γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Παρασκευή 13 Μαρτίου 2020

Ευχές για την αποτροπή Λοιμικής νόσου



ΕΥΧΗ ΕΙΣ ΛΟΙΜΙΚΗΝ ΝΟΣΟΝ

Τοῦ Κυρίου δεηθῶμεν.

Παντοκράτορ Δέσποτα, μακρόθυμε, πολυέλεε, εὐδιάλλακτε, φιλάνθρωπε, πανάγαθε, ὑπεράγαθε, παντοδύναμε Χριστέ, ὁ Θεὸς ἡμῶν· σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, διὰ μόνην ἀγαθότητος περιουσίαν, τὴν ἡμετέραν φύσιν παρήγαγες· σὺ νοερὰν ψυχὴν καὶ λόγον ἐμπνεύσας ἡμῖν, καὶ εἰκόνι σου τιμήσας ἡμᾶς, τρυφῆς τοῦ Παραδείσου, καὶ θεοειδοῦς ἀγωγῆς, καὶ ὁμιλίας θείας ὑπερφυῶς κατηξίωσας· σὺ τὴν σὴν ἐντολὴν ἀθετήσαντας, καὶ ἀπάτῃ καὶ πλάνῃ καθυπαχθέντας δαιμονικῇ, καὶ τῆς σῆς ἐκπεσόντας δόξης, καὶ θάνατον ἀλλαξαμένους ζωῆς, καὶ βασιλείας δουλείαν αἰσχράν, οὐ παρεῖδες διὰ πέλαγος ἄφατον μαχροθυμίας καὶ ἀγαθότητος, ἀλλ’ ἐπεσκέψω πολυτρόπως διὰ Πατέρων καὶ Προφητῶν· σὺ Νόμον ἡμῖν τὸν ἐν γράμμασιν εἰς ἐπιστροφὴν καὶ παιδαγωγίαν ἔδωκας· Ἀγγέλους ἐπέστησας, ὁδηγούς τε καὶ φύλακας, διδάσκοντας καὶ χεραγωγοῦντας οἱονεὶ πρὸς τὴν τοῦ κρείττονος εὕρεσιν. 

Ἐπεὶ δὲ πάντα ταῦτα κενὰ καὶ μάταια ἀπεδείξαμεν, τῇ ἀμέτρῳ πρὸς τὴν κακίαν ἡμῶν ῥοπῇ, αὐτὸς σὺ τὴν δευτέραν φύσεως ἡμῶν δημιουργίαν τε καὶ ἀνάπλασιν ἀῤῥήτως ἐπὶ τέλει τῶν αἰώνων εἰργάσω, καὶ ὅλον τὸν ἡμέτερον ἄνθρωπον ἑνώσας φρικτῶς ὅλῃ σου τῇ Θεότητι, καὶ σαρκὶ τὴν σάρκα, καὶ ψυχῇ τὴν ψυχὴν καθαγιάσας, καὶ θανάτῳ, καὶ πάθεσι τῶν παρὰ φύσιν παθῶν καὶ τοῦ θανάτου ἀπαλλάξας ἡμᾶς, διὰ τῆς τηρήσεως τῶν θείων σου ἐντολῶν, τῆς ἀθανάτου ζωῆς κατηξίωσας. Ἀλλὰ καὶ πάλιν ἡμεῖς, τὰς θείας σου ἐντολὰς ταύτας παραβάντες, καὶ τῶν ὀρέξεων ἡμῶν καὶ τῶν θελημάτων ὀπίσω γενόμενοι, πᾶσαν ἁμαρτίαν ἐπιμελῶς καθ’ ἑκάστην διενεργοῦμεν, καταλαλιάν, βλασφημίαν, μνησικακίαν, ἐπιορκίαν, ψευδολογίαν, αἰσχρολογίαν, δόλον, ἔριν, φθόνον, καὶ πᾶσαν ἀθέμιτον αἰσχρουργίαν φυσικήν τε καὶ παρὰ φύσιν, καὶ ἣν οὐδὲ ἐν ἀλόγοις ζώοις ἐστὶν εὑρεῖν, ταύτην ἀσεβέστατα καινοτομοῦμεν. Ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν· τῆς βοηθείας τῆς σῆς γεγυμνώμεθα· μυκτηρισμοὶ καὶ χλεύη τοῖς κύκλῳ ἡμῶν ἐγενήθημεν· τὸ σὸν Ὄνομα, τὸ πανάγιον καὶ προσκυνήτον δι’ ἡμῶν βλασφημεῖσθαι τοῖς ἔθνεσι πεποιήκαμεν, τῇ κακίᾳ παλαιωθέντες, καὶ ταῖς τρίβοις ἀφρόνως χωλάναντες· πάντες ἐξεκλίναμεν, ἅμα ἠχρειώθημεν, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ἕως ἑνὸς· Ἱερεῖς καὶ λαὸς ἐξέστημεν ἐπὶ τὸ αὐτό. Διὰ ταῦτα, κρίσει δικαίᾳ, ἐξώσθημεν ἀπὸ σοῦ, καὶ ἀπεῤῥίφημεν τῆς μεγάλης σου ἀντιλήψεως, καὶ τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι. Λοιμοί, καὶ αἰχμαλωσία, καὶ στενοχωρία, καὶ ἀπορία, καὶ θάνατοι ποικίλοι καὶ συνεχεῖς τοὺς τρισαθλίους ἡμᾶς ἐμερίσαντο, ἵνα, διὰ τῶν τοιούτων μαστίγων, πρὸς σεαυτὸν ἄκοντας ἑλκύσῃς, Φιλάνθρωπε. Ἀλλ’ οὐδὲ οὕτω γέγονέ τι πλέον παρ’ ἡμῶν· παρέδωκας ἡμᾶς εἰς δουλείαν τοῖς ἔθνεσι, καὶ εἰς αἰχμαλωσίαν, καὶ σφαγήν, καὶ διαρπαγὴν τοῖς ἀνόμοις, καὶ οὐδὲ οὕτω συνήκαμεν, οὐδὲ τῶν πονηριῶν ἡμῶν καὶ τῶν ἀνομιῶν ἡμῶν ἀπέστημεν. Μικρὸν τῆς δουλείας ἀνῆκες ἡμᾶς παραδόξως, καὶ τῶν ἀσεβῶν παρὰ πᾶσαν ἠλευθέρωσας ἐλπίδα, καὶ ἔτι μᾶλλον προσεθήκαμεν ἀνομίαν ἐπὶ τῇ ἀνομίᾳ, τῇ εὐεργεσίᾳ φυσιωθέντες, καὶ τῇ ἐλευθερίᾳ, καὶ τῇ ἀνέσει καταχρησάμενοι. Διὰ ταῦτα, πανάγαθε Δέσποτα, ὡς μήτε διὰ τῶν λυπηρῶν καὶ τῶν δεινῶν σωφρονιζομένους, μήτε διὰ τῶν σῶν εὐεργεσιῶν καὶ τῶν χαρίτων βελτίους γενομένους, κρίσει δικαίᾳ κατεδίκασας ἡμᾶς, καὶ ἀπωλείᾳ, καὶ πανολεθρίᾳ, καὶ ἀφανισμῷ παντελεῖ παραδέδωκας· καὶ δῆλον, ὡς τέλεον ἐκτριβῆναι καὶ ἀφανισθῆναι κατεκρίθημεν, ἀφ’ ὧν οὕτως ἀφειδῶς τὴν διαδοχὴν τοῦ γένους πρόωρον ἐξεθέρισας, ὡς μηδὲ ῥίζαν, μηδὲ σπέρμα τῷ Ἰσραὴλ ὑπολειφθῆναι, κατὰ τὸ γεγραμμένον, ἀλλὰ γενέσθαι ἡμᾶς ὡς Σόδομα καὶ ὡς Γόμοῤῥα, καθ’ οὖς κατακλυσμὸς ἄρδην πάλαι διέφθειρεν, αὐταῖς ῥίζαις καὶ αὐτοῖς κλάδοις ἀφανισθέντας. Οὐδὲ γὰρ ἡ νόσος, ἐπιπεσοῦσα κατὰ μικρόν, μετρίως ὑπεξάγει τοὺς θνήσκοντας· ἀλλὰ καθάπερ σφαγέως παρόντος καὶ ἑκάστῳ μετὰ τῆς ῥομφαίας καιρίαν ἐπιφέροντος, οὕτως ἅμα τε τὴν πληγὴν καὶ τὸ σύμβολον ἀθρόον ἐδέξαντο τοῦ θανάτου πολλοί, καὶ ἅμα πάντας ἐξαίφνης τὸ σκότος ἐκάλυψε, καὶ ὁ θάνατος, ὡς μόνον εἰπόντας, ὅτι ἐπλήγημεν, καταπόδας εὐθὺς ἐπακολουθεῖ· ὥστε συνδύω καὶ συντρεῖς ἐκβάλλεσθαι ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς οἰκίας, καὶ πρὸς ἐκφορὰν ἀπάγεσθαι, ὥσπερ σωρηδὸν ἐπὶ μιᾷ κλίνῃ κειμένους, καὶ μηδ’ ἐξαρκεῖν τοὺς περιλειπομένους τῶν νενομισμένων ἀξιοῦν τοὺς προσήκοντας, μηδὲ ἔχειν πρός τινα πρῶτον τῶν συγγενῶν πορευθῆναι, πάντων ἁπλῶς ὁμοῦ φθειρομένων ἐλεεινῶν, καὶ παραπεμπομένων τῷ Ἅδῃ· ἀλλ’ ἀπορίᾳ καὶ ἀμηχανίᾳ πανταχόθεν ἐλαυνομένους, μὴ ἐξευρίσκειν τὶ μᾶλλον τῆς συμφορᾶς θρηνῆσαι προσήκει, πότερον τὸν ἄωρον θάνατον, ἢ τὸ αἰφνιδίως οὕτως ἁρπάζεσθαι, ἢ τοὺς προαπελθόντας, ἢ τοὺς τηνικαῦτα ἐκπνέοντας, ἢ τοὺς αὐτίκα τοῦτο πείσεσθαι μέλλοντας, ἢ τοὺς περιεῖναι δοκοῦντας καὶ ἀνωτέρους τοῦ πάθους. Πρὸ πάντων δὲ μᾶλλον ἔπεστιν ὀδύρεσθαι καὶ δακρύειν, ὡς, οὐ περιλειπομένης ἐλπίδος οὐδὲ μιᾶς, μὴ καὶ ἑαυτοὺς ἐν ὀλίγῳ μετὰ νεκρῶν ἀριθμεῖσθαι· οὕτως ἀπηλπισμένοι πανταχόθεν προκείμεθα, καθάπερ θρέμματα τὴν σφαγὴν ἀναμένοντες. Σήμερον περιίσταται τοῖς πατράσι καὶ ταῖς μητράσι χορὸς παίδων, χορὸς υἱῶν, χορὸς ἄλλων συγγενῶν καὶ συνήθων, ὡς στενοχωρεῖσθαι τὰς οἰκίας τῷ πλήθει, συναγομένων ἐν οἷς τε κατὰ φατρίας καὶ συγγενείας· καὶ αὔριον, ἄπαιδες, ἔρημοι, ἐλεεινοί, περιῃρημένοι, καὶ ὥσπερ ἀκρωτηριασμένοι τὰ καιριώτατα, καὶ ἀθρόως τὴν ἐλπίδα πᾶσαν ἀποβαλλόμενοι καὶ τῆς ζωῆς καὶ τοῦ γήρως, καὶ τῆς διαδοχῆς τῆς εἰς ἔπειτα γενεᾶς, καὶ πάντων ὁμοῦ τῶν φυσικῶν, καὶ τῶν φιλτάτων, καὶ τῶν ἀναγκαιότατων στερούμενοι. Ἐξεπλάγημεν οὖν, φιλάνθρωπε Δέσποτα, τῷ μεγέθει τῆς ἀφορήτου ταύτης συμφορᾶς καὶ τῆς μάστιγος· καὶ μικροῦ ἐξέστημεν ἑαυτῶν, καὶ ἀπορία καὶ ἀμηχανία περιέσχεν ἡμᾶς, καὶ φόβος καὶ τρόμος ἀνεκδιήγητος ᾖλθεν ἐφ’ ἡμᾶς, καὶ ἐκάλυψεν ἡμᾶς σκιὰ θανάτου, καὶ ἀπειρήκαμεν καὶ ἀπεγνώκαμεν παντάπασιν. Οὐδὲ γὰρ ἐν τοῖς ζῶσιν ἑαυτοὺς εἶναι λογιζόμεθα, οὐδ’ ἐν τῷ καθεστηκότι τοῦ νοὸς ἐσμέν· ἀλλ’ ἕκαστος τὴν πληγὴν καὶ τὸ σημεῖον ἑαυτῷ φανταζόμενος ἔχειν, πυκνὰ τῶν μελῶν ἐφαπτόμενοι, καθ’ ὥραν ἐξιστάμενοι, κἂν κώνωψ ἐπέλθῃ, κἂν ζωΰφιόν τι δάκῃ, τὸν ὄλεθρον παρεῖναι οἰόμενοι ὑπὸ τοῦ δέους, καὶ πρὸ τοῦ θανάτου νεκροῦσθαι δοκοῦμεν. Ὅθεν καὶ περιάγομεν ἅπαντες, ὥσπερ ἡμιθνῆτες καὶ ἐκλελυμένοι, καὶ πανταχόθεν ἠπορημένοι, καὶ μηδὲ μίαν καταφυγὴν εὑρίσκοντες· καὶ τὸ δὴ χείριστον, ὅτι οὐδὲ διάραι τὰ ὄμματα ἡμῶν εἰς τὸν οὐρανόν, οὐδὲ ἀνοῖξαι τὸ στόμα ἡμῶν, καὶ εὔξασθαι ἐνώπιόν σου τολμῶμεν οἱ τάλανες, τῷ κέντρῳ τοῦ συνειδότος πληττόμενοι· ἀλλὰ τὰ ἔργα ἡμῶν τὰ πονηρά, καὶ πάσης ἀκαθαρσίας ἀνάμεστα, πρὸ ὀφθαλμῶν ἔχοντες, αἰσχύνῃ τὰ πρόσωπα καλυπτόμενοι, ἀναξίους ἑαυτοὺς τῆς σῆς βοηθείας καὶ τῆς σῆς ἀντιλήψεως κρίνομεν, τοῦτο μόνον, συντετριμμένοι καὶ τεταπεινωμένοι, καὶ κατησχυμμένοι βοῶντες πρὸς σὲ τὸν ἀγαθὸν Θεὸν· Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρίσις σου κατὰ πάντα, ἃ ἐπήγαγες ἡμῖν· μᾶλλον δέ, οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησας ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκας ἡμῖν· ἀλλὰ καὶ ταύτην τὴν καθ’ ἡμῶν ἐπιφερομένην μάστιγα, φιλάνθρωπον πλέον, ἢ δικαίαν εἶναι ὁμολογοῦμεν· πᾶσα γὰρ μάστιξ καὶ πληγή, καὶ πᾶς ὄλεθρος καθ’ ἡμῶν ἐπιφερόμενος, ὀλίγος ἐστὶ καὶ μικρὸς πρὸς τὰ πολυπληθῆ ἡμῶν ἀνομήματα. Διὰ μὲν οὖν τὸ πλῆθος τῶν ἡμετέρων ἁμαρτημάτων, οὐδὲ θαῤῥῆσαι ἔχομεν, δικαιοκρίτα Κύριε, ἵνα τὴν σὴν ἱκετεύσωμεν ἀγαθότητα, λύσιν τῆς φοβερᾶς ταύτης εὑρεῖν ἀπειλῆς. Ἡ δὲ ὑπερβολὴ τῆς σῆς εὐσπλαγχνίας, καὶ τῶν σῶν οἰκτιρμῶν ἡ ἄβυσσος, πολυέλεε Δέσποτα, κατατολμᾶν ἀναγκάζει καὶ τὰ ὑπὲρ τὴν ἡμετέραν ἀξίαν ἐπιζητεῖν. Ὅθεν, Θεὲ ὑπεράγαθε, καὶ Κύριε τοῦ ἐλέους, δεόμεθά σου τῆς γαληνότητος· Στῆσον τὴν καθ’ ἡμῶν τοσαύτην ἐπιφερομένην ὀξεῖαν καὶ ἄωρον τοῦ θανάτου ῥομφαίαν, καὶ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ παραδῴης ἡμᾶς εἰς τέλος ἀπολέσθαι, διὰ τὸ Ὄνομά σου τὸ ἅγιον, μηδὲ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ’ ἡμῶν, φιλάνθρωπε, μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, ἣν διέθου τοῖς πατράσιν ἡμῶν, μηδὲ ὀλιγοστοὺς ἡμᾶς ποιήσῃς παρὰ πάντα τὰ ἔθνη. Ἀντίθες τὴν ἄβυσσον τῶν οἰκτιρμῶν σου τῷ πλήθει τῶν ἡμετέρων κακῶν· σοὶ μόνῳ ἁμαρτάνομεν, Κύριε, ἀλλὰ καὶ σοὶ μόνῳ λατρεύομεν· ἐκτός σου, ἄλλον Θεὸν οὐ γινώσκομεν, σοὶ μόνῳ μετὰ συντετριμμένης καὶ τεταπεινωμένης καρδίας παριστάμεθα, καὶ δακρύοντες βοῶμεν τό, Κύριε ἐλέησον. Δέξαι, φιλάνθρωπε, τὴν κοινὴν ταύτην συντριβὴν ἡμῶν, καὶ τὸν καρδιακὸν πόνον, ὡς ἐδέξω τὰ δάκρυα Ἐζεκίου ἐν τῇ θλίψει τῆς καρδίας αὐτοῦ, καὶ τοῦ θανάτου τοῦτον ἐῤῥύσω, καὶ χρόνον ζωῆς ἐδωρήσω παρὰ τὸν ὡρισμένον τοῦ τέλους αὐτῷ· Ἀπέστρεψε γάρ φησιν, Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ ἔκλαυσε· καὶ παρευθύς, ὡς φιλάνθρωπος Δεσπότης, τὸν Προφήτην ἀπέστειλας, λέγοντα αὐτῷ· Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου, καὶ προσθήσω ἐπὶ τὰ ἔτη σου πεντεκαίδεκα ἔτη. Αὐτὸς οὖν, ἀνεξίκακε Κύριε, ὁ εἰπών· Οὐ θελήσω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, σπλαγχνίσθητι καὶ ἐφ’ ἡμῖν τοῖς ἀναξίοις, καὶ ἀπόστρεψον τὸν θυμόν σου τὸν δικαιότατον ἀφ’ ἡμῶν, καὶ μὴ εἰς τοὺς αἰῶνας ὀργισθῇς ἡμῖν. Ὁρᾷς Δέσποτα, ὅπως ἐσμικρύνθημεν, καὶ ὠλιγώθημεν ἡ κληρονομία σου, καὶ τὸ ἅγιον ἔθνος σου, καὶ τὸ πλήρωμα τῆς γῆ ὅλης, οὗ ἡ σκιὰ καὶ τὰ ὄρη περιελάμβανε. Μνήσθητι, φιλάνθρωπε, τοῦ Σταυροῦ, καὶ τοῦ θανάτου, καὶ τοῦ ἑκουσίου Πάθους σου, οὗ ὑπὲρ ἡμῶν τῶν κατακρίτων ὑπέμεινας, καὶ μὴ ἁρπάσῃ ὡς λέων τὰς ψυχὰς ἡμῶν, μὴ ὄντος λυτρουμένου, μηδὲ σῴζοντος. Οἶδας, μακρόθυμε, ὡς οὐδεμία πληγὴ τῶν ἀναισθήτων οὕτως Αἰγυπτίων καθήψατο, ὡς ἡ τῶν πρωτοτόκων φθορὰ καὶ ἀπώλεια· ἐφ’ ἡμῖν δέ, ἀμύθητός ἐστιν ἡ συμφορά, καὶ ἀνείκαστον τὸ δεινόν, πάντων ὁμοῦ καὶ τῶν πρώτων, καὶ τῶν μέσων, καὶ τῶν ἐσχάτων πρὸ ὥρας οὕτως ἁρπαζομένων ἐξαίφνης. Σπλαγχνίσθητι οὖν, εὐδιάλλακτε Κύριε, ἐπὶ τοῖς δάκρυσι, καὶ τοῖς κλαυθμοῖς τῶν νηπίων καὶ τῶν βρεφῶν, καὶ τῆς ἀπλάστου πάσης καὶ ἀώρου ἡλικίας, καὶ στῆσον τὴν καθ’ ἡμῶν δικαίαν σου ἀγανάκτησιν, καὶ κοπασάτω ἡ θραῦσις, πολυέλεε Κύριε· τὴν γὰρ πληγὴν καὶ τὸ σύμβολον τοῦ θανάτου τὰ βρέφη δεξάμενα, καὶ ἐν συναισθήσει τοῦ κακοῦ καὶ τῆς φθορᾶς γενόμενα, πρὸς ἡμᾶς κεχήνασι, καὶ ὅλοις ὀφθαλμοῖς ἐνατενίζουσι, καὶ χεῖρας ὀρέγουσι, καὶ δάκρυσι, καὶ ψελλίσμασι, καὶ ἀκοαῖς ἀσήμοις, καί, οἷς ἔχουσι, κινήμασι τὴν σφαγὴν δεικνύουσι, τὸν ὄλεθρον ἀποδύρονται, καὶ πρὸς βοήθειαν αὐτῶν πᾶσι τρόποις ἡμᾶς ἐφελκύσασθαι δῆθεν βιάζονται. Ἡμεῖς δέ, μηδαμόθεν δυνάμενοι χεῖρα τούτοις ἐπορέξαι, πρὸς σὲ τὸν πάντα δυνάμενον καταφεύγομεν, καὶ παρὰ σοῦ μόνον τὴν βοήθειαν καὶ τὴν λύσιν τῶν δεινῶν ἐξαιτούμεθα· σοὶ γὰρ μόνῳ δυνατὰ τὰ παρὰ ἀνθρώποις ἀδύνατα, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. Ἀμήν.


ΕΥΧΗ ΙΚΕΤΗΡΙΟΣ ΠΡΟΣ ΘΕΟΝ
ΛΕΓΟΜΕΝΗ ΕΝ ΚΑΙΡῼ ΛΟΙΜΟΥ ΚΑΙ ΛΙΜΟΥ

Ποίημα τοῦ ἁγιωτάτου Πατριάρχου Καλλίστου.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ τὴν ὁρωμένην ταύτην κτίσιν, δημιουργικῇ σου προστάζει, ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραγαγὼν· εἶτα καὶ τὸν ἄνθρωπον οἰκείαις χερσὶ διαπλάσας τῇ ἄκρᾳ σου ἀγαθότητι, καὶ πρότερον μὲν πᾶσαν αὐτοῦ τὴν ἑτοιμασίαν, ἀδάπανον καὶ ἄνετον ἐκτελέσας εἰς βρῶσιν καὶ πόσιν· ἅμα δὲ τῇ παραβάσει τῆς ἐντολῆς στερήσας αὐτὸν τῆς ἀκηράτου τρυφῆς ἐκείνης, καὶ ἑτέραν διαγωγὴν αὐτῷ ἐπίπονον παρασχὼν συμφερόντως, ὥστε καρποὺς ἐκφέρειν ἐπιτάξας τὴν γῆν εἰς τροφὴν ἡμετέραν, καὶ αὐτῶν τῶν ἀλόγων ζῴων, πολυειδῶς καὶ ποικίλως· καὶ τοῖς μὲν ἐξ αὐτῶν τῶν σπερμάτων τῆς γῆς χορηγῶν τὰ πρὸς χρείαν, τοῖς δὲ ἑτέρως κατὰ τὴν προνοητικήν σου δύναμιν, δι’ ἧς καὶ τοὺς τῆς θαλάσσης ἰχθύας ἐφορᾷς τῇ σῇ χρηστότητι, τῆς σῆς δεξιᾶς ἀνοιγομένης καὶ ἐμπιπλώσης πᾶν ζῷον εὐδοκίας· ὁ μεγάλα καὶ θαυμαστὰ τεράστια ἐργασάμενος ἔν τε τῇ παλαιᾷ καὶ τῇ νέᾳ Διαθήκῃ, ἐπάκουσόν μου τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου. Καὶ καθάπερ ποτέ, διὰ τοῦ Ἰωσὴφ ἐκείνου, τοῦ φέροντος τύπον τοῦ μονογενοῦς σου Υἱοῦ, ἅπαντα τὸν Ἰσραηλίτην ἐκεῖνον διέθρεψας λαὸν δαψιλῶς, οὕτω καὶ νῦν διὰ τοῦ μονογενοῦς σου Υἱοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, χορήγησον τὰ πρὸς τροφὴν καὶ ἀνάπαυσιν ἡμετέραν, καὶ τῶν ἀνιαρῶν πάντων ἀπαλλαγὴν ἡμῖν δώρησαι, τοῦ λοιμοῦ, καὶ λιμοῦ, καὶ τῆς προσδοκωμένης ἀνάγκης καὶ βίας ἐλευθερώσας ἡμᾶς· ἵνα δοξασθῇ τὸ πανάγιον Ὄνομα σοῦ τοῦ ἀνάρχου Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΥΧΗ ΕΤΕΡΑ

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ τῶν θαυμασίων Θεός, ὁ καὶ μεγάλα καὶ θαυμαστὰ ἐργασάμενος· ὁ τὸν παλαιὸν Ἰσραὴλ διὰ Μωσέως ἐλευθερώσας τῆς πικρᾶς δουλείας τοῦ Φαραὼ· ὁ τῇ χειρί σου τῇ δεξιᾷ τοῦτον καθοδηγήσας, καὶ ἀβλαβῆ διασώσας πρὸς τὴν γῆν τῆς ἐπαγγελίας· ὁ πρότερον μὲν διὰ τῶν ὀρνίθων ἐκείνων εἰς κόρον ἐκθρέψας οὐκ εὐαρίθμητον λαὸν ἐν τῇ ἐρήμῳ τῇ ξηροτάτῃ· ὁ ὀμβρήσας τὸ μάννα, καθάπερ ὕδωρ ἐκ πηγῆς ἀεννάου· ὁ τὴν ἀκρότομον πέτραν πηγὰς ὑδάτων ὀμβρῆσαι παρασκευάσας, καὶ πάντας κορέσας τῇ τοῦ ὕδατος ἐκχύσει τῷ δίψει πιεζομένους· οὕτω καὶ νῦν ἡμᾶς θρέψον τῇ συνήθει σου φιλανθρωπίᾳ καὶ ἀγαθότητι· χορήγησον ἡμῖν τὰ δέοντα, καὶ αὐτάρκησον πρὸς ὑπουργίαν καὶ τροφὴν ἡμετέραν· δεῖξον καὶ ἐν ἡμῖν τὰ σὰ μεγάλα θαυμάσια, καὶ θρέψον ἡμᾶς εἰς κόρον τῇ εὐλογίᾳ τῆς σῆς χρηστότητος· πάντα γὰρ δυνατά σοι, ἀδυνατεῖ δέ σοι οὐδέν. Ναί, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ ἐκθρέψας μυριάδας λαοῦ ἐν ὀλίγοις ἄρτοις ἐν τῇ ἐρήμῳ, θρέψον καὶ νῦν ἡμᾶς τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, καὶ μὴ παρίδῃς τὰς δεήσεις ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀναξίων δούλων σου· ἵνα δοξασθῇ τὸ πανάγιον Ὄνομα σοῦ τοῦ Πατρός, καὶ τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ τοῦ παναγίου καὶ ζωοποιοῦ σου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


*     *     *


ΕΥΧΗ ΕΙΣ ΠΛΗΓΗΝ ΘΑΝΑΤΙΚΟΥ

Τοῦ Κυρίου δεηθῶμεν.

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ἡ τῶν οἰκτιρμῶν ἀνεξάντλητος πηγή· τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος· ἡ ἄπειρος ἄβυσσος τῆς μακροθυμίας καὶ τῆς χρηστότητος· ὁ καὶ τὰς κατὰ γενεὰν ἐπαγομένας τῷ γένει τῶν ἀνθρώπων πληγάς τε καὶ μάστιγας συμφερόντως, διὰ φιλανθρωπίας ὑπερβολήν, ἐπιφέρων, ἵνα τὸ πρὸς τὴν ἁμαρτίαν ἡμῶν ἀκρατὲς καὶ ὀξύῤῥοπον, καθάπερ τινὶ χαλινῷ, τῷ θείῳ σου κατεχόμενον φόβῳ, μὴ ἀτάκτως κινῆται κατὰ τῆς θείας εἰκόνος, μηδὲ εἰς τὸ τῆς ψυχῆς εὐγενὲς κακῶς ἐξυβρίζῃ· Στῆσον, δεόμεθα, τὴν κατὰ τῆς φύσεως ἡμῶν φερομένην ὀξεῖαν καὶ ἄωρον ταύτην τοῦ θανάτου ῥομφαίαν, ἵνα μὴ ὀλιγοστοὺς ἡμᾶς παρὰ πάντα τὰ ἔθνη ποιήσῃς, μηδὲ τοῖς νοητοῖς καὶ αἰσθητοῖς ἐχθροῖς ἡμῶν παραδώσῃς ἡμᾶς ἐξουθένημα. Ἐξηρήμωνται πόλεις, ἠφανίσθησαν ἀγοραί, ἱεραὶ πανηγύρεις, καὶ τελεταί, καὶ θείων ὕμνων συστήματα· τῷ πλείονι μέρει, κατεσιγάσθησαν· οἰκίαι καλαὶ καὶ μεγάλαι, κατὰ τὴν Γραφήν, ἠφανίσθησαν, καὶ οὐκ ἔστιν ὁ κατοικῶν ἐν αὐταῖς. Φόβος καὶ τρόμος ᾖλθεν ἐφ’ ἡμᾶς, καὶ σκότος ζοφερὸς τοῦ φοβεροῦ τούτου θανάτου πάντας ἐκάλυψεν. Οὐ φθάνομεν, Δέσποτα, τοὺς τελευτῶντας ὡς ἔθος, θρηνεῖν οἱ προσήκοντες· καὶ γὰρ τὸ τέλος ἡμῶν φθάνει, καὶ ἄλλους ἐπιζητοῦμεν τοὺς θρηνοῦντας, καὶ κοινῷ τῷ τάφῳ παραδιδόμεθα. Οὐδὲ οἱ ζῶντες καὶ φαινόμενοι, ζῆν ἤδη νομίζομεν· τῷ φόβῳ τῆς φοβερᾶς ταύτης πληγῆς, μικροῦ καὶ ἑαυτοῖς ἀπιστοῦμεν· τὸ τοῦ θανάτου σύμβολον, καὶ πληγὴν ἔχειν ἕκαστος ἐν ἑαυτῷ φανταζόμενος, καὶ πρὸ τοῦ θανάτου τῷ δέει τοῦ θανάτου χαλεπῶς ἀποθνήσκοντες. Ταῦτα τῆς κακίας ἡμῶν τὰ ἐπίχειρα· τοῦτο τῶν πονηρῶν καὶ ἀκαθάρτων ἡμῶν πράξεων τὸ κατάλληλον ἀποτέλεσμα· ταῦτα τῆς ἀσελγείας καὶ ἀδικίας καὶ ἐπιορκίας ἡμῶν τὰ δεινὰ κατορθώματα· οὗτος ὁ τρικέφαλος ὄφις τοὺς πικροὺς ἡμῖν ὀδόντας ἐμπήξας, τὴν φθορὰν καὶ τὸν θάνατον τοῦτον ἐπήγαγε· διὰ ταῦτα ἔρχεται, φησίν, ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὸ οὐδὲ νοητοὺς ὀφθαλμοὺς ἐπάραι, οὐδὲ προσεύξασθαι καθαρῶς, καὶ τὸν ἔλεον ἐφελκύσασθαί σου δυνάμεθα, τῷ βάρει τοῦ συνειδότος, καθάπερ τινὶ κλοιῷ σιδηρῷ, κατακαμπτόμενος ἕκαστος. Ἀλλὰ μὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ Ὄνομά σου τὸ ἅγιον, μηδὲ διασκεδάσῃς τὴν διαθήκην σου, ἵνα μὴ τὸν τῆς μετανοίας καὶ ἐπιστροφῆς καιρὸν ζημιωθῶμεν οἱ τάλανες. Διὸ καὶ τὴν πληγὴν τοῦ θανάτου ταύτην φιλανθρώπως ἐπήγαγες. Οἴδαμεν, ὡς πολλάκις τὴν μετάνοιαν ὑποσχόμενος καὶ πολλάκις ψευσάμενος, τὴν τομήν, κατὰ τὴν ἄκαρπον ἐκείνην συκῆν, κατεκρίθημεν. Ἀλλ’ ἔτι καὶ ἔτι μακροθύμησον, ὡς φιλάνθρωπος γεωργός, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπεστρέψαι καὶ ζῆν αὐτὸν· ὁ ἑβδομηκοντάκις ἑπτὰ συγχωρεῖν τοῖς ἀδελφοῖς κελεύων τὰ ἁμαρτήματα· ὁ δυνάμενος ἐκ τῶν σκληρῶν καὶ ἀκάρπων λίθων ἐγείρειν τέκνα τῷ Ἀβραάμ· σοὶ γὰρ μόνῳ πάντα δυνατά, τὰ παρὰ ἀνθρώποις ἀδύνατα, φιλάνθρωπε Δέσποτα· ἵνα καὶ ἐφ’ ἡμῖν εἰς γενεάς, καὶ γενεὰς δοξασθείη σου τὸ πανάγιον Ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΥΧΗ ΕΤΕΡΑ

Τοῦ Κυρίου δεηθῶμεν.

Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν ἐνώπιόν σου, πανάγαθε Δέσποτα· παρέβημέν σου τὰς σωτηρίους ἐντολάς, τὰς ἱερὰς συνθήκας ἡμῶν, ἃς ἐπὶ τῷ θείῳ Βαπτίσματι, κατέναντι τοῦ μεγάλου σου Θυσιαστηρίου, ἐνώπιον Ἀγγέλων ἐποιησάμεθα καὶ ἀνθρώπων· ἠθετήσαμεν τὸ φρικτὸν Αἷμα τῆς διαθήκης, ἐν ᾧ ἡγιάσθημεν, κοινὸν ἡγησάμενοι, καὶ τῷ Πνεύματι τῆς χάριτος ἐνυβρίσαντες, καὶ τῆς φοβερᾶς καὶ ὑπερφυοῦς υἱοθεσίας καταφρονήσαντες. Πᾶσα Γραφή, καὶ θεῖος Νόμος, καὶ διδασκαλία θεόπνευστος, ψόφος κενὸς καὶ ῥήματα πράξεως ἔρημα παρ’ ἡμῖν ἐλογίσθησαν· ὀνόματι μόνον καὶ λόγοις τὸ σεπτὸν Εὐαγγέλιον, καὶ τὸν ἀληθῆ Χριστιανισμὸν οἱ τάλανες περιφέρομεν. Αἱ χεῖρες ἡμῶν πρὸς πᾶσαν ἁρπάγην καὶ πλεονεξίαν γεγόνασιν ἐπιτήδειοι· οἱ πόδες ὀξεῖς καὶ ἀνομώτατοι, καὶ πρὸς πᾶσαν ἀδικίαν καὶ κακεντρέχειαν ἕτοιμοι, τῆς μερίδος τῶν ἀδελφῶν ἐπιβαίνειν καὶ καταπατεῖν, καὶ κατεσθίειν τοὺς πένητας· τὸ στόμα, τὸ τῶν ἱερῶν εὐχῶν τε καὶ λόγων ὄργανον, πάσης αἰσχρότητος καὶ μωρολογίας, ἐπιορκίας τε καὶ διαβολῆς ἀπετελέσαμεν ὄργανον· τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ πάσας ἡμῶν τὰς αἰσθήσεις, ἀσωτίας καὶ πάσης ἀσελγείας καθ’ ὑπερβολὴν ἐπληρώσαμεν· τὸν ἐν ἡμῖν βασιλεύοντα νοῦν, τὸ θεῖον ἐκεῖνο σπέρμα καταπατήσαντες, καὶ τὰ μέλη σοῦ τοῦ Χριστοῦ πόρνης μέλη ποιήσαντες, καὶ ἀντὶ ναῶν τοῦ Θεοῦ, φθορᾶς καὶ ἀκαθαρσίας ἀποθῆκαι γενόμενοι. Διὰ τοῦτο, πανάγαθε Δέσποτα, τὴν πολλήν σου φιλανθρωπίαν πρὸς ἀγανάκτησιν ἐτρέψαμεν οἱ ταλαίπωροι· τὸ πλῆθος τῶν σῶν εὐεργεσιῶν εἰς τιμωρίας ἡμῖν ἀφρόνως μετατεθείκαμεν. Καὶ ἐπειδὴ μήτε τοῖς ἡμετέροις ἀγαθοῖς, μήτε τοῖς ἀλγεινοῖς τοῦ πλησίον βελτίους γεγόναμεν, δικαίως καθ’ ἡμῶν αὐτῶν τὴν δικαίαν σου παίδευσιν καὶ τὴν πληγὴν ἐκινήσαμεν. Ἀλλὰ μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, Κύριε. Σοὶ μόνῳ ἡμάρτομεν, ἀλλὰ καὶ σὲ προσκυνοῦμεν μόνον, καὶ μετὰ συντετριμμένης καρδίας, ὡς θυσίαν καθαράν, τὴν ἐξομολόγησιν προσφέρομεν. Ἄνες, ἄφες, φιλάνθρωπε Δέσποτα· στῆσον τὴν καθ’ ἡμῶν φερομένην δικαίως μάστιγα· νικησάτω τὸ πλῆθος τῶν οἰκτιρμῶν σου τὸ τῶν ἁμαρτιῶν ἡμῶν πονηρὸν σύστημα· τὸ τῆς σῆς ἀπείρου χρηστότητος πέλαγος κατακαλυψάτω τῆς κακίας ἡμῶν τὴν πικρὰν θάλασσαν. Ἔχομεν τῆς σῆς φιλανθρωπίας ὑποδείγματα μέγιστα, λῃστὰς καὶ πόρνας, τελώνας καὶ τὸν ἄσωτον υἱόν, οἵ τινες ἡμᾶς τοὺς ἀθλίους παρευδοκιμοῦσι, καὶ εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν προάγουσι. Μετὰ τούτων καὶ ἡμᾶς ἐξομολογουμένους σοι καὶ προσπίπτοντας πρόσδεξαι, Δέσποτα· εἰ δὲ καὶ τῆς αὐτῶν ἐπιστροφῆς καὶ εἰλικρινοῦς μετανοίας πλεῖστον ἀπολειπόμεθα, τὸ λεῖπον ἀποπληρωσάτω ἡ ἄπειρος ἀγαθότης σου, μᾶλλον δὲ καὶ τὸ πᾶν· ἐπειδὴ καὶ τοῦ παντὸς ὅλως λειπόμεθα. Ἔχεις οὖν εὐσπλαγχνίαν τε καὶ συγγνώμην παρακαλοῦντάς σε, τὸν Σταυρόν, καὶ τὸν ἑκούσιον θάνατον, ὃν ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων ὑπέμεινας, τοὺς ἀγῶνας τῶν Ἀποστόλων, τοὺς τῶν Ὁσίων ἱδρῶτας, καὶ τῶν Μαρτύρων τὰ αἵματα, καὶ πρὸ πάντων τὴν κοινὴν τῶν ἁπάντων ἐλπίδα καὶ σωτηρίαν, τὴν ὑπὲρ λόγον ἀσπόρως τεκοῦσάν σε Θεοτόκον· ὧν τὰς ἐντεύξεις φιλανθρώπως δεξάμενος, τῶν παρόντων ἀνιαρῶν, καὶ τῆς μελλούσης αἰωνίου κολάσεως ἡμᾶς ἐλευθέρωσον. Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἀνάρχου σου Πατρός, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(Ἐκ τοῦ Μεγάλου Εὐχολογίου, ἔκδ. Ἀστήρ, Ἀθῆναι,
σ. 548-558)


ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΤΡΙΑΔΑ ΚΑΙ ΕΙΣ ΠAΝΤΑΣ ΤΟΥΣ ΑΓΙΟΥΣ
ΕΙΣ ΑΠΕΙΛΗΝ ΛΟΙΜΙΚΗΣ ΑΣΘΕΝΕΙΑΣ


Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.

Ἡ παντουργὸς καὶ συμφυὴς καὶ σύνθρονος, καὶ ὁμοδύναμος, καὶ τριφεγγὴς δόξα, Πάτερ ἀκατάληπτε, Υἱὲ καὶ Πνεῦμα Ἅγιον, χαλεπῆς ἀσθενείας, τοὺς σοὺς οἰκέτας ἀπάλλαξον, ὅπως εὐχαρίστως δοξάζωμεν.

Ἁμαρτιῶν με καταιγὶς συνώθησεν, εἰς ἀσθενείας βυθόν, καὶ συνεχεῖς πόνοι, ὥσπερ τρικυμίαι με, χειμάζουσι τὸν δείλαιον. Ὁμοδύναμον κράτος, Τριὰς Ἁγία σπλαγχνίσθητι· σῶσόν με δεινῶς ἀπολλύμενον.

Τῆς συνεχούσης ἁμαρτίας λύτρωσαι, Τριὰς ἀμέριστε, ἡμᾶς τοὺς σοὺς δούλους, δρόσῳ τοῦ ἐλέους σου, σβεννύουσα τὸν καύσωνα, τῶν δεινῶν ἀλγηδόνων, καὶ τὴν ὑγείαν παρέχουσα, ὅπως ὀρθοδόξως ὑμνοῦμέν σε.

Θεοτοκίον.

Τὸν λυτρωτὴν καὶ παντουργὸν καὶ Κύριον, κυοφορήσασα, τὸν τὰς ἡμῶν νόσους, Πάναγνε βαστάσαντα, αὐτὸν οὖν καθικέτευε, χαλεπῆς ἀσθενείας, τοὺς σοὺς οἰκέτας λυτρώσασθαι, μόνη τῶν ἀνθρώπων βοήθεια.

Ὠδὴ γ΄. Οὐρανίας ἁψίδος.

Ἐπουράνιοι Νόες, Ἀγγελικὰ τάγματα, Θρόνοι, καὶ Ἀρχαί, καὶ Δυνάμεις, καὶ Κυριότητες, ἐκδυσωποῦσί σε, τὸν ἀγαθὸν καὶ Σωτῆρα, λοιμικῆς ἀπάλλαξον, νόσου τοὺς δούλους σου.

Ἵνα φιλανθρωπίας, ἐπὶ πολὺ Δέσποτα, σοῦ ἐπιδεικνύῃς, τὴν ἄβυσσον παντοδύναμε, νόσου ἀπάλλαξον, θανατηφόρου καὶ πόνων, χαλεπῶν τοὺς δούλους σου, μόνε μακρόθυμε.

Ὡς Θεοῦ παραστάται, λειτουργικὰ πνεύματα, Ἄγγελοι Ἀρχάγγελοι, τοῦτον ἐκδυσωπήσατε, παῦσαι τὸ νόσημα, διασκεδάσαι τὴν λύμην, τῆς θανατηφόρου τε μοίρας λυτρώσασθαι.

Θεοτοκίον.

Ἰαμάτων πηγήν σε, τῶν ἀγαθῶν ἔδειξεν, ἄβυσσος ἐκ σοῦ προελθοῦσα, Χριστὸς ὁ Κύριος, Κόρη πανάμωμε· Διὸ κλυδωνιζομένους, ἀσθενείας λαίλαπι, ῥῦσαι τοὺς δούλους σου.

Ὠδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.

Νῦν ἡ σκιά, ὄντως θανάτου ἐκύκλωσε, καὶ τοῦ Ἅδου, πύλαις προσεπέλασεν· ἀλλὰ σὺ Σῶτερ ὡς δυνατός, ἡμᾶς ἀναστήσας, θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐν πίστει, ἀδιστάκτῳ βοῶντας· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Οἱ τοῦ Χριστοῦ, Μύσται αὐτόπται καὶ κήρυκες, εἰληφότες, δῶρον τὰ ἰάματα, καὶ ἰατροὶ ὄντες ψυχικοί, ἐκ τῶν ἀναγκῶν με, Ἀπόστολοι ἐξαγάγετε, τῆς συνεχούσης νόσου, Ἰησοῦν δυσωποῦντες, τὸν Δεσπότην καὶ ῥύστην καὶ Κύριον.

Ἁμαρτιῶν, ζάλη ἡμᾶς νῦν κατέλαβεν, ἀσθενείας, κύματα χειμάζουσι, πόνοι βυθίζουσι συνεχεῖς, θλίψεις καὶ ὀδύναι, ἡμᾶς τοὺς δειλαίους εὕροσαν· Ἀπόστολοι Κυρίου, ταῖς ὑμῶν ἱκεσίαις, βοηθείας τὴν χεῖρα ὀρέξατε.

Θεοτοκίον.

Πόνοις δεινοῖς, καὶ συνεχέσι βαλλόμενοι, τῇ Παρθένῳ, πάντες σοι προσπίπτομεν, τῇ κραταιᾷ σκέπῃ σου ἁγνή· Σῶσον ἡμᾶς πάντας, οἰκτείρησον Θεονύμφευτε, ἐκλύτρωσαι τῆς λύμης, καὶ δεινῆς ἀρρώστιας, καὶ τὰ ἄλγη θεράπευσον Δέσποινα.

Ὠδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Οἱ θαλάσσας ἀπάτης, ταῖς μελισταγέσιν ὑμῶν παρακλήσεσιν, ἱεροὶ Προφῆται, κατακλύσαντες, νῦν μεταβάλετε, τὴν πικρίαν ὅλην, τῆς λοιμικῆς νῦν ἀσθενείας, εὐρωστίας πρὸς θείαν γλυκύτητα.

Ἐνεπάγησαν βέλη, τὰ τῆς ἀσθενείας προστάζει σου Κύριε, καὶ ἐπεστηρίχθη, ἐφ’ ἡμᾶς ἡ σὴ χεὶρ παντοδύναμε· ὡς Θεὸς οἰκτίρμων, οἴκτειρον πάντας σῷ ἐλέει, ταῖς εὐχαῖς τῶν ἁγίων Μαρτύρων σου.

Τὸν υἱὸν ὥσπερ πάλαι, χήρας ἐξανέστησας, τῷ σῷ προστάγματι, νεκρωθέντα Λόγε, χαλεπῆς ἀσθενείας τοὺς δούλους σου, ἀγαθὸς ὢν μόνος, καὶ συμπαθὴς ἀπολυτρώσας, ζωοποίησον μόνε φιλάνθρωπε.

Θεοτοκίον.

Ἐν νυκτὶ τῇ τοῦ βίου, θύελλα κατέλαβε πάσης κακώσεως, καὶ ἐκάλυψέ με, ἀσθενείας Παρθένε σκοτόμαινα· ἀλλ’ ἀνάτειλόν μοι, ἀναψυχῆς πάναγνε φέγγος, καὶ πρὸς φῶς εὐρωστίας ὁδήγησον.

Ὠδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Εἰς πέλαγος ἀχανές, ἀσθενειῶν περικείμεθα, καὶ λοιμικῆς συμφορᾶς, χειμάζει τὰ κύματα· κυβερνῆτα Κύριε, βοηθείας χεῖρα, ἐπεκτείνας νῦν διάσῳσον.

Παράλυτον ὡς τὸ πρίν, συνέσφιγξας θείῳ νεύματι, ἐκ νόσου ὀδυνηρᾶς, καὶ στρωμνῆς κακώσεως· νόσου βαρυτάτης δέ, οἰκτειρήσας δίδου, τὴν ὑγείαν Πολυέλεε.

Τῶν Προφητῶν ὁ χορός, τῶν Ἀποστόλων ὁ σύλλογος, τὸ στῖφος τῶν Ἀθλητῶν, νῦν ἐκδυσωποῦσί σε, μόνε Πολυέλεε, ὑπὲρ τοῦ λαοῦ σου· ἀγαθὲ τοῦτον οἰκτείρησον.

Θεοτοκίον.

Μαρία τὸ καθαρόν, τῆς παρθενίας κειμήλιον, καθάρισον δὴ ἡμᾶς, καὶ νόσων καὶ θλίψεων, καὶ τῆς συνεχούσης νῦν, ἀσθενείας ῥῦσαι, ἵνα πίστει σε δαξάζωμεν.

Κοντάκιον. Ἐπεφάνης σήμερον.

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ πρεσβεία ἕτοιμε, τῶν ἐλπιζόντων ἐπὶ σέ, ἀπὸ κινδύνων ἐκλύτρωσαι, καὶ μὴ παρίδῃς, ἡ πάντων ἀντίληψις.

Ὠδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Φλογίζει ἡ κάμινος, ἀμέτρων πόνων, καὶ κατακαίει με· πυρετοῦ λοιμικῆς με, ἡ φλὸξ ἀπαύστως ἡ ἀναιδέστατος· ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου, Σῶτερ ἀνάψυξον ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Προφῆται, Ἀπόστολοι, Μαρτύρων δῆμος, θεῖοι Διδάσκαλοι, τῶν νοσούντων τὸ ἄλγος, ὑμῶν πρεσβείαν καταπραΰνατε, καὶ τὴν ὑγείαν δωρήσασθε ψάλλουσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ λόγῳ τὸν Λάζαρον, ἐξαναστήσας, νῦν ὡς ἐκ τάφου ἡμᾶς, χαλεπῆς ἀσθενείας, ἐξαναστήσας ζώωσον Κύριε, ἵνα βοῶμεν ᾠδὴν χαριστήριον·  Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Οἰκτίρμων ὑπάρχουσα, καὶ Μήτηρ οὖσα τοῦ πανοικτίρμονος, οἰκτειρήσασα ῥῦσαι, τὸν σὸν λαὸν τὸν ἐπικαλούμενον, τὰ σὰ ἐλέη Παρθένε καὶ ψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

Ὠδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ὀδυνηρῶς στενάζομεν, ἀπὸ κλίνης ὀδύνης ἡμῶν, καὶ ἀπὸ λοιμώδους, ἀσθενείας κράζομεν, πρὸς σὲ τὸν φιλάνθρωπον· τὰ τῆς καρδίας ὄμματα, νῦν ἀναπετῶντες, τὴν ὑγείαν αἰτοῦμεν· Ἐπίσκεψαι ἡμᾶς Σῶτερ, καὶ ἀνάστησον ψάλλειν· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ τὴν ἡμῶν ἀσθένειαν, συμπαθῶς ἐνδυσάμενος, καὶ ὁμοιωθῆναι, τοῖς βροτοῖς ἑλόμενος, εὐχαῖς τῶν Ὁσίων σου, ἀπεγνωσμένους σῶσον ἡμᾶς, ἔγειρον ἐκ τάφου, ἀπογνώσεως ψάλλειν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δημιουργὲ τῆς φύσεως, χορηγὲ τῆς ἰάσεως, σπλάγχνα οἰκτιρμῶν τε, καὶ εὐσπλαγχνίας πέλαγος, ὡς ἔχων μακρόθυμε, ἐπισκοπῇ ἐπίσκεψαι, ἀπὸ τῆς λοιμώδους, ἀσθενείας λαόν σου, καὶ ζώωσον κραυγάζειν· Ἱερεῖς εὐλογεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡ κραταιὰ βοήθεια, καὶ βεβαία ἀντίληψις, τῶν ἀπηλπισμένων, ἡ ἐλπὶς Πανάμωμε, ἐπίσκεψαι κάμνοντας, ὀδυνηρῶς τοὺς δούλους σου· κούφισον τὸ βάρος, τῆς πικρᾶς ἀσθενείας· ἀπέλασον τὴν νόσον, τῆς λοιμώδους ἀνάγκης, καὶ σῶσον τοὺς σοὺς δούλους, Παρθένε Θεοτόκε.

Ὠδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Θαυμάσια μεγάλα ὧν ἀριθμός, οὐχ ὑπάρχει ποιήσας ἀθάνατε, ἐπὶ τοὺς σούς, δούλους τὰ ἐλέη σου ὁ Θεός, ὡς συμπαθὴς ἀνάδειξον, καὶ τῆς συνεχούσης ἡμᾶς νυνί, ἀπάλλαξον ὀδύνης, λιταῖς τῆς σὲ Τεκούσης, καὶ τοῦ χοροῦ τῶν Ἀθλοφόρων σου.

Ἀγγέλων Ἀρχαγγέλων καὶ Προφητῶν, Ἀποστόλων, Μαρτύρων, Ὁσίων τε, Ἱεραρχῶν, Ἱερομαρτύρων σου ταῖς εὐχαῖς τὸν κοπετὸν τῶν δούλων σου, στρέψον Παντοδύναμε εἰς χαράν, θεράπευσον τὸ ἄλγος, κούφισον τὰς ὀδύνας, καὶ τὴν ὑγείαν ἡμῖν δώρησαι.

Ψυχῶν τε καὶ σωμάτων τὸν ἰατρόν, ἐν ἐλέει τὸν πλούσιον Κύριον, σὲ δυσωπῶ· Ἴασαι τὰ πάθη μου τὰ πολλά, τῶν ὀδυνῶν ἀπάλλαξον, καὶ τῶν λυπηρῶν με ὡς ἀγαθός, καὶ μόνος εὐεργέτης, καὶ σῷζε τοὺς ἐν πίστει, εἰλικρινῶς σε μεγαλύνοντας.

Θεοτοκίον.

Οἰκτίρμονα τεκοῦσα καὶ συμπαθῆ, καὶ Δεσπότην καὶ Κτίστην καὶ Κύριον, νῦν ἐπ’ ἐμοί, δεῖξόν σου συνήθως τοὺς οἰκτιρμούς, καὶ χαλεπῆς με λύτρωσαι, νόσου δαπανώσης μου τὴν ψυχήν, Παρθένε Θεοτόκε· παράσχου μοι τὴν ῥῶσιν, ὅπως ἀπαύστως μεγαλύνω σε.

(Ἐκ τοῦ Μεγάλου Εὐχολογίου, ἔκδ. Ἀστήρ, Ἀθῆναι,
σ. 543-547)




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου