«ΑΘΑΝΑΣΙΑΝΟΝ
ΣΥΜΒΟΛΟΝ» ΠΙΣΤΕΩΣ
(ΤΕΛΗ Ε'
- ΑΡΧΑΙ ΣΤ' Μ.Χ. ΑΙ.)
Ὅστις
βούλεται σωθῆναι, πρὸ πάντων χρὴ
αὐτῷ τὴν καθολικὴν κρατῆσαι
Πίστιν, ἣν εἰμή τις σώαν καὶ ἄμωμον
τηρήσειεν, ἄνευ δισταγμοῦ εἰς
τὸν αἰῶνα ἀπολεῖται.
Πίστις δὲ
ἡ καθολικὴ αὕτη
ἐστίν, ἵνα ἕνα
Θεὸν ἐν Τριάδι καὶ Τριάδα ἐν
Μονάδι σεβώμεθα, μήτε συγχέοντες τὰς ὑποστάσεις
μήτε τὴν οὐσίαν μερίζοντες.
Ἄλλη
γάρ ἐστιν ἡ τοῦ
Πατρὸς ὑπόστασις, ἄλλη τοῦ
Υἱοῦ, καὶ ἄλλη τοῦ ἁγίου
Πνεύματος· ἀλλὰ Πατρὸς καὶ
Υἱοῦ καὶ ἁγίου Πνεύματος μία ἐστὶ
θεότης, ἴση δόξα, συναΐδιος ἡ
μεγαλειότης. Οἷος ὁ Πατήρ, τοιοῦτος καὶ
ὁ Υἱός, τοιοῦτον καὶ
τὸ Πνεῦμα τὸ ἅγιον· ἄκτιστος ὁ
Πατήρ, ἄκτιστος ὁ Υἱός,
ἄκτιστον καὶ τὸ
ἅγιον Πνεῦμα· ἀκατάληπτος
ὁ Πατήρ, ἀκατάληπτος ὁ
Υἱός, ἀκατάληπτον καὶ τὸ
Πνεῦμα τὸ ἅγιον· αἰώνιος ὁ
Πατήρ, αἰώνιος ὁ Υἱός,
αἰώνιον καὶ τὸ
ἅγιον Πνεῦμα· πλὴν
οὐ τρεῖς αἰώνιοι, ἀλλ’ εἷς
αἰώνιος· ὥσπερ οὐδὲ
τρεῖς ἄκτιστοι οὐδὲ
τρεῖς ἀκατάληπτοι, ἀλλ’ εἷς
ἄκτιστος καὶ εἷς
ἀκατάληπτος. Ὁμοίως παντοκράτωρ ὁ
Πατήρ, παντοκράτωρ ὁ
Υἱός, παντοκράτορ τὸ Πνεῦμα
τὸ ἅγιον· πλὴν οὐ
τρεῖς παντοκράτορες, ἀλλ’ εἷς
παντοκράτωρ. Οὕτω Θεὸς ὁ
Πατήρ, Θεὸς ὁ Υἱός, Θεὸς τὸ
Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ
τρεῖς Θεοί, ἀλλ’ εἷς
Θεός. Ὡσαύτως Κύριος ὁ Πατήρ, Κύριος ὁ
Υἱός, Κύριον καὶ τὸ
Πνεῦμα τὸ ἅγιον· πλὴν οὐ
τρεῖς κύριοι, ἀλλ’ εἷς
ἐστι Κύριος· ὅτι ὥσπερ
μοναδικῶς ἑκάστην ὑπόστασιν Θεὸν
καὶ Κύριον ὁμολογεῖν
τῇ χριστιανικῇ ἀληθείᾳ
ἀναγκαζόμεθα, οὕτω τρεῖς
θεοὺς ἢ τρεῖς κυρίους λέγειν τῇ καθολικῇ
εὐσεβείᾳ κωλυόμεθα. Ὁ
Πατὴρ ἀπ’ οὐδενός ἐστι πεποιημένος οὔτε
δεδημιουργημένος οὔτε γεγεννημένος· ὁ Υἱὸς
ἀπὸ μόνου τοῦ Πατρός ἐστιν,
οὐ πεποιημένος οὐδὲ
δεδημιουργημένος, ἀλλὰ γεγεννημένος· τὸ Πνεῦμα
τὸ ἅγιον ἀπὸ
τοῦ Πατρός, οὐ πεποιημένον οὔτε
δεδημιουργημένον οὔτε γεγεννημένον, ἀλλ’ ἐκπορευτόν.
Εἷς οὖν ἐστι Πατήρ, οὐ τρεῖς
πατέρες· εἷς Υἱός, οὐ τρεῖς
υἱοί· ἓν Πνεῦμα ἅγιον,
οὐ τρία πνεύματα ἅγια· καὶ
ἐν αὐτῇ τῇ Τριάδι οὐδὲν
πρῶτον ἢ ὕστερον, οὐδὲν
μεῖζον ἢ ἔλαττον, ἀλλ’ ὅλαι
αἱ τρεῖς ὑποστάσεις συνδιαιωνίζουσαι ἑαυταῖς
εἰσι καὶ ἴσαι·
ὥστε κατὰ πάντα, ὡς
εἴρηται, καὶ Τριὰς
ἐν Μονάδι καὶ Μονὰς
ἐν Τριάδι λατρεύεται. Ὁ θέλων οὖν
σωθῆναι οὕτω περὶ
τῆς ἁγίας Τριάδος φρονείτω.
Πλὴν
ἀναγκαῖον ἔτι
ἐστὶ πρὸς αἰώνιον σωτηρίαν ὅπως καὶ
τὴν ἐνανθρώπησιν τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ ὀρθῶς
πιστεύῃ. Ἔστιν οὖν πίστις ὀρθὴ
ἵνα πιστεύωμεν καὶ ὁμολογῶμεν
ὅτι ὁ Κύριος ἡμῶν
Ἰησοῦς Χριστὸς ὁ
τοῦ Θεοῦ Υἱὸς καὶ Θεὸς καὶ ἄνθρωπός ἐστι. Θεός ἐστιν
ἐκ τῆς οὐσίας τοῦ Πατρὸς
πρὸ αἰώνων γεννηθείς, καὶ ἄνθρωπός
ἐστιν ἐκ τῆς
οὐσίας τῆς μητρὸς
ἐν χρόνῳ γεννηθείς· τέλειος Θεὸς
καὶ τέλειος ἄνθρωπος ἐκ
ψυχῆς λογικῆς καὶ
ἀνθρωπίνης σαρκὸς ὑποστάς·
ἴσος τῷ Πατρὶ
κατὰ τὴν θεότητα, ἐλάττων τοῦ
Πατρὸς κατὰ τὴν
ἀνθρωπότητα· ὃς εἰ
καὶ Θεὸς ὑπάρχει καὶ ἄνθρωπος,
ὅμως οὐ δύο, ἀλλ’
εἷς ἐστι Χριστός· εἷς δὲ
οὐ τροπῇ θεότητος εἰς
σάρκα, ἀλλὰ προσλήψει ἀνθρωπότητος εἰς
θεότητα· εἷς πάντως οὐ συγχύσει φύσεων, ἀλλ’
ἑνότητι ὑποστάσεως· ὥσπερ
γὰρ ψυχὴ λογικὴ
καὶ σὰρξ εἷς ἐστιν ἄνθρωπος, οὕτω
Θεὸς καὶ ἄνθρωπος εἷς ἐστι
Χριστός, ὁ παθὼν διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ κατελθὼν
εἰς τὸν ᾅδην, καὶ τῇ
τρίτῃ ἡμέρᾳ ἀναστὰς ἐκ τῶν νεκρῶν, καὶ
ἀνελθὼν εἰς τοὺς οὐρανοὺς καὶ καθήμενος ἐκ δεξιῶν
τοῦ Θεοῦ καὶ Πατρὸς τοῦ
παντοκράτορος· ὅθεν ἐλεύσεται κρῖναι ζῶντας
καὶ νεκρούς· οὗ τῇ
παρουσίᾳ πάντες ἄνθρωποι ἀναστήσονται
σὺν τοῖς ἑαυτῶν σώμασιν, ἀποδώσοντες περὶ
τῶν ἰδίων ἔργων λόγον· καὶ
οἱ καλὰ πράξαντες εἰσελεύσονται εἰς
ζωὴν αἰώνιον, οἱ δὲ
τὰ φαῦλα πράξαντες εἰς τὸ
πῦρ τὸ αἰώνιον.
Αὕτη
ἐστὶν ἡ καθολικὴ Πίστις, ἣν
εἰ μή τις πιστῶς τε καὶ
βεβαίως πιστεύσῃ, σωθῆναι οὐ
δυνήσεται.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 101-104.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου