ΝΙΚΗΦΟΡΟΥ
ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ
ΕΚ ΤΩΝ
ΚΑΝΟΝΙΚΩΝ
ΔΙΑΤΑΞΕΩΝ
(+ 828 μ.Χ.)
Κανὼν 1. Τὰς ἐκκλησίας
τὰς ὑπὸ αἱρετικῶν ἐνθρονισθείσας παρακελευόμεθα ὡς εἰς κοινὸν οἶκον κατ’
ἀνάγκην εἰσιέναι καὶ ψάλλειν, πήξαντας ἐν μέσῳ σταυρόν· ἐν δὲ τῷ θυσιαστηρίῳ
μήτε εἰσέρχεσθαι, μήτε θυμιᾶν, μήτε εὐχὴν ἐπιτελεῖν, μήτε κανδήλαν ἢ λύχνον
ἄπτειν.
Ἐρώτησις Α΄. Περὶ τῶν
χειροτονηθέντων πρεσβυτέρων ἐν Ῥώμη, ἐν Νεαπόλει καὶ Λογγοβαρδίᾳ ἀκηρύκτων καὶ
ἀπολελυμένων, εἰ χρὴ τούτους δέχεσθαι καὶ κοινωνεῖν αὐτοῖς καὶ συνεσθίειν καὶ
συμψάλλειν.
Ἀπόκρισις. Ἐν καιρῷ αἱρέσεως
οὐ κατὰ τὰ ἐν εἰρήνῃ τυπωθέντα πάντως ἀπαραλείπτως γίνεται, διὰ τὴν
ἀναγκάζουσαν χρείαν· ὅπερ φαίνεται πεποιηκὼς ὅ τε μακαριώτατος Ἀθανάσιος καὶ ὁ
ἁγιώτατος Εὐσέβιος, ὑπερορίους χειροτονίας ἀμφότεροι ποιησάμενοι. Καὶ νῦν δὲ τὸ
αὐτὸ ὁρᾶται πραττόμενον ἐν τῇ παρούσῃ αἱρέσει, ὥστε οἱ ἀποδηλωθέντες, εἰ οὐ
προδήλως εἰσὶ κατεγνωσμένοι, οὐδαμῶς ἐκ τοῦ οὕτω χειροτονηθῆναι ἀποτρόπαιοι,
ἀλλὰ προσδεκτέοι κατὰ τὰς τέσσαρας προτάσεις.
Ἐρώτησις Β΄. Περὶ τῶν
χειροτονηθέντων πρεσβυτέρων ὑπερόρια ἐν Σικελίᾳ, εἰ χρὴ τούτους δέχεσθαι.
Ἀπόκρισις. Τοῦτο τὸ
ἐρώτημα, ὅμοιον τοῦ προτεθέντος, εἰ καὶ καθ’ ὕφεσιν τόπου· ὁμοίως οὖν δηλονότι
ἔξει καὶ τὴν ἀπόκρισιν.
Ἐρώτησις Γ΄. Περὶ τῶν
κοινωθεισῶν ἐκκλησιῶν ἐκ τῶν ἱερέων, κοινωνησάντων τῇ αἱρέσει καὶ κατεχομένων
ὑπ’ αὐτῶν, εἰ χρὴ εἰσίεναι εἰς αὐτὰς χάριν εὐχῆς καὶ ψαλμῳδίας.
Ἀπόκρισις. Οὐ χρὴ τὸ
καθόλου εἰς τοιαύτας ἐκκλησίας εἰσιέναι, κατὰ τοὺς εἰρήμενους τρόπους· ἐπειδὴ
γέγραπται, «ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος»[1]· ἅμα γὰρ τῷ
εἰσαχθῆναι τὴν αἵρεσιν, ἀπέστη ὁ ἔφορος τῶν ἐκεῖσε Ἄγγελος, κατὰ τὴν φωνὴν τοῦ
μεγάλου Βασιλείου, καὶ κοινὸς οἶκος ὁ τοιοῦτος χρηματίζει ναός· καί, οὐ μὴ
εἰσέλθω, φησίν, εἰς ἐκκλησίαν πονηρευομένων[2]· καὶ ὁ Ἀπόστολος,
«τίς συγκατάθεσις ναοῦ Θεοῦ μετὰ εἰδώλων;»[3].
Ἐρώτησις Ζ΄. Περὶ τῶν
ὑπογραψάντων μοναχῶν καὶ κληρικῶν ἐν τῇ αἱρέσει, πῶς χρὴ τούτους δέχεσθαι,
χωρὶς ἐπιτιμίου ἢ μετὰ ἐπιτιμίου, ἐὰν ὁμολογήσωσι μηκέτι ἐνεργεῖν ἐν τῇ
ἱερατείᾳ; Καὶ εἰ ἔξεστιν ἡμῖν διδόναι ἐπιτίμιον τοῖς τοιούτοις.
Ἀπόκρισις. Δηλονότι μετὰ
τῶν προσηκόντων ἐπιτιμίων· οὕτω γὰρ τοὺς καρποὺς τῆς μετανοίας ἐπιδεικνύμενοι,
εἶεν ἂν ἄξιοι συναφθῆναι τῷ ὀρθοδόξῳ σώματι· διδόναι δὲ ὑμᾶς ἐπιτίμιον τοϊς
τοιούτοις, οὐκ ἀποκριτέον· γέγραπται γάρ, «ἀλλήλων τὰ βάρη βαστάζετε»[4].
Ἐρώτησις ΙΓ΄. Ἐὰν
ἐπίσκοπος, ἐν ἐγκλήματι περιπεσών, ὑπὸ συνόδου καθαιρεθείη, εἶτα πάλιν
χειροτονήσῃ πρεσβύτερον, ὁ δὲ αὐτὸς πρεσβύτερος, ἐν μοναστηρίῳ παραγενόμενος,
ὑπὸ τοῦ ἰδίου πατρὸς δέξηται ἐπιτιμίαν πρὸ χρόνων, καὶ μετὰ ταῦτα ἐνεργῇ ἐν τῇ
ἱερωσύνῃ, εἰ χρὴ δέχεσθαι τὸν τοιοῦτον ἱερέα, εἰ ἀνέγκλητός ἐστι, δεόμεθα.
Ἀπόκρισις. Προφανοῦς
οὔσης τῆς ἀτοπίας, οὐδὲ ἐπερωτῆσαι ὑμᾶς ἐχρῆν περὶ τοῦ τοιούτου ἐγκλήματος·
εἴρηκε γὰρ ὁ Κύριος· «οὐ δύναται σαπρὸν δένδρον, καρπὸν καλὸν ποιεῖν»[5]· οὐχ ὅτι ὑπὸ τοῦ
ἰδίου ἡγούμενου, ἀλλὰ κἂν ὑπὸ ἁγίου τινὸς ἐπιτιμηθεὶς ὁ τοιοῦτος ἀπολέλυται τοῦ
λειτουργεῖν· οὔτε γὰρ αὐτὸς ἱερεύς, οὔτε ὁ λύσας ἅγιος· ἐπεὶ οὕτω
παρατραπήσεται πάντα τὰ κανονικὰ παραγγέλματα καὶ οἰχήσεται.
Κανὼν 6. Κατὰ
περίστασιν καὶ μοναχὸς λιτὸς βαπτίζει· ὡσαύτως καὶ διάκονος κατὰ περίστασιν
βαπτίζει.
Κανὼν 7. Χρὴ τὰ
ἀβάπτιστα νήπια, ἐὰν εὑρεθῇ τις εἰς τόπον μὴ ὄντος ἱερέως, βαπτισθῆναι. Εἰ
βαπτίσει δὲ καὶ ὁ ἴδιος ὁ πατὴρ ἢ οἱοσδήποτε ἄνθρωπος, μόνον ἵνα ἐστὶ
χριστιανός, οὐχ ἐστιν ἁμάρτια.[6]
ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ
Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν
Ἀθήναις 1960, σ. 283-284.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου