ΤΗΣ ΕΝ
ΚΩΝ/ΠΟΛΕΙ Η' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(879-880
μ.Χ.)
ΕΚ ΤΗΣ
Δ' ΠΡΑΞΕΩΣ
ΠΕΡΙ ΤΩΝ
ΑΡΧΑΙΩΝ ΕΘΩΝ ΤΩΝ ΚΑΤΑ ΤΟΠΟΥΣ
ΕΚΚΛΗΣΙΩΝ
Ἡ
ἁγία σύνοδος εἶπεν· Ἕκαστος
θρόνος ἔσχεν ἀρχαῖά
τινα παραδεδομένα ἔθη, καὶ οὐ
χρὴ περὶ τούτων πρὸς ἀλλήλους
διαφιλονικεῖν καὶ ἐρίζειν. Φυλάττει μὲν γὰρ
ἡ τῶν Ῥωμαίων Ἐκκλησία τὰ
ἔθη αὐτῆς, καὶ προσῆκόν
ἐστι· φυλάττει δὲ καὶ
ἡ Κωνσταντινουπολιτῶν Ἐκκλησία
ἴδιά τινα ἔθη, ἄνωθεν
παραλαβοῦσα, ὡσαύτως καὶ οἱ
τῆς Ἀνατολῆς θρόνοι. Εἰ
μὲν οὖν ἡ τῶν Ῥωμαίων Ἐκκλησία οὐδέποτε
ἀπὸ τῶν λαϊκῶν παρεδέξατο εἰς
ἀρχιερέα, φυλαττέτω ταῦτα· προσῆκον
γάρ ἐστιν ὅρια πατέρων μὴ
παραλυμαίνειν. Ἐπεὶ δὲ οὔτε οἱ ἀνατολικοὶ τοῦτο
παρεφυλάξαντο, οὔτε ἡ καθ’ ἡμᾶς
ἁγία Κωνσταντινουπολιτῶν Ἐκκλησία,
εὐχόμεθα μὲν ἀεὶ
ἀπὸ τῶν κληρικῶν καὶ
μοναχῶν τοιούτους ἀναδείκνυσθαι, ὥστε
τὴν ψῆφον τῆς ἀρχιερωσύνης
ἐπ’ αὐτοὺς ἔρχεσθαι· ἂν δὲ
ἐν αὐτοῖς μὴ ὦσι τοιοῦτοι, ἐν
δὲ τῷ λαϊκῷ τάγματι ἐπιτηδειότεροι
φανῶσιν, οὐδείς, τοὺς
ἐπιτηδειοτέρους καταλιμπάνων, οὐδὲ
τοὺς ἀξιωτέρους, εἰς τοὺς
ἀνεπιτηδείους καὶ ἐλάττους
κατὰ τὴν ἀξίαν τὴν αὐτοῦ
παρελκύσει ψῆφον.
ΕΚ ΤΗΣ
Ε' ΠΡΑΞΕΩΣ
ΠΕΡΙ ΤΗΣ
ΕΝ ΝΙΚΑΙΑ Ζ' ΟΙΚΟΥΜΕΝΙΚΗΣ
ΣΥΝΟΔΟΥ
Φώτιος ὁ
ἁγιώτατος πατριάρχης εἶπε· Τὴν
ἁγίαν καὶ οἰκουμενικὴν
σύνοδον, ἥτις ἐν τῇ κατὰ Βιθυνίαν Νικαίᾳ τὸ
δεύτερον συνέστη ἐπί τε Ἁδριανοῦ
τοῦ μακαριωτάτου πάπα Ῥώμης καὶ
Ταρασίου τὸν ἐν ἁγίοις πατριάρχου Κωνσταντινουπόλεως, ἡ
μὲν καθ’ ἡμᾶς
Ἐκκλησία ἀεὶ
μὲν ἑβδόμην ὀνομάζει τε καὶ
ἀνακηρύττει καὶ ταῖς
λοιπαῖς ἁγίαις καὶ οἰκουμενικαῖς
ἓξ συνόδοις τοῖς ἴσοις
αὐτοῖς πρεσβείοις γεραίρει, ἡ δέ γε τῶν
Ῥωμαίων Ἐκκλησία, ὡσαύτως
δὲ καὶ οἱ τῆς Ἀνατολῆς θρόνοι, τὰ
μὲν δόγματα αὐτῆς
παραπλησίως ἀποδέχονται καὶ περιέπουσι, περὶ
δὲ τοῦ συναριθμεῖν αὐτὴν
ταῖς λοιπαῖς ἁγίαις
καὶ οἰκουμενικαῖς ἓξ
συνόδοις καὶ ἑβδόμην αὐτὴν
ἀνακηρύττειν ἴσως παρά τισιν ἐστὶν
ἀμφιβολία· φήμη μὲν γὰρ
τοιαύτη περιαγγέλλεται· τὸ δὲ ἀληθὲς οὔπω καὶ μέχρι νῦν
ἐπιστάμεθα. Νῦν δέ, ὦ
ἱερῶν ἀδελφῶν χορὸς ἁγιόλεκτος,
ἐπειδὴ πάντα τὰ κάλα, δηλονότι
συνεφαπτομένου τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τοῦ
ἀδελφοῦ καὶ
πνευματικοῦ πατρὸς ἡμῶν,
εἰς ἀναμφίβολον πέρας κατέστη, τῶν αὐτῶν
τιμιωτάτων τοποτηρητῶν τὸν ἐκείνου πληρούντων θρόνον, καὶ τῶν
ἄλλων ἀρχιερατικῶν
συνεδρευόντων θρόνων, εἰ δόκει καὶ ὑμῖν
ἅπασι, κραταιωθήτω καὶ κυρωθήτω μὴ
μόνον αὐτῆς ὡς παρὰ πᾶσι
τὰ δόγματα καὶ θεσπίσματα, ἀλλὰ
καὶ τῷ συναριθμεῖσθαι αὐτὴν
ταῖς ἁγίαις καὶ οἰκουμενικαῖς
ἓξ συνόδοις, ἑβδόμην μετ’ ἐκείνας
καὶ γενομένην καὶ λεγομένην καὶ
τὰ ἴσα ταύταις ἀποφέρουσαν πρεσβεῖα.
Πέτρος ὁ
θεοσεβέστατος πρεσβύτερος καὶ καρδινάλις εἶπε·
Βουλόμεθα τὴν ὑμετέραν ἁγιωσύνην ὑπομνῆσαι
περὶ τῆς ἁγίας συνόδου τῆς γενομένης ἐπὶ
τοῦ ἁγιωτάτου πάπα Ἁδριανοῦ
καὶ Ταρασίου τοῦ ἐν
ἁγίοις πατριάρχου Κωνσταντινουπόλεως περὶ
τῶν ἁγίων καὶ σεπτῶν
εἰκόνων, ὅτι ὥσπερ
ἐξ ἀρχαίων τῶν χρόνων ὁμοφώνως
ταῖς ἁπανταχοῦ ἁγίαις
Ἐκκλησίαις καὶ ἡ
ἁγία τῶν Ῥωμαίων
Ἐκκλησία τά τε δόγματα αὐτῆς
καὶ θεσπίσματα ἠσπάζετο καὶ
ἀπεδέχετο, οὕτω καὶ
τὰ νῦν ἑβδόμην αὐτὴν
καλεῖν καὶ ταῖς λοιπαῖς ἓξ
ἁγίαις καὶ οἰκουμενικαῖς
συνόδοις καταριθμεῖν ἐδικαίωσε. Καὶ ὁ
μὴ οὕτως ἔχων καὶ ὀνομάζων
τὴν ἁγίαν καὶ οἰκουμενικὴν
ἐν Νικαίᾳ τὸ
δεύτερον ἑβδόμην σύνοδον, ἔστω ἀνάθεμα.
Ἡ
ἅγια σύνοδος εἶπε· Πρέπον ἐστὶ
μετὰ πάσης τῆς γενομένης ἀποδοχῆς
καὶ ἑνώσεως τῆς τῶν
Ῥωμαίων Ἐκκλησίας, διὰ
μεσιτείας τοῦ ἁγιωτάτου ἡμῶν
πατριάρχου Φωτίου, καὶ ἐπὶ τῇ ὑποθέσει ταύτῃ συμφωνῆσαι
ἡμῖν, ὡς ἂν μηδὲ ἐν
τούτῳ εἴη ἐν ἡμῖν διαφωνία. Καὶ ὁ
μὴ οὕτω φρονῶν καὶ
ὀνομάζων τὴν ἁγίαν
καὶ οἰκουμενικὴν ἐν
Νικαίᾳ τὸ δεύτερον ἑβδόμην σύνοδον, ὡς
καὶ ὁ θεοσεβέστατος πρεσβύτερος καὶ
καρδινάλις προεῖπεν, ἔστω ἀνάθεμα.
ΕΚ ΤΗΣ
Ε' ΠΡΑΞΕΩΣ
ΠΕΡΙ ΤΩΝ
ΠΡΕΣΒΕΙΩΝ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ
ΡΩΜΗΣ
Κανὼν
1. Ὥρισεν ἡ ἁγία
καὶ οἰκουμενικὴ σύνοδος, ὥστε
εἴ τινες τῶν ἐξ
Ἰταλίας κληρικῶν ἢ
λαϊκῶν ἢ ἐπισκόπων, ἐν τῇ
Ἀσίᾳ ἢ Εὐρώπῃ ἢ Λιβύῃ διατρίβοντες, ὑπὸ
δεσμὸν ἢ καθαίρεσιν ἢ ἀναθεματισμὸν
παρὰ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου ἐγένοντο,
ἵνα ὧσιν οἱ τοιοῦτοι
καὶ παρὰ Φωτίου τοῦ ἁγιωτάτου
πατριάρχου Κωνσταντινουπόλεως ἐν τῷ
αὐτῷ τῆς ἐπιτιμίας ὅρῳ,
τουτέστιν ἢ καθῃρημένοι ἢ ἀναθεματισμένοι
ἢ ἀφωρισμένοι. Οὓς μέντοι Φώτιος, ὁ
ἁγιώτατος ἡμῶν
πατριάρχης κληρικοὺς ἢ λαϊκοὺς ἢ
τοῦ ἀρχιερατικοῦ καὶ
ἱερατικοῦ τάγματος ἐν
οἱᾳδήποτε παροικίᾳ ὑπὸ
ἀφορισμὸν ἢ
καθαίρεσιν ἢ ἀναθεματισμὸν ποιήσει, ἵνα
ἔχῃ αὐτοὺς καὶ ὁ ἁγιώτατος πάπας Ἰωάννης καὶ
ἡ κατ’ αὐτὸν
ἁγία τοῦ Θεοῦ
τῶν Ῥωμαίων Ἐκκλησία ἐν
τῷ αὐτῷ τῆς ἐπιτιμίας κρίματι, μηδὲν τῶν
προσόντων πρεσβείων τῷ ἁγιωτάτῳ θρόνῳ
τῆς Ῥωμαίων Ἐκκλησίας μηδὲ
τῷ ταύτης προέδρῳ τὸ
σύνολον καινοτομουμένων μηδὲ νῦν
μήτε εἰς τὸ μετέπειτα.
ΕΚ ΤΩΝ
ΠΡΑΚΤΙΚΩΝ
ΠΕΡΙ
ΚΑΝΟΝΙΚΗΣ ΑΠΟΚΑΤΑΣΤΑΣΕΩΣ
ΤΟΥ
ΠΑΤΡΙΑΡΧΟΥΦΩΤΙΟΥ
Θέλομεν ἐνώπιον
τῆς συνόδου ἀνακηρυχθῆναι,
ἵνα ἡ σύνοδος ἡ γεγονυῖα
κατὰ τοῦ ἁγιωτάτου πατριάρχου Φωτίου ἐν τοῖς
καιροῖς τοῦ Ἁδριανοῦ ἐν
Ῥώμη καὶ ἐν
Κωνσταντινουπόλει ἀπὸ τοῦ παρόντος ᾖ ἐξωστρακισμένη
καὶ ἄκυρος καὶ ἀβέβαιος
καὶ μὴ συναριθμεῖσθαι μεθ’ ἑτέρας
ἁγίας συνόδου. Ἡ ἁγία
σύνοδος ἀπεκρίθη· Ἡμεῖς
δι’ ἔργων ἀπεκηρύξαμεν καὶ
ἀπεβαλόμεθα καὶ ἀνεθεματίσαμεν
τὴν παρ’ ὑμῶν
λεγομένην σύνοδον, ἑνωθέντες Φωτίῳ τῷ
ἁγιωτάτῳ ἡμῶν
πατριάρχῃ, καὶ τοὺς μὴ ἀποβαλλομένους τὰ κατ’ αὐτοῦ
γραφέντα ἢ λαληθέντα ἐν αὐτῇ
τῇ ῥηθείσῃ παρ’ ὑμῶν
συνόδῳ τῷ ἀναθέματι παραπέμπομεν.
... Ἡ
ἁγία σύνοδος ἐξεβόησε· Πάντες οὕτω
δοξάζομεν, πάντες οὕτω κηρύττομεν, πάντες ἐν τούτοις ἀσμενίζομεν·
ἐν τούτῳ τῷ
κεφαλαίῳ τοῦ ἁγιωτάτου πάπα Ἰωάννου τῶν
ἄλλων ἁπάντων μᾶλλον
εὐφράνθημεν. Ἡμεῖς
γάρ, ὡς πολλάκις ἔφημεν, καὶ
πρὸ τοῦ ἐπιψηφίσασθαι τὸν ἁγιώτατον
πάπαν Ἰωάννην τὴν τῶν
ἀθέσμων ἐκείνων ἀναίρεσιν,
πάντα τὰ κατὰ τοῦ ἁγιωτάτου ἡμῶν
πατριάρχου γραφέντα καὶ λαληθέντα καὶ ἀνεθεματίσαμεν
καὶ ἀπεβαλόμεθα, ἑνωθέντες αὐτῷ
καὶ κοινωνήσαντες καὶ συλλειτουργοὶ
γενόμενοι. Καὶ νῦν δὲ πάλιν θερμότερόν τε καὶ σπουδαιότερον ἅπαντα
τὰ κατ’ αὐτοῦ
καὶ ἀναθεματίζομεν καὶ ἀποβαλλόμεθα,
καὶ τοὺς ἀπὸ τοῦ νῦν δεχομένους αὐτὰ
τῷ αὐτῷ παραπέμπομεν ἀναθέματι.
... Ἡ
ἁγία σύνοδος ἐξεβόησεν· Ἡμεῖς
τῷ ἁγιωτάτῳ ἡμῶν
δεσπότῃ καὶ οἰκουμενικῷ πατριάρχῃ
[Φωτίῳ], οἱ μὲν ἀπ’ ἀρχῆς ὄντες ἡνωμένοι, οὐδέποτε
διέστημεν, ἀλλὰ καὶ τὰ αἵματα ἡμῶν
προθύμως ὑπὲρ αὐτοῦ ἐκχέαι τοῖς βουλομένοις ταῦτα
ζητεῖν ἐν ἑτοίμῳ γεγόναμεν· ὅσοι δὲ
καὶ στάσιν τινὰ πρὸς
αὐτὸν ἀνεδεξάμεθα, πολλὰ καταγνόντες τῆς
προτέρας ἡμῶν γνώμης καὶ διαθέσεως, νῦν
ὁλοψύχῳ καρδίᾳ
καὶ ἀκλινεῖ τῷ
φρονήματι καὶ ἀρχιερέα καὶ δεσπότην καὶ
ποιμένα ἐπιγραφόμεθα, καὶ τοὺς
ἐπὶ τούτοις διστάζοντας ἐχθροὺς
τῆς Ἐκκλησίας καὶ ἀποβλήτους
ἡγούμεθα.
... Πέτρος ὁ
θεοσεβέστατος πρεσβύτερος καὶ καρδινάλις εἶπεν·
Ἰδοὺ νῦν καθὼς οἱ
τῆς Ἀνατολῆς ἁγιώτατοι
πατριάρχαι προαπέστειλαν συνοδικὰς ἐπιστολάς,
ἐπικυροῦντες καὶ
ἀποδεχόμενοι Φώτιον τὸν ἁγιώτατον
πατριάρχην, ὡσαύτως καὶ ὁ
δεσπότης ἡμῶν ὁ οἰκουμενικὸς πάπας ἀπέστειλεν
ἐπιστολήν, ἣν καὶ
προηκούσατε, ὁμοφωνοῦσαν μὲν
κατὰ πάντα τοῖς εἰρήμενοις
ἁγιωτάτοις πατριάρχαις ἐπὶ
τῇ ἀποδοχῇ καὶ
ἀποκαταστάσει τοῦ εἰρημένου
ἁγιωτάτου πατριάρχου, καὶ ἔχει
αὐτὸν ἀδελφὸν καὶ συλλειτουργόν.
... Ἡ
ἁγία σύνοδος εἶπεν· Ἡμεῖς
οὐχ ἅπαξ, οὐδὲ
δίς, ἀλλὰ πολλάκις ἔφημεν, ὡς
καὶ πρὸ τῆς τιμιωτάτης ἐπιστολῆς
ταύτης καὶ ἡνώθημεν πρὸς Φώτιον τὸν
ἁγιώτατον ἡμῶν
πατριάρχην καὶ ἀχώριστοι αὐτοῦ
διατελοῦμεν πάσας τὰς ἡμέρας
τῆς ζωῆς ἡμῶν, καὶ τοὺς
μὴ ἀποδεχομένους τὴν ἀρχιερωσύνην
αὐτοῦ ἁγίαν καὶ κανονικὴν
καὶ ἔνθεσμον, ὡς ἀλλοτρίους
τῆς εὐσεβείας καὶ τῶν
κανονικῶν διατάξεων καὶ ἡγούμεθα
καὶ λογιζόμεθα. Καὶ νῦν
δὲ εὐχαριστοῦμεν τῷ
Θεῷ καὶ τῷ ἁγιωτάτῳ πάπα Ἰωάννῃ,
ὡς ὁμονοοῦντι καὶ
ὁμοφρονοῦντι ἡμῖν
καὶ ἀσπαζομένῳ τὴν
ἕνωσιν τῆς τοῦ
Θεοῦ Ἐκκλησίας καὶ συνεργοῦντι
ἡμῖν εἰς πᾶσαν τὴν τῆς
καθ’ ἡμᾶς Ἐκκλησίας κατάστασιν, καὶ περιπτυσσομένῳ
καὶ ἀσπαζομένῳ καὶ
ὁλοψύχῳ διαθέσει ἑνουμένῳ
πρὸς Φώτιον τὸν ἁγιώτατον
ἡμῶν δεσπότην καὶ ἀρχιερέα.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 269-271.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου