. Δεῖ οὖν κἀκεῖνα πρὸς αὐτὸ ἀντιστρέφειν· τοιαῦτα γὰρ τὰ πρός τι ἅπαντα. Πῶς οὖν σωθήσεται ἡ ἀντιστροφή; ἄτοπον γὰρ τὸ τὸν Πατέρα καὶ τὸν Υἱὸν τοῦ Πνεύματος λέγειν· ἔσται γὰρ οὕτω τὸ αὐτὸ Πατὴρ καὶ Υἱός, τοῦ μὲν Πατρὸς Υἱός, τοῦ δὲ Υἱοῦ Πατήρ. Ἀλλὰ μὴν τὶ λεγόμενον ὁ Πατὴρ πρὸς αὐτὸ ἀντιστρέφει, οἴδαμεν· αἴτιος γὰρ καὶ προβολεὺς καὶ ἀρχὴ καὶ πηγὴ τοῦ Πνεύματος λέγεται· οὐκοῦν καὶ ὁ Υἱὸς ταὐτὰ πρὸς ἐκεῖνο ῥηθήσεται. Καὶ ἔσται τοῦ Πνεύματος προβολεὺς καὶ ἀρχὴ καὶ αἴτιος καὶ πηγή, ἐπεὶ καὶ πρὸς αὐτὸν τὴν αὐτὴν σχέσιν ἔχει. Ὥσπερ γάρ, εἰ λέγεταί τι μεῖζον Πέτρου καὶ Παύλου, εἰ οὐ λέγεται ὁ Πέτρος Πέτρος ἐκείνου, ἀλλ’ ἐλάττων, καὶ ὁ Παῦλος ἐλάττων ῥηθήσεται, οὕτω κἀνταῦθα· ἐπεὶ λέγεται τὸ Πνεῦμα καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ οὐ λέγεται ὁ Πατήρ, πατὴρ τοῦ πνεύματος, ἀλλ’ αἴτιος καὶ προβολεύς, καὶ ὁ Υἱὸς ἄρα αἴτιος καὶ προβολεὺς αὐτοῦ ῥηθήσεται. Εἰ δέ τις λέγει, ὅτι πνεῦμα μὲν λέγεται, ᾖ πνεῦμα τοῦ Πατρός, τοῦ δὲ Υἱοῦ οὐχ ᾖ πνεῦμα, ἀλλ’ ὡς ὁμοούσιον, ὁμοούσιον γάρ ἐστιν αὐτῷ, ἄτοπον· οὐ γὰρ κωλύει καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα τοῦ πνεύματος λέγειν, ἐπεὶ ὁμοούσια ἐκείνων ὑπάρχετον. Ἄλλως τε οὐδὲν ἕτερον πρὸς ἕτερον ἀποδίδοται ὡς ὁμοούσιον, εἰ μὴ πρόσκειται ἐνεργείᾳ τὸ ὁμοούσιον· Πέτρος γὰρ Παύλου ὁμοούσιον λέγεται· Πέτρου δὲ Παῦλος ὁμοούσιον οὐ λέγεται, εἰ μὴ πρόσκειται αὐτῷ ἐνεργείᾳ. Ἐκ τοῦ Πατρὸς ἄρα καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεται. Ὅτι δὲ τοῦτο παραλογισμός, ῥᾴδιον συνιδεῖν· οὐ γὰρ ἀληθές, ὅτι τὸ Πνεῦμα λέγεσθαι τῆς σχέσεώς ἐστι δηλωτικόν, ἧς ἔχει πρὸς τὸν Πατέρα. Καὶ τοῦτο δῆλον, τὸν Πατέρα αἴτιον καὶ προβολέα καὶ ἀρχὴν καὶ πηγὴν οἰκείως τοῦ Πνεύματος λέγεσθαι.
Καὶ μήτε τὸ Πνεῦμα ἁπλῶς προβολέως λέγεσθαι πνεῦμα ἢ αἰτίου ἢ πηγῆς ἢ ἀρχῆς, μήτ’ ἐκείνων αὖθις πνεύματος. Οὐ γὰρ εἴ τι προβολεύς, πνεύματος λέγεται προβολεύς, ἢ εἴ τι αἴτιον, τοῦτο πνεύματος λέγεται· ὁμοίως δὲ καὶ ἀρχὴ καὶ πηγή. Ἀλλ’ ὁ μὲν προβολεὺς πρὸς προβλητὸν ἀποδίδοται, τὸ δὲ αἴτιον πρὸς αἰτιατόν, ἡ δὲ πηγὴ πρὸς πηγαζόμενον, ἡ δὲ ἀρχὴ πρὸς τὸ μετ’ αὐτήν. Οὐκοῦν ἂν εἴπῃς, αὐτὸ προβλητὸν ἢ αἰτιατὸν ἢ πηγαζόμενον ἢ ὑπὸ τὴν ἀρχήν, τὰ δηλοῦντα ὀνόματα εἶπες τὴν σχέσιν, καθ’ ἣν οἰκείως ἔχει πρὸς τὸν Πατέρα, ὡς προβολέα καὶ αἴτιον καὶ ἀρχὴν καὶ πηγήν. Οὐ μὴν ἂν εἴπῃς αὐτὸ Πνεῦμα, τὴν σχέσιν δηλοῖς, ἣν ἔχει πρὸς τὸν Πατέρα. Πνεῦμα γὰρ λέγεται ἐκ μεταφορᾶς τοῦ ἀερίου πνεύμα­τος, ὡς λεπτὸν καὶ ἄϋλον καὶ διὰ πάντων διῆκον. Τίς ἄρα ἡ ἀνάγκη, ἵνα ᾖ ὁ Υἱὸς προβολεὺς καὶ αἴτιος καὶ ἀρχὴ καὶ πηγὴ τοῦ ἁγίου Πνεύματος, ἐπεὶ αὐτοῦ λέγεται; Εἰ γὰρ ἐλέγετο καὶ τοῦ Υἱοῦ προβλητὸν καὶ αἰτιατόν, ὡς λέγεται καὶ τοῦ Πατρός, ἀναγκαῖον ἂν ἦν καὶ αὐτὸν προβολέα καὶ αἴτιον αὐτοῦ εἶναι. Ἀλλὰ μὴν οὔτε προβλητὸν οὔτε αἰτιατὸν καὶ αὐτοῦ λέγεται, ἀλλὰ μόνον Πνεῦμα. Οὐκ ἀναγκαῖον ἄρα τούτου καὶ αὐτὸν προβολέα καὶ αἴτιον εἶναι. Ὁ παραλογισμὸς οὖν παρὰ τὸ συμβεβηκός. Ἐπεὶ γὰρ τὸ αὐτὸ καὶ Πνεῦμα καὶ προβλητὸν καὶ αἰτιατὸν λέγεται, ἔχει δὲ πρὸς τὸν Πατέρα ὡς προβολέα καὶ αἴτιον σχέσιν, καθ’ ὃ προβλητὸν καὶ αἰτιατόν, κακούργως τὸ προβλητὸν καὶ αἰτιατὸν σιωπήσαντες, καθ’ ὃ λέγεται Πνεῦμα σχέσιν ἔχειν, ἔλαβον πρὸς τὸν Πατέρα ὡς πρὸς προβολέα καὶ αἴτιον. Καὶ οὕτως ἔδοξαν συλλογίσασθαι· ὅτι, ἐπεὶ τὸ Πνεῦμα λέγεται καὶ τοῦ Υἱοῦ, ἔστι δὲ τοῦτο δηλωτικὸν τῆς πρὸς προβολέα καὶ αἴτιον σχέσεως, καὶ Υἱὸς ἄρα προβολεὺς καὶ αἴτιος ὑπάρχει τοῦ Πνεύματος. Εἰ δὲ λέγεται καὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ Πνεῦμα, ᾗ Πνεῦμα, οὐ δεῖ ταράσσεσθαι. Οὐ γὰρ πάντα ὅσα ἑτέρων εἶναι λέγεται, τῶν πρός τι ἐστι· καὶ δεῖ πείθεσθαι τοῖς ταῦτα τεχνολογοῦσιν. Ἀλλά τοῦ μὲν Πατρὸς λέγεται ὡς οἰκεῖον αὐτῷ, καὶ ἐξ αὐτοῦ τὴν ὕπαρξιν ἔχον, καὶ πρὸς ἀντιδιαστολὴν τῶν λοιπῶν πνευμάτων, τὸν δὲ Υἱοῦ ὡς σὺν αὐτῷ ἐκ τῆς αὐτῆς πηγῆς προϊόν, ὥς φησι Κύριλλος ἐν τῷ περὶ τοῦ Πνεύματος λόγῳ. Καὶ γὰρ τὸ Πνεῦμα τὸ ἅγιον, ὥσπερ κατ’ οὐσίαν ὑπάρχει τοῦ Θεοῦ καὶ Πατρός, οὕτω καὶ τοῦ Υἱοῦ κατ’ οὐσίαν ἐστίν, ὡς μετὰ τοῦ Υἱοῦ οὐσιωδῶς γεννηθέντος ἐκ τοῦ Πατρὸς ἀφράστως ἐκπορευόμενον. Ἡμεῖς δέ, τῇ θείᾳ Γραφῇ καὶ τῇ ἀλη­θείᾳ ἑπόμενοι, τὴν δυάδα ὑπὸ τὴν μονάδα ἀνάγομεν, τὴν μονάδα τῆς δυάδος ἀρχὴν καὶ αἰτίαν τιθέμενοι. Οἱ δὲ Λατῖνοι τὴν δυάδα ἀρχὴν καὶ αἰτίαν τῆς μονάδος τίθενται. Εἰ γὰρ καὶ αἱ τρεῖς ὑποστάσεις τῷ τῆς οὐσίας καὶ ταυτότητος λόγῳ ἕν εἰσιν, ᾗ μονάς, ἀλλ’ ἑκάστῃ τῶν τριῶν τῷ τῆς ὑποστάσεως λόγῳ ὑπάρχει μονάς· καὶ αἱ δύο δυάς, ἐπεὶ καὶ αἱ τρεῖς τριάς. Οὐκοῦν οἱ τὸ Πνεῦμα ἐκ Πατρὸς καὶ Υἱοῦ τιθέμενοι τὴν δυάδα ἀρχὴν τῆς μονάδος λέγουσιν, ὅπερ ἄτοπον. Ἔτι παρεδόθη ἡμῖν ὑπὸ τῶν ἁγίων πατέρων, ὅτι αἱ τρεῖς ὑποστάσεις τῆς αὐτῆς οὐσίας καὶ ἀξίας ὑπάρχουσι, δι’ ἀλλήλων χωροῦσαι χωρίς τινος φυρμοῦ καὶ συγχύσεως, καὶ ὡς ὁ Πατὴρ ὅλος ἐν ὅλῳ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ ὁ Υἱὸς ὅλος ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, καὶ τὸ ἅγιον Πνεῦμα ὅλον ἐν ὅλῳ τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἔτι δὲ καὶ ὡς ἀπερίγραπτοι. Τούτων τοίνυν ὑποκειμένων, φανερὸν ὡς ἄτοπος ἡ ἐκείνων θέσις δειχθήσεται. Εἰ γὰρ διὰ μέσου τοῦ Υἱοῦ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὕπαρξιν κέκτηται καὶ οὐκ ἀμέσως, διηρημένον ἂν εἴη τοῦ Πατρός· Ἃ γάρ ἐστιν ἀδιαίρετα, τούτων οὐδὲν μεταξύ· ὧν δ’ ἔστι τι μεταξύ, ταῦτα πάντως ἀλλήλων διηρημένα· δι’ οὗ γὰρ ἀλλήλοις ἑνοῦνται, ἐκεῖνο ἀμφοτέρων διαίρεσις. Ὥστε οὐκ ἀδιαίρετος ἡ Τριάς, ὅπερ ἡμῖν οὐχ ὑπέκειτο. Ἔτι ἐπεὶ τὰ τρία πρόσωπα, ὁμοούσιά τε καὶ ἰσότιμα ἀλλήλοις ὑπάρ­χοντα, ἀπερίγραπτα τυγχάνει δι’ ἀλλήλων χωροῦντα, κατ’ οὐδένα τρόπον ἐνδέχεται ἓν ἐξ αὐτῶν μέσον τῶν λοιπῶν δύο εἶναι, ὥστε δι’ ἐκείνου ἀλλήλοις ἡνῶσθαι· πᾶν γὰρ τὸ ἔκ τινος διά του προϊόν, ἢ τόπῳ ἢ φύσει ἐκείνου διώρισται. Ἀμέσως ἄρα τὸ ἅγιον Πνεῦμα πρόεισιν ἐκ τοῦ Πατρός. Ἔτι πῶς ὁ Πατὴρ καὶ ὁ Υἱὸς ὑπάρχουσιν ἐν ὅλῳ τῷ ἁγίῳ Πνεύματι; πότερον ἀμέσως ἀμφότεροι ἢ ἀμέσως μὲν ὁ Υἱός, δι’ αὐτοῦ δὲ ὁ Πατήρ; Οἰκειότερον ἄρα τῷ Υἱῷ ἢ τῷ Πατρὶ τὸ Πνεῦμα τὸ ἅγιον. Ὃ γὰρ ἀμέσως ἐνυπάρχει, τοῦτο ἐγγύτερον· τὸ δὲ ἐγγύτερον, ἅπαν οἰκειότερον. Εἰ δὲ τοῦτο ἄτοπον, καὶ ἀμέσως ἐν ὅλῳ τῷ Πνεύματι ὁ Πατὴρ ὑπάρχει, δῆλον ὅτι ἀντιστρέφει, ὥστε τὸ Πνεῦμα ὅλον ἐν ὅλῳ τῷ Πα­τρὶ ἀμέσως ὑπάρχειν. Οὐκ ἂν ἄρ’ ἐμμέσως ἐξ ἐκείνου σχοίη τὴν ὕπαρξιν, μάλι­στα δ’ ἄν τις τοῦτο ἐλέγξειεν ὡς ἀνακόλουθον ἐκ τῶν ὧν προφέρουσι λόγων τινές, συνιστᾶν βουλόμενοι τὰς ἑαυτῶν ὑπολήψεις. Ὡς γὰρ λέγουσι, δι’ οὐδὲν ἄλλο τὸ Πνεῦμα καὶ ἐκ τοῦ Υἱοῦ προβάλλουσιν, ἢ ἶνα δείξωσι κατὰ πάντα τοῦτον ἴσον τῷ Πατρί, ἄνισον αὐτὸν ὑπολαμβάνοντες τῷ Πατρί, εἰ μὴ καὶ ἐξ αὐτοῦ ὁ παράκλητος πρόεισιν. Οὐκοῦν ἔδει τὸν αὐτὸν τρόπον ἐξ ἀμφοτέρων προέρχεσθαι ἢ ἀμέσως ἢ ἐμμέσως, καὶ μὴ ἐκ τοῦδε μὲν ἐμμέσως, ἐκ τοῦ λοιποῦ δὲ ἀμέσως, εἴπερ κατὰ τοῦτο ἐξισοῦν τῷ Πατρὶ τὸν Υἱὸν ἐβούλοντο. Νῦν δὲ καὶ τὸ οὐκ ὀρθὸν δόγμα ἔσχε παρείσδυσιν καὶ ἡ ἀνισότης ἔμεινεν ὡς πρῶτον. Ἔτι, εἰ δεῖ καὶ τὸν Υἱὸν αἴτιον εἶναι, εἴπερ τῷ Πατρὶ ὁμοούσιος, δεῖ καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῦθ’ ὑπάρχειν, εἴπερ ἀμφοῖν ὁμοούσιον· καὶ οὐκ ἄλλως καὶ ἄλλως, ἀλλ’ ὡσαύτως καὶ τῶν αὐτῶν καὶ τὰ τρία αἴτια εἶναι. Ὥστ’ ἐπεὶ ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ μὲν γεννητῶς, τοῦ δὲ ἐκπορευτῶς, δεῖ ἄρα τῶν αὐτῶν ὡσαύτως καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα εἶναι αἴτια· τοῦτο δὲ ἀδύνατον. Ποῦ γὰρ μὲν ὁ Θεολόγος Γρηγόριος δίῤῥυτον χάριν καὶ δίδυμον ἀκτῖνα ἐκ μόνης πηγῆς τοῦ Πατρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα φάσκων, ποὺ δὲ εἰς ἓν αἴτιον τὸν Πατέρα ἄμφω τὰ αἰτιατὰ λέγων ἀναφέρεσθαι, πρῶτον μὲν ὅτι πάντων μία πρώτη ἀρχή, ἐξ ἧς ἅπαντα, εἶθ’ ὅτι καθ’ ὅσα λέγεται ὁ Υἱὸς τῷ Πατρὶ ὁμοούσιος, ταῦτα ἀπαραλλάκτως καὶ ἐπίσης ὁ Υἱὸς τῷ Πατρὶ ἔχει· ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπεὶ ἀμφοῖν ὁμοούσιον. Καὶ ὅτι, ὅπερ οὐκ ἔχει μία τις τῶν τριῶν ὑπο­στάσεων, ἕτερα δέ τις τοῦτ’ ἔχει, τοῦτο χαρακτηριστικόν ἐστιν ὑποστάσεως. Εἰ οὖν ἀμέσως ἐξ ἀμφοῖν ἐκπορεύεται, ἢ πάντως ὡς ἐκ μιᾶς πηγῆς τῷ ἀριθμῷ ἢ ὡς δύο. Εἰ μὲν οὖν ὡς ἐκ μιᾶς τῷ ἀριθμῷ πηγῆς ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα προέρχεται, ἓν ἔσται τῷ ἀριθμῷ τὸ προβάλλον. Ὥστε ἔσται ὁ Πατὴρ καὶ ὁ Υἱὸς εἷς τῷ ἀριθμῷ προβολεὺς καὶ αἴτιος τοῦ ἁγίου Πνεύματος. Μία ἄρα Πατρὸς καὶ Υἱοῦ ὑπόστασις, καὶ ἀπῴχετο ἡ Τριάς, εἰς δυάδα περιορισθεῖσα. Τὸ γὰρ εἶναι προβολέα καὶ αἴτιον, ἐμφαντικόν ἐστιν ὑποστάσεως, εἴπερ οὐκ ἔστι καὶ τοῦ Πνεύματος. Εἰ δὲ ὡς ἐκ δύο τῷ ἀριθμῷ πηγῶν ἐξ ἀμφοῖν πρώτως πρόεισι, δύο πρῶται ἀρχαὶ ἔσονται, μὴ ἀναγομένης τῆς ἑτέρας ὑπὸ τὴν ἑτέραν. Καθ’ ὃ γὰρ ἄρχῃ, οὐ συμβαίνει τὸν Υἱὸν ὑπὸ τὸν Πατέρα ἀνάγεσθαι, ὅπερ συνέβαινε τοῖς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς τὸ Πνεῦμα προβάλλουσιν, ἀλλ’ εἴπερ καθ’ ὃ Υἱός· ὥστε οὐ μία πρώτη πάντων ἀρχή.
Ὁρᾶτε πόσα ἄτοπα ἕπεται πανταχόθεν τοῖς λέγουσι τὸ Πνεῦμα ἐκ τοῦ Πα­τρὸς Υἱοῦ τε ἐκπορεύεσθαι; Μὴ διὰ τὸν Κύριον κακῶς φρονεῖν θέλετε. Εἰ γὰρ καὶ Λατῖνοι, ἡ τῆς Ῥώμης Ἐκκλησία καὶ ἄλλοι, εὐπαραδέκτους δῆθεν παράγουσι μάρτυρας, Αὐγουστῖνον, Ἀμβρόσιον, Ἱερώνυμον καὶ ἄλλους τινάς, ἀλλ’ ἔχομεν καὶ ἡμεῖς ἀναπαραγαγεῖν ὑπὲρ τῆς ἀληθείας πολλῷ πλείονας καὶ ἀξιοπιστοτέρους· ποίους τούτους; τοὺς ἐν ταῖς ἁγίαις συνόδοις διαπρέψαντας θεοφόρους πατέρας, τοὺς τὴν γῆν οὐρανώσαντας καὶ ὑπὲρ ἥλιον τοῖς θαύμασι καὶ καλοῖς ἔργοις διαλάμψαντας, ἐκ Πατρὸς μόνου τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι ἀποφηναμένους καὶ μὴ ἕτερον φρονεῖν προστάττοντας ἐν ἐπιτιμίοις βαρυτάτοις τοῦ ἀναθέματος, Παύλῳ ἑπόμενοι ἀποφηναμένῳ, «εἴ τις εὐαγγελίζεται ὑμῖν ἄλλο τι, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω»[12].
Εἰ γὰρ ἦν προβολεὺς ὁ Υἱὸς καὶ τοῦ Πνεύματος αἴτιος, πῶς αἱ οἰκουμενικαὶ σύνοδοι τὸ τοιοῦτον ἀναγκαιότατον δόγμα παρεσιώπησαν;  Εὔδηλον οὖν ἐντεῦθεν, ὅτι τοῖς αὐτῶν θελήμασι χαριζόμενοι, μετὰ τὰς ἁγίας συνόδους τὴν προσθήκην ταύτην προσέθεντο. Εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὁμονοούντων, ἁπάντων, καὶ αὐτοὶ συμπαρῆσαν ταῖς ἁγίαις ἑπτὰ συνόδοις οἱ τοῖς Ῥώμης ἱερώτατοι πρόεδροι.
Εἰ οὖν καί τινα σοφιζόμενοι οἱ πρὸ ἡμῶν εἶπον, σοφίσματα ἀνατρέποντες, ὡς εἴπομεν, πάτταλον παττάλοις ἐκκρούοντες, ἀλλ’ ἡμεῖς οὐκ ἐν πειθοῖ σοφίας ἀνθρωπίνης τὰ ἡμέτερα οἰκονομοῦμεν, ἀλλὰ Γραφῆς ἀποδείξεσι τὴν σύστασιν κεκτῆσθαι ἐθέλομεν. Παῦλος γὰρ λέγει, μηδεὶς ἔστω «ὁ συλαγωγῶν ὑμᾶς διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης»[13]. Ἐξ οὗ δὴ θείου ῥητοῦ διδασκόμεθα, τὴν ἀληθῆ φιλοσοφίαν οὐδόλως μάχεσθαι τῇ θεολογίᾳ· ἀλήθεια γὰρ τῇ ἀληθείᾳ οὐ μάχεται. Καὶ δῆλον ἐκ τοῦ ἑπομένου, «καὶ κενῆς ἀπάτης». Ὥστε ἡ μὴ διάκενος σοφία ὑπηρετεῖ τῇ θεολογίᾳ μᾶλλον ἢ ἀντιφέρεται. Καὶ ὑμεῖς οὖν, ὦ τέκνα μου ἐν Χριστῷ ἀγαπητά, ἅτε σὺν Θεῷ μὴ διάκενον ἔχοντες σοφίαν, συνηγορεῖν ὀφείλετε τῇ θεολογίᾳ, ἧς πάντως ἀρχηγὸς οὐκ ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ’ αὐτὸς ὁ Κύριος· εἶτα καὶ οἱ συμφωνοῦντες αὐτῷ θεῖοι τῆς Ἐκκλησίας ποιμένες καὶ διδάσκαλοι, ἐξ ὧν μετὰ τῶν ἄλλων καὶ οἱ τῆς ἁγίας καὶ οἰκουμενικῆς ζ΄ συνόδου πατέρες καὶ τοῦτο ἐθέσπισαν· «ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἀναθεματίζομεν». Ἔτι οὐδὲ τοῦτο παροπτέον, ἀγαπητοί, ὅτι ἀπὸ τῆς ἑβδόμης, πέντε καὶ ἑβδομήκοντα παρελθόντων ἐνιαυτῶν, ἐπὶ τῆς βασιλείας Βασιλείου τοῦ Μακεδόνος ἐν Κωνσταντινουπόλει σύνοδος τοπικὴ συνηθροίσθη. Ταύτης δὲ τῆς τηνικαῦτα συναθροισθείσης ἁγίας συνόδου τὸ αἴτιον ἦν, δι’ ἣν τὸ πᾶν εἴργασται, τῇ τοῦ πάπα βουλῇ καὶ τῇ βασιλέως προτροπῇ, ἵνα Φώτιον τὸν ἁγιώτατον τῷ θρόνῳ τῆς βασιλίδος ἐγκαθιδρύσῃ καὶ τοὺς μετά τινος ἐπικρύψεως τὸ Πνεῦμα τὸ ἅγιον τολμῶντας λέγειν καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι ἐκκηρύκτους ποιήσῃ. Ταύτῃ γοῦν τῇ συνόδῳ ὁ ἁγιώτατος πάπας Ἰωάννης, διὰ Πέτρου ἐπισκόπου καὶ καρδιναλίου, Παύλου τε καὶ Εὐγενίου, ἐπισκόπων τε καὶ τοποτηρητῶν αὐτοῦ, συνομολογεῖ, καὶ τὸν εἰς τὸ ἑξῆς προσθεῖναι ἢ ἀφελέσθαι τι τολμήσοντα καθυποβάλλει τῷ ἀναθέματι. Ἀλλὰ δὴ καὶ οὗτος ὁ πάπας Ἰωάννης, τούτῳ τῷ Φωτίω τότε ἐπιστέλλων, φησί. «Πάλιν παραδηλοῦμαι τῇ σῇ αἰδεσιμότητι περὶ τοῦ ἄρθρου τούτου, δι’ ὃ συνέβη τὰ σκάνδαλα μέσον τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, ἔχε πρὸς ἡμᾶς πληροφορίαν, ὅτι οὐ μόνον λέγομεν τοῦτο, ἀλλὰ καὶ τοὺς πρώτως θαῤῥήσαντας τῇ ἑαυτῶν ἀπονοίᾳ τοῦτο ποιῆσαι, παραβάτας κρίνομεν τῶν θείων λογίων καὶ μεταποιητὰς τῆς θεολο­γίας τοῦ δεσπότου Χριστοῦ καὶ τῶν ἁγίων πατέρων, καὶ μετὰ τοῦ Ἰούδα αὐτοὺς τάττομεν». Καὶ τόδε εἰς πίστωσιν ἔτι, ὅτι ἔκτοτε μέχρι τοῦ Χριστοφόρου ἔτη παρῆλθον ρλ΄, ἐν οἷς πάντες οἱ τῆς Ῥώμης ἱερώτατοι πρόεδροι ἡμῖν συνεφώνουν.
Ἀλλὰ τὶ ταῦτα εἴποί τις ἄν, εἰ καὶ θαυμάσια εἰς τὴν τῆς ἀληθείας κατάληψιν ἐμψανέστερον γινόμενον τὸ περὶ τοῦ Πνεύματος ζητούμενον ἀπό τε τῶν ἀπο­φάσεων τῶν ἁγίων ἑπτὰ οἰκουμενικῶν συνόδων, δισχιλίων ὄντων τὸν ἀριθμὸν τῶν ἐν ταύταις ἀγωνισαμένων θείων πατέρων καὶ ὑπεραρκούντων, καὶ ἀπὸ τῶν δεσποτικῶν ῥημάτων αὐτῶν. Ὧν δὴ ἁγίων τὰ δόγματα καὶ τοὺς νόμους στέργειν δίκαιον καὶ θαυμάζειν καὶ τούτοις ἐμμένειν. Οὐχ ἧττον γὰρ βίου λαμπρότητι, ἢ λόγου δυνάμει, ὡς ἀστέρες ἐξέλαμπον, οὐχ ἓν ἔθνος τῇ εὐσεβείᾳ πυρσεύσαντες, ἀλλ’ ὅσα περ ἀτεχνῶς ὁ ὁρώμενος ἥλιος ἐφορᾷ.
Φασὶ τοίνυν οἱ ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ συνόδῳ συνελθόντες φωστῆρες ἅγιοι πατέρες πρὸς τὸν διαποροῦντα φιλόσοφον τοιάδε μετὰ τῶν ἄλλων. «Δέχου μίαν θεότητα Πατρός, τοῦ γεννήσαντος τὸν Υἱὸν ἀνεκφράστως, καὶ τοῦ Υἱοῦ τοῦ γεγεννημένου ἐξ αὐτοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, τοῦ ἐκπορευόμενου ἐξ αὐτοῦ τοῦ Πατρός, ἰδίου δὲ ὄντος τοῦ Υἱοῦ, καθά φησιν ὁ θεῖος ἀπόστολος· «εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Προσέχειν δὲ ἄξιον· οὐ γὰρ μάτην εἴρηται τῷ θείῳ ἐκείνῳ χορῷ τὸ περὶ τοῦ ἁγίου Πνεύματος εἰρημένον, τοῦ ἐκπορευομένου ἐξ αὐτοῦ τοῦ Πατρός. Οὐ γὰρ οὕτως εἰώθαμεν τὰ νοήματα ἀπαγγέλλειν, ἀλλ’ ἐπειδὴ προσεχῶς τοῦ Υἱοῦ ἐμνημόνευσαν, εἰπόντες, δέχου καὶ ἐπὶ τοῦ Υἱοῦ τὴν αὐτὴν θεότητα, γεγεννημένου ἐξ αὐτοῦ, εἶτα ἐπήγαγον, καὶ ἁγίου Πνεύμα­τος τοῦ ἐκπορευόμενου ἐξ αὐτοῦ. Δείσαντες οἱ μακάριοι πατέρες, μήποτε τὸ ἐξ αὐτοῦ περὶ τοῦ Υἱοῦ εἰρῆσθαι δόξῃ τισί, συνῆψαν τῷ ἐξ αὐτοῦ τὸ ἐκ τοῦ Πατρός, ὅπως μηδεμία χώρα περιλειφθῇ προφάσεως τοιαύτης. Εἰ δὲ ἐκ τοῦ Υἱοῦ ἐκπορευόμενον ᾔδεσαν τὸ Πνεῦμα τὸ ἅγιον, περίεργον ἡ προσθήκη· οὐ μὴν ἀλλὰ καὶ ἀπὸ τοῦ τὸν λόγον οὕτω παραγαγεῖν καὶ διαιρέσει χρήσασθαι· καὶ τὴν μὲν προ­βολὴν ἀποδοῦναι τῷ Πατρί, περὶ δὲ Υἱοῦ εἰπεῖν, ὡς ἴδιον αὐτοῦ ἐστιν, ὅπερ ἴδιον, οἰκειότητα φυσικὴν ἐμφαίνει τοῦ Πνεύματος πρὸς τὸν Υἱόν. Καὶ αὐτοῦ εἶναι τὸ Πνεῦμα δείκνυσιν, οὐ μέντοι γε ἐξ αὐτοῦ ἐκπορευόμενον, ὡς ὁ Παῦλος λέγει· «εἴ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Καὶ ὁ Βασίλειος· «ἀλλὰ καὶ Πνεῦμα Χριστοῦ λέγεται, ὡς ᾠκειωμμένον κατὰ φύσιν αὐτῷ». Καὶ ὁ Χρυσόστομος· «Πνεῦμα Θεοῦ καὶ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ· ἄλλο ἐστὶ λέγειν τοῦ Θεοῦ, καὶ ἄλλο ἐκ τοῦ Θεοῦ. Πᾶσα οὖν ἀνάγκη, καὶ ἄλλο Υἱοῦ εἶναι τὸ Πνεῦμα λέγειν, καὶ ἄλλο ἐκ τοῦ Υἱοῦ εἶναι». Καὶ πάλιν ὁ μακάριος χορὸς οὗτος· μία μὲν ἡ φύσις, τρία δὲ τὰ πρόσωπα λεκτέα· πηγή, ποταμός, ὕδωρ. Ἀλλ’ οὐδεὶς καλεῖ τὸν ποταμὸν πηγήν, ἢ τὴν πηγὴν ποταμόν. Πηγὴ οὖν θεότητος ὁ Πατήρ, γεννῶν τὸν Υἱόν, προβάλλων δὲ τὸ Πνεῦμα. Ἀποφάσκεται δὲ ἡ πηγὴ ἐκ τοῦ Υἱοῦ. Ὡς καὶ Χρυσόστομος ἐξη­γούμενος τὸν 93ον ψαλμὸν σαφηνίζει λέγων. «Πόθεν τὸ ὕδωρ τὸ ζῶν; ζητήσωμεν αὐτοῦ τὴν πηγήν. Πηγὴ ὕδατος ζῶντος ὁ Πατήρ, ποταμὸς ἐκ ταύτης προερχόμε­νος ὁ Υἱός, ὕδωρ τούτου τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς πηγῆς προερχόμενον τοῦ Θεοῦ καὶ Πατρός».
Οἱ δὲ ἐν τῇ δευτέρᾳ οἰκουμενικῇ, συνῳδὰ τούτοις φάσκοντες, θεολογοῦσι· «Πιστεύομεν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον». Ἡ γὰρ συνέλευσις τῆς δευτέρας συνόδου ταύτης, ὡς οἴδατε, ἐπὶ τῆς βα­σιλείας Θεοδοσίου τοῦ μεγάλου συναθροισθεῖσα, κατὰ τοῦ πνευματομάχου Μακεδονίου ἐγένετο. Ὅθεν καί, ὡς ἡ πρώτη τὸ ὁμοούσιον ἐκήρυξε, κτίσμα τοῦ θεομανοῦς Ἀρείου τὸν Υἱὸν βλασφημήσαντος, οὕτω καὶ αὐτὴ ἡ δευτέρα σκοπὸν ἔχει κύριον περὶ τοῦ ἁγίου Πνεύματος. Ὅθεν καὶ περὶ αὐτοῦ διετράνωσε τὴν ἐκπόρευσιν.
Ἀλλὰ καὶ ἡ τρίτη σύνοδος ἡ οἰκουμενικὴ συμφρονοῦσα λέγει αὐταῖς, καὶ ἡ τετάρτη ὁμοίως· ἡ μὲν ἀποφηναμένη «μηδενὶ ἐξεῖναι ἑτέραν πίστιν προφέρειν παρὰ τὴν ἐν Νικαίᾳ, ἡ δὲ «κατ’ οὐδένα τρόπον σαλεύεσθαι πρός τινων ἀνεχόμεθα τὴν ὁρισθεῖσαν πίστιν». Ἡ δὲ πίστις, ὡς φαίνεται, πρώτης καὶ δευτέρας ἡ περὶ τοῦ Πνεύματος, ὅτι ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἴδιον δὲ καὶ τοῦ Υἱοῦ. Ὁρᾶτε, πῶς ἀλλήλων ἔχονται, καὶ μία τὴν ἑτέραν κυροῖ;
Δῆλον δὲ ὅτι καὶ οἱ τῆς πέμπτης οἰκουμενικῆς καὶ περὶ τούτου ἐλάλησαν καὶ περὶ ἄλλων ζητημάτων θεολογικῶν, ἐξ ὧν λέγει ῥητῶς. «Πολλῶν γὰρ ὄντων, ἐν οἷς οὐ πρὸς εὐσέβειαν ἔλεγον οἱ περὶ Ὠριγένην, (δι’ ὃν καὶ καθ’ οὗ ὁ σκοπὸς τῇ συνόδῳ ταύτῃ), πάντων ἕνεκεν συνῆλθε καὶ τῷ βαράθρῳ παρέδωκε». Τοῦτο καὶ ἡ κατὰ Μασσαλιανῶν σύνοδος ποιήσασα φαίνεται. Λέγει γὰρ ἐν τοῖς αὐτοῖς πρακτικοῖς ῥητῶς. «Ἐπὶ πολλοῖς γὰρ αὐτοὺς φωράσασα βλασφημοῦντας, ἐπὶ πᾶσιν, ὡς εἰκός, ἀπεκήρυξεν». Οὐκ ἔθος γὰρ ταῖς οἰκουμενικαῖς συνόδοις, ἵνα περὶ ὧν ἡ πρόθεσις μόνον, περὶ τούτων ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ καὶ περὶ πάντων τῶν ἀναφυέντων τὸ δέον ὁρίζουσιν, ὡς εἴπομεν, ὡς ἔν τε τῇ πρώτῃ φανερόν, δευτέρᾳ, τρίτῃ, τετάρτῃ, πέμπτῃ καὶ ταῖς λοιπαῖς. Καὶ οὐδὲ μέχρι δογμάτων τὴν προθυμίαν ἔστησαν, ἀλλὰ καὶ τῆς ἄλλης ἐφρόντισαν ἐκκλησιαστικῆς τάξεως, κανόνας ἐκδόντες, τῆς ὀρθῆς πολιτείας ἕνεκα. Θεῷ γὰρ ζῶντι λατρεύοντες, οὐχ ἱκανὸν ἥγηντο ἐν δόγμασι μὲν ὑγιαίνειν, ἐν ἔργοις δὲ νοσεῖν· νεκρὰ γὰρ ἡ τοιαύτη πίστις καὶ ἥκιστα Θεῷ ζῶντι πρέπουσα.
Ἔτι καὶ ἡ ἕκτη ἐν τῷ πρώτῳ κανόνι, ταύταις ὁμονοοῦσα καὶ ἐν Πνεύματι ἁγίῳ κινουμένη, λέγει. «Ὁρίζομεν ἀκαινοτόμητόν τε καὶ ἀπαράπτωτον φυλάττειν τὴν παραδοθεῖσαν πίστιν ἡμῖν ὑπὸ τῶν ἁγίων ἀποστόλων καὶ τῶν τιη΄ ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ καὶ τῶν λοιπῶν ἁγίων συνόδων καὶ πάντων τῶν ἐν Ἐκκλησίᾳ Θεοῦ διαπρεψάντων ἀνδρῶν, οἳ γεγόνασι φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες», καὶ τὰ λοιπά.
Προσέτι καὶ ἡ ἑβδόμη, τὴν χρυσαυγῆ ἅλυσιν ταύτην πλέκουσα καὶ συνέλκουσα ἁγίῳ Πνεύματι ἑνί, ἐν τῷ ὅρῳ αὐτῆς ἀποφαίνεται. «Ἡμεῖς τῇ ἀρχαίᾳ θεσμοθεσίᾳ τῆς Καθολικῆς Ἐκκλησίας ἐπακολουθοῦμεν, ἡμεῖς τοὺς θεσμοὺς τῶν πατέρων φυλάττομεν, ἡμεῖς τοὺς προστιθέντας τι ἢ ἀφαιροῦντας ἐκ τῆς Ἐκκλη­σίας ἀναθεματίζομεν».
Καὶ ταῦτα μὲν ἡ κοινὴ ψῆφος τῶν ἁγίων οἰκουμενικῶν ἑπτὰ συνόδων ὡς ἐν συντόμῳ ἀπεφήνατο.
Σκοπῶμεν δέ, εἰ δοκεῖ, καὶ τὰ ἐν ἰδίοις συγγράμμασι τῶν ἐν ταύταις ἐξάρχων καὶ οἰκουμενικῶν διδασκάλων, τὶ ἕκαστος εἶπε περὶ τοῦ ἁγίου Πνεύματος ἀναφορὰν ποιούμενος καὶ περὶ ἐκπορεύσεως δογματίζων. Καὶ πρῶτον σκοπήσωμεν τὸν τῆς παλαιᾶς Ῥώμης ἅγιον Σύλβεστρον, τὶ ἐν τῇ κατὰ τοῦ γόητος ἐκεί­νου εὐχῇ εἶπεν, (οὗτος γὰρ ἔξαρχος ἦν τῆς πρώτης συνόδου). «Εἷς ὑπάρχει Θεὸς ἀληθινός, ὁ Πατήρ, ἀληθινὸν Υἱὸν ἔχων ἐξ αὐτοῦ γεννηθέντα, ἀληθινὸν Πνεῦμα ἅγιον ἐξ αὐτοῦ ἐκπορευόμενον». Ἀλλὰ καὶ ὁ μέγας τῆς ἀληθείας κῆρυξ, ὁ μακά­ριος Ἀθανάσιος, πολλὰ ἐν τοῖς αὐτοῦ συγγράμμασι λέγει, ἀλλὰ κἂν τῇ πρὸς Σεραπίωνα· «Οὐκ οὖν καλῶς φρονοῦντες περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐδὲ περὶ τοῦ Υἱοῦ καλῶς φρονοῦσιν· εἰ γὰρ ἐφρόνουν ὀρθῶς περὶ τοῦ Λόγου, ἐφρόνουν ἂν ὑγιῶς καὶ περὶ τοῦ ἁγίου Πνεύματος, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ τοῦ Υἱοῦ ἴδιον ὄν, παρ’ αὐτοῦ μεταδίδοται τοῖς μαθηταῖς καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν». Ὡς καὶ ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος αὐτοῦ λόγῳ λέγει, καὶ τῷ περὶ τῆς ἁγίας Τριάδος, καὶ ἐν τῷ λόγῳ τῷ ἀρχομένῳ «πιστεύομεν εἰς ἕνα Θεόν»· καὶ ἐν ἄλλοις λόγοις αὐτοῦ πολλοῖς ἐφαπλοῖ τὴν ἐκπόρευσιν ἐκ τοῦ Πα­τρός. Καὶ ὁ πολὺς τὴν σοφίαν Κύριλλος ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λόγῳ αὐτοῦ· «αἱ προσκυνηταὶ δυνάμεις γινώσκονται καὶ πιστεύονται ἐν Πατρὶ ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ, ἐν Υἱῷ μονογενεῖ, γεννηθέντι ἀῤῥήτως ἐκ τοῦ Πατρός, καὶ ἐν Πνεύματι ἁγίῳ τῷ ἐκπορευομένῳ ἐκ τοῦ Πατρός, οὐ γεννητῶς καθάπερ ὁ Υἱός, ἵνα μὴ δύο υἱοὶ ἐν τῇ Τριάδι, ἀλλ’ ἐκπορευομένως ἐκ μόνου τοῦ Πατρός, ὡς ἀπὸ στόματος, πεφηνότι δὲ διὰ τοῦ Υἱοῦ ἐν πᾶσι τοῖς ἁγίοις». Διατρανοῖ δὲ τὴν ἐκπόρευσιν τὸ κατὰ Λουκᾶν ἐξηγούμενος, καὶ ἐν τῷ περὶ τοῦ ἁγίου Πνευμα­τος λόγῳ τῷ ἀγωνιστικῷ, καὶ ἐν ἄλλοις τόποις ἀπείροις.
Δάμασος δὲ ὁ πάπας Ῥώμης, ὁ τῆς δευτέρας ἔξαρχος, (ὡς ὁ Κύριλλος τῆς τρίτης ἦν), πρὸς Παυλῖνον γράφων, φησίν. «Εἴ τις μὴ εἴποι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν Υἱὸν ἐκ τῆς θείας οὐσίας τοῦ Θεοῦ, Θεὸν Λόγον, ἀνάθεμα ἔστω». Καὶ ὁ πάπας Ἀγάθων, ἐπιστέλλων βασιλεῦσι Ῥωμαίων, λέγει. «Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον». Ἄρχεται δὲ οὕτως. «Αὕτη ἐστὶν ἡ τελεία ἡμῶν εἴδησις, ἵνα τοὺς ὅρους τῆς Καθολικῆς Ἐκκλησίας παραφυλάξωμεν, πιστεύοντες εἰς ἕνα Θεόν», καὶ τὰ λοιπά.
Τοῖς ἀρχιερεῦσι δὲ τούτοις Ῥωμαίων συνᾴδουσι καὶ οἱ τρεῖς ἀνατολικοὶ φω­στῆρες, ὁ μὲν Βασίλειος, ἐν τῷ λόγῳ τῷ κατὰ Ἀνομοίων, οὗ ἡ ἀρχὴ «μάχεται Ἰου­δαϊσμὸς Ἑλληνισμῷ», λέγει. «Κυρίως ὁ Υἱὸς ἐκ τοῦ Θεοῦ καὶ τὸ Πνεῦμα ἐκ τοῦ Θεοῦ· ἐπειδὴ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς ἐξῆλθε, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἐκπορεύεται. Ἀλλ’ ὁ μὲν Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς, τὸ δὲ Πνεῦμα ἀῤῥήτως ἐκ τοῦ Θεοῦ»[14]. Καὶ ἐν τῇ πρὸς τὸν ἀδελφὸν Γρηγόριον ἐπιστολῇ κηρύττει καὶ ἐν ἄλλοις. Ὁ δὲ Γρηγόριος ἐν τῷ δευτέρῳ εἰρηνικῷ φησι: «Διὰ τοῦτο, ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι, τὸ ἀγέννητον εἰσάγομεν, καὶ τὸ γεννητόν, καὶ τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, ὡς μὲν πού φησιν αὐτὸς ὁ Θεὸς Λόγος». Καὶ ἐν τῷ περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ θεολογεῖ τὴν ἐκπόρευσιν ἐκ τοῦ Πατρός, καὶ ἐν ἄλλοις τόποις τῶν συγγραμμάτων αὐτοῦ. Καὶ ὁ θεῖος Χρυσόστομος ἐν τῷ περὶ τοῦ ἁγίου Πνευ­ματος λόγῳ λέγει. «Ἐὰν ἀκούσῃς, ἀποστελῶ ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, μὴ τὴν θεότητα ἐκλάβῃς· θεότης γὰρ οὐκ ἀποστέλλεται· ὀνόματα δέ εἰσι ταῦτα, τὴν ἐνέργειαν σημαίνοντα. Ὅταν οὖν λέγῃ, πέμψω ὑμῖν τὸ Πνεῦμα τὸ ἅγιον, τὴν δω­ρεὰν λέγει τοῦ Πνεύματος. Λύει δὲ τοῦτο ὁ Σωτὴρ λέγων, «μείνατε ἐν Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους». Ἀλλὰ καὶ Γρηγόριος ὁ Νύσσης ἐν τῷ περὶ θεωνυμίας λόγῳ. «Ἓν πρόσωπον καὶ τὸ αὐτὸ τοῦ Πατρός, ἐξ οὗ ὁ Υἱὸς γεννᾶται, καὶ τὸ ἅγιον ἐκπορεύεται Πνεῦμα», καὶ τὰ λοιπά.
Καὶ ὁ Διονύσιος ὁ θεσπέσιος ὁ Ἀρεοπαγίτης ἐν τῷ λόγῳ τῷ «περὶ ἡνωμένης καὶ διακεκριμένης θεολογίας» συνᾴδει αὐτοῖς· «μόνη πηγὴ τῆς ὑπερουσίου θεότητος ὁ Πατήρ» θεολογῶν, καὶ τὰ ἑξῆς[15]. Ἔτι καὶ ὁ ἅγιος Αὐγουστῖνος ἐν τῇ πρὸς Μαξιμῖνον ἐπιστολῇ, Γρηγόριός τε ὁ θαυματουργὸς ἐν τῇ ἐκθέσει τῆς αὐτοῦ πίστεως, ὁ ἅγιος Ἱερώνυμος ἐν τῇ πρὸς Δάμασον ἐπιστολῇ. Ὁ θεῖος Νεῖ­λος ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος λέγει· «ἡ ἁγία καὶ καθολικὴ Ἐκκλησία τὸν μὲν Πατέρα δογματίζει ἀγέννητον, τὸν Υἱὸν γεννητὸν ἐκ τοῦ Πατρός, τὸ Πνεῦμα τὸ ἅγιον καὶ αὐτὸ ἐκπορευτὸν ἐκ μόνου τοῦ Πατρός, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ». Καὶ μετὰ τούτους πάντας ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνός, ὁ τῶν καλλίστων ἡγεμὼν καὶ διδάσκαλος καὶ ἀκριβέστατος τῶν ὀρθῶν δογμάτων ὑφηγητής, ὁ πᾶσαν ἀμφιβολίαν μεθ’ ὅσου περιαιρῶν τοῦ κρείττονος, ὁ τὸν νοῦν τῶν πρὸ αὐτοῦ ἁγίων πατέρων συμβιβάζων καὶ ἐξηγούμενος ἄριστα, ὃς ἐν τοῖς χρόνοις Λέοντος τοῦ Ἰσαύρου, τοῦ κατὰ τῶν ἁγίων εἰκόνων λυττήσαντος, τῆς εὐσεβείας προέστη, τὸν ζῆλον μιμησάμενος Ἠλιοῦ καὶ τοῦ ὁμωνυμοῦντος τὸν ἔλεγχον, ἐπιστολιμαίοις λόγοις ὑπὲρ τῶν σεβασμίων εἰκόνων ἐλέγξας καὶ στηλιτεύσας τὴν τῶν εἰκονομάχων δυσσέβειαν, μέσον ἐν τῷ καιρῷ τῆς ἕκτης συνόδου καὶ ἑβδόμης, τῆς Καθολικῆς Ἐκκλησίας συμμαχήσας, ἔκδοσιν τῆς ἀληθοῦς πίστεως συγγραψάμενος, καὶ ἄλλα θεολογικὰ θαυμάσια, καὶ τρεῖς λόγους περὶ τῶν ἁγίων εἰκόνων. Εἰσὶ δὲ τὰ μὲν θεολογικὰ αὐτοῦ ἐν τῷ τόπῳ Οὐηρώνης (Verona), οἱ δὲ λόγοι ἐν τῇ πόλει Βασι­λείᾳ Ἐλβετίων, ἃ δὴ ἀνάγνωτε ἀξιῶ, ὅπως τὸ περὶ εἰκόνων, τὸ περὶ ἐπικλήσεως τῶν ἁγίων καὶ ἄλλων πολλῶν πληροφορηθείητε ἀσφαλῶς. Οὐ γὰρ ἴδια λέγει ὁ ἁγιώτατος Ἰωάννης, ἀλλ’ ἐκ τῶν Γραφῶν τὰς μαρτυρίας παράγει, ὡς εὔλογον καὶ ὑμῖν ἀξιούμενον. Οὗτος τοίνυν ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς ἐν τῷ περὶ τῆς ἁγίας Τριάδος αὐτοῦ κεφαλαίῳ η΄ θεολογῶν καὶ ταῦτα λέγει. «Χρὴ γινώσκειν, ὅτι τὸν Πατέρα οὐ λέγομεν ἔκ τινος, λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ πατέρα· τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον, οὐδὲ πατέρα, λέγομεν δὲ αὐτὸν καὶ ἐκ τοῦ Πατρὸς καὶ Υἱὸν τοῦ Πατρός· τὸ δὲ Πνεῦμα τὸ ἅγιον καὶ ἐκ τοῦ Πατρὸς λέγομεν, καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν· ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν, Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν, (εἴ τις γὰρ πνεῦμα Χριστοῦ οὐκ ἔχει, φησὶν ὁ θεῖος ἀπόστολος), καὶ δι’ Υἱοῦ πεφανερῶσθαι, καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν. Ἐνεφύσησε γάρ, φησί, καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ, λάβετε Πνεῦμα ἅγιον. Ὥσπερ ἐκ τοῦ ἡλίου μὲν ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται, αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς ἀκτῖνος καὶ τῆς ἐλλάμψεως, διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις· καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ’ ἡμῶν· τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν, οὔτε ἐκ τοῦ Πνεύματος»[16]. Τούτων τῶν θεσπεσίων λόγων τῆς ἁγίας Ἰωάννου ψυχῆς τί ἄν τις εἴποι σαφέστερον;
Ἀλλὰ μακρὸν ἂν εἴη πάντων συλλέγειν ἑξῆς τὰς φωνάς, αἳ τὸ Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς ἐναργῶς κηρύττουσιν ἐκπορεύεσθαι, ἢ καὶ ἄλλα λέγειν, ἐξ ὧν τοῦτο συνάγομεν, καὶ ὅτι ἄτοπον πάντως τὸ καὶ ἐκ τοῦ Υἱοῦ λέγειν. Πῶς γὰρ ἐννοήσωμεν τό, βαπτιζομένου τοῦ Ἰησοῦ, φάναι τὸν Ἰωάννην, «ὅτι τεθέαμαι Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ’ αὐτόν»;[17] Εἰ μὴ γὰρ ἐκ τοῦ Πατρὸς φαίης μόνου τὸ Πνεῦμα προβεβλῆσθαι, ἀλλὰ καὶ ἐκ τοῦ Υἱοῦ, ἁλώσῃ τὸν ἕνα Χριστὸν διαιρῶν εἰς δύο, κατὰ Νεστόριον, ἵν’ ἐκ τοῦ Υἱοῦ Θεοῦ εἴπῃς καταβαῖνον τὸ Πνεῦμα ἐπὶ τὸν Υἱόν τοῦ ἀνθρώπου. Ὅθεν ἕπεται τὴν ἀλήθειαν ἔχειν, ὅτι τὸ Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ἐν τῷ Υἱῷ μένειν καὶ ἀναπαύεσθαι. Ἀλλ’ οἱ τὴν βασιλικὴν καὶ λείαν ὁδὸν ῥᾳδίως βαίνειν μὴ ἀνεχόμενοι, εἰς ἀνοδίας πάντως ἐκτρέπονται, τὴν μόνην καὶ ἀπλανῆ τῆς ἀληθείας ὁδὸν αὐθεκάστῳ γνώμῃ καταλιπόντες. Πῶς φήσωμεν τὸ ἅγιον Πνεῦμα ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ; Εἰ μὲν ὡς ἐξ αἰτίου, ἰδοὺ δύο αἴτια, καὶ δύο ἀρχαί, Πατὴρ καὶ Υἱός, καὶ διαρχία μᾶλλον ἢ μοναρχία τὸ παρ’ ἡμῖν πρεσβευόμενον. Καὶ οὐχ ἡμέτερον λέγειν, ὅσα τὰ ἄτοπα ἕψεται. Εἰ δ’ ἑτέρως, ὡς ἐκ φεραλλήλου (διὰ τὴν εἰς ἄλληλα τούτων ἀντιπαραχώρησιν) καὶ ὡς ἁπλῶς ἐξαποστελλόμενον, ἔῤῥωται μὲν ὁ νοῦς, ἁμαρτία δὲ καθ’ ἕτερον λόγον. Πρῶτον μὲν τὴν ὑπὸ τῶν ἑπτὰ συνόδων βεβαιωθεῖσαν πίστιν τούτου ἕνεκα τῇ προσθήκῃ παραποιοῦντες, ἔπειτα τὸ ΚΑΙ προσκείμενον, ἴσην τὴν ἐκπόρευσιν δίδωσι νοεῖν ἔκ τε τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, κἂν Λατῖνοι ἄλλως νοοῦσι. Χρὴ δὲ μὴ μόνον ὀρθῶς φρονεῖν, ἀλλὰ μηδὲ σκανδαλίζειν ἄλλους. Εἰ γὰρ ὁ ἕνα σκανδαλίζων φρικτῆς ἄξιος ἐκρίθη κολάσεως παρὰ τοῖς εὐαγγελίοις, οἱ τὴν οἰκουμένην ἀρχῆθεν πρῶτον σκανδαλίσαντες ποίας ἐκφεύξονται τιμωρίας;
Εἰ δέ τινες προφασίζονται, πῶς οὐχ οἱ τυχόντες πρῶτον εἶπον, ἵνα τὸ ῥηθὲν σκάνδαλον νοήσωμεν, ἀλλ’ Ἀμβρόσιος καὶ Αὐγουστῖνος καὶ Ἱερώνυμος, ἄνδρες ἱεροὶ καὶ πίστεως ἄξιοι, εἰρήκασιν ἐν τοῖς αὐτῶν λόγοις, ἀπολογητέον αὐτοῖς προ­φάσεις προφασιζομένοις ἐν ἁμαρτίαις, ὡς ἢ νενοθεύκασι τὰς τούτων συγγραφάς, ἢ κατ’ οἰκονομίαν ἴσως εἰρήκασιν, ᾗ καὶ Ἀθανάσιος κατὰ Ἀρειανῶν διαλεγόμενος, Βασίλειός τε καὶ ἄλλοι τῶν ἁγίων, ἀλλ’ ἀπαντῶντες συμφερόντως καὶ ἀναγκαίως ἐχρήσαντο, ἢ καὶ τῆς ἀκριβείας, ὡς ἄνθρωποι, παρεσύρησαν. «Λογισμοὶ γὰρ ἀν­θρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν»[18]. Ὃ δὴ πολλοὶ πεπόνθασι τῶν μεγάλων ἔν τισιν, ὡς ὁ Ἀλεξάνδρειας Διονύσιος, Μεθόδιος ὁ Πατάρων, Πιέριος, Πάμφιλος, Θεόγνωστος, Εἰρηναῖος ὁ Λουγδούνων, Ἱππόλυτος ὁ μαθητὴς αὐτοῦ καὶ ἄλλοι. Τινὰς γὰρ ῥήσεις αὐτῶν οὐκ ἀποδεχόμεθα, καίπερ τἄλλα σφόδρα θαυμάζοντες. Ἔστω τοίνυν εἰπεῖν καὶ συγχωρείσθω τοῦτο, ὅτι οἱ τρεῖς αὐτοὶ εἶπον, οἱ Ῥωμαῖοι λέγουσι. Πλὴν τὶς εἶδε κατὰ τίνων γράφοντες καὶ τὶ ἐκριζοῦν ἐθέλοντες, ταῖς τοιαύταις ἀκάνθαις ἐνέπεσον καὶ τὸν νοῦν ἐνεπάρησαν, ἐφελκόμενοι πρόσω κατὰ Πνευματομάχων ἢ Υἱομάχων τινῶν τυχὸν ἢ κακίστην καὶ χείρονά τινα εἰσαξάντων γνώμην.
Τοῦτο δέ, τὸ καὶ ἐκ τοῦ Υἱοῦ τὸ ἅγιον Πνεῦμα ἐκπορεύεσθαι, οἱ τῶν ἑπτὰ συνόδων δισχίλιοι, ὡς εἴπομεν, οὐκ ἐγνωμάτευσαν· ὧν δὴ τὸν ὅρον τῆς πίστεως οἱ πρόεδροι καὶ λαμπτῆρες τῆς Ῥωμαικῆς Ἐκκλησίας ἀναντιῤῥήτως συνεψηφίσαντο, οἶμαι δὲ καὶ οἱ τρεῖς, οὓς προειρήκαμεν, ἀληθῶς συγκατέθεντο. Ἀλλὰ καὶ δόγμα κοινὸν ἐτέθη, μήτ’ ἀφαιρεθῆναι τοῦ ὅρου τῆς πίστεως, μήτε μὴν προστεθῆναι. Ὁ δὲ ὅρος, ἤτοι τὸ σύμβολον, κηρύττει· «καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον», καὶ τὰ λοιπά.
Καὶ ὁ θεῖος Γρηγόριος ὁ Διάλογος, οὐ πολὺ μετὰ τὴν ἕκτην σύνοδον ἀκμάσας, ῥωμαϊκῇ φωνῇ καὶ γράμμασιν ἐθεολόγησεν, ἐκ τοῦ Πατρὸς μόνου προβάλλεσθαι τὸ Πνεῦμα τὸ ἅγιον. Ζαχαρίας δέ, ριε΄ ἔτεσιν ὕστερον, τὰ συγγράμματα τούτου ἑρμηνεύων δι’ ἑλληνίδος φωνῇς, «τὸ παράκλητον Πνεῦμα, φησίν, ἐκ τοῦ Πατρὸς προέρχεται καὶ ἐν τῷ Υἱῷ μένει», παρὰ τοῦ Προδρόμου τοῦτο μαθών, ἰδόντος τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν.
Λέων δὲ καὶ Βενέδικτος, οἱ μεγάλοι Ῥώμης ἐς ὕστερον ἀρχιερεῖς, ἑλληνιστὶ κατὰ τὴν ἱερὰν μυσταγωγίαν ἐκφωνεῖσθαι τὸ σύμβολον τῆς πίστεως ἐν τῇ Ῥώμῃ καὶ ἄλλαις ὑπὸ ταύτην ἐκκλησίαις ἐνομοθέτησαν, ἵνα μὴ τὸ στενὸν τῆς διαλέκτου, ὡς λέγεται, πρόφασιν παρέχῃ ἁμαρτίας. Ἦν δὲ τὸ σύμβολον τῆς δευτέρας συνό­δου τῆς οἰκουμενικῆς, ἐν ᾧ ἐσαφηνίσθη παρὰ τῶν ἁγίων πατέρων, «καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν· προσδοκῶ ἀνάστασιν νεκρῶν, καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος, ἀμήν». Ὁ αὐτὸς δὲ Λέων καὶ τὸ θησαυροφυλάκιον τῆς ἀποστολικῆς Ἐκκλησίας Ῥωμαίων ἀνοίξας, ἀσπίδας δύο, τοῖς ἱεροῖς κειμηλίοις συναποτεθησαυρισμένας, ἐξήνεγκεν, ἑλληνικοῖς καὶ <λατινικοῖς> γράμμασι καὶ ῥήμασιν ἐχούσας τὴν εὐσεβῆ τῆς πίστεως ἔκδοσιν ταύτην, καὶ ἐνώπιον ὑπαναγνωσθῆναι τοῦ ῥωμαϊκου πλήθους ἐδικαίωσεν.
Ἀλλὰ καὶ μέχρι τοῦ εὐσεβοῦς Κωνσταντινουπόλεως Σεργίου οἱ Ῥώμης ἀρχιε­ρεῖς, ἐν ἀρχῇ τῆς ἱερωσύνης αὐτῶν συστατικὴν τῆς ἑαυτῶν θρησκείας ἐκπέμποντες ἐπιστολὴν εἰς πάντας τοὺς Πατριάρχας, τὸ σύμβολον τῆς πίστεως αὐτὸ ἀπαραλλάκτως ἐνέθετον. Ἀλλὰ τί δεῖ τὰ πολλὰ λέγειν; Ὁ Υἱὸς καὶ δεσπότης Χριστὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι νομοθετεῖ καὶ μυσταγωγεῖ, οὐδόλως δὲ καὶ ἐξ αὐτοῦ. Ἄλλον οὖν διδάσκαλον κρείττονα μὴ ἐπιζητήσῃ τις ἀξιῶ, εἰ μὴ τὸ σκάνδαλον ἐθέλει καὶ τὴν λογομαχίαν διακενῆς· οὐδόλως γὰρ συλλογήσεται, κἂν πολλὰ σοφίσηται προφέρων τυχὸν τὸ «ὅταν δὲ ἔλθῃ ὁ παράκλητος», τὸ «ἐκ τοῦ ἐμοῦ λήψεται», τὸ «ἐνεφύσησε καὶ λέγει αὐτοῖς», τὸ «ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ», τὸ «Πνεῦμα Κυρίου ἐπ’ ἐμέ», καὶ εἴ τι ὅμοιον φέρεται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις. Μακρὰν γὰρ ἀπέχουσι τοῦ τοιούτου σκοποῦ, ἄλλως ἐξηγούμενα παρὰ τῶν οἰκουμενικῶν μεγάλων θείων διδασκάλων, ὡς ἐθεασάμεθα καὶ πληροφορίαν ἐλάβομεν. Καὶ ταῦτα πάντα, ὡς ἐν συντόμῳ εἰπεῖν, σχέσεώς εἰσιν ἐμφαντικὰ καὶ οἰκειότητος, οὐκ ἐκπορεύσεως δηλωτικά. Ἐντεῦθεν γὰρ ἡ συμφυΐα δείκνυται καὶ τὸ ὁμότιμον τῶν τριῶν ὑποστάσεων.
Ἄφετε τοίνυν πρὸς Θεοῦ, ἄφετε τὸ προφέρειν λόγους τούτου ἕνεκα ἀληθείας μακράν, καὶ τὸ εὐσεβὲς δόγμα λάβετε, ὡς ἐσαφηνίσαμεν, ἐκ τοῦ Πατρὸς γινώσκοντες τὸ Πνεῦμα ἐκπορευόμενον. Καὶ οὕτως ὦμεν περὶ τούτου φίλοι καὶ ἀδελφοὶ ἐν Χριστῷ, μένοντες τῇ Ὀρθοδοξίᾳ κοινῶς, ἀῤῥαγῆ φυλάττοντες τὴν ὁμολογίαν τῆς πίστεως καὶ ἀσάλευτον καὶ βεβαίαν, αἰδούμενοι τοὺς ἁγίους πατέρας, καὶ Χριστὸν αὐτὸν φοβούμενοι, οὕτω θεολογήσαντα περὶ τοῦ ἁγίου Πνεύματος ῥητῶς, ὡς εἴπομεν. Καὶ μὴ δόξης ἀνθρωπίνης τυχὸν χάριν εὐλαβούμενοι, προδώσητε τὴν εὐσέβειαν καὶ σωτηρίαν ὑμῶν, καὶ διδαχθέντες πῶς ἔχει περὶ τού­του τὸ ἀληθές, κηρυξάντων ἁγίων τοσούτων καὶ τηλικούτων. Ταῦτα γὰρ τὴν ὑμετέραν ἀγάπην ἀφιλονείκως ὑπεμνήσαμεν καὶ ἀναμφιβόλως καὶ σὺν Θεῷ εὐσεβῶς. Αὐτὸς δὲ ὁ Παράκλητος, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, πρὸς τὸ ἑαυτοῦ θέλημα ἐν ἐλπίδι καὶ πίστει τοὺς λογισμοὺς ἑδράσοι, πρός τε τὰς τοῦ Χρι­στοῦ ἐντολὰς ἐκπληροῦν, καὶ ὀρθῶς καὶ περὶ τούτου καὶ πάντων ἄλλων φρονεῖν εὐθύνοι, ἵν’ οὕτω καὶ νοήμασιν ὀρθοῖς καὶ πράξεσιν ἀγαθαῖς τῇ πανταιτίῳ Τριάδι εὐαρεστοῦντες, τῆς ἀποκειμένης μακαριότητος τοῖς Ὀρθοδόξοις ἐπιτύχοιτε, χάριτι Χριστοῦ, ᾧ δόξα πρέπει, κράτος καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Δετε τό Β΄ Μέρος στήν στοσελίδα:
καί τό Γ΄ (τελευταῖο) Μέρος στήν στοσελίδα:




[1] Ἡσ. 61,1, Λουκ. 4,18.
[2] Ἰω. 15,26.
[3] Ἰω. 15,26.
[4] Τίτ. 3,5.
[5] Πράξ. 2,33.
[6] MPG 26, 533.
[7] Ῥωμ. 1,20.
[8] Ἰω. 10,30.
[9] Ἰω. 17,10.
[10] Ῥωμ. 8,9.
[11] Γαλ. 4,6.
[12] Γαλ. 1,9.
[13] Κολ. 2,8.
[14] MPG 31,616.
[15] MPG 3, 641.
[16] MPG 946, 832/3.
[17] Ἰω. 1,32.
[18] Σοφ. Σολ. 2,14.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου