ΑΠΟΣΠΑΣΜΑ
ΕΚ ΤΗΣ Δ' ΠΡΑΞΕΩΣ
ΤΗΣ ΕΝ
ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(787 μ.Χ.)
Τὴν τοῦ Θεοῦ καὶ
σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκπληροῦντες θείαν πρόσταξιν οἱ ἅγιοι πατέρες ἡμῶν,
τὸν παρ’ αὐτοῦ δοθέντα αὐτοῖς λύχνον τῆς θείας γνώσεως οὐχ ὑπὸ τὸν μόδιον
ἔκρυψαν, ἀλλ’ ἐπὶ τὴν λυχνίαν ἀνέθηκαν τῆς ὠφελιμωτάτης διδασκαλίας, ἵνα λάμψῃ
πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, τουτέστι τοῖς ἐν τῇ Καθολικῇ Ἐκκλησίᾳ ὑμνηθεῖσι, διὰ τὸ
μήποτε προσκόψαι τινὰ πρὸς λίθον τὸν πόδα τῆς αἱρετικῆς κακοδοξίας τῶν εὐσεβῶς
ὁμολογούντων τὸν Κύριον. Αὐτοὶ γὰρ πᾶσαν πλάνην αἱρετικῶν ἐξωθοῦσι, καὶ τὸ
σεσηπὸς μέλος, εἴπως ἀνίατα νοσεῖ, ἐκκόπτουσι· καὶ τὸ πτύον κατέχοντες, τὴν
ἅλωνα καθαίρουσι· καὶ τὸν σῖτον, ἤτοι τὸν τρόφιμον λόγον, τὸν στηρίζοντα
καρδίαν ἀνθρώπου, ἀποκλείουσιν ἐν τῇ ἀποθήκῃ τῆς Καθολικῆς Ἐκκλησίας, τὸ δὲ
ἄχυρον τῆς αἱρετικῆς κακοδοξίας ἔξω ῥίψαντες κατακαίουσι πυρὶ ἀσβέστῳ. Διὸ καὶ
ἡ ἁγία καὶ οἰκουμενικὴ αὕτη Σύνοδος, ἡ εὐδοκίᾳ Θεοῦ καὶ ἐπινεύσει τῶν εὐσεβῶν
καὶ πιστοτάτων ἡμῶν βασιλέων, Εἰρήνης τῆς νέας Ἑλένης καὶ νέου Κωνσταντίνου τοῦ
ταύτης θεοφυλάκτου βλαστοῦ, συναθροισθεῖσα ἐν ταύτῃ τῇ Νικαέων λαμπρᾷ
μητροπόλει τὸ δεύτερον, διὰ τῆς ἀναγνώσεως κατανοήσασα τῶν ἀοιδίμων καὶ
μακαρίων πατέρων ἡμῶν τὰ δόγματα, αὐτὸν τὸν Θεὸν δοξάζει, παρ’ οὗ ἐδόθη
ἐκείνοις λόγος πρὸς ἡμετέραν διδασκαλίαν καὶ πρὸς καταρτισμὸν τῆς καθολικῆς καὶ
ἀποστολικῆς Ἐκκλησίας· τοὺς δὲ μὴ τὰ ἐκείνων φρονοῦντας, ἀλλὰ συσκιάσαι μηχανωμένους
τὴν ὄντως ἀλήθειαν διὰ τῆς αὐτῶν καινοτομίας, τὴν ψαλμικὴν κατεπᾴδουσι φωνήν,
«ὅσα ἐπονηρεύσαντο οἱ ἐχθροὶ ἐν τῷ ἁγίῳ σου, καὶ ἀνεκαυχήσαντο λέγοντες, ὅτι
οὐκ ἔστι διδάσκαλος, καὶ ἡμᾶς οὐ γνώσεται δολοῦντας τὸν λόγον τῆς ἀληθείας».
Ἡμεῖς δὲ κατὰ πάντα τῶν αὐτῶν θεοφόρων πατέρων ἡμῶν τὰ δόγματα καὶ πράγματα
κρατοῦντες, κηρύσσομεν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, μηδὲν προστιθέντες, μηδὲν
ἀφαιροῦντες τῶν ἐξ αὐτῶν παραδοθέντων ἡμῖν· ἀλλὰ τούτοις βεβαιούμεθα, τούτοις
στηριζόμεθα· ὄντως ὁμολογοῦμεν, οὕτως διδάσκομεν, καθὼς αἱ ἅγιαι καὶ
οἰκουμενικαὶ ἓξ σύνοδοι ὥρισαν καὶ ἐβεβαίωσαν.
Καὶ πιστεύομεν εἰς ἕνα
Θεόν, πατέρα, παντοκράτορα, πάντων ποιητήν, ὁρατῶν τε καὶ ἀοράτων· καὶ εἰς ἕνα
Κύριον Ἰησοῦν Χριστόν, τὸν μονογενῆ Υἱὸν καὶ Λόγον αὐτοῦ, δι οὗ τὰ πάντα γέγονε·
καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον καὶ ζωοποιόν, ὁμοούσιόν τε καὶ συναΐδιον
αὐτῷ τε τῷ Πατρὶ καὶ τῷ συνανάρχῳ αὐτῷ Υἱῷ· Τριάδα ἄκτιστον, ἀμέριστον,
ἀκατάληπτον, ἀπερίγραπτον, τὴν αὐτὴν ὅλην καὶ μόνην λατρευτήν τε καὶ
προσκυνητὴν καὶ σεβάσμιον· μίαν θεότητα, μίαν κυριότητα, μίαν ἐξουσίαν, μίαν
βασιλείαν καὶ δύναμιν· ἥτις ταῖς ὑποστάσεσι διαιρεῖται ἀδιαιρέτως, καὶ τῇ οὐσίᾳ
συνάπτεται διῃρημένως· ὁμολογοῦμεν δὲ καὶ τὸν ἕνα τῆς αὐτῆς ἁγίας καὶ ὁμοουσίου
Τριάδος, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν ἀληθινὸν Θεόν, ἐπ’ ἐσχάτων τῶν
ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα, καὶ σώσαντα διὰ
τῆς σωτηριώδους αὐτοῦ οἰκονομίας, τοῦ τε πάθους καὶ τῆς ἀναστάσεως καὶ τῆς εἰς
οὐρανοὺς ἀνόδου τὸ γένος ἡμῶν, καὶ ἀπαλλάξαντα ἡμᾶς τῆς πλάνης τῶν εἰδώλων· καὶ
ὥς φησιν ὁ προφήτης, «οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς»[1].
ᾯ καὶ ἡμεῖς ἑπόμενοι καὶ τὴν τούτου φωνὴν οἰκειούμενοι, μεγαλοφώνως βοῶμεν· οὐ
σύνοδος, οὐ βασιλέων κράτος, οὐ συνωμοσίας θεοστυγεῖς τῆς τῶν εἰδώλων πλάνης
τὴν Ἐκκλησίαν ἠλευθέρωσαν, καθὼς ἐληρῴδησε τὸ Ἰουδαϊκὸν συνέδριον, τὸ κατὰ τῶν
σεπτῶν εἰκόνων φρυαχθέν, ἀλλ’ αὐτὸς ὁ τῆς δόξης Κύριος ἐνανθρωπήσας Θεὸς καὶ
ἔσωσε καὶ τῆς εἰδωλικῆς ἀπάτης ἀπήλλαξεν. Αὐτῷ τοίνυν δόξα, αὐτῷ χάρις, αὐτῷ
εὐχαριστία, αὐτῷ αἶνος, αὐτῷ μεγαλοπρέπεια· αὐτοῦ ἡ ἀπολύτρωσις, αὐτοῦ ἡ
σωτηρία, τοῦ μόνου σῴζειν εἰς τὸ παντελὲς δυναμένου, καὶ οὐχ ἑτέρων τῶν χαμαὶ
ἐρχομένων ἀνθρώπων· αὐτὸς τὰς εἰς ἡμᾶς, ἐφ’ οἷς τὰ τέλη τῶν αἰώνων κατήντησαν,
διὰ τῆς ἔνσαρκου αὐτοῦ οἰκονομίας προκαταγγελθείσας διὰ τῶν προφητῶν αὐτοῦ
ῥήσεις ἐπεραίωσεν, ἐνοικήσας ἐν ἡμῖν καὶ ἐμπεριπατήσας καὶ ἐξαλείψας τὰ ὀνόματα
τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καθὼς ἤδη γέγραπται.
Ἀσπαζόμεθα δὲ καὶ τὰς
κυριακὰς καὶ ἀποστολικὰς καὶ προφητικὰς φωνάς, δι’ ὧν τιμᾶν καὶ μεγαλύνειν
ἐδιδάχθημεν, πρῶτα μὲν τὴν κυρίως καὶ ἀληθῶς Θεοτόκον, τὴν ἀνωτέραν πασῶν τῶν
οὐρανίων δυνάμεων, τάς τε ἁγίας καὶ ἀγγελικὰς δυνάμεις, τούς τε μακαρίους καὶ
πανευφήμους ἀποστόλους, προφήτας τε τοὺς ἐνδόξους, καὶ τοὺς καλλινίκους καὶ
ὑπὲρ Χριστοῦ ἀθλήσαντας μάρτυρας, καὶ τοὺς ἁγίους καὶ θεοφόρους διδασκάλους,
καὶ πάντας τοὺς ὁσίους ἂνδρας· καὶ ἐξαιτεῖσθαι τὰς τούτων πρεσβείας, ὡς
δυναμένας ἡμᾶς οἰκειῶσαι τῷ παμβασιλεῖ τῶν ὅλων Θεῷ, φυλάττοντας δηλαδὴ τὰς
αὐτοῦ ἐντολὰς καὶ ἐναρέτως βιοῦν προαιρουμένους· ἔτι γε μὴν ἀσπαζόμεθα καὶ τὸν
τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, καὶ τὰ ἅγια λείψανα τῶν ἁγίων, καὶ τὰς
ἁγίας καὶ σεπτὰς εἰκόνας ἀποδεχόμεθα καὶ ἀσπαζόμεθα καὶ περιπτυσσόμεθα, κατὰ
τὴν ἀρχῆθεν παράδοσιν τῆς ἁγίας τοῦ Θεοῦ Καθολικῆς Ἐκκλησίας, εἴτουν τῶν ἁγίων
πατέρων ἡμῶν, τῶν ταύτας καὶ δεξαμένων καὶ κυρωσάντων εἶναι ἐν πάσαις ταῖς
ἁγιωτάταις τοῦ Θεοῦ Ἐκκλησίαις καὶ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ. Ταύτας
δὲ τὰς τιμίας καὶ σεπτὰς εἰκόνας, καθὼς προείρηται, τιμῶμεν καὶ ἀσπαζόμεθα, καὶ
τιμητικῶς προσκυνοῦμεν· τουτέστι τὴν τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ
Χριστοῦ ἐνανθρωπήσεως εἰκόνα, καὶ τῆς ἀχράντου δεσποίνης ἡμῶν καὶ παναγίας
Θεοτόκου, ἐξ ἧς αὐτὸς ηὐδόκησε σαρκωθῆναι καὶ σῶσαι καὶ ἀπαλλάξαι ἡμᾶς πάσης
δυσσεβοῦς εἰδωλομανίας· τῶν τε ἁγίων καὶ ἀσωμάτων ἀγγέλων· καὶ ἄνθρωποι γὰρ
τοῖς δικαίοις ἐνεφανίσθησαν· ὁμοίως δὲ καὶ τῶν θείων καὶ πανευφήμων ἀποστόλων,
τῶν θεηγόρων προφητῶν, καὶ ἀθλοφόρων μαρτύρων, καὶ ὁσίων ἀνδρῶν τὰς μορφὰς καὶ
τὰ εἰκονίσματα· ὡς διὰ τῆς αὐτῶν ἀναζωγραφήσεως εἰς ὑπόμνησιν καὶ μνήμην
ἀνάγεσθαι δύνασθαι πρὸς τὸ πρωτότυπον, καὶ ἐν μεθέξει γίνεσθαί τινος ἁγιασμοῦ.
Ταῦτα οὕτω φρονεῖν ἐδιδάχθημεν καὶ ἐβεβαιώθημεν παρά τε τῶν ἁγίων πατέρων ἡμῶν
καὶ τῆς αὐτῶν θεοπαραδότου διδασκαλίας. Καὶ χάρις τῷ Θεῷ διὰ τὴν ἀνεκδιήγητον
αὐτοῦ δωρεάν, ὅτι οὐκ εἰς τέλος ἡμᾶς ἐγκατέλιπεν, οὐδ’ ἀφῆκε τὴν ῥάβδον τῶν
ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἵνα μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις
χεῖρας αὐτῶν, εἴτουν τὰς πρακτικὰς αὐτῶν ἐνεργείας, ἀλλ’ ἀγαθύναντι τοῖς
ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ, καθὼς ὁ ὑμνογράφος Δαβὶδ ἐμελῴδησε· μεθ’ οὗ
καὶ τὸ ἑξῆς συνυποψάλλομεν, «τοὺς τὸ λοιπὸν ἐκκλίναντας εἰς τὰς στραγγαλίας
ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ εἰρήνη ἐπὶ τὸν Ἰσραὴλ τοῦ
Θεοῦ»[2].
ΠΗΓΗ: Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ
Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας, τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 242-244.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου