γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 23 Μαρτίου 2016

Ιερεμίου Πατριάρχου, Απόκρισις Β΄ (1579 μ.Χ.), Μέρος Γ΄


ΙΕΡΕΜΙΟΥ Β΄ ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝ/ΛΕΩΣ
ΠΡΟΣ ΛΟΥΘΗΡΑΝΟΥΣ ΘΕΟΛΟΓΟΥΣ ΑΠΟΚΡΙΣΙΣ Β΄
1579 μ.Χ.

ΜΕΡΟΣ Γ΄ - ΤΕΛΕΥΤΑΙΟΝ
Δετε
τό Α΄ Μέρος στήν στοσελίδα:
καί τό Β΄ Μέρος στήν στοσελίδα:

5. Περὶ ἐπικλήσεως τῶν Ἁγίων. Πρὸς τὸ πέμπτον δέ, τὸ περὶ ἐπικλήσεως τῶν Ἁγίων, λέγετε μὲν μιμεῖσθαι ἐκείνων τὴν πίστιν, τὴν καρτερίαν καὶ εἴ τι σωτή­ριον, ἀποφάσκετε δὲ τὴν ἐπίκλησιν τὴν πρὸς αὐτούς, καὶ ἔντευξιν τούτων πρὸς Θεόν, καὶ τὸ προσκυνεῖν αὐτοῖς ἢ ταῖς αὐτῶν εἰκόσιν, ἢ τιμᾶν ναοῖς καὶ ἀναθήμασι, φοβούμενοι μὴ τὴν μόνην Θεῷ ὀφειλομένην τιμὴν ἐπὶ κτίσματα μεταφέρητε.

Δι’ ἃ δὴ καὶ λέγομεν σὺν Θεῷ, ὅτι δεῖ τοὺς ἁγίους ἐπικαλεῖσθαι, ὅτι καὶ βοηθεῖν δύνανται, καὶ τούτου ἕνεκά εἰσι πολλὰ εἰς ἀπόδειξιν. Καὶ πρῶτον ἀνάγνωτε ῥήματα Θεοῦ ἐν μβ΄ κεφαλαίῳ τοῦ Ἰώβ. «Ἐγένετο μετὰ τὸ λαλῆσαι τὸν Κύριον πάντα τὰ ῥήματα ταῦτα τῷ Ἰώβ, εἶπεν ὁ Κύριος Ἐλιφὰζ τῷ Θαμανίτῃ· ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδέν, ὥσπερ ὁ θεράπων μου Ἰώβ· νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς, καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ἰώβ, καὶ ποιήσει κάρπωσιν ὑπὲρ ὑμῶν· Ἰὼβ δὲ ὁ θεράπων μου εὔξεται ὑπὲρ ὑμῶν»[1], καὶ τὰ ἑξῆς. Μανθάνομεν οὖν ἐντεῦθεν, ὅτι οἱ δίκαιοι προΐστανται καὶ εὔχονται ὑπὲρ ἡμῶν· οὐ μόνον δὲ οἱ ἐν ζῶσιν, ἀλλὰ καὶ οἱ τεθνηκότες, ὡς ὁ ῥιφθεὶς νεκρὸς ἐπὶ τὸν τάφον Ἐλισσαίου, ὡς Βασιλειῶν Δ΄ κεφ. ιγ΄, καὶ ὅτι ἡ τοῦ Χριστοῦ Ἐκκλησία ζῶντας τοὺς ἁγίους λέγει ὡς ἐν ζωῇ καὶ χειρὶ Θεοῦ, ὁ δὲ θάνατος αὐτῶν ἦν ὕπνος· ἐκοπίασαν γὰρ εἰς τὸν νῦν αἰῶνα, καὶ ζήσονται εἰς τέλος. Ζωὴ γάρ ἐστιν ὁ Θεός, καὶ οἱ ἐν χειρὶ Θεοῦ ὄντες, ἐν ζωῇ ὑπάρχουσιν. Ὅτι δὲ διὰ τοῦ νοῦ καὶ τοῖς σώμασιν αὐτῶν ἐνῴκησεν ὁ Θεός, φησὶν ὁ θεῖος ἀπόστολος, «οὐκ οἴδατε, ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἐνοικοῦντος ἐν ὑμῖν ἁγίου Πνεύματός ἐστι;»[2]. Πῶς οὖν οὐ τιμητέον τοὺς ἐμψύχους ναοὺς τοῦ Θεοῦ; Οὗτοι ζῶντες, ἐν παῤῥησίᾳ τῷ Θεῷ παρεστήκασι· πηγὰς ἡμῖν σωτηρίους ὁ Χριστὸς πολλὰς ἀνέῳξεν· δι’ ἐπικλήσεως ἁγίων δαίμονες ἀπελαύνονται, νόσοι φυγαδεύονται, πειρασμοὶ λύονται. Καὶ ἡ δόσις ταύτῃ ἡ ἀγαθὴ ἄνωθεν δι’ ἀγγέλων ἀγαθῶν, εὐθὺς πεμπομένων τοῖς ἐπικαλουμένοις τὰ ὀνόματα αὐτῶν.
Ἀλλὰ καὶ τὰ τούτων ἅγια λείψανα πολυτρόπως τὰς εὐεργεσίας πηγάζουσι. Καὶ μηδεὶς ἀπιστείτω. Εἰ γὰρ ἐξ ἀκροτόμου πέτρας ὕδωρ ἐν ἐρημῶ ἐπήγασε, καὶ ἐκ σιαγόνος ὄνου ὕδωρ τῷ Σαμψὼν διψῶντι, ἐκ μαρτυρικῶν λειψάνων τοιαῦτα γίνεσθαι ἄπιστον; οὐδαμῶς, τοῖς εἰδόσι τὴν τῶν ἁγίων δύναμιν παρὰ Θεοῦ καὶ τὴν τιμήν.
Τιμητέον οὖν τοὺς ἁγίους, ὡς φίλους Θεοῦ, ὡς τέκνα καὶ κληρονόμους, ὥς φησιν ἡ θεολόγος φωνή· «ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι»[3]. Ὥστε οὐκ εἰσὶ δούλοι, ἀλλ’ υἱοὶ καὶ κληρονόμοι. Πόσα ἄν τις ἔκαμεν, ἵνα προστάτην τις ἕνα εὕρῃ θνητῷ βασιλεῖ, ὑπὲρ αὐτοῦ λόγους ποιούμενον; Τοὺς οὖν προστάτας τοῦ χριστιανικοῦ γένους παντός, τούς τῷ Θεῷ ὑπὲρ ἡμῶν ἐντεύξεις ποιουμένους, οὐ τιμητέον; Ναὶ τιμητέον, ναοὺς ἐγείροντας τῷ Θεῷ ἐπὶ τῷ τούτων ὀνόματι, πάντως εἰς δόξαν Θεοῦ, καρποφορίας προσάγοντας, τὰς τούτων μνήμας γεραίροντας πνευματικῶς καὶ θείως, καὶ οἷς Θεὸς θεραπεύε­ται, οἵ τε τούτου θεράποντες εὐφραίνονται ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Εἰκόνας αὐτοῖς ἐγείρωμεν, ἔμψυχοι γὰρ εἰκόνες τῆς ἀρετῆς οὗτοι, καὶ τὴν ἀρετὴν αὐτῶν μιμησώμεθα. Τὴν Θεοτόκον οὐχ ὡς Θεόν, ἄπαγε, ἀλλ’ ὡς κυρίως Θεοῦ μητέρα καὶ ἀληθῶς τιμήσωμεν· τὸν προφήτην Ἰωάννην, ὡς πρόδρομον καὶ βαπτιστήν, ἀπόστολόν τε καὶ μάρτυρα· τοὺς λοιποὺς ἀποστόλους, ὡς αὐτόπτας αὐ­τοῦ καὶ τῶν αὐτοῦ· τοὺς μάρτυρας Κυρίου ἐκ παντὸς τάγματος ὡς στρατιώτας Χριστοῦ καὶ τὸ αὐτοῦ πεπωκότας ποτήριον, καὶ κοινωνοὺς τῶν παθημάτων καὶ τῆς δόξης αὐτοῦ. Τούτων τὴν πολιτείαν δὲ ζηλώσωμεν, τὴν πίστιν, τὴν ἀγάπην, τὴν ἐλπίδα, ἵνα καὶ τῶν τῆς δόξης στεφάνων αὐτοῖς κοινωνήσωμεν.
Ἢν δὲ καὶ τὰς εἰκόνας αὐτῶν προσκυνῶμεν, μηδεὶς καταμεμφέσθω· καὶ ἀλλήλους γὰρ προσκυνοῦμεν, ὡς κατ’ εἰκόνα Θεοῦ· καὶ ὅτι καὶ ὁ θεῖος Βασίλειος, «ἡ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει», λέγει. Καὶ ὁ Μωσαϊκὸς λαὸς τῇ σκηνῇ κύκλωθεν προσεκύνει, εἰκόνα φερούσῃ τῶν ἐπουρανίων καὶ ὅλης τῆς κτίσεως· «εἶπε γὰρ ὁ Θεὸς τῷ Μωϋσῇ, ὅρᾳ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει»[4], καὶ τὰ ἑξῆς. Ἀλλά, φησίν, ὁ αὐτὸς εἶπε· «Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις», καὶ «οὐ ποιήσεις πᾶν ὁμοίωμα»[5]. Ναὶ ἀληθῶς πάντα ταῦτα Θεοῦ νομοθεσίαι. Ἀλλ’ ὁ τοῦτο διδάσκων Θεὸς ἐδίδαξεν ἡμᾶς ἐν τῷ Δευτερονομίῳ. «Καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός», καὶ λοιπὰ ἄχρι τό, «οὐ προσκυνήσεις αὐτοῖς καὶ οὐ λατρεύσεις»[6]. Ἐξ ὧν μανθάνομεν, ὡς εἷς ἐστιν ὁ σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα, μηδὲ προσαγαγεῖν τὴν τῆς λατρείας προσκύνησιν ἄλλῳ ἢ μόνῳ τῷ Θεῷ· διὸ πανταχοῦ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν. Οἴδαμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοί, ὅτι μόνῳ Θεῷ ὀφείλεται ἡ τιμή, ἀλλὰ σχέσις λατρείας πολὺ διαφέρουσι, καὶ ὅσον τῆς ἀληθείας τὸ ψεῦδος εἰπεῖν. Ὅθεν σχετικῶς προσκυνοῦμεν τὰς ἁγίας εἰκόνας, λατρευτικῶς δὲ τὸν Θεὸν μόνον.
Ὅτι δὲ οἱ ἅγιοι δύνανται πολλά, θεοὶ ὄντες χάριτι, ὡς καὶ ὁ ψάλτης λέγει, «ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν»[7], «τὰς ἀξίας διαιρῶν», ὡς ἑρμηνεύει ὁ θεῖος Γρηγόριος[8], καὶ ὅτι «ζῶντες πεπληρωμένοι ᾖσαν Πνεύματος ἁγίου, καὶ τελευτησάντων αὐτῶν, ἡ χάρις τοῦ ἁγίου Πνεύματος ἀνεκφοιτήτως ἔνεστι καὶ ταῖς ψυχαῖς αὐτῶν καὶ τοῖς σώμασι καὶ τοῖς τάφοις καὶ τοῖς χαρακτῆρσι καὶ ταῖς ἁγίαις εἰκόσιν αὐτῶν»[9], πιστόν. Οὐκ οἶδε Σολομὼν τὸν διαγορεύοντα θεῖον νόμον, τὸν «οὐ ποιήσεις πᾶν ὁμοίωμα»; Πῶς ᾠκοδόμησε τὸν ναόν, καὶ χερουβίμ, ὥς φησιν ἡ βίβλος τῶν Βασιλειῶν, ἐποίησε, καὶ βόας καὶ λέοντας καὶ ὅσα τοιαῦτα[10]. Οὐ πολλῷ οὖν τιμιώτερον, πάντας τοὺς τοίχους οἴκου Κυρίου κοσμεῖν ἁγίων μορφαῖς, ἤπερ ἀλόγων καὶ δένδρων, καὶ κολάψαι γλυπτὰ καὶ φοίνικας καὶ ὅσα ὅμοια; Βί­βλοι ἀνεῳγμέναι πρὸς ἀνάμνησιν Θεοῦ καὶ τιμὴν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις Θεοῦ αἱ ἅγιαι εἰκόνες εἰσίν. Ὁ γὰρ τιμῶν τὸν μάρτυρα, τὸν Θεὸν τιμᾷ καὶ τοὺς λοιπούς· καί ὁ τὴν μητέρα τοῦ Υἱοῦ, αὐτὸν πάντως τὸν Ἰησοῦν. Οὐδεὶς γὰρ Θεὸς παρ’ ἡμῖν ἄλλος, εἰ μὴ εἷς, ὁ ἐν Τριάδι γνωριζόμενός τε καὶ λατρευόμενος. Ἂν γὰρ λέγωμεν, «ἅγιε Ἰωάννη, πρέσβευε ὑπὲρ ἡμῶν», καὶ «ὑπεραγία Θεοτόκε», καὶ «ἅγιοι ἄγγελοι», ἀλλὰ πρὸ πάντων ἐπιβοώμεθα, «Κύριε τῶν δυνάμεων μεθ’ ἡμῶν γενοῦ· ἄλλον γὰρ ἐκτός σου βοηθὸν ἐν θλίψεσιν οὐκ ἔχομεν, Κύριε τῶν δυνάμεων, ἐλέησον ἡμᾶς». Ὁρᾶτε τῆς Ἐκκλησίας τὸν ἀληθέστατον καὶ τέλειον σκο­πόν, πῶς τὸν Θεὸν ἐλθεῖν βοηθὸν ἐπικαλεῖται καὶ τὸ ἔλεος αὐτοῦ; Αὐτὸς γάρ ἐστιν ὁ μακάριος καὶ μόνος δυνάστης, ὡς γέγραπται.
Ἔτι προφέρετε τὸν ἅγιον Ἐπιφάνιον[11] τὰς θείας ἀθετῆσαι εἰκόνας, δῆθεν γράφοντα κατὰ Κολλυριδιανῶν, τῶν τῇ Μαρίᾳ προσφερόντων καὶ ἀθέως ποιούντων· οὐ γὰρ Θεὸς ἡ Παρθένος, οὐδεὶς χριστιανῶν εἴπῃ, τιμία δὲ καὶ ἁγία καὶ δούλη Θεοῦ, ὡς αὐτὴ λέγει περὶ ἑαυτῆς· «ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου». Πλὴν ἀληθῶς Θεοτόκος ἡ ἁγία Μαρία, ὡς καταξιωθεῖσα ἐν κόλποις ἰδίοις ὑποδέξασθαι τὸν Υἱόν τοῦ Θεοῦ καὶ Θεόν. Ὁ γὰρ πρὸ αἰώνων τὴν ὕπαρξιν ἔχων, ἐκ ταύτης τῆς γυναικὸς ἐγεννήθη, καὶ Θεὸς καὶ ἄνθρωπος ἐφάνη ἡμῖν. Ὅθεν κυρίως καὶ ἀληθῶς Θεοτόκος ἡ ἁγία Μαρία ἡ ἀειπάρθενος, καὶ οὐ Θεός· ἄλλον γὰρ Θεόν, πλὴν τοῦ ἐν Τριάδι ὑμνουμένου ἀληθινοῦ Θεοῦ, οἱ χρι­στιανοὶ οὐ γινώσκομεν. Γνῶτε οὖν, ὡς ὁ λόγος αὐτός, ὁ κατὰ Κολλυριδιανῶν, εἰ καὶ ἀνατρέπει κακίστην αἵρεσιν, ὡς εἴπομεν, ἀλλ’ οὐκ εἰκονομαχίαν εἰσάγει. Καὶ τὸ καλόν, οὐ καλόν, ὅταν μὴ καλῶς γίνηται. Ὅθεν καὶ πρὸ ἡμῶν ὁ θεῖος Ἰωάν­νης ὁ Δαμασκηνός, ἐν λόγῳ αὑτοῦ δευτέρῳ περὶ εἰκόνων[12], ταῦτα φωράσας ὡς νόθα, νενοθευμένα καὶ πεπλασμένα, ἐξήλεγξε καὶ ἀνέτρεψε· διὸ καί φησιν. «Εἶδε λέγεις τὸν μακάριον Ἐπιφάνιον τρανῶς τὰς παρ’ ἡμῖν ἀπαγορεῦσαι εἰκόνας, γνῶθι, ὡς ἐπίπλαστος ὁ λόγος, ἄλλου τινὸς τῷ τοῦ θείου Ἐπιφανίου χρησαμένου ὀνόματι, οἷα πολλὰ συμβαίνει γίνεσθαι, ἢ Ἐπιφανίδου τοῦ αἱρετικοῦ· οὐ γὰρ τοῖς συμπατράσιν ὁ πατὴρ μάχεται· ἑνὸς γὰρ ἁγίου Πνεύματος μέτοχοι πάντες γεγόνασι. Καὶ μάρτυς ἡ αὐτοῦ Ἐκκλησία, εἰκόσι καλλωπιζομένη, ἕως οὗ ὁ ἄγριος καὶ ἀνήμερος Λέων ὁ Ἴσαυρος ἔβρυξε καὶ τὴν Χριστοῦ διετάραξεν Ἐκκλησίαν, καὶ ἄλλοι κατ’ αὐτῆς ἀντεπανέστησαν καὶ τὴν Χριστοῦ διετάραξαν ποίμνην, ποτίσαι τὸν λαὸν τοῦ Θεοῦ ἐπιχειρήσαντες ἀνατροπὴν θολεράν», καὶ τὰ ἑξῆς.
Καὶ ὅτι μὲν δεῖ προσκυνεῖν τὰς ἁγίας εἰκόνας ἀποδέδεικται, σχετικῶς, ὡς εἴπομεν, οὐ λατρευτικῶς. Ὅτι δὲ καὶ δέησις εἰσακούεται ἁγίων, καὶ ἔτι ἀνάγνωτε Δ΄ Βασιλειῶν ἐν κεφ. ιη΄ καὶ ιθ΄. Ἔλεγε, φησίν, ὁ Σεναχρεὶμ διὰ τοῦ Ῥαψάκου, «μὴ ἀπατάτω σε ὁ Θεός, ἐφ’ ᾧ πέποιθας». Τηνικαῦτα παρακατιών· καὶ γὰρ ἔλεγεν ὁ Θεός, «ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαυῒδ τὸν παῖδά μου»[13]. Καὶ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ὁ Θεὸς ἀφῆκεν ἄλλους παρακαλεῖν· καὶ τοῦτο παρασκευάζει, ὅπερ καὶ ἐπὶ τοῦ Μωϋσέως γέγονε. Καὶ γὰρ ἐκείνῳ, φησίν, ἄφες ἐξαλείψω αὐτούς, ἵνα αὐτὸν ἐμβάλῃ εἰς τὴν ἐκείνων ἱκετηρίαν. Ἐποίει δὲ τοῦτο, οὐκ αὐτὸς παρακλήσεως δεόμενος, ἀλλ’ ἵνα ἡμεῖς μὴ ἁπλῶς σωζόμενοι φαυλότεροι καταστῶμεν. Διὰ τοῦτο καὶ χάρισμα εὐχῆς ἐδίδου, ὡς Παῦλος λέγει, «αὐτὸ τὸ Πνεῦμα ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις»[14]. Διὰ τοῦτο πολλάκις τὸν Δαυῒδ καὶ τὸν δεῖνα, φησίν, αὐτοῖς καταλλάττεσθαι, τούτῳ κατασκευάζων τὴν καταλλαγήν. Διὰ τοῦτο καὶ τῷ Ἱερεμίᾳ ἔλεγε, μὴ ἀξίου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου, οὐχὶ παῦσαι αὐτὸν θέλων ἀξιοῦντα, πολὺ γὰρ τῆς σωτηρίας ἡμῶν ἐπιθυμεῖ, ἀλλ’ ἐκείνους φοβῆσαι· ὅπερ καὶ ὁ προφήτης συνιδὼν οὐκ ἐπαύσατο ἀξιῶν.
Ἀλλὰ καὶ ὁ πολὺς τὴν σοφίαν Κύριλλος, ἐξηγούμενος τὸν προφήτην Δανιὴλ λέγει, ὅτι καὶ μεσιτεία ἔσται τότε ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου, καὶ ἀγγέλων δεηθησομένων ὑπέρ τινων, καὶ ἁγίων καὶ τῆς κυρίας τοῦ κόσμου οὐχ ἥκιστα, Πλὴν οὐχ ὑπὲρ πάντων ἁπλῶς, οὐδ’ ὑπέρ τινος ἐν ἁμαρτίαις θανόντος, οὔμενουν· κατέκλεισε γὰρ ὁ Θεὸς τοῖς τοιούτοις καθάπαξ τὸ ἑαυτοῦ ἔλεος. Διὸ καὶ ἀπεφήνατο κατ’ αὐτῶν οὑτωσί. Ἐὰν στῇ Νῶε καὶ Ἰὼβ καὶ Δανιήλ, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας οὐ μὴ ἐξέλωνται, ἀλλ’ ὑπὲρ μόνων ἐκείνων ἱκετεύσουσι πάντες, ὑπὲρ ὧν ἔσονται καὶ αἱ πρεσβεῖαι δεκταί, ἤγουν τῶν ἐν μετανοίᾳ μὲν φθασάντων μεταλλάξαι τὸν βίον, οὔπω δὲ τὰς τῶν ἁμαρτημάτων κηλῖδας δυνηθέντων τελείως ἐκπλῦναι· καὶ ἔτι· ναὶ καὶ ἔτι τῆς κρίσεως ἱσταμένης· μετὰ δὲ τὸ λυθῆναι τὸ θέατρον καὶ ἕκαστον ἀπαχθῆναι εἰς τὸν ἴδιον τόπον μεσιτεία οὐκ ἔσται. Ἀλλὰ καὶ γίνεται καὶ νῦν δι’ ἱερέων μεσιτευόντων καὶ δικαίων δούλων Θεοῦ, ἰσχυόντων πολλά.
Ἀλλὰ καὶ ὁ θεῖος Ἰωάννης ὁ Δαμασκηνὸς ἐν τῷ τρίτῳ λόγῳ αὐτοῦ τῷ περὶ εἰκόνων[15] φησί. «Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς ὁ Θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ Υἱὸν καὶ Λόγον αὑτοῦ, εἰκόνα αὑτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον, χαρακτῆρα τῆς αὐτοῦ ἀϊδιότητος. Ἐποίησέ τε τὸν ἄνθρωπον κατ’ εἰκόνα αὐτοῦ καὶ καθ’ ὁμοίωσιν. Καὶ Ἀδὰμ εἶδε Θεόν, καὶ ἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινόν, καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ. Καὶ Ἰακὼβ εἶδε καὶ ἐπάλαισε μετὰ τοῦ Θεοῦ. Δῆλον δὲ ὅτι ὡς ἄνθρωπος ἐφάνη αὐτῷ ὁ Θεός. Καὶ Μωϋσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε. Καὶ Ἡσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου. Καὶ Δανιὴλ ὁμοίωμα ἀνθρώπου εἶδε, καὶ ὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν παλαιὸν τῶν ἡμερῶν. Καὶ οὐ φύσιν Θεοῦ εἶδέ τις, ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι· ἔμελλε γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ὁ ἀόρατος, ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵνα ἑνωθῇ τῇ φύσει ἡμῶν καὶ ὁραθῇ ἐπὶ τῆς γῆς. Προσεκύνησαν οὖν πάντες οἱ ἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος, καθὼς καὶ Παῦλός φησιν ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους κεφ. ια΄. «Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἴδοντες καὶ ἀσπασάμενοι» [16]. Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι’ ἐμὲ ὀφθέντος σαρκὸς φύσει; καὶ προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως; Εἶδεν Ἀβραὰμ οὐ φύσιν Θεοῦ, Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, ἀλλ’ εἰκόνα Θεοῦ, καὶ πεσὼν προσεκύνησεν. Εἶδεν Ἰησοῦς ὁ τοῦ Ναυῆ οὐ φύσιν ἀγγέλου, ἀλλ’ εἰκόνα· φύσις γὰρ ἀγγέλου σωματικοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς, καὶ πεσὼν προσεκύνησεν. Ὁμοίως καὶ Δανιήλ. Ἄγγελος δὲ οὐ Θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος Θεοῦ καὶ παραστάτης· προσεκύνησε δὲ οὐχ ὡς Θεῷ, ἀλλ’ ὡς Θεοῦ παραστάτῃ καὶ λειτουργῷ. Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ; καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ’ ὡς εἰκόσι φίλων Θεοῦ; Οὔτε γὰρ Ἰησοῦς, οὔτε Δανιήλ, ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις. Οὐδὲ ἐγὼ ὡς Θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς εἰκόνος καὶ τῶν ἁγίων τῷ Θεῷ προσ­άγω τὴν προσκύνησιν καὶ τὴν τιμήν, δι’ ὃν καὶ τοὺς αὐτοῦ φίλους σέβω καὶ δι’ αἰδοῦς ἄγω. Οὐχ ἡνώθη φύσει ἀγγέλων ὁ Θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων. Οὐκ ἐγένετο ὁ Θεὸς ἄγγελος, ἐγένετο δὲ ὁ Θεὸς φύσει καὶ ἀληθείᾳ ἄνθρωπος· «οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται». Οὐκ ἐγένετο φύσις ἀγγέλων, υἱὸς Θεοῦ καθ’ ὑπόστασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου· Υἱὸς Θεοῦ καθ’ ὑπόστασιν· οὐ μετέσχον ἄγγελοι, οὐδὲ ἐγένοντο θείας κοινωνοὶ φύσεως, ἀλλ’ ἐνεργείας καὶ χάριτος. Ἄνθρωποι δὲ μετέχουσι, καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστου τὸ ἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον. Θεότητι γὰρ καθ’ ὑπόστασιν ἥνωται, καὶ δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳ ὑφ’ ἡμῶν σώματι τοῦ Χριστοῦ ἡνωμένως καθ’ ὑπόστασιν εἰσὶν ἀδιασπάστως. Καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματικῶς· μᾶλλον δὲ ἀμφοῖν κατ’ ἄμφω, οὐ καθ’ ὑπόστασιν ταυτιζόμενοι· ὑφιστάμεθα γὰρ πρῶτον, καὶ τότε ἑνούμεθα κατὰ συνανάκρασιν τοῦ σώματος καὶ τοῦ αἵματος. Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλικρινῆ τὴν ἕνωσιν; Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένη, διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ’ εὐδοκίᾳ καὶ συναφείᾳ Θεοῦ γέγονεν ἀγγέλων μείζων. Παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι, καθημένῃ ἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ, καὶ παραστήσονται ἔντρομοι ἐν τῇ κρίσει. Οὐ συγκαθεύδοντες, οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς Γραφῆς ἐῤῥήθησαν· «εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν»· οὐδ’ ὅτι συμβασιλεύσουσιν, οὐδ’ ὅτι συνδοξασθήσονται, οὐδ’ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς καθίσουσιν. Οἱ δὲ ἅγιοι, υἱοὶ Θεοῦ, καὶ υἱοὶ τῆς βασιλείας, καὶ κληρονόμοι Θεοῦ, καὶ συγκληρονόμοι Χριστοῦ. Τιμῶ οὖν τοὺς ἁγίους καὶ συνδοξάζω τοὺς δούλους αὐτοῦ καὶ φίλους καὶ συγκληρονόμους· τοὺς δούλους μὲν ἐκ φύσεως, φίλους δὲ ἐκ προαιρέσεως, καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν ὁ Κύριος πρὸς τὸν Πατέρα. Εἰπόντες τοίνυν περὶ εἰκόνων, εἴπωμεν καὶ περὶ προσκυνήσεως. Καὶ πρῶτον τί ἐστι προσκύνησις». Εἶτα λέγει ὁ ἅγιος περὶ τούτων, εἶτα κατωτέρω, πόσοι τρόποι προσκυνήσεως, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ Γραφῇ, καὶ κατὰ πόσους τρόπους προσάγομεν προσκύνησιν κτίσμασι· καὶ ὅτι καὶ Ἰακὼβ προσεκύνησεν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τύπος δὲ ἦν τοῦ Σωτῆρος· ὡς καὶ ἡ σκηνὴ τύπος ἦν παγκόσμιος· καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι, ἔργον ὑφαντὸν ἦν. Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ Θεοῦ μου τὸ ὁμοίωμα καὶ τῆς αὐτὸν τεκούσης καὶ τῶν αὐτοῦ θεραπόντων ὁμοίως· καὶ πάντα σεβάσμια τὰ Θεῷ ἀνακείμενα, ὡς τὰ ἱερὰ εὐαγγέλια, δίσκοι, ποτήρια, θυμιατοί, λυχνίαι, τράπεζαι. Ὅρᾳ γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσι τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν ὁ Θεὸς τὴν βασιλείαν αὐτοῦ.
Διό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς Ἐκκλησίας, μὴ μεταίροντες ὅρια, ἃ ἐθεντο οἱ ἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ Θεοῦ Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας. Εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν ὅλον τὸ σῶμα τῆς Ἐκκλησίας καταλυθήσεται. Μὴ ἀδελφοί, μὴ τέκνα φιλόχριστα τῆς Θεοῦ Ἐκκλησίας, ἀλλὰ προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ, ὡς φύσει προσκυνητῷ Θεῷ· προσκυνήσωμεν τῇ ἁγίᾳ Θεοτόκῳ οὐχ ὡς Θεῷ, ἀλλ’ ὡς μητρὶ Θεοῦ κατὰ σάρκα· καὶ προσκυνήσωμεν καὶ τοῖς ἁγίοις, ὡς ἐκλεκτοῖς φίλοις Θεοῦ καὶ παῤῥησίαν ἔχουσι πρὸς αὐτόν. Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς, πολλάκις καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς, καὶ ἄρχουσι καὶ ἄλλοις προσκυνοῦσιν ἄνθρωποι, κατὰ τὸν θεῖον ἀπόστολον, «ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθε, καὶ ἀποδότε τὰς ὀφειλάς»[17] καὶ τὰ λοιπά, πόσῳ μᾶλλον ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων, ὡς μόνῳ φύσει δεσπόζοντι, καὶ τοῖς αὐτοῦ δούλοις καὶ βασιλεῦσι παθῶν; Καὶ Δαυῒδ ἐν ψαλμῷ μδ΄ φησίν, «ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν καταστήσεις αὐτούς»[18]. Κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν ἔλαβον, καὶ συμβασιλεύσουσι Χριστῷ· καὶ τούτων ἡ σκιὰ μόνη νόσους καὶ δαίμονας ἀπήλαυνε. Μὴ οὖν σκιᾶς ἀσθενεστέραν καὶ ἀτιμοτέραν λογισώμεθα τὴν εἰκόνα. Σκιαγραφεῖ γὰρ ἀληθῶς τὸ πρωτότυπον. Ἀδελφοί, ὁ χριστιανὸς πίστις ἐστίν. Ὁ οὖν πίστει προσερχόμενος κερδανεῖ πολλά. Ὁ δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης, ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ, ὃς οὐ μὴ λήψεται οὐδέν. Πάντες οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ Θεῷ, ἔργοις καλοῖς ταύτην ἐπικυροῦντες καὶ δεικνύοντες ἅπασιν.
Δεξώμεθα οὖν τὴν παράδοσιν τῆς Ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴ ἐν πολλοῖς λογισμοῖς. Ὁ Θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθύν, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς. Μὴ καταδεξώμεθα νέαν πίστιν μαθεῖν, ὡς κατεγνωσμένης τῆς τῶν ἁγίων πατέρων παραδόσεως· φησὶ γὰρ ὁ θεῖος ἀπόστολος, «εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω»[19]. Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν, οὐ τῇ ὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι’ αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις. «Ἡ γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαί­νει», ὡς ὁ μάκαρ εἶπε Βασίλειος. Ὑμᾶς δέ, τὸ Χριστοῦ ἱερὸν ποίμνιον, ἐμπλήσαι ταῦτα Θεὸς καὶ καταξιώσαι, ἑπομένους τοῖς ἴχνεσι τῶν ἁγίων, τῶν ποιμένων καὶ διδασκάλων τῆς Ἐκκλησίας, προσαγομένους τυχεῖν τῆς δόξης αὐτοῦ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι, αἰω­νίως αὐτὸν δοξάζοντας· αὐτῷ γὰρ ἡ δόξα, ἀμήν»[20].
Τούτοις δὲ τέλος θεὶς ὁ ἅγιος καὶ διδάξας, ὡς ἔδει, καὶ ῥήσεις ἁγίων ἐπάγει. Διονυσίου ἐπισκόπου Ἀθηνῶν, ἐκ τῆς πρὸς Ἰωάννην τὸν Ἀπόστολον ἐπι­στολῆς. «Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων»[21], καὶ ἄλλα ὅμοια ἐκ τοῦ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας καὶ ἄλλων. Βασιλείου, ἐκ τοῦ λόγου του εἰς τὸν μάρτυρα Βαρλαάμ. «Ἀνάστητέ μοι νῦν, ὦ λαμπροὶ τῶν ἀθλητικῶν κα­τορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις». Καὶ παρακατιών· «ἐγγραφέσθω τῷ πίνακι καὶ ὁ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός»[22]. Καὶ ἐκ τοῦ λόγου του εἰς τοὺς ἁγίους μ΄. «Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες»[23], καὶ τὰ ἑξῆς. Καὶ ὅσα ἄλλα ἐν τοῖς μαρτυρικοῖς αὐτοῦ λόγοις ἐγκατέσπαρται θαυμάσια, καὶ ἐν ἄλλαις τῶν ἐξηγήσεων αὐτοῦ· ἀλλὰ καὶ ἐν τῇ ἑρμηνείᾳ τῇ εἰς τὸν Ἡσαΐαν λέγει. «Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, μὴ δυνάμενος εἰς Θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ Θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν, ὥσπερ εἴ τις ἄνθρωπος ὀργιζόμενος τὴν εἰκόνα λιθάζει, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων τὸ τὴν μίμησιν ἔχον»[24]. Οὕτω καὶ πᾶς ὁ τιμῶν τὴν εἰκόνα, τὸ ἀρχέτυπον δηλονότι τιμᾷ· καὶ ἄλλα λέγει πολλὰ τούτων ἕνεκα. Ἀλλὰ καὶ ὁ ἅγιος Ἀθανάσιος ἐκ τῶν πρὸς Ἀντίοχον λζ΄. «Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες. Ὅθεν πολλάκις τοῦ χαρακτῆρος λεανθέντος, ὡς ξύλον λοιπὸν ἀρ­γὸν τήν ποτε εἰκόνα κατακαίομεν. Ὥσπερ οὖν ὁ Ἰακὼβ μέλλων τελευτᾶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσὴφ προσεκύνησεν, οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύ­την κατέχοντα, οὕτως οἱ πιστοὶ οὐ δι’ ἕτερον τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, ὥσπερ καὶ τὰ τέκνα ἡμῶν πολλάκις καταφιλοῦντες, ἵνα τὸν πόθον τῆς ἡμετέρας ψυχῆς ἐμφανίσωμεν. Ὥσπερ καὶ Ἰουδαῖος τὰς τοῦ νόμου ποτὲ πλάκας καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ γλυπτὰ προσεκύνει, οὐ τιμῶν τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα Κύριον»[25]. Καὶ τοῦ ἁγίου Κυ­ρίλλου Ἀλεξανδρείας, ἐκ τοῦ προσφωνητικοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον· «Αἱ δὲ εἰκόνες, ὥσπερ τὰ ἀρχέτυπα· δεῖ γὰρ οὕτως αὐτὰς καὶ οὐχ ἑτέρως ἔχειν»[26]. Γρηγορίου τε τοῦ Ναζιανζοῦ, ἐκ τοῦ περὶ Υἱοῦ λόγου δευτέρου. «Αὕτη γὰρ εἰκό­νος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται»[27]. Καὶ Χρυσοστόμου ἐκ τοῦ πρὸς Κολασσαεῖς λόγου ζ΄. «Ἡ τοῦ ἀοράτου εἰκών, καὶ αὕτη ἀόρατος», καὶ τὰ ἑξῆς[28]. Εὑρήσεις δὲ καὶ ἐν ἄλλοις συγγράμμασιν αὐτοῦ πολλὰ περὶ εἰκόνων τιμῆς.
Ἀλλὰ καὶ ἐκ τῶν λόγων Σευηριανοῦ Γαβάλων, ἀπὸ λόγου τοῦ εἰς τὰ ἐγκαίνια τοῦ τιμίου Σταυροῦ ἀκοῦσαι ἄξιον, λέγοντος. «Πῶς οὖν ἡ εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; Ἄρα οὖν οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν, ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν Θεὸν καὶ σωθήσεται ἢ εἰς τὴν σκηνὴν τοῦ Θεοῦ; Ἀλλὰ ταῦτα παριδὼν μόνον τὴν εἰκόνα τοῦ σταυροῦ ἔπηξε. Διὰ τί οὖν ἐποίει Μωϋσῆς ταῦτα, ὁ εἰπὼν τῷ λαῷ, «οὐ ποιήσεις σεαυτῷ γλυπτόν, οὐδὲ χωνευτόν, οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς;» Ὃ ἀπαγορεύεις, ποιεῖς; ὃ ἀνατρέπεις, κατασκευάζεις; ὁ τὸν χωνευθέντα βοῦν κατολέσας, σὺ ὄφιν χαλκουργεῖς; καὶ τοῦτον οὐ λάθρᾳ, ἀλλὰ καὶ ἀναφανδὸν καὶ πᾶσι γνωστόν; Ἀλλ’ ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας, καὶ τὸν λαὸν ἀπαγάγω εἰδωλολατρείας· νῦν δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας. Καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα, καὶ χερουβὶμ ὁμοίωμα τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια, ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτω καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα τῆς πεί­ρας τούτων προγυμνάσω τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ Σω­τῆρα καὶ Λυτρωτήν. Καὶ ὅτι ἀψευδέστατος ὁ λόγος, ἀγαπητοί, ἀκούσωμεν τοῦ Κυρίου βεβαιοῦντος καὶ λέγοντος· «καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον»[29]. Ὥσπερ οὖν ὁ μὴ τιμῶν τὸν υἱόν, καθώς φησιν ὁ Κύριος, οὐ τιμᾷ τὸν πατέρα, οὕτω καὶ ὁ μὴ τιμῶν τὴν εἰκόνα, οὐδὲ τὸν εἰκονιζόμενον τιμᾷ. Ἀλλὰ καὶ περὶ τῶν ἁγίων ἄκουσον τοῦ Κυρίου, Ματθαίου ι΄, λέγοντος τοῖς μαθηταῖς· «ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται». Ὥστε ὁ μὴ τιμῶν τοὺς ἁγίους, οὐδὲ αὐτὸν τιμᾷ τὸν Κύριον· ὁ μὴ προσκυνῶν τὸν σταυρόν, οὐδὲ τὸν σταυρωθέντα προσκυνεῖν δίκαιον. Οὐ γὰρ τὴν φύσιν τοῦ ξύλου, πάντα γὰρ προσ­κυνοῦμεν ἂν τὰ ξύλα, ὥσπερ ὁ Ἰσραὴλ τὰ ἄλση καὶ τὰ δένδρα προσεκύνει, λέγων, σύ μου εἶ Θεός. Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ μνήμην καὶ γραφὴν τῶν τοῦ Κυρίου παθημάτων καὶ τῶν δι’ αὐτῶν ἀθλησάντων, δεικνύοντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν καὶ πρὸς τοὺς αὐτοῦ θεράποντας.
Ἀλλὰ καὶ ἐκ τῆς ἁγίας ς΄ συνόδου, τῆς ἐπὶ Ἰουστινιανοῦ, περὶ τῆς ἁγίας ε΄ συνόδου. «Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρό­μου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθι­νὸν ἡμῖν διὰ νόμου προϋποφαίνων ἀμνόν, Χριστὸν τὸν Θεὸν ἡμῶν. Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιάς, ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα, τῇ Ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι, τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν, ὡς πλήρωμα νόμου ταύτην ὑποδεχόμενοι. Ὡς ἂν οὖν τὸ τέλειον, κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφωμεν, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνόν, Χριστὸν Θεὸν ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρα­κτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, διὰ τῆς ταπεινώσεως τὸ ὕψος τοῦ Θεοῦ Λόγου κατανοοῦντες, καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας καὶ τοῦ πάθους αὐτοῦ καὶ τοῦ σωτηρίου θανάτου χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως».
Ἀλλὰ καὶ μετὰ ταῦτα πάντα, δίκαιον ὑπομνῆσαι ὑμᾶς εἰδότας, ὅτι ἡ ἁγία καὶ οἰκουμενικὴ ζ΄ σύνοδος τῶν τοζ΄ θεοφόρων πατέρων συνηθροίσθη ἐν Νικαίᾳ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης κατὰ τῶν εἰκονομάχων. Καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σέβεσθαι, καὶ τὰ ἱερὰ ἐκτυπώματα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο. Καὶ ἐπιτίμιον φοβερὸν ἐξεφώνησεν ἡ ἁγία αὕτη σύνοδος κατὰ τῶν ἀθετούντων τὰς ἁγίας εἰκόνας· «εἴ τις οὐ προσκυνεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν εἰκόνι περιγραπτὸν κατὰ τὸ ἀνθρώπινον, ἤτω ἀνάθεμα». Ὡς γὰρ ὁ θεολογικώτατος Ἰωάννης ὁ εὐαγγελιστὴς λέγει, «ὃ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν, ὃ ἐθεασάμεθα τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, ταῦτα μαρτυροῦμεν»[30]. Καὶ οἱ ἄλλοι μαθηταί, καὶ συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν οὐ πρὸ τοῦ πάθους μόνον, ἀλλὰ καὶ μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν. Διὰ τοῦτο οὖν τὰ ὁραθέντα καὶ ψηλαφηθέντα εἰκονογραφοῦμεν καὶ προσκυνοῦμεν, «ὡς οἱ προφῆται εἶδον, οἱ Ἀποστο­λοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέδωκε καὶ παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν, Χριστὸν τὸν ἀληθι­νὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους, ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην σέβοντες, τοὺς δέ, δι’ αὐτόν, ὡς γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες». Λατρευτικὴν δὲ προσκύνησιν οὐδενὶ ἀπονέμομεν, πλὴν μόνῳ τῷ Θεῷ. Ἀλλὰ καὶ τοῦ ἀναθέματος ἔκρινεν αὕτη ἡ ζ΄ οἰκουμενικὴ τοὺς λατρευτικῶς προσκυνοῦντας, ὡς καὶ τοὺς τὴν ἔνσαρκον τοῦ Θεοῦ οἰκονομίαν λόγῳ μὲν δεχομένους, ὁρᾶν δὲ ταύτην δι’ εἰκόνων οὐ καταδεχομένους, καὶ διὰ τοῦτο ῥήμασι σχηματίζονται, πράγματι δὲ ἀρνοῦνται, κατεύχεται. Ὥρισεν οὖν ἡ σύνοδος, ὡς τὰ πρακτικὰ αὐτῆς γράφει, «καὶ ὡς ἐσταυρώθη καὶ ὡς ἐτάφη καὶ ὡς ἀνέστη καὶ ὡς πάντα δι’ ἡμᾶς ἐποίησεν εἰκονίζεσθαι, ὡς παγκόσμια καὶ σωτήρια ἔργα· Ἰουδαίων γὰρ καὶ Ἑλλήνων κρίνουσι τὸ ἀμέσως εἰς τὸ πρωτότυπον βλασφημεῖν, τῶν μὴ δεχομένων δὲ τὴν προσκύνησιν τῶν θείων εἰκόνων, διὰ τῆς αὐτοῦ εἰκόνος, εἰς αὐτὸν τὸν εἰκονιζόμενον». Τούτων τοίνυν εὐσεβῶς ἀναμνησθέντων καὶ ὑμῖν, οἴδατε γὰρ ὡς σπουδαιότατοι, μακάριοι δὲ μόνον, ἐὰν φυλάξησθε, λιπαροῦμεν τὴν ὑμετέραν ἀγάπην, μιμητὰς τῶν ἐνθέως ζησάντων ἀναφανῆναι. Ὃ εὐχόμενοι οὐ παύομεν ἀξιωθῆναι ὑμᾶς, οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερευλογημένης ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων, ἀμήν.
6. Περὶ μοναστικῆς πολιτείας. Ἔτι καὶ πρὸς τὸ ἕκτον, ὃ λέγετε τῆς μοναστικῆς πολιτείας, ἐγνώκαμεν, ὅτι ἐκ μέρους μὲν οὐ κακίζετε τὸ ὑπάρξαι ποτὲ θεοσεβεῖς τινας ἀνθρώπους, οὓς ἀββάδας καὶ ἀρχιμανδρίτας ἡ τάξις ὠνόμασεν, ἐκ μέρους δὲ πάλιν τὴν διαγωγὴν ἐκείνων ὡς μετὰ πολλῆς παρατηρήσεως καὶ ἀναχωρήσεως οὐ καταδέχεσθε, προφέροντες τὸ τῆς φύσεως τρεπτὸν καὶ ἀδύνατον ὑποφέρειν, φορτιζομένης φορτία δυσβάστακτα καὶ κατακλειομένης ὡς ἐν εἱρκτῇ.
Ἐφ’ οἷς ἡμεῖς ἀποκρινόμενοι λέγομεν, ὅτι καὶ οἱ πάλαι ἐκεῖνοι ἀββάδες ἀναγκαίως μετὰ κουρᾶς καὶ εὐχῆς τῷ μοναδικῷ προσήρχοντο βίῳ, κατὰ δὲ τὸν τύπον τοῦτον καὶ νῦν γίνεται. Καὶ πρῶτον μὲν ὁ μαθητὴς καὶ διάδοχος Παύλου, ὁ τὰ θεῖα πολὺς Διονύσιος ὁ Ἀρεοπαγίτης, οὕτω λέγει ἐν τῷ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας. «Ὁ μὲν ἱερεὺς ἕστηκεν ἐπίπροσθεν τοῦ θείου θυσιαστηρίου, τὴν μοναχικὴν ἐπίκλησιν ἱερολογῶν, ὁ δὲ τελούμενος ὀπίσω τοῦ ἱερέως ἕστηκεν, οὐκ ἄμφω τὼ πόδε κλίνων, οὐχ ἕνα τοῖν ποδοῖν, οὐκ ἐπὶ κεφαλῆς ἔχων τὰ θεοπαράδοτα λόγια, μόνον δὲ τῷ ἱερεῖ παρεστὼς ἱερολογοῦντι τὴν ἐπ’ αὐτῷ μυστικὴν ἐπίκλησιν. Τελέσας δὲ αὐτὴν ὁ ἱερεύς, ἐπὶ τὸν τελούμενον ἐλθών, ἐπερωτᾷ πρῶτον αὐτόν, εἰ πάσαις ἀποτάσσεται ταῖς διαιρεταῖς οὐ μόνον ζωαῖς, ἀλλὰ καὶ φαντασίαις· εἶτα τὴν τελειοτάτην αὐτῷ ζωὴν ὑφηγεῖται, μαρτυρούμενος ὅτι χρὴ τῆς μέ­σης αὐτὸν ὑπερανεστηκέναι. Ταῦτα δὲ πάντα τοῦ τελουμένου προσεχῶς ὁμολογήσαντος, τῷ σταυροειδεῖ τύπῳ σφραγισάμενος αὐτὸν ὁ ἱερεὺς ἀποκείρει, τὴν τρια­δικὴν τῆς θείας μακαριότητος ἐπιβοήσας ὑπόστασιν· καὶ τὴν ἐσθῆτα πᾶσαν ἀπαμφιέσας, ἑτέραν ἀμφιέννυσι, καὶ μετὰ τῶν ἄλλων ἱερῶν ἀνδρῶν, ὅσοι πάρεισιν, ἀσπασάμενος αὐτόν, κοινωνὸν ἀποτελεῖ τῶν θεαρχικῶν μυστηρίων»[31]. Καὶ ταῦτα μὲν Διονύσιος.
Δεύτερος δὲ ὁ μέγας Βασίλειος ἐν τῷ ἀσκητικῷ λόγῳ αὑτοῦ, τὸ περὶ ἀποταγῆς βίου, οὕτω φάσκει, εὐαγγελικῇ φωνῇ χρώμενος. «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς», φησὶν ἡ θεία φωνή, εἴτε τὴν ἐκεῖ ἀνάπαυσιν, εἴτε τὴν ἐντεῦθεν αἰνιττομένη. Πλήν γε προσκαλεῖται ἡμᾶς, τοῦτο μὲν τὸν φόρτον τῆς πολυκτησίας διὰ τῆς εἰς τοὺς δεομένους ἀποθέσεως προτρέπουσα ἀποβάλεσθαι, τοῦτο δὲ τὸν ἐκ τούτου προσγινόμενον ἡμῖν ἐσμὸν τῶν ἁμαρτημάτων διὰ τῆς εὐποιΐας καὶ ἐξαγορεύσεως ἀποῤῥίψαντας, προσδραμεῖν τῷ σταυροφόρῳ βίῳ τῶν μοναχῶν. Ὁ τοίνυν ὑπακοῦσαι Χριστῷ, προῃρημένος καὶ πρὸς τὸν πτωχὸν καὶ ἀπερίσπαστον βίον τῶν μοναχῶν ἐπαγόμενος, θαυμαστὸς ὡς ἀληθῶς καὶ μακαριστός. Ἀλλὰ παρακαλῶ μὴ ἀδοκιμάστως τοῦτο ποιείτω, μηδὲ ὑπογραφέτω ἑαυτῷ ἀνεκτότητα βίου καὶ σωτηρίαν ἄμαχον, ἀλλὰ μᾶλλον προγυμναζέτω ἑαυτὸν πρὸς εὐδοκίμησιν ὑπομονῆς καὶ θλίψεων, σωματικῶν τε καὶ πνευ­ματικῶν, ἵνα μὴ ἀπροσδοκήτοις ἑαυτὸν ἐμβαλὼν παλαίσμασιν, εἶτα ἀδυνατῶν πρὸς τὴν ἀντίστασιν τῶν ἐπερχομένων αὐτῷ δοκιμίων, εὑρεθῇ παλινδρομῶν πρὸς τὰ ἀφ’ ὧν ἐξελήλυθε, σὺν αἰσχύνῃ καὶ γέλωτι, μετὰ κατακρίσεως ψυχῆς ἐπανερ­χόμενος τῷ βίῳ» [32], καὶ ὅσα ἑξῆς.
Καὶ παρακατιὼν δὲ ὁ αὐτὸς Βασίλειος φησί. «Διὰ γὰρ τοῦτο καί ὁ φιλάν­θρωπος Θεός, κηδόμενος τῆς σωτηρίας ἡμῶν, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀν­θρώπων διαγωγήν, εἰς συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον ἔλθοι ἐπὶ συνοίκησιν γυναικός»[33], καὶ τὰ λοιπά, ἅτινα ὡς σοφοὶ ἀνάγνωτε καὶ γνῶσιν τῆς μοναδικῆς γνώσεσθε ἱκανήν. Καὶ ἔτι κατωτέρω ἐν τῷ λόγῳ τούτῳ διατρανοῖ περὶ τούτων ἐπεξεργαζόμενος. «Σὺ δὲ ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τόνωσον σεαυτὸν πρὸς τὴν ὑπομονὴν τῶν θλίψεων, καὶ ἀνδρείως πρόσελθε τῇ συγκλήτῳ τῶν μοναχῶν»[34]. Ὁρᾷς πῶς ἀγγελικὴν πολιτείαν τὴν τῶν μοναχῶν ὁ θεόσοφος ἀποκαλεῖ φανερῶς; Καὶ μετ’ ὀλίγα. «Πρὸς τὴν μίμησιν τῶν προασκησάντων σπεῦδε ἐν τοῖς ἤθεσι, καὶ μὴ ἐκδέχου διδάσκεσθαι ἕκαστον». Καὶ ἔτι· «νέος ὢν εἴτε τὴν σάρκα εἴτε τὸ φρόνημα, φεῦγε τὴν συνδιαγωγὴν τῶν ὁμηλίκων, καὶ ἀποδίδρασκε ἀπ’ αὐτῶν ὡς ἀπὸ φλογός· πολλοὺς γὰρ ἐμπρήσας», καὶ τὰ ἑξῆς[35]. Οὕτω λέγει καὶ περὶ τούτου ὁ ἅγιος· καὶ ἡμεῖς οὐ λογιζόμεθα καὶ φαύλους καὶ ἀχρήστους σώζεσθαι τοὺς ἐν κέλλῃ καὶ τῷ μονήρει βίῳ. «Προσέρχονται γὰρ πολλοὶ τῷ ἐναρέτῳ βίῳ τούτῳ τῶν μοναχῶν, ὀλίγοι δὲ τὸν ζυγὸν αὐτοῦ καταδέχονται· βιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Βίαν ἐκάλεσε τὴν τοῦ σώματος καταπόνησιν, ἣν ὑπομένουσιν ἑκουσίως οἱ τοῦ Χριστου μαθηταὶ ἐν τῇ ἀρνήσει τῶν οἰκείων θελημάτων καὶ τῆς ἀναπαύσεως τῆς τοῦ σώματος, φυλακῇ πασῶν τῶν ἐντολῶν τοῦ Χριστοῦ. Εἰ τοίνυν βούλει ἁρπάσαι τὴν βασιλείαν τοῦ Θεοῦ, γενοῦ βιαστής· ὑπόζευξόν σου τὸν αὐχένα τῷ ζυγῷ τοῦ Χριστοῦ. Σφίγξον τὰ ζεῦγλα περὶ τὸν τράχηλόν σου. Θλιβέτω αὐτὸς τὸν σὸν αὐχένα. Λέπτυνον αὐτὸν τῷ πόνῳ τῶν ἀρετῶν, ἐν νηστείαις, ἐν ἀγρυπνίαις, ἐν ὑποταγῇ, ἐν ἡσυχίᾳ, ἐν ψαλμωδίαις, ἐν προσευχαῖς, ἐν δάκρυσιν, ἐν χειρεργίῳ, ἐν ὑπομονῇ πάσης θλίψεως ἐπερχομένης σοι ἔκ τε δαιμόνων καὶ ἀνθρώπων. Μὴ σὲ πεισάτω τῷ χρόνῳ ἐνδοῦναι τοῖς πόνοις λογισμὸς ὑψηλόφρων, ἵνα μή που ταῖς θύραις τῆς ἐξόδου γυμνὸς ἀρετῶν καταληφθείς, ἔξω τῶν πυλῶν τῆς βασιλείας εὑρεθῇς»[36]. Ὁρᾷς ὅτι οὐ λέγει ἐν οὐδενί, ὅτι ἐὰν βαρυνθῇς ἄφες; Ἀλλὰ μετ’ ὀλίγα. «Πρόκοπτε ταῖς ἀρεταῖς, ἵνα ἐγγὺς γένῃ τῶν ἀγγέλων. Καὶ ὁ ἀπόστολος· «τοῖς μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος». Καὶ αὖθις· «ἐγχρόνιζε τῇ κέλλῃ, οὐχ ἡμέρας οὐδὲ μῆνας, ἀλλὰ πολλῶν ἐτῶν περιόδους, ἀνυμνῶν σου τὸν δεσπότην ἐν νυκτὶ καὶ ἡμέρᾳ, μιμούμενος τὰ χερου­βίμ. Ἂν οὕτως ἄρξῃ, οὕτω δὲ καὶ τελέσῃς, τὴν τεθλιμμένην ὁδεύσας ὁδὸν ἐν τῷ βραχεῖ σου χρόνῳ τῆς ἀσκήσεως, Θεοῦ χάριτι, εἰσελεύσῃ εἰς τὸν παράδεισον»[37]. Ὁρᾷς μετὰ πόσα, Θεοῦ χάριτι, εἰς παράδεισον εἰσερχόμεθα, καὶ οὐχὶ μόνον χάριτι; Καλὸν γὰρ ἦν, ἐὰν ὑπῆρχεν, οὐκ ἔστι δέ· πολλῶν δεόμεθα τοῦ εἰσελθεῖν εἰς τὴν βασιλείαν. Ὁ μὲν παρὼν καιρὸς ἀγώνων, καὶ οἴδατε ἐν τῷ ἀγῶνι πόσα γίνονται, ὁ δὲ μέλλων ἀνταποδόσεως· μετὰ τοὺς ἀγῶνας καὶ τὰ βραβεῖα ἀκολουθεῖ. Ὅτι δὲ οὕτως ἔχει καὶ δύο εἰσὶ ζωαί, μαρτυρεῖ τοῦτο καὶ ὁ θεῖος ΙΙαυλος ἐν τῷ ζ΄ κεφαλαίῳ τῆς πρὸς Κορινθίους ἐπιστολῆς.
Ἑπομένως δὲ τούτοις καὶ αἱ ἅγιαι οἰκουμενικαὶ σύνοδοι, Πνεύματι ἁγίῳ κινούμεναι, ἀπεδέξαντο ταῦτα καὶ ἐβεβαίωσαν, κανόνας ἐκθέμεναι, ὧν μέρος εἰς τὴν τούτων μαρτυρίαν ὑπομνήσωμεν. Καὶ τῆς τετάρτης οἰκουμενικῆς. «Τοὺς ἅπαξ ἐν κλήρῳ τεταγμένους καὶ μοναστὰς ὡρίσαμεν μήτε ἐπὶ στρατείαν, μήτε ἐπ’ ἀξίαν κοσμικὴν ἔρχεσθαι· ἢ τοῦτο τολμῶντας καὶ μὴ μεταμελομένους, ὥστε ἐπιστρέψαι ἐπ’ ἐκεῖνο, ὃ διὰ Θεὸν πρότερον εἵλοντο, ἀναθεματίζεσθαι». Καὶ ἔτι τῆς αὐτῆς κδ΄. «Τὰ ἅπαξ καθιερωθέντα μοναστήρια, κατὰ γνώμην ἐπισκόπου, μένειν εἰς τὸ διηνεκές· καὶ τὰ ἀνήκοντα αὐτοῖς πράγματα φυλάττεσθαι, καὶ μηκέτι γίνεσθαι ταῦτα κοσμικὰ καταγώγια· τοὺς δὲ συγχωροῦντας τοῦτο γίνεσθαι, ὑποκεῖσθαι τοῖς ἐκ τῶν κανόνων ἐπιτιμίοις». Τῆς οἰκουμενικῆς ἕκτης κανών. «Εἴ τις γυναικὶ ἀφιερωμένῃ Θεῷ μιχθείη, καθαιρείσθω, ὡς τὴν νύμφην Χριστοῦ διαφθείρας, ἐὰν τῶν ἱερωμένων, ἐὰν δὲ τῶν λαϊκῶν, ἀφοριζέσθω». Ἀνάγνωτε καὶ τῆς αὐτῆς συνό­δου ἕτερον κανόνα ἀρχόμενον οὕτως. «Ἐπειδὴ τῷ Θεῷ κολλᾶσθαι, διὰ τῆς ἐκ τῶν τοῦ βίου θορύβων ἀναχωρήσεως, λίαν ἐστὶ σωτήριον, μὴ ἀνεξετάστως ὑμᾶς παρὰ τὸν καιρὸν τοὺς τὸν μονήρη βὶον αἱρουμένους προσίεσθαι», καὶ τὰ λοιπά. Καὶ ὁ μετὰ τοῦτον αὖθις κανὼν τῆς αὐτῆς συνόδου φησί. «Τοὺς ἐν πόλεσιν ἢ χωρίοις ἐν ἐγκλείστραις βουλομένους ἀναχωρεῖν καὶ ἑαυτοῖς κατὰ μόνας προσέχειν, πρότερον ἐν μοναστηρίῳ εἰσιέναι δεῖ, καὶ τὴν ἀναχωρητικὴν παιδοτριβεῖσθαι διαγωγήν, καὶ ἐπὶ τριετῆ χρόνον τῷ τῆς μονῆς ἐξάρχοντι ἐν φόβῳ Θεοῦ ὑποτάττεσθαι, καὶ τὴν κατὰ πάντα, ὡς προσῆκον, ὑπακοὴν ἐκπληροῦν· καὶ οὕτως ὁμολογοῦντας περὶ τῆς ἐν τῷ βίῳ τούτῳ προαιρέσεως, καὶ ὡς ἐξ ὅλης καρδίας τοῦτον ἀσπάζονται, ὑπὸ τοῦ κατὰ τόπον δοκιμάζεσθαι προέδρου· εἶθ’ οὕτως ἐφ’ ἕτερον ἐνιαυτὸν ἔξωθεν προσκαρτερεῖν τῆς ἐγκλείστρας, ὡς ἂν ὁ σκοπὸς αὐτῶν πλείων φανερωθείη· τηνικαῦτα γὰρ πληροφορίαν παρέξουσιν, ὡς οὐ κενὴν θηρώμενοι δόξαν, ἀλλὰ δι’ αὐτὸ τὸ ὄντως καλὸν τὴν ἡσυχίαν ἐδίωξαν», καὶ τὰ ἑξῆς. Ὁμοίως καὶ ὁ μετὰ τοῦτον κανὼν ἀρχόμενος. «Αἱ τὸν ἀσκητικὸν αἱρούμεναι βίον καὶ ἐν μοναστηρίῳ ταττόμεναι καθόλου μὴ προϊέτωσαν. Εἰ δέ τις ἀπαραίτητος αὐτὰς ἀνάγκη πρὸς τοῦτο ἕλκει, μετ’ εὐλογίας καὶ ἐπιτροπῆς τῆς προεστώσης τοῦτο πραττέτωσαν· καὶ τότε μὴ μόναι καθ’ ἑαυτάς, ἀλλὰ μετά τινων πρεσβυτίδων· ἔξω κοιτεῖν δὲ οὐκ ἔξεστιν. Ἀλλὰ καὶ ἄνδρες οἱ τὸν μονήρη τρέχοντες βίον, χρείας ἐπειγούσης, μετ’ εὐλογίας τοῦ τὴν ἡγουμενείαν πεπιστευμένου προϊέτωσαν», καὶ τὰ λοιπά· παραβαίνοντες δὲ παιδεύονται. Συνόδου πρώτης καὶ δευτέρας κανὼν β΄. «Ἐπειδή τινες τὸν μονήρη βίον ὑποδύεσθαι σχηματίζονται, οὐχ ἵνα Θεῷ καθαρῶς δουλεύσωσιν, ἀλλ’ ἵνα τῇ σεμνότητι τοῦ σχήματος δόξαν εὐλαβείας προσλάβωσι, <καὶ τῶν> οἰκείων ἐντεῦθεν ἡδονῶν ἄφθονον εὑρήσωσι τὴν ἀπόλαυσιν, καὶ τῶν τρι­χῶν μόνον τὴν ἀποβολὴν ποιούμενοι ἐν τοῖς οἰκεῖοις οἴκοις παρεδρεύουσι, μηδεμίαν τῶν μοναχῶν ἀποπληροῦντες ἀκολουθίαν ἢ κατάστασιν, ὥρισεν ἡ ἁγία σύνοδος μηδένα τῶν πάντων τοῦ μοναχικοῦ σχήματος ἀξιοῦν, ἄνευ παρουσίας τοῦ ὀφείλοντος αὐτὸν εἰς ὑποταγὴν ἀναδέχεσθαι, καὶ τὴν ἐπ’ αὐτῷ ἡγεμονίαν, καὶ τῆς ψυχῆς αὐτοῦ σωτηρίας τὴν πρόνοιαν ἐπαγγέλλεσθαι, ἀνδρὸς ὄντος δηλονότι θεοφιλοῦς, καὶ μονῆς προεστηκότος, καὶ ἱκανοῦ σῴζειν ψυχὴν ἀρτίως τῷ Χριστῷ προσαγομένην. Εἰ δέ τις φωραθείη ἀποκουρεύων τινὰ χωρὶς παρουσίας τοῦ εἰς ὑποταγὴν αὐτὸν ὀφείλοντος ἀναλαμβάνειν, τοῦτον μὲν καθαιρέσει καθυποβάλλεσθαι, ὡς ἀπειθοῦντα τοῖς κανόσι καὶ τὴν μοναχικὴν εὐταξίαν κωλύοντα, τὸν δὲ παραλόγως καὶ ἀτάκτως ἀποκουρευθέντα, ἐν ὑποταγῇ καὶ μοναστηρίῳ, ἐν ᾧ ἂν ὁ κατὰ τόπον ἐπίσκοπος δοκιμάσῃ, παραδίδοσθαι. Αἱ γὰρ ἄκριτοι καὶ ἐπισφαλεῖς ἀποκουραὶ καὶ τὸ μοναχικὸν σχῆμα ἠτίμωσαν, καὶ τὸ τοῦ Χριστοῦ ὄνομα βλασφημεῖσθαι πεποιήκασιν». Ὁρᾷς πῶς διὰ τὴν κακίαν τινῶν οὐκ ἔπαυσαν τὸ γίνεσθαι μονά­χους, παιδεύουσι δὲ μόνον καὶ διορθοῦσιν, ἀλλ’ οὔτε κοσμικὸν ποιοῦσιν ἔτι τὸν μονάσαντα ὁπωσδήποτε, σωφρονίζουσι δὲ τὰ ἄτοπα; Τῆς αὐτῆς συνόδου κανὼν ε΄. «Οἱ μοναχοὶ οὐδὲν ἴδιον ἔχειν ὀφείλουσι, πάντα δὲ τὰ αὐτῶν προσκληροῦσθαι τῷ μοναστηρίῳ· φησὶ γὰρ ὁ θεῖος Λουκᾶς περὶ τῶν εἰς Χριστὸν πιστευόντων καὶ τὴν τῶν μοναχῶν πολιτείαν διατυπούντων, ὡς οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ἅπαντα κοινά», καὶ τὰ λοιπά. «Εἰ δέ τις φωραθείη κτῆσίν τινα ἰδιοποιούμενος, πτωχοῖς τοῦτο διανέμεται καὶ οὗτος ἐπιτιμᾶται».
Ἀλλὰ καὶ ὁ μέγας Βασίλειος ἐν τῇ κανονικῇ αὐτοῦ ἐπιστολῇ, τῇ πρὸς τὸν ἅγιον Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου, καὶ ἐν τῇ β΄ περὶ τῶν ἐκπεσουσῶν παρ­θένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα ὑποπεσουσῶν πάθεσι τῆς σαρκός, συνᾴδει παιδεύων, ἰώμενος, διορθῶν, ὅσα ἐν τοῖς ἑξῆς φέρεται. Ἐφάνη οὖν ἐκ τούτων, ὅ,τι μοναδικὴ πολιτεία ἐστίν, ἀπό τε τοῦ κανόνος τοῦ παιδεύοντος τοὺς ἐπιστρέφοντας καὶ ἀξίας τινος μὴ ἀξιοῦντος, ἀπό τε τοῦ τὰ ἀφιερωθέντα μοναστήρια καὶ πᾶν ἄλλο ἀνεκποίητα, ἀπό τε τοῦ παιδεύεσθαι μεγάλως τοὺς μιγνυμένους ταῖς Θεῷ ἀφιερωμέναις καὶ τοῦ ἐγκλείστρας εἶναι καὶ ἐπιτηρητὰς καὶ ἀναδόχους καὶ ἡγεμονίαν τῆς ψυχικῆς σωτηρίας, καὶ ὅτι ἀκτήμονες καὶ κοινοβιακοὶ ὀφείλουσιν εἶναι οἱ μοναχοί, ἀναχωρεῖν τε ἐν μοναστηρίοις καὶ ἀπέχειν τοῦ μέσου τῶν βιωτικῶν φροντίδων. Καὶ ὅτι πρὸ πάντων καὶ ὁ θεῖος Βα­σίλειος γράφει καὶ φανεροῖ, διατάξεις ἐκθέμενος μοναχικοῦ βίου, καὶ συγγράφων τὰ ἀσκητικά, περί τε παρθενίας καὶ ἄλλων μεγάλων καὶ θείων, ὡς ἀληθῶς, πραγματείας ἀρίστους ἐκτιθέμενος. Πολλοὶ δὲ καὶ ἄλλοι τῶν ἡμετέρων γράφουσι περὶ ἀποταγῆς βίου καὶ μοναχῶν, καὶ ποῖον δεῖ εἶναι τὸν ἀληθῆ ἀσκητήν· ἀλλὰ μα­κρόν ἐστι ταῦτα γράφειν.
Πρὸς ὃ δὲ θαυμάζετε λέγοντες, ὅτι οὔτε ἐν τῇ παλαιᾷ, οὔτε ἐν τῇ νέᾳ ἐπολιτεύετο ἡ μοναδική, γινώσκετε ὅτι καὶ τότε μὲν ἦν ἡ τοιαύτη πολιτεία, πλὴν ἐν θεωρίᾳ ἠσκεῖτο, ὡς Ἠλίας καὶ Πρόδρομος ἐν τῇ παλαιᾷ, καὶ αὐτοὶ οἱ μαθηταὶ τοῦ Χριστοῦ, ἄγαμοι ὄντες καὶ κοινοβιακῶς διάγοντες, καὶ κίνδυνον ἔχοντες τὸ χωρισθῆναι Χριστοῦ· οἵτινες τύποι ὑπῆρχον ταύτης τῆς πολιτείας, ὡς ἔστι μαθεῖν ἐκ τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν ῥητῶν. Οἱ δὲ μεταγενέστεροι θεῖοι πατέρες, εἰς ὃ νῦν ἐστι, Θεοῦ χάριτι παρέδωκαν οὐ καινήν τινα θρησκείαν τῇ ὀρθοδόξῳ πίστει ἐφευρηκότες, οὐδὲ ξένον καὶ ἀλλόκοτον βίον ἐπινοήσαντες, ἀλλ’ ἀγγελικὸν τῷ ὄντι, θεῖόν τε καὶ θαυμάσιον. Τὸ δὲ «μηδεὶς ὑμᾶς καταβραβευέτω» καὶ τὰ ἑξῆς, οὐ περὶ τούτου τῷ Παύλῳ εἴρηται· ὡς γὰρ Χρυσόστομος ἐξηγεῖ, λέγει· «ἀλλ’ ἦσάν τινες οἱ λέγοντες, ὅτι οὐ δεῖ διὰ Χριστοῦ εἰσάγεσθαι, ἀλλὰ διὰ τῶν ἀγγέλων»[38]· τούτου χάριν ταῦτα εἴρηται. Ἔτι τὸ «γύμναζε σεαυτὸν εἰς εὐσέβειαν»[39], οὐ ταύτην ἔχει τὴν ἔννοιαν, ὡς ὁ Χρυσόστομος λέγει. «Οὐ περὶ τῆς νηστείας τοῦτο, φασίν, εἰρῆσθαι, ἄπαγε. Οὐκ ἔστι σωματικὴ γυμνασία, ἀλλὰ πνευματική· εἰ γὰρ σωματικὴ ἦν, τὸ σῶμα ἔτρεφεν ἄν· εἰ δὲ τήκει αὐτὸ καὶ λεπτύνει καὶ κατισχνοῖ, οὐκ ἔστι σωματική. Οὐκ ἄρα περὶ τῆς τοῦ σώματος ἀσκήσεώς φησιν· ὥστε ἡμῖν δεῖ τῆς κατὰ ψυχὴν γυμνασίας· ἐκείνη γὰρ οὐκ ἔχει κέρδος, ἀλλ’ ὀλί­γον ὠφέλησε τὸ σῶμα. Ἡ δὲ τῆς εὐσεβείας ἄσκησις τὸν καρπὸν ἐν τῷ μέλλοντι ἀποδίδωσι, καὶ ἐνταῦθα ἀνακτᾶται καὶ ἐκεῖ».
Ἐπεὶ οὖν ἀποδέδεικται ἐκ τῶν εἰρήμενων, ὅτι αἱ χαμευνίαι καὶ αἱ νηστεῖαι οὐ σωματικαὶ γυμνασίαι εἰσίν, ἀλλὰ ψυχικαὶ καὶ ὠφέλειαν παρέχουσαι, ἀνάγκην ἔχουσι πάντες, καὶ μάλιστα οἱ μοναχοί, τοῖς τοιούτοις ἐγκαλλωπίζεσθαι. Οὐ γὰρ δεῖ Θεὸν μὲν ὁμολογεῖν, ἔργοις δὲ ἀρνεῖσθαι.
Ὅτι δὲ αἱ νηστεῖαι καὶ αἱ προσευχαὶ ἀναγκαῖαί εἰσιν, ἄκουε τοῦ Κυρίου λέγοντος ἐν τῷ β΄ κεφ. τοῦ Λουκᾶ. «Καὶ ἦν Ἄννα προφῆτις, ἣ οὐκ ἀφίστατο ἀπό τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν». Ἄκουε δὲ καὶ τοῦ Παύλου ἐν τῷ ζ΄ τῆς πρὸς Κορινθίους α΄· «ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ». Ἀλλὰ καὶ ἐν τῷ ς΄ τῆς β΄, «ἐν ἀγρυπνίαις, ἐν νηστείαις». Καὶ εἴ τις ἀπὸ τῆς Γραφῆς ὁμοίας μαρτυρίας παράγειν ἐθελήσειε, καὶ ἄλλας εὑρήσει πολλάς. Οὐδεὶς γὰρ ἀρνεῖται τὴν χιόνα εἶναι λευκήν, ἀλλὰ τοῦτο ὁμολογεῖ καὶ μαρτύρων δίχα.
Ἤδη οὖν ἐκ τῶν θείων Γραφῶν τὴν Ὀρθοδοξίαν ἐπιγνόντες, προσέλθετε αὐτῇ ὁλοψύχως, πᾶσαν καινοτομίαν ἄτοπον, ἣν ὁ χορὸς τῶν οἰκουμενικῶν διδα­σκάλων καὶ ἡ Ἐκκλησία οὐ παρεδέξατο, μακρὰν πόῤῥω ἀφ’ ὑμῶν ἀποῤῥίψαντες, ὡς ἄνδρες σοφοὶ καὶ εἰδήμονες. Οὕτω γὰρ ἀμφότεροι μακαρισμοῦ ἄξιοι ἐσόμεθα, ὑμεῖς τε οἷα πειθόμενοι τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκοντες καὶ μηδόλως εἰς οὐδὲν χρήσιμον λογομαχοῦντες, καὶ ἡμεῖς οἷα εἰς ὦτα λαλήσαντες ἀκουόντων καὶ εἰς τὴν ἀγαθὴν γῆν σπείροντες. Καὶ γὰρ ἐν πᾶσι σχεδὸν τοῖς κυριωτέροις συμφωνοῦντες, οὐ χρὴ ὑμᾶς τινα τῶν ῥητῶν τῆς Γραφῆς ἄλλως ἐξηγεῖσθαι καὶ ἐννοεῖν, ἢ ὡς οἱ φωστῆρες τῆς Ἐκκλησίας καὶ οἰκουμενικοὶ διδάσκαλοι ἐξηγήσαντο. Οἳ αὐτοὶ μὲν συμφώνως τῇ αὐτοαληθείᾳ Χριστῷ τῷ Θεῷ ἡμῶν ἐξηγήσαντο, ἡμεῖς δέ, ἤτοι ἡ Ἐκκλησία ἡμῶν, ταῦτα κρατοῦμεν καὶ τούτων ἐχόμεθα. Οὐδὲν γὰρ ἄλλο τὸ αἴτιον τῆς ἀσυμφωνίας ἢ τοῦτο καὶ μόνον, ὅπερ ὑμεῖς διορθοῦντες, σὺν Θεῷ σύμ­φωνοι καὶ τὸ ἓν περὶ τὴν πίστιν ἐσόμεθα εἰς δόξαν Θεοῦ. Ἡμεῖς γὰρ καλῶς σκοπήσαντές τινα τῶν ῥητῶν τῆς Γραφῆς, ἅπερ καὶ ἐν τοῖς πρώτοις καὶ ἐν τοῖς δευτέ­ροις ὑμῶν γράμμασι πρὸς ἡμᾶς ἐπέμψατε, ἔγνωμεν προφανῶς ὑμᾶς ταῦτα παρεξηγεῖσθαι, ἴσως ἑπόμενοι νέοις ὑμῶν διδασκάλοις. Διὸ καὶ αὖθις ἀξιοῦμεν ὑμᾶς, οὕτω νοεῖν τὰ ῥητά, ὡς οἱ οἰκουμενικοὶ διδάσκαλοι τῆς Ἐκκλησίας ἐξηγήσαντο, ὧν τὰς ἐξηγήσεις αἵ τε οἰκουμενικαὶ ζ΄ σύνοδοι καὶ αἱ λοιπαὶ τοπικαὶ ἐπεκύρωσαν. Ὡς γὰρ προείπομεν, οὐ χρὴ μεταίρειν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες, ἵνα μὴ τὸν ὅρον τὸν ἐν ἀρχῇ ῥηθέντα τῆς ς΄ παραβαίνοντες, τοῖς ἐπιτιμίοις ὑποκεισώμεθα. Εἴ τι οὖν ἄχρι τοῦ παρόντος ἡμάρτηται, ὡς νουνεχεῖς τὸ ἀπὸ τοῦδε διορθοῦντες, ἄξιοι ἐπαίνου Θεῷ τε καὶ ἀνθρώποις καὶ ἡμῖν ἔσεσθε. Τὸ μὲν γὰρ ἁμαρτάνειν ἀνθρώπινον, τὸ δὲ διορθοῦσθαι ἀγγελικὸν καὶ σωτήριον. Οὗ φροντίσοιτε, ἵνα καὶ ἡ τοῦ Θεοῦ χάρις καὶ τὸ ἔλεος εἴη ὑμῖν.

Μηνὶ Μαΐῳ, ἰνδικτ. ζ΄, ἔτει αφοθ΄.

† Ὁ Κωνσταντινουπόλεως Ἱερεμίας.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Β΄, ἐν Ἀθήναις 1953, σ. 435-475.





[1] Ἰὼβ 42, 7-8.
[2] Α΄ Κορ. 6,19.
[3] Ἰω. 1,12.
[4] Ἐξοδ. 25,40.
[5] Δευτ. 6,13, 5,8.
[6] Ἐξοδ. 25,40 ἑξ.
[7] Ψαλμ. 81,1.
[8] Λογ. 40,6. MPG 36, 365.
[9] Ἰω. Δαμασκηνοῦ, Περὶ εἰκον. Ι,19. MPG 94, 1249.
[10] Γ΄ Βασ. 6,23 ἑξ.
[11] MPG 42, 749 ἑξ.
[12] MPG 94, 1257.
[13] Δ΄ Βασ. 19,10,34.
[14] Ῥωμ. 8,26.
[15] MPG 94, 1345 ἑξ.
[16] Ἑβρ. 11,13.
[17] Τίτ. 3,1.
[18] Ψαλμ. 44,17.
[19] Γαλ. 1,9.
[20] MPG 94, 1360.
[21] Αὐτόθι.
[22] Αὐτόθι.
[23] MPG 94, 1361.
[24] MPG 94, 1365.
[25] MPG 94, 1365.
[26] MPG 94, 1368.
[27] Αὐτόθι.
[28] Αὐτόθι.
[29] MPG 94, 1364.
[30] Α΄ Ἰω. 1,1.
[31] MPG 3, 533.
[32] MPG 31, 625 ἑξ..
[33] Αὐτόθι.
[34] Αὐτόθι, σ. 629.
[35] Αὐτόθι, σ. 636/7.
[36] Αὐτόθι, σ. 645 ἑξ.
[37] Αὐτόθι, σ. 648.
[38] Κολ. 2,18.
[39] Α΄ Τιμ. 4,7.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου