ΙΟΥΣΤΙΝΙΑΝΟΥ
ΑΥΤΟΚΡΑΤΟΡΟΣ
ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ
ΚΑΤΑ ΤΩΝ ΩΡΙΓΕΝΕΙΩΝ ΔΟΞΑΣΙΩΝ
ΕΚ ΤΟΥ
ΔΙΑΤΑΓΜΑΤΟΣ ΤΟΥ
(543 μ.Χ.)
α΄. Εἴ
τις λέγει ἢ ἔχει, προϋπάρχειν τὰς τῶν
ἀνθρώπων ψυχάς, οἶα πρῴην
νόας οὔσας καὶ ἁγίας
δυνάμεις, κόρον δὲ λαβούσας τῆς θείας θεωρίας καὶ
πρὸς τὸ χεῖρον τραπείσας, καὶ διὰ
τοῦτο ἀποψυγείσας μὲν τῆς
τοῦ Θεοῦ ἀγάπης, ἐντεῦθεν
δὲ ψυχὰς ὀνομασθείσας, καὶ τιμωρίας χάριν εἰς
σώματα καταπεμφθείσας, ἀνάθεμα ἔστω.
β΄. Εἴ
τις λέγει ἢ ἔχει, τὴν τοῦ
Κυρίου ψυχὴν προϋπάρχειν, καὶ ἡνωμένην
γεγενῆσθαι τῷ Θεῷ
Λόγῳ πρὸ τῆς ἐκ παρθένου σαρκώσεώς τε καὶ γεννήσεως, ἀνάθεμα
ἔστω.
γ΄. Εἴ
τις λέγει ἢ ἔχει, πρῶτον πεπλάσθαι τὸ
σῶμα τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ ἐν
τῇ μήτρᾳ τῆς
ἁγίας παρθένου, καὶ μετὰ
ταῦτα ἑνωθῆναι αὐτῷ
τὸν Θεὸν Λόγον, καὶ τὴν
ψυχὴν ὡς προϋπάρξασαν, ἀνάθεμα ἔστω.
δ΄. Εἴ
τις λέγει ἢ ἔχει, πᾶσι τοῖς
ἐπουρανίοις τάγμασιν ἐξομοιωθῆναι
τὸν τοῦ Θεοῦ Λόγον, γενόμενον τοῖς χερουβὶμ
χερουβίμ, καὶ τοῖς σεραφὶμ σεραφίμ, καὶ
πάσαις ἁπλῶς ταῖς ἄνω δυνάμεσιν ἐξομοιωθέντα, ἀνάθεμα
ἔστω.
ε΄. Εἴ
τις λέγει ἢ ἔχει, ἐν τῇ
ἀναστάσει σφαιροειδῆ τὰ
τῶν ἀνθρώπων ἐγείρεσθαι σώματα, καὶ
οὐχ ὁμολογεῖ ὀρθίους
ἡμᾶς ἐγείρεσθαι, ἀνάθεμα ἔστω.
ς΄. Εἴ
τις λέγει ἢ ἔχει, οὐρανὸν
καὶ ἥλιον καὶ σελήνην καὶ
ἀστέρας καὶ ὕδατα
τὰ ὑπεράνω τῶν οὐρανῶν
ἐμψύχους καὶ λογικὰς
εἶναί τινας δυνάμεις, ἀνάθεμα ἔστω.
ζ΄. Εἴ
τις λέγει ἢ ἔχει, ὅτι ὁ
δεσπότης Χριστὸς ἐν τῷ μέλλοντι αἰῶνι σταυρωθήσεται ὑπὲρ
δαιμόνων, καθὰ καὶ ὑπὲρ ἀνθρώπων, ἀνάθεμα ἔστω.
η΄. Εἴ
τις λέγει ἢ ἔχει, ἢ πεπερασμένην εἷναι
τὴν τοῦ Θεοῦ δύναμιν, καὶ τοσαῦτα
αὐτὸν δημιουργῆσαι, ὅσον
περιδράξασθαι καὶ νοεῖν ἠδύνατο, ἢ τὰ
κτίσματα συναΐδια εἶναι τῷ
Θεῷ, ἀνάθεμα ἔστω.
θ΄. Εἴ
τις λέγει ἢ ἔχει, πρόσκαιρον εἶναι τὴν
τῶν δαιμόνων καὶ ἀσεβῶν
ἀνθρώπων κόλασιν, καὶ τέλος κατά τινα
χρόνον αὐτὴν ἕξειν, ἤγουν ἀποκατάστασιν
γενέσθαι δαιμόνων ἢ ἀσεβῶν ἀνθρώπων, ἀνάθεμα ἔστω.
ι΄. Ἀνάθεμα
καὶ Ὠριγένει τῷ καὶ
Ἀδαμαντίῳ τῷ
ταῦτα ἐκθεμένῳ μετὰ
τῶν μυσαρῶν αὐτοῦ
καὶ ἐπικαταράτων [ἐνάγων τε] δογμάτων, καὶ
παντὶ προσώπῳ φρονοῦντι
ταῦτα ἢ ἐκδικοῦντι ἢ
κατά τι παντελῶς ἐν οἱῳδήποτε χρόνῳ τούτων ἀντιποιεῖσθαι
τολμῶντι.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 198.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου