ΟΡΟΣ ΠΙΣΤΕΩΣ
ΤΗΣ ΕΝ ΚΩΝ/ΠΟΛΕΙ
Η' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(879-880
μ.Χ.)
Τοῦ
Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν
σεπτὴν καὶ θείαν διδασκαλίαν τοῖς τῆς
διανοίας κόλποις ἀδιστάκτῳ γνώμῃ
καὶ πίστεως τεθεμελιωμένην καθαρότητι, καὶ
τῶν αὐτοῦ ἁγίων μαθητῶν καὶ
ἀποστόλων τὰς ἱερὰς
διατάξεις καὶ τοὺς κανονικοὺς τύπους ἀπλανεστάτῃ
κρίσει συνεξοσιοῦντές τε καὶ συνδιασῴζοντες,
ναὶ δὴ καὶ τῶν ἁγίων ἑπτὰ
καὶ οἰκουμενικῶν Συνόδων ὡς
τοῦ αὐτοῦ καὶ ἑνὸς Πνεύματος ἁγίου ταῖς
ἐπιπνοίαις ἰθυνομένων τε καὶ
ἐνεργουμένων τὸ κήρυγμα, καὶ
τοὺς κανονικοὺς θεσμοὺς
ἀπαρατρώτους τε καὶ ἀκαπηλεύτους
εἰλικρινεστάτῃ τε καὶ
ἀκλονήτῳ δόξῃ
τιμῶντές τε καὶ συνδιαφυλάττοντες, ἀποβαλλόμεθα
μὲν οὓς ἐξεκλησίασαν, στέργομεν δὲ καὶ
ἀποδοχῆς ἀξίους
ἔχομεν οὓς οἷα
δὴ ὁμοδόξους ἢ καὶ
τῆς εὐσεβείας καθηγητὰς τιμὴν
καὶ σέβας ὅσιον ὀφειλομένους
ἀπέφηναν. Οὕτω περὶ
τούτων φρονοῦντές τε καὶ ἀνακηρύττοντες,
τὸν ἄνωθεν ἐκ Πατέρων καὶ
μέχρις ἡμῶν κατεληλυθότα τῆς ἀκραιφνεστάτης
τῶν χριστιανῶν πίστεως Ὅρον
καὶ διανοίᾳ καὶ
γλώσσῃ στέργομέν τε καὶ πᾶσι
διαπρυσίῳ τῇ φωνῇ περιαγγέλλομεν, οὐδὲν
ἀφαιροῦντες οὐδὲν
προστιθέντες οὐδὲν ἀμείβοντες οὐδὲν
κιβδηλεύοντες. Ἡ μὲν γὰρ ἀφαίρεσις καὶ ἡ
πρόσθεσις, μηδεμιᾶς ὑπὸ τῶν τοῦ πονηροῦ τεχνασμάτων ἀνακινουμένης
αἱρέσεως, κατάγνωσιν εἰσάγει τῶν
ἀκαταγνώστων καὶ ὕβριν
τῶν Πατέρων ἀναπολόγητον· τὸ
δὲ κιβδήλοις ἀμοίβειν ῥήμασιν
Ὅρους Πατέρων πολὺ τοῦ
προτέρου χαλεπώτερον. Δι’ ὃ τὸν
ἐξ ἀρχῆς τῆς Πίστεως Ὅρον πόθῳ
θείῳ καὶ διανοίας εὐθύτητι ἡ
ἁγία καὶ οἰκουμενικὴ
αὕτη Σύνοδος ἐνστερνιζομένη τε καὶ
θειάζουσα καὶ τὸ τῆς σωτηρίας στερέωμα ἐν αὐτῷ
θεμελιοῦσά τε καὶ ἀνεγείρουσα,
οὕτω φρονεῖ καῖ
κηρύσσειν πᾶσιν ἐκβοᾷ.
Πιστεύω εἰς
ἕνα Θεόν, πατέρα, παντοκράτορα, ποιητὴν
οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Καὶ εἰς
ἕνα Κύριον Ἰησοῦν
Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν
ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ
πάντων τῶν αἰώνων· φῶς ἐκ
φωτός, Θεὸν ἀληθινὸν ἐκ
Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ
ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ
τὰ πάντα ἐγένετο. Τὸν δι’ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ
τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν
οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου
καὶ Μαρίας τῆς Παρθένου καὶ
ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ
ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ
ταφέντα. Καὶ ἀναστάντα
τῇ τρίτῃ ἡμέρᾳ
κατὰ τὰς Γραφάς. Καὶ
ἀνελθόντα εἰς τοὺς
οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν
τοῦ Πατρός. Καὶ
πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι
ζῶντας καὶ νεκρούς, οὗ
τῆς βασιλείας οὐκ ἔσται
τέλος. Καὶ εἰς
τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ
ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον,
τὸ σὺν Πατρὶ καὶ
Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ
λαλῆσαν διὰ τῶν
Προφητῶν. Εἰς μίαν, ἁγίαν,
καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν.
Ὁμολογῶ
ἓν βάπτισμα εἰς ἄφεσιν
ἁμαρτιῶν. Προσδοκῶ
ἀνάστασιν νεκρῶν. Καὶ
ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Οὕτω
φρονοῦμεν· ἐν ταύτῃ
τῇ Ὁμολογίᾳ τῆς
Πίστεως ἐβαπτίσθημεν· δι’ αὐτῆς
πᾶσαν αἵρεσιν θραυομένην τε καὶ
καταλυομένην ὁ τῆς ἀληθείας λόγος ἀπέδειξε. Τοὺς
οὕτω φρονοῦντας ἀδελφοὺς
καὶ πατέρας καὶ συγκλήρους τῆς
ἄνω πολιτείας ἐπιγραφόμεθα. Εἰ
δέ τις ἑτέραν ἔκθεσιν, παρὰ
τοῦτο δὴ τὸ ἱερὸν Σύμβολον, τὸ ἄνωθεν
ἐκ τῶν μακαρίων καὶ ἱερῶν
Πατέρων ἡμῶν μέχρις ἡμῶν
διαφοιτῆσαν, τολμήσειεν ἀναγράψασθαι καὶ
Ὅρον Πίστεως ὀνομάσαι, συλῆσαί
τε τὸ ἀξίωμα τῆς τῶν
θεσπεσίων ἐκείνων ἀνδρῶν
ὁμολογίας καὶ ταῖς
ἰδίαις εὑρεσιολογίαις τοῦτο
περιάψαι, κοινόν τε μάθημα τοῦτο προθεῖναι
πιστοῖς ἢ καὶ τοῖς ἐξ αἱρέσεώς τινος ἐπιστρέφουσι, καὶ
ῥήμασι νόθοις ἢ προσθήκαις ἢ
ἀφαιρέσεσι τὴν ἀρχαιότητα
τοῦ ἱεροῦ τούτου καὶ σεβασμίου ῞Ορου
κατακιβδηλεῦσαι ἀποθρασυνθείη, κατὰ τὴν
ἥδη καὶ πρὸ
ἡμῶν ἐκφωνηθεῖσαν ψῆφον
ὑπὸ τῶν ἁγίων καὶ οἰκουμενικῶν
Συνόδων, εἰ μὲν τῶν ἱερωμένων εἴη τις, παντελεῖ
καθαιρέσει τοῦτον καθυποβάλλομεν, εἰ δὲ
τῶν λαϊκῶν, τῷ
ἀναθέματι παραπέμπομεν.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 268-269.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου