ΣΩΦΡΟΝΙΟΥ
ΙΕΡΟΣΟΛΥΜΩΝ
ΠΡΟΣ
ΣΕΡΓΙΟΝ ΚΩΝ/ΠΟΛΕΩΣ ΣΥΝΟΔΙΚΗ ΕΠΙΣΤΟΛΗ
634 μ.Χ.
ΜΕΡΟΣ Β΄
(ΤΕΛΕΥΤΑΙΟ)
Δεῖτε
τό Α΄ Μέρος στήν
ἱστοσελίδα:
Τὰ
μὲν οὖν ταπεινὰ καὶ
ἀνθρώπινα οὕτως ἑκουσίως
ὁμοῦ καὶ φυσικῶς, μένων καὶ
ἐν τούτοις Θεὸς ἐπεδείκνυτο·
ταμίας γὰρ ἦν αὐτὸς ἑαυτῷ παθῶν ἀνθρωπίνων καὶ πράξεων, καὶ
οὐ μόνον ταμίας, ἀλλὰ
καὶ πρύτανις, καὶ εἰς
φύσιν παθητὴν φυσικῶς ἐσεσάρκωτο.
Καὶ διὰ τοῦτο ἦν ὑπὲρ ἄνθρωπον αὐτοῦ
τὰ ἀνθρώπινα· οὐκ ἐπειδήπερ
φύσις ἦν οὐκ ἀνθρώπειος, ἀλλ’ ἐπειδήπερ
ἑκουσίως γέγονεν ἄνθρωπος, καὶ
ἄνθρωπος γεγονὼς ἑκουσίως
αὐτὰ προσεδέχετο· καὶ οὐ
τυραννικῶς ἢ ἀναγκαστῶς ἔστιν
ὅτε καθ’ ἡμᾶς
καὶ ἀβουλήτως, ἀλλ’ ἡνίκα
καὶ ὅσον ἐβούλετο, καὶ συγχωρεῖν
αὐτὸς τοῖς τὰ πάθη προσφέρουσι, τοῖς τε παθήμασιν αὐτοῖς
ἐνεργούμενοις κατὰ φύσιν ἐπένευσε.
Τὰ δὲ θεῖα καὶ λαμπρὰ καὶ
ὑπέρτατα, καὶ νικῶντα
προδήλως ἡμῶν τὴν εὐτέλειαν, ἅπερ ἦν
θαυμαστὰ καὶ τεράστια, καὶ τῶν
παραδόξων ἔργων ἡ πρόοδος, ὁποία
περ ἦν ἡ ἄσπορος σύλληψις, ἡ Ἰωάννου
ἐγγάστριος σκίρτησις, ὁ τόκος ὁ
ἄφθορος, ἡ παρθενία ἡ
ἄχραντος, ἡ πρὸ
τοῦ τόκου καὶ ἐν
τῷ τόκῳ καὶ μετὰ τὸν τόκον ἀλώβητος, ἡ
τῶν ποιμένων οὐράνιος μύησις καὶ
τῶν Μάγων ἀστροκίνητος ἕλκυσις,
δωροφορία τε σὺν αὐτῇ καὶ προσκύνησις, ἡ γραμμάτων ἀμαθήτευτος
εἴδησις, («πῶς γὰρ
οὗτος, φασίν, οἶδε γράμματα μὴ
μεμαθηκώς;»), μερικῶς ἐπελέγχουσα τῶν τῆς
ἀγνοίας ἐραστῶν
τὸν κακότροπον ἔρωτα, ἡ
ἐξ ὑδάτων οἰνώδης ἐμφόρησις,
τῶν ἀσθενῶν ἡ ἐπίρρωσις, τῶν τυφλῶν
ἡ ἀνάβλεψις, τῶν κυλλῶν
ἡ ἀνόρθωσις, τῶν παραλύτων ἡ
σύσφιγξις, τῶν χωλῶν ἡ
εὐθύδρομος κίνησις, τῶν λεπρῶν
ἡ ὑπέρλαμπρος κάθαρσις, τῶν πεινώντων ἡ
σχέδιος πλήρωσις, τῶν διωκόντων ἡ πώρωσις, τῶν
ἀνέμων ἡ κοίμησις, τῆς
θαλάττης ἡ γαληναία κατάστασις, ἡ ἐπὶ
τῶν ὑδάτων ἐνσώματος βάδισις, ἡ
τῶν ἀκαθάρτων πνευμάτων ἐκδίωξις, ἡ
τῶν στοιχείων αἰφνίδιος κίνησις, ἡ
τῶν μνημείων αὐτόματος ἄνοιξις,
ἡ ἐκ νεκρῶν τριήμερος ἔγερσις,
ἡ τῆς φθορᾶς οὐ
τελευτῶσα κατάλυσις, ἡ τοῦ
θανάτου μὴ παυομένη καθαίρεσις, ἡ φυλαττομένης τῆς
τοῦ λίθου καὶ τοῦ
τάφου σφραγῖδος ἀκώλυτος ἔξοδος, ἡ
τῶν θυρῶν κεκλεισμένων ἀκράτητος
εἴσοδος, ἡ εἰς
οὐρανοὺς ἀπὸ γῆς πολυθαύματος καὶ ἐνσώματος
ἄνοδος, καὶ πάντα τὰ
τούτοις παρόμοια, τὰ καὶ λόγου φύσιν καὶ φωνῆς
ὑπερβαίνοντα δύναμιν, καὶ πᾶσαν
ἀνθρωπείαν ὑπερνικῶντα
διάνοιαν. Ἅπερ ἅπαντα, ὑπὲρ
λόγον καὶ φύσιν ἀνθρωπίνην τελούμενα, τῆς
τοῦ Θεοῦ Λόγου θείας οὐσίας καὶ
φύσεως ὁμολογουμένως ὑπῆρχε
τεκμήρια, εἰ καὶ διὰ σαρκὸς ἐνηργεῖτο
καὶ σώματος, καὶ οὐ
δίχα σαρκὸς λογικῶς ἐψυχωμένης
ἐπράττετο. Καὶ οὐ
διὰ ταῦτα τὸν Θεὸν Λόγον τοπάσομεν ἄσαρκον, ἢ
σώματος αὐτὸν ἐκτὸς δογματίσομεν, ὅτιπερ ἔδρα
τὰ σωμάτων ὑπέρτερα. Καὶ
γὰρ ἀληθῶς ὁ Λόγος σεσάρκωται, καὶ ἀψευδῶς
σαρκωθεὶς σεσωμάτωται, καὶ εἷς
Υἱὸς ἐγινώσκετο ὁ πᾶσαν
ἐξ αὐτοῦ προφέρων ἐνέργειαν θείαν τε καὶ
ἀνθρώπειον, ταπεινὴν καὶ
ὑπέρογκον, χθαμαλὴν καὶ
οὐράνιον, σαρκικὴν καὶ
ἀσώματον, ὁρατὴν
καὶ ἀόρατον, περιγραπτὴν καὶ
ἀπερίγραπτσν, ἀναλογοῦσαν
αὐτοῦ τῇ δυάδι τῶν φύσεων, καὶ
δι’ ἑαυτῆς αὐτὴν ἀσιγήτως κηρύττουσαν καὶ διαπρυσίως ἀγγέλλουσαν.
Εἷς
γὰρ ὢν καὶ ὁ αὐτὸς καθ’ ὑπόστασιν Υἱὸς
ἀδιαίρετος, καὶ δύο φύσεις ὁ
αὐτὸς γνωριζόμενος, κατ’ ἄλλην μὲν
τὰς θεοσημείας εἰργάζετο, κατ’ ἄλλην
δὲ τὰ ταπεινὰ παρεδέξατο. Καὶ
διὰ τοῦτό φασιν οἱ θεόφρονες, οἱ
ὑπὲρ Χριστοῦ τοῦ
Θεοῦ τοῦ ἀληθοῦς στεψάμενοι καὶ τὸ
φάσκειν θεόθεν δεξάμενοι, τὰς θειοτάτας συνέσεις ἡμῖν
ἐξυφαίνοντες, ὡς ὅταν
ἀκούσῃς περὶ τοῦ
ἑνὸς Υἱοῦ τὰς ἐναντίας φωνάς, καταλλήλως μέριζε ταῖς
φύσεσι τὰ λεγόμενα· ἂν μέν τι μέγα καὶ
θεῖον, τῇ θείᾳ
φύσει προσνέμων, ἂν δέ τι μικρὸν καὶ
ἀνθρώπινον, τῇ ἀνθρωπίνῃ
λογιζόμενος· οὕτω γὰρ καὶ τὸ τῶν φωνῶν ἀσύμφωνον
διαφεύξῃ, ἑκάστης, ἃ πέφυκεν ἴδια,
δεχομένης φύσεως, καὶ τὸν Υἱὸν τὸν ἕνα καὶ πρὸ
πάντων αἰώνων καὶ πρόσφατον κατὰ
τὰς ἁγίας Γραφὰς ὁμολογήσεις.
Ἀλλὰ καὶ οὕτως ἐπὶ τοῦ ἑνὸς Υἱοῦ φασι, πᾶσαν μὲν
ἐνέργειαν οὐκ ἄν
τις χωρίσαι τῆς μιᾶς υἱότητος, τῆς δὲ
φύσεως, ἧς ἐστιν οἰκεῖον
τὸν γινόμενον, τῷ λόγῳ
γνωρίσειεν. Οὐκοῦν κάλλιστα λίαν αὐτοῖς
δεδογμάτισται τό, ἕνα μὲν ὁμολογεῖν τὸ
Ἐμμανουήλ· οὕτως γὰρ
ὁ Θεὸς Λόγος σαρκωθεὶς ὀνομάζεται,
καὶ τὸν αὐτὸν ἅπαντα δρᾶν καὶ
οὐκ ἄλλον καὶ ἄλλον,
τά τε ὑψηλὰ καὶ ἐλάχιστα παντοίας ἐκτὸς
διαστάσεως. Δι’ ὧν καὶ τῶν αὐτοῦ φύσεων ἀσύγχυτος ἡ
διπλόη γνωρίζεται, καὶ εἰς ὑποστάσεις δύο καὶ πρόσωπα διαμπὰξ
ὁ αὐτὸς οὐ μερίζεται· ἀλλ’ ἔστιν
εἷς καὶ ὁ αὐτὸς Υἱὸς καὶ Χριστὸς ἀδιάτμητος,
ἐν δυσὶν ἀδιαιρέτως
γνωριζόμενος φύσεσι. Καὶ αὐτοῦ τὰ πάντα τοῦ ἑνὸς
Υἱοῦ διαβεβαιούμεθα, καὶ πάσας αὐτοῦ
καὶ τὰς φωνὰς καὶ
τὰς ἐνεργείας πιστεύομεν· κἂν αἱ
μὲν αὐτῶν εἰσι θεοπρεπεῖς, αἱ
δὲ οὕτω πάλιν ἀνθρωποπρεπεῖς,
αἱ δὲ μέσην τινὰ τάξιν ἐπέχουσιν,
ὡς ἔχουσαι τὸ θεοπρεπὲς
ἐν ταυτῷ καὶ
ἀνθρώπινον. Ταύτης δέ φαμεν τῆς δυνάμεως καὶ
τὴν κοινὴν καὶ
θεανδρικὴν λεγομένην ἐνέργειαν, οὐ
μίαν ὑπάρχουσαν, ἀλλ’ ἑτερογενῆ
καὶ διάφορον, ἣν ὁ
ἐξ Ἀρείου Πάγου Παύλῳ τῷ
θείῳ θείως ζωγρηθεὶς θεηγόρος Διονύσιος ἔφησεν,
ὡς τὸ θεοπρεπὲς ἐν
ταυτῷ καὶ ἀνθρώπινον ἔχουσαν, καὶ
διὰ τῆς χαριεστάτης τε καὶ συνθέτου προσρήσεως τὴν
ἑκάστης οὐσίας καὶ
φύσεως ἑκάστην ἐντελῶς
δηλοῦσαν ἐνέργειαν. Προαιώνιον τοίνυν τὸν
Θεὸν Λόγον δοξάζοντες καὶ τῷ
Πατρὶ συναΐδιον, χρονικὴν
ὑπομεῖναι πρεσβεύομεν γέννησιν, ἣν ἐκ
παρθένου τῆς κυρίως καὶ ἀληθῶς
θεοτόκου Μαρίας σαρκωθεὶς ἀπετίκτετο. Καὶ διὰ
τοῦτο δύο τὰς γεννήσεις γεγεννῆσθαι
πρὸς τῶν εὐσεβούντων εἰκότως πιστεύεται. Καὶ
τέλειος ὢν ὁ αὐτὸς ἐν θεότητι, τέλειος ἦν ὁ
αὐτὸς ἐν ἀνθρωπότητι· οὔτε τῇ
διαφορᾷ τῶν οὐσιῶν διαιρούμενος, οὔτε τῇ
τῆς ὑποστάσεως καὶ τοῦ
προσώπου ταυτότητι τὰς φύσεις ἄγων πρὸς
οὐσιώδη ταυτότητα· ἀλλ’ ἐξ
ὧν καθ’ ὑπόστασιν πέφηνε
φύσεων, ἐν αὐταῖς ἀδιαιρέτως ἔμεινε, πάντα σοφῶς
καὶ ἀληθῶς ὑπελθὼν τὰ ἡμέτερα ἔργα καὶ
πάθη, φυσικὰ καὶ ἀδιάβλητα πράγματα, τὰ μώμου μακρὰν
καὶ μολύσματος, καὶ ἐν
οἷς ἁμαρτίας ἴχνος τινὸς
μὴ εὑρίσκεται· ἁμαρτίαν γὰρ
οὐκ ἐποίησεν, οὐδέ τις δόλος ἐν
τῷ στόματι αὐτοῦ
τὸ σύνολον ηὕρηται. Καὶ
συναναστραφεὶς ἀνθρωπίνως ἡμῖν,
ἅτε τέλειος γνωριζόμενος ἄνθρωπος, κἂν
Θεὸς ὁ αὐτὸς ἀπαραλείπτως ἐτύγχανε, καὶ
θαυματουργήσας ὡς ἔπρεπε. Τέλειος γὰρ Θεὸς
ἐγινώσκετο, καὶ ἀνθρωπείᾳ
νοερῶς ἐψυχωμένῃ σαρκὶ
συνεκέκρατο. Ἐπὶ τὸ πάθος τὸ ἑκούσιον
ἄνεισι, καὶ ἑκουσίως
Ἰουδαίοις προδίδοται, μᾶλλον δὲ
ἑαυτὸν αὐτοῖς δι’ ἀνθρώπων σωτηρίαν ἑκουσίως
προδίδωσι· καὶ δεσμεύεται, καὶ κολαφίζεται, καὶ
ἐμπτύεται, καὶ μαστίζεται, καὶ
χλευάζεται, καὶ χλαμύδα πορφυρᾶν ὡς
βασιλεύων τῶν ὅλων ἐνδύεται, καὶ κάλαμον ὡς
σκῆπτρον βασιλικὸν βασιλικῶς
ἐγχειρίζεται, καὶ Πιλάτου κατακρίνεται
κρίνοντος, καὶ τέλος ἰκρίῳ
προσπήγνυται, καὶ χεῖρας καὶ πόδας αἱμάσσεται
τῷ σωτηρίῳ σταυρῷ
προσηλούμενος, καὶ λῃσταῖς συνεπαίρεται, καὶ ὄξος
ποτίζεται, καὶ χολῆς ἀπογεύεται, καὶ μέγα βοήσας τῷ
Πατρὶ τὴν ψυχὴν παραδίδωσι, καὶ
τὴν πλευρὰν τῇ
λόγχῃ τιτρώσκεται, καὶ ὕδωρ
καὶ αἷμα σωτήριον μετὰ θάνατον προχέει καὶ
νέκρωσιν, καὶ νεκρὸς τοῦ
σταυροῦ καταφέρεται, καὶ κηδεύεται, καὶ
σμυρνίζεται, καὶ ταφὴν τριήμερον θάπτεται, καὶ τριήμερος ἀναστὰς
τοῦ τάφου προέρχεται, καὶ πάντας ἑαυτῷ
τοὺς νεκροὺς συνανίστησιν, ἐκ
τάφου καὶ φθορᾶς πρὸς
τὴν ἀτελευτῶσαν αὐτοῦ
ζωὴν ἐπαγόμενος διὰ τῆς
αὐτοῦ ἐκ νεκρῶν ἀναστάσεως,
καὶ τοῖς μαθηταῖς ἐκ
νεκρῶν ἀναστὰς ἐμφανίζεται, καὶ πιστοποιεῖται
βρώσει καὶ πόσει καὶ ἁφῇ
χειρῶν ἀποστολικῶν τῆς
οἰκείας σαρκὸς τὴν
ἀνάστασιν, καὶ Πνεῦμα
τούτοις παρέχει πανάγιον, ὡς συγγενὲς
αὐτῷ καὶ ὁμόφυλον· καὶ εἰς
οὐρανοὺς ἀναφέρεται, μᾶλλον δὲ
ὡς καὶ τῶν οὐρανῶν δεσπόζων ἀνέρχεται, καὶ
δεξιὸς τοῦ τεκόντος καθέζεται, θῶκον ἔχων
τὸν πατρικὸν καὶ
βασιλικὸν καὶ ὑπέρτατον. Ὅθεν καὶ
πάλιν ἐλεύσεται κρίσιν ζώντων καὶ νεκρῶν
ποιησόμενος, καὶ ἀποδώσων ἑκάστῳ
κατὰ τὰς πράξεις ἅσπερ πέπραχεν, εἴτε
ἕκαστος ἀγαθὰς
πράξεις καὶ καλάς, εἴτε φαύλας καὶ
ψεκτὰς κατειργάσατο· ὃν σὺν
Πατρί τε καὶ Πνεύματι καὶ βασιλεύειν τῶν
ὅλων πιστεύομεν βασιλείαν ἀληθῶς
ἀτελεύτητον, καὶ τέλος οὐκ
ἐπιδεχομένην καὶ πλήρωμα. Ἀλλὰ
καὶ περὶ τῆς ἐνσάρκου οἰκονομίας, ταὐτὸν
δὲ φάναι, τοῦ Θεοῦ
Λόγου σαρκώσεως, καὶ πρὸς τοὺς ταπεινοὺς ἡμᾶς
ὁμοιώσεως, ὡς λέγω καὶ
φρονῶ, διὰ βραχέων ἐγνώρισα.
Περὶ
δὲ τῆς τοῦ ὁρωμένου κόσμου γεγονυίας ἀρχῆθεν
συστάσεως, καὶ συντελείας, ἣν οὐκ
εἰς μακρὰν ὑποδέξοιτο,
ὁμολογῶ, θεοτίμητοι, ὡς
πάντα, οὐ μόνον τὰ ὁρατά,
ἀλλὰ δὴ καὶ ἀόρατα ὁ εἷς
Θεὸς ἐτεκτήνατο, ὁ Πατήρ, ὁ
Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ἡ ἀΐδιος
φύσις καὶ ἄναρχος, κἀκ μὴ
ὄντων εἰς τὸ
εἶναι παρήγαγε, καὶ οὐκ
ὄντα πρὶν ἐσχεδίασε,
καὶ τὰς τούτων μυρίας διαφορὰς σοφῶς
προεβάλετο. Πάντα γὰρ διὰ τοῦ Μονογενοῦς ὁ
Πατὴρ ἐν ἁγίῳ πεποίηκε Πνεύματι, ἃ καὶ
προνοίᾳ σοφῇ συγκρατεῖ, τῶν
οἰκείων ἔργων ὡς
Θεὸς προϊστάμενος, ἀρχήν τε τοῖς
πᾶσι χρονικὴν ὁρισάμενος,
τὰ μὲν αἰσθητὰ τέλει χρονικῷ καθυπέβαλε, τὰ
δὲ νοητὰ καὶ
ἀόρατα τούτων ἀξίας ἠξίωσε
μείζονος. Καὶ θνῄσκει μὲν οὐδαμῶς,
οὐδὲ φθείρεται κατὰ τὸ
τῶν αἰσθητῶν ῥευστὸν καὶ εὐπάροιστόν ἐστιν· οὐ
μὴν τὴν φύσιν ἀθάνατα, ἢ
πρὸς οὐσίαν μετελήλυθεν ἄφραστον, ἀλλὰ
χάριν αὐτοῖς ἐχαρίσατο φθορᾶς αὐτὰ
καὶ θανάτου διείργουσαν. Οὕτως ἀνθρώπων
ψυχαὶ διαμένουσιν ἄφθαρτοι· οὕτως
ἄγγελοι διατελοῦσιν ἀθάνατοι,
οὐ φύσιν ἀληθῶς,
ὡς ἔφημεν, ἄφθαρτον, ἢ
οὐσίαν κυρίως ἀθάνατον ἔχοντες,
ἀλλὰ χάριν ἐκ Θεοῦ
κληρωσάμενοι ἀθανασίας χορηγόν, καὶ ἀφθαρσίας
αὐτοῖς ὑπάρχουσαν πρόξενον. Ἀλλ’ οὐκ
ἐπειδήπερ αἱ τῶν
ἀνθρώπων ψυχαὶ Θεοῦ
χάριτι τὴν φθορὰν ἀπεώσαντο
τὴν πᾶσι κτίστης φύσεως ἐμφωλεύουσαν, διὰ
τοῦτο καὶ πρὸ
σωμάτων αὐτὰς ὑποπτεύσομεν, ἢ πρὸ
τῆς τοῦ ὁρωμένου κόσμου παραγωγῆς καὶ
συμπήξεως ἐν ἀϊδίῳ τινὶ ζωῇ τελεῖν ἐννοήσομεν,
καὶ βίον ἔχειν οὐράνιον
φήσομεν, ἄσαρκόν τε καὶ ἀσώματον
ζήσας ζωὴν τὴν ἀῒδιον ἐν οὐρανῷ
ποτε μὴ ὑπάρχοντι, ὡς Ὠριγένης
ὁ παράφορος βούλεται, καὶ οἱ
τούτου συμμύσται καὶ σύμφρονες Δίδυμος καὶ Εὐάγριος
καὶ ὁ λοιπὸς αὐτῶν
μυθομέριμνος ὅμιλος· οἵπερ οὐ
τοῦτο μόνον πεπλανημένως δοξάζουσιν, ἑλληνικοῖς
ἐμφερόμενοι δόγμασι καὶ τὴν
χριστιανῶν καταρρυποῦντες εὐγένειαν,
ἀλλὰ καὶ τὴν τῶν σωμάτων τούτων, ὧν νυνὶ
περικείμεθα, ἀνοήτως ἀναιροῦσιν
ἀνάστασιν, μύρια δεινὰ βατταρίζοντες, τῆς
δυσσεβοῦς αὐτῶν μυθοπλαστίας ἐπάξια· οἷς
ἀρκεῖ πρὸς ἐπίπληξιν τὸ Παύλῳ
πρὸς Κορινθίους λεγόμενον, «ὡς εἰ
νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ
Χριστὸς ἐγήγερται»· καὶ λοιπόν, οὕτως
αὐτοῖς τοῖς λογισμοῖς ματαιάζουσι, τὸ
«κενὴ ἄρα ἡ πίστις ὑμῶν»
προστεθήσεται· ἢ οὐ μέρος, ὦ οὗτοι,
τῆς ἡμῶν σεπτῆς ὁμολογίας
γεγένηται καὶ ταυτησὶ τῆς
σαρκὸς ἡ ἀνάστασις; Καὶ σαρκὸς
γὰρ ἀνάστασιν ὁμολογεῖν
ἀπαιτούμεθα τῷ σωτηρίῳ
προσιόντες βαπτίσματι. Διὰ τοῦτο γάρ, καθά τινι τῶν σοφῶν
τεθεώρηται, καὶ πᾶσα τοῦ Μονογενοῦς
ἡ λαμπρὰ καὶ
διάσημος οἰκονομία λαμπρῶς πεπραγμάτευται, ἵνα
καὶ τὴν εἰκόνα σώσῃ καὶ
τὴν σάρκα ἀθανατίσῃ·
οὐ τοῦτο δὲ μόνον οἱ παράφρονες
σφάλλονται, καὶ τῆς εὐθείας ὁδοῦ
παρακρούονται· ἦν γὰρ αὐτῶν ὡς ἐν συγκρίσει κακῶν καὶ
φορητὸν τὸ δυσέβημα· ἀλλὰ
καὶ ἕτερα μυρία παρὰ τὴν
ἀποστολικὴν καὶ
πατρῴαν ἡμῶν παράδοσιν λέγουσι, παραδείσου φυτείαν ἐκβάλλοντες,
ἐν σαρκὶ πεπλάσθαι τὸν
Ἀδὰμ οὐ βουλόμενοι, τὴν ἀπ’
αὐτοῦ τῆς Εὔας διάπλασιν ψέγοντες, τὴν ἠχὴν
ἀθετοῦντες τὸν ὄφεως,
τὰς τῶν οὐρανίων ταγμάτων ταξιαρχίας οὕτω μὲν
ἀρχῆθεν ἐκ Θεοῦ κεκτίσθαι κωλύοντες, ἐκ
καταδίκης δὲ προγενεστέρας καὶ παρατροπῆς
αὐτὰς φανταζόμενοι· ὡς ἐν
ἑνάδι τε νόων πάντα παρῆχθαι τὰ
λογικά, ἀθέως ὁμοῦ
καὶ μυθικῶς ὀνειρώττοντες,
τῶν ὑπερουρανίων ὑδάτων τὴν
κτίσιν κακίζοντες, τέλος εἶναι κολάσεως θέλοντες·
καὶ πάντων μὲν τῶν
αἰσθητῶν παντελῆ φθορὰν
παρεισφέροντες, πάντων δὲ τῶν λογικῶν, ἀγγέλων,
ἀνθρώπων, δαιμόνων ἀποκατάστασιν
φάσκοντες, καὶ πάλιν εἰς ἑνάδα
μυθικὴν τὰς τούτων διαφορὰς ἀναχέοντες·
ὅτε καὶ μηδὲν
ἡμῶν διαφέρειν τὸν Χριστόν, ὃν
αὐτοὶ ληρῳδῶς δογματίζουσιν, οὐχ ὃν
ἡμεῖς εὐσεβῶς προσκηρύττομεν, δόξῃ ἢ
τιμῇ ἢ βασιλείᾳ, ἢ
δεσποτείᾳ δαιμονιωδῶς ἀναβράττουσι·
καὶ μυρία ἅττα προφέροντες πρὸς
τοῦ διαβολικοῦ καὶ
δυσσεβοῦς τῆς καρδίας αὐτῶν
θησαυρίσματος, οὐ μιᾷ μόνον ἀνατροπῇ
θολερᾷ, ἀλλὰ μυρίαις τὸν πλησίον ποτίζοντες,
καὶ ψυχὰς ἀνθρώπων θανατοῦντες οἱ
δείλαιοι, ὑπὲρ ὧν Χριστὸς ἀποθανεῖν
κατηξίωσε, καὶ λύτρον αὐτοῦ
τὸ αἷμα τὸ θεῖον ἐξέχεε, καὶ δῶρον
ὑπὲρ πᾶσαν ἀξίαν θειότατον τὴν ἑαυτοῦ
ψυχὴν κατεβάλετο. Ἡμεῖς
δὲ πίστεως ὀρθῆς
καὶ ἀμωμήτου καὶ σώφρονος τὸ
λογικὸν ποτισθέντες γάλα καὶ ἄδολον,
καὶ καλὸν Θεοῦ ῥῆμα
γευσάμενοι, ἅπαντα τὰ ἐκείνων
σκοτεινὰ διωσάμενοι δόγματα, καὶ τούτων ὄντες
ἁπάντων τῶν ἀθέσμων
αὐτῶν φληνάφων ἐλεύθεροι, καὶ
τοῖς πατρῴοις ἡμῶν
ἐπιβαίνοντες ἴχνεσι, καὶ
τοῦ παρόντος κόσμου συντέλειαν λέγομεν, καὶ
τὴν ζωὴν ἐκείνην τὴν μέλλουσαν τὴν
μετὰ τὴν παροῦσαν ζωὴν
διαιωνίζειν πιστεύομεν, καὶ τὴν
κόλασιν ἀτελεύτητον ἔχομεν, τὴν
μὲν ἀλήκτως εὐφραίνουσαν τῶν
ἀρίστων ἔργων τοὺς
πράκτορας, τὴν δὲ ἀπαύστως ἀλγύνουσαν, οὐ
μὴν ἀλλὰ καὶ κολάζουσαν τοὺς ἐνθάδε
γεγονότας ἐραστὰς τῆς φαυλότητος, καὶ μετανοεῖν
οὐ θελήσαντας πρὸ τῆς
ἐντεῦθεν ἐκδρομῆς καὶ
ἐκβάσεως. «Ὁ γὰρ
σκώληξ αὐτῶν οὐ τελευτήσει», φησὶ Χριστὸς
ὁ κριτής, ἡ ἀλήθεια,
«καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται».
Ταῦτα
φρονεῖν καὶ πιστεύειν, σοφώτατοι, ἔκ τε ἀποστολικῆς
καὶ εὐαγγελικῆς, ἔκ
τε προφητικῆς καὶ νομικῆς, ἔκ
τε πατρῴας καὶ διδασκαλικῆς
παρειληφότες κηρύξεως, καὶ δεδρακότες ὑμῖν
τοῖς πανσόφοις κατάδηλα, καὶ μηδὲν
ὑμᾶς ἀποκρύψαντες. Ἀκόλουθον λοιπόν ἐστι
καὶ ἁρμόδιον καὶ τῇ
παλαιᾷ παραδόσει κατάλληλον, τὰς ἱερὰς
Συνόδους τῶν πατρικῶν ἡμῶν
καὶ πανιέρων ἀθροίσεων δήλας ποιεῖν
ἐπὶ γράμματος, ἃς ὡς
φωταγωγοὺς ταῖς ἡμετέραις ψυχαῖς περιέπομεν, καὶ
δι’ αἰῶνος ἔχειν εὐχόμεθα, ὅπως
αὐταῖς καὶ τῆς μακαρίας ζωῆς κοινωνήσαιμεν, ὡς
παῖδες αὐτῶν
εὐγενεῖς καὶ διάδοχοι. Τέτταρας τοίνυν ἐπὶ
τῶν ἐνθέων τῆς Ἐκκλησίας
δογμάτων μεγάλας καὶ ἱερὰς οἰκουμενικὰς Συνόδους δεχόμεθα, εὐαγγελικαῖς
φαιδρυνομένας λαμπρότησι, καὶ χαρακτήρων εὐαγγελικῶν
ἀγλαϊζομένας ποσότητι· τούτων πρωτεύειν φαμὲν
τὸ ἐν Νικαίᾳ τῶν
τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων συνέδριον, ὅπερ
ἐκ θείας ἀθροισθὲν
ἐπινεύσεως, τῆς Ἀρείου
λύττης καθαιρεῖ τὰ μιάσματα. Μετ’ ἐκεῖνο
δὲ τῷ χρόνῳ, οὐ
δόξῃ καὶ χάριτι, συναθροίζεται δεύτερον ἄθροισμα,
τὸ ἐν τῇ βασιλίδι συνειλεγμένον τῶν πόλεων. Πεντήκοντα δὲ
καὶ ἑκατὸν θεόσοφοι Πατέρες ἐτύγχανον, οἱ
καὶ τοῦτο πληροῦν θεόθεν ἡγμένοι
τὸ ἄθροισμα, ὃ τὴν
τρικέραυνον Μακεδονίου, Ἀπολλιναρίου τε καὶ Μάγνου σβεννύει
δυσσέβειαν, καὶ τῆς τοσαύτης χαλεπῆς πυρακτώσεως τῶν
εὐσεβούντων τὰ συστήματα ῥύεται.
Τρίτον μετὰ τοῦτο μόνῳ τῷ
χρόνῳ δοξάζω συνέδριον τὸ ἐν
Ἐφέσῳ τὸ πρότερον ἐκ θείας ἐνεδρεῦσαν
βουλήσεως· τὸ γὰρ Διοσκόρου λεγόμενον δεύτερον τῆς
Εὐτυχοῦς ἀδοκίμου γνώμης πεφώραται σύστοιχον· ὅπερ
πρῶτον συνέδριον διακοσίων μὲν ἁγίων
Πατέρων ἐγνωρίζετο πλήρωμα, καταβάλλει δὲ
τὸν ἀνθρωπολάτρην Νεστόριον καὶ πᾶσαν
αὐτοῦ τὴν χριστομάχον ἀσέβειαν. Καὶ
τέταρτον μετὰ τὰ τρία τῷ χρόνῳ
μόνῳ θεόσοφον ἀθροίζεται σύνταγμα τῶν
ἑξακοσίων ὁμοῦ
καὶ τριάκοντα πανυμνήτων Πατέρων καὶ
δᾳδούχων τῆς πίστεως, ὅπερ
ἐν Χαλκηδόνι μὲν τὴν
θείαν ποιεῖται θεόθεν συνέλευσιν, καὶ συναθλοῦσαν
εἶχεν Εὐφημίαν τὴν
μάρτυρα, τὴν καὶ μέχρι τῆς σήμερον προμαχοῦσαν
αὐτῶν τοῦ Ὅρου τῆς πίστεως, καὶ
τῆς αὐτῶν περιφήμου καὶ μεγίστης ἀθροίσεως
λόγον πολὺν ποιουμένην καὶ ἄπαυστον.
Κατασφάττει δὲ τὴν ξυνωρίδα τὴν βέβηλον, Εὐτυχῆ
φημι καὶ Διόσκορον, καὶ τὴν
τούτων ἀποφράττει θεομάχον κακόνοιαν, ἐκ
τῆς Ἀπολλιναριανῆς ὥσπερ
πηγῆς καταρρέουσαν καὶ πληροῦσαν
πάντας τῆς ἀσεβείας τοὺς ῥύακας.
Ἐκβάλλει δὲ μετὰ
τῆς τούτων ἀσεβεστάτης αἱρέσεως
διὰ τῶν αὐτῆς ὀρθοδόξων προρρήσεων καὶ τὴν
Νεστορίου τοῦ θεομάχου παμμίαρον αἵρεσιν· καὶ
κατὰ ταύτης γὰρ ὡς
ἔτι τῇ ἀναιδείᾳ σπαιρούσης ἠθροίζετο·
ὅθεν καὶ τελείως αὐτὴν
ἀπενέκρωσε, καὶ τῶν
ἐκκλησιαστικῶν αὐλῶν
ἐξωστράκισεν. Ἐπὶ
ταύταις δὲ ταῖς μεγάλαις καὶ οἰκουμενικαῖς
πανσέπτοις τε καὶ πανιέροις τῶν ἁγίων
καὶ μακαρίων Πατέρων ὁμοτίμοις ἀθροίσεσι
τέσσαρσι, καὶ πέμπτην ἁγίαν ἄλλην
παρὰ ταύτας καὶ μετὰ
ταύτας συστᾶσαν, οἰκουμενικὴν
δέχομαι Σύνοδον, τὴν ἐν τῇ βασιλίδι καὶ αὐτὴν
γενομένην τῶν πόλεων, Ἰουστινιανοῦ
τοῦ τότε τὰ σκῆπτρα
τῆς Ῥωμαικῆς βασιλείας διέποντος,
καὶ πάντα αὐτῆς
τὰ λαμπρὰ διορίσματα· ἥτις
κυροῦσα μὲν τὴν ἐν Χαλκηδόνι περιώνυμον ἤθροισται Σύνοδον, ἀναιρεῖ
δὲ καὶ ἐκρίπτει πρὸς ὄλεθρον
πρωτοτύπως μὲν Ὠριγένην τὸν ἄφρονα
καὶ πάντα αὐτοῦ
τὰ ὀνειρώδη κομψεύματα καὶ πολυειδοῦς
ἀσεβείας πλήρη συγγράμματα· Εὐαγρίου δὲ
σὺν αὐτῷ καὶ Διδύμου τὰ δόγματα καὶ
πάντα αὐτῶν τὰ ἑλληνικὰ καὶ
τερατώδη, οὐ μὴν ἀλλὰ καὶ μυθώδη ληρήματα· μεθ’ οὓς τὸν
Μοψουεστίας ἐκτίλλει Θεόδωρον, τὸν Νεστορίου τοῦ
θεομάχου διδάσκαλον, καὶ ὡς μυσαρὸν σὺν
τοῖς αὐτοῦ βλασφήμοις συγγράμμασι τῆς Καθολικῆς
Ἐκκλησίας ἐκρίπτει ζιζάνιον·
Θεοδώρητου δὲ τὰ κακῶς κατὰ τοῦ
τῆς εὐσεβείας προμάχου Κυρίλλου καὶ δυσσεβῶς
γεγονότα συντάγματα, καὶ ὅσα κατά γε τῶν δώδεκα τοῦ
αὐτοῦ θεσπεσίου Κυρίλλου κεφαλαίων, τῆς
τε πρώτης ἁγίας ἐν Ἐφέσῳ
Συνόδου καὶ τῆς ὀρθῆς ἡμῶν κατηγόρησε πίστεως, Νεστορίῳ
τῷ δυσσεβεῖ χαριζόμενος· κἀκεῖνα
ταύτης ποιεῖ τῆς κατακρίσεως μέτοχα, ἅπερ καὶ
ὑπὲρ Διοδώρου καὶ Θεοδώρου ἀπολογούμενος
γέγραφε· μεθ’ ὧν καὶ τὴν Ἴβα ἐπιστολὴν πρὸς
τὸν Πέρσην γεγράφθαι λεγομένην Μάρην ἀπερρίζωσεν,
ὡς οὐ μόνον ὀρθῶν
δογμάτων ἀντίπαλον, ἀλλὰ
καὶ πάσης ἀσεβείας ἀνάπλεων.
Ἐκείνας μὲν οὖν
τὰς ἱερὰς καὶ μεγάλας καὶ οἰκουμενικὰς
ἁγίας τέτταρας Συνόδους ἀσπάζομαι, καὶ
φρονήματι ἑνὶ περιπτύσσομαι· ἐπὶ
ταύταις δὲ καὶ ταύτην τὴν πέμπτην τιμῶ
καὶ γεραίρω καὶ σέβομαι· καὶ
πάντα αὐτῶν ἀσμένως προσίεμαι τά τε ἐν δόγμασι καὶ
διαφόροις διδάγμασι καὶ ταῖς κατὰ τῶν
αἱρετιζόντων ἀναθεματισμοῖς
καὶ ὁρίσμασιν. Ὅθεν καὶ
ἀσμενίζω καὶ δέχομαι, οὓς
ἐδέξαντο καὶ ἠσμένισαν,
καὶ ἀναθεματίζω καὶ ἀποβάλλομαι,
ὅσους ἀναθέματι καθυπέβαλον
καὶ ἀποβλήτους τῆς καθολικῆς
καὶ ἁγίας ἡμῶν
Ἐκκλησίας ἡγήσαντο. Ταύταις ταῖς
ἁγίαις καὶ μακαρίαις πέντε
Συνόδοις ἑπόμενος, ἕνα καὶ
μόνον Ὅρον ἐπίσταμαι πίστεως, καὶ Μάθημα ἓν
οἶδα καὶ Σύμβολον, ὅπερ
ἡ πάνσοφος καὶ μακαρία τῶν
ἐν Νικαίᾳ τριακοσίων δέκα καὶ
ὀκτὼ θεοφόρων Πατέρων θεσπεσία πληθὺς
ἐξ ἁγίου προσεφθέγξατο Πνεύματος, ὃ
καὶ ἡ ἐν Κωνσταντινουπόλει τῶν ἑκατὸν
πεντήκοντα θεοπνεύστων Πατέρων ἐπεκύρωσεν ἄθροισις·
καὶ ἡ ἐν Ἐφέσῳ πρώτη τῶν διακοσίων ἐνθέων
Πατέρων ἐβεβαίωσε Σύνοδος· καὶ ἡ
τῶν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα
πανιέρων Πατέρων προσεδέξατο καὶ ἐκράτυνε
σύμβασις, καὶ ἀπαράτρωτον καὶ ἀρραγὲς
καὶ ἀσάλευτον διαπρυσίως ἔφη φυλάττεσθαι.
Δεχόμεθα δὲ καὶ ἀγκάλαις ταῖς αὐταῖς
καὶ ἀσμενίζομεν πάντα τοῦ θεσπεσίου Κυρίλλου τὰ
θεῖά τε καὶ θεόσοφα συγγράμματα, ὡς
πάσης ὀρθότητος γέμοντα καὶ πᾶσαν
αἱρετικῶν καθαιροῦντα
δυσσέβειαν· ἐξαιρέτως δὲ τὰς
πρὸς Νεστόριον τὸν θεοστυγῆ
καὶ θεήλατον δύο συνοδικὰς ἐπιστολάς,
τήν τε δευτέραν καὶ τὴν τρίτην, ᾗ καὶ
τὰ δυοκαίδεκα συνῆπται κεφάλαια· ἅπερ
ἅπασαν τὴν Νεστορίου κακόνοιαν ἀποστόλων
ἁγίων ἰσαρίθμοις κατέφλεξεν ἄνθραξι.
Σὺν ταύταις δέχομαι καὶ τὴν
πρὸς τοὺς τῆς Ἑῴας ἁγιωτάτους προέδρους συνοδικὴν γραφεῖσαν
ἐπιστολήν, ἐν ᾗ
καὶ ἱερὰς αὐτῶν τὰς φωνὰς ἀπεκάλεσε,
καὶ τὴν πρὸς αὐτοὺς εἰρήνην ἐκράτυνεν. Αἷς
συναρίθμια καὶ αὐτὰ τῶν ἀνατολικῶν προέδρων τὰ
γράμματα λέγομεν, ὡς ὑπ’ αὐτοῦ Κυρίλλου τοῦ θείου δεχθέντα, καὶ
εἶναι πρὸς αὐτοῦ
μαρτυρούμενα φωναῖς ἀναμφιλέκτοις ὀρθόδοξα. Τούτοις ὁμοίως
τοῖς ἱεροῖς Κυρίλλου τοῦ πανσόφου χαράγμασιν ὡς
ἱερὰν καὶ ὁμότιμον δέχομαι καὶ τῆς
αὐτῆς ὀρθοδοξίας γεννήτριαν καὶ τὴν
θεόδοτον ἐπιστολὴν καὶ
θεόπνευστον τοῦ μεγάλου καὶ λαμπροῦ
καὶ θεόφρονος Λέοντος τοῦ τῆς
Ῥωμαίων ἁγιωτάτης Ἐκκλησίας,
μᾶλλον δὲ τῆς
ὑφ’ ἡλίῳ πάσης φωστῆρος, ἣν
θείῳ σαφῶς ἐνεργούμενος Πνεύματι κατ’ Εὐτυχοῦς
τοῦ κακόφρονος καὶ Νεστορίου τοῦ
θεοστυγοῦς καὶ παράφρονος πρὸς Φλαυϊανὸν
τὸν ἀοίδιμον τῆς βασιλίδος τῶν
πόλεων πρόεδρον γέγραφεν· ἣν καὶ
στήλην ὀρθοδοξίας καλῶ καὶ
ὁρίζομαι, τοῖς οὕτως
αὐτὴν καλλῶς ὁρισαμένοις
Πατράσιν ἁγίοις ἑπόμενος, ὡς
πᾶσαν μὲν ὀρθοδοξίαν
ἡμᾶς ἐκδιδάσκουσαν, πᾶσαν δὲ
κακοδοξίαν αἱρετικὴν ὀλοθρεύουσαν
καὶ τῶν τῆς ἁγίας ἡμῶν
καθολικῆς Ἐκκλησίας θεοφρουρήτων αὐλῶν
ἀπελαύσουσαν. Μεθ’ ἧς ἐνθέου
συλλαβῆς καὶ χαράγματος καὶ πάσας αὐτοῦ
τὰς ἐπιστολὰς καὶ
τὰ δόγματα, ὡς ἐκ
στόματος προϊόντα Πέτρου τοῦ κορυφαίου προσίεμαι
καὶ καταφιλῶ καὶ
ἀσπάζομαι καὶ πάσῃ
ψυχῇ περιπτύσσομαι. Ταῦτα, καθὼς
προεῖπον, δεχόμενος τὰ ἱερὰ
πέντε τῶν μακαρίων Πατέρων καὶ θεῖα
συνέδρια, καὶ τὰ Κυρίλλου πάντα τοῦ πανσόφου συγγράμματα,
καὶ μάλιστα κατὰ τῆς
Νεστορίου μανίας γενόμενα, καὶ τὴν
τῶν Ἀνατολικῶν προέδρων συλλαβὴν
τὴν πρὸς αὐτὸν γραφεῖσαν τὸν
θειότατον Κύριλλον, καὶ παρ’ αὐτοῦ
μαρτυρηθεῖσαν ὀρθόδοξον, ὅσα τε Λέων ὁ
τῆς Ῥωμαίων ἁγιωτάτης Ἐκκλησίας
νομεὺς ἁγιώτατος γέγραφε, καὶ μάλιστα κατὰ
τῆς Εὐτυχιανῆς καὶ
Νεστοριανῆς βδελυρίας συνέταξε. Ταῦτα μὲν
ὡς Πέτρου, ἐκεῖνα
δὲ ὡς Μάρκου γινώσκω ὁρίσματα. Οὐ
μὴν ἀλλὰ καὶ πάντα πάντων τῶν τῆς
Καθολικῆς ἡμῶν Ἐκκλησίας ἐκκρίτων μυσταγωγῶν
θεόσοφα διδάγματα, εἴτε ἐν λόγοις τε καὶ συγγράμμασιν, εἴτε
ἐν ἐπιστολαῖς τισι περιείληπται.
Καὶ συλλήβδην εἰπεῖν,
ἅπαντα δέχομαι καὶ ἀσπάζομαι,
ὅσαπερ ἡ ἁγία
καθολικὴ ἡμῶν Ἐκκλησία προσίεται· καὶ πάντα τοὔμπαλιν
ἀποστρέφομαι καὶ ἀναθεματίζω
καὶ λογίζομαι βέβηλα, ὅσα καὶ
αὐτὴ πανσόφως βδελύττεται, καὶ τῆς
οἰκείας εὐσεβείας ἡγεῖται
πολέμια, οὐ μόνον βιβλίδια καὶ λογίδρια καὶ
θεομάχα καὶ παρέγγραπτα δόγματα, ἀλλὰ
καὶ αἱρετικὰ καὶ
κακόδοξα, καὶ κακοδόξων αἱρέσεων ἡγησάμενα
πρόσωπα. Καὶ πρὸς πληροφορίαν ὑμῶν
ἀπαράλειπτον αὐτὰ
διαρθροῦμαι τὰ πρόσωπα, ἅπερ
ἀναθεματίζω καὶ ποιοῦμαι
κατάκριτα, οὐ γλώττῃ μόνον καὶ
στόματι, ἀλλὰ καὶ καρδίᾳ καὶ
πνεύματι, ὡς τῆς ἁγίας καὶ καθολικῆς
ἡμῶν πίστεως ὀφθέντα διὰ
πάντων ἐπίβουλα.
Ἀνάθεμα
τοίνυν εἰσαεὶ καὶ κατάθεμα, ἀπὸ
τῆς ἁγίας καὶ ὁμοουσίου
καὶ προσκυνητῆς Τριάδος, Πατρὸς
καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἔστωσαν, πρῶτον
μὲν Σίμων ὁ Μάγος, ὁ
πασῶν πρῶτος κακίστων κακίστως ἄρξας αἱρέσεων·
μεθ’ ὃν καὶ Κλεόβιος, Μένανδρος, Φίλητος, Ἑρμογένης,
Ἀλέξανδρος ὁ Χαλκεύς, Δοσίθεος,
Γόρθεος, Σατορνῖνος, Μασβόθεος, Ἀδριανός, Βασιλείδης, Ἰσίδωρος
ὁ τούτου υἱὸς καὶ
τὴν μανίαν ὑπέρτερος, Ἐβίων,
Καρποκράτης, Ἐπιφανής, Πρόδικος, Κήρινθός τε καὶ
Μήρινθος, Οὐαλεντῖνος, Φλωρῖνος,
Βλαστός, Ἀρτέμων, Σεκοῦνδος, Κασσιανός,
Θεόδοτος, Ἡρακλέων, Πτολεμαῖος, Μᾶρκος,
Κολορβάσος, Ἀδέμις ὁ Καρύστιος, Θεόδοτος ὁ
σκυτεύς, Θεόδοτος ἕτερος, Εὐφράτης ὁ
Περσικός, Μονόϊμος ὁ Ἄραψ, Ἑρμογένης, Τατιανὸς
ὁ Σύρος, Σεβῆρος, Ἀσκληπιόδοτος,
Βαρδησάνης, Ἁρμόνιος ὁ τούτου υἱὸς
καὶ τὴν πλάνην ἰσόρροπος, Ἑρμόφιλος,
Κέρδων, Σακέρδων, Μαρκίων ὁ Ποντικός, Ἀπελλῆς,
Ἀπολλωνίδης, Πότιτος, Πρέπων, Πίθων, Συνερός, Θεόδοτος ὁ
τραπεζίτης, Μοντανός, Πρίσκιλλά τε καὶ Μαξιμίλλα αἱ
τοῦτου μανιώδεις μαθήτριαι, Νέπος, Ἐλκεσσαῖος,
Ὠριγένης, Ὠριγένης ἕτερος
ὁ καὶ Ἀδαμάντιος, Σαβέλλιος ὁ Λίβυς, Νοβᾶτος,
Παῦλος ὁ ἐκ Σαμοσάτων, Ἐπίγονος, Κλεομένης,
Νοητὸς ὁ Σμυρναῖος, Μάνης ὁ
τῆς ἀθέου μανίας ἐπώνυμος, Σαββάτιος, Ἄρειος,
Μελέτιος, Ἀέτιος, Εὐνόμιος, Ἀστέριος,
Εὐδόξιος, Δονᾶτος, Μακεδόνιος ὁ
τῷ ἁγίῳ μαχεσάμενος Πνεύματι καὶ πνευματομάχου
προσηγορίαν ἀξίαν δεξάμενος· Ἀπολλινάριος ὁ
Λαοδικεὺς καὶ ὁ τούτου υἱὸς Ἀπολλινάριος,
Μάγνος, Πολέμων· Κελέστιος, Πελάγιος, Ἰουλιανὸς
οἱ τῆς αὐτῆς μανίας ὑπέρμαχοι· Θεόδωρος ὁ
Μοψουεστίας καὶ Νεστόριος, οἱ τῆς
μιαρᾶς ἀνθρωπολατρείας μιαρότατοι κήρυκες· Κῦρός
τε καὶ Ἰωάννης οἱ Κίλικες, οἱ
τῆς αὐτῆς ἀθεΐας ἀθεώτατοι πρόβολοι· Εὐτυχής, Διόσκορος ὁ
Εὐτυχέως ὑπερασπιστὴς
καὶ συνήγορος, Βαρσουμᾶς, Ζωόρας, Τιμόθεος ὁ
λεγόμενος Αἴλουρος, Πέτρος ὁ Μογγὸς
καὶ Ἀκάκιος, οἱ τὸ
Ἑνωτικὸν τεκτηνάμενοι
Ζήνωνος, Λαμπέτιος ὁ τῆς δυσωνύμου τῶν Μαρκιωνιτῶν
αἱρέσεως ἔξαρχος· Δίδυμος καὶ
Εὐάγριος οἱ τῆς
Ὠριγενιανῆς τερθρείας
μυστηριάρχαι παμμίαροι, Πέτρος ὁ κναφεὺς
ὁ τῷ τρισαγίῳ ὕμνῳ
προσαρμόσαι σταυρὸν θρασυνόμενος· Πέτρος ἕτερος τὸ
Ἰβηρικὸν καὶ
φρενοβάρβαρον μίασμα, Ἡσαΐας ὁ τοῦ παρόντος Πέτρου συνόμιλος, οἱ
ἄλλην ἀκέφαλον ἐν
Ἀκεφάλοις καταδείξαντος αἵρεσιν· μεθ’ ὧν
ἁπάντων καὶ πρὸ
πάντων καὶ μετὰ πάντας καὶ κατὰ
πάντας καὶ ὑπὲρ πάντας ἔστω καὶ
Σεβῆρος ἀνάθεμα, ὁ τούτων μαθητὴς
ἐκμαγέστατος, καὶ πάντων χρηματίσας Ἀκεφάλων
τῶν νέων καὶ τῶν
παλαιῶν ὠμότατος τύραννος, καὶ τῆς
ἁγίας καθολικῆς Ἐκκλησίας
ἐχθρὸς δυσμενέστατος, καὶ τῆς
Ἀντιοχέων ἁγιωτάτης Ἐκκλησίας
μοιχὸς ἀνομώτατος καὶ φθορεὺς
βδελυρώτατος· Θεοδόσιός τε ὁ Ἀλεξανδρεύς,
ὁ Τραπεζούντιος Ἄνθιμος, Ἰάκωβος
ὁ Σύρος, Ἰουλιανὸς
ὁ Ἀλικαρνασσεύς, Φελικίσσιμος, Γαϊανὸς
ὁ Ἀλεξανδρεύς, ἀφ’ ὧν
ἡ τῶν Γαϊανιτῶν, ἤγουν
Ἰουλιανιστῶν, ἐπιγέγονεν
αἵρεσις· Δωρόθεος ὁ τῆς
αὐτῆς ἀθέως ὑπερμαχήσας αἱρέσεως,
Παῦλος ὁ Μελανός, οὐ μόνον δὲ
λεγόμενος, ἀλλὰ καὶ γενόμενος κατὰ ἀλήθειαν·
Ἰωάννης ὁ Γραμματικὸς
ὁ τὴν ἐπωνυμίαν Φιλόπονος, μᾶλλον δὲ
Ματαιόπονος, Κόνων τε καὶ Εὐγένιος, οἱ τρεῖς
τῆς τριθεΐας τρισκατάρατοι
πρόμαχοι· Θεμίστιος ὁ τῆς ἀγνοίας πατὴρ καὶ
γεννήτωρ καὶ σπορεὺς ἀθεσμότατος,
ὃς ἀγνοεῖν Χριστὸν τὸν
ἀληθινὸν Θεὸν
ἡμῶν τὴν ἡμέραν ἐφληνάφει τῆς
κρίσεως, ἀγνοῶν ἅπερ αὐτὸς
ὁ θεήλατος ἔφασκε καὶ
μὴ εἰδὼς ἅπερ ἀμφιγνοῶν ἀνεφθέγγετο·
εἰ μὴ γὰρ ἠγνόει τῶν οἰκείων
λόγων τὴν δύναμιν, οὐκ ἂν
τὴν ὀλέθριον ἄγνοιαν τέτοκε, καὶ
τοῦ τῆς ἀγνοίας ἄγους θερμῶς
ὑπερήσπιζεν, ἀγνοεῖν
τὸν Χριστόν, οὐ καθὸ
Θεὸς ὑπῆρχεν ἀΐδιος, ἀλλὰ
καθὸ γέγονε κατὰ ἀλήθειαν
ἄνθρωπος, τὴν ἡμέραν
τῆς συντελείας καὶ κρίσεως ἐξ
ἀφρόνων φρενῶν ἐρευγόμενος
καὶ ψιλὸν αὐτὸν ἐργαζόμενος ἄνθρωπον· καὶ
ταῦτα τερατείαν ἐπιφημίζων ἑαυτῷ
τὴν Ἀκέφαλον, καὶ φύσιν μίαν αὐτοῦ
τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ φανταζόμενος
σύνθετον· ἔστω δὲ σὺν
αὐτῷ καὶ Πέτρος ὁ Σύρος ἀνάθεμα,
καὶ Σέργιος ὁ Ἀρμένιος,
οἱ τῆς μικρᾶς τριθεΐας
ἡγούμενοι, καὶ μηδὲ
οὕτω πρὸς ἑαυτοὺς
συμφωνήσαντες, μηδὲ τὰ αὐτὰ παραπλησίως ἀλλήλοις δοξάσαντες·
Δαμιανός, ὁ τούτων μὲν ὑπερβαλλόντως
ἀντίπαλος, νέος δὲ φανεὶς
ἐν ἡμετέροις χρόνοις Σαβέλλιος· μεθ’ ὧν
καὶ οἱ αὐτῶν τῆς ἀσεβείας διάδοχοι ἀνάθεμα ἔστωσαν
καὶ κατάθεμα, Ἀθανάσιός τε ὁ
Σύρος, καὶ ὁ Ἀποζυγάριος Ἀναστάσιος, καὶ
οἱ τὴν τούτων ἀσύμβατον σύμβασιν, ἀσυμβάτως
τε καὶ ἀμαθῶς προσιέμενοι, καὶ ἀλογίστων
δίκην κτηνῶν ὑπ’ αὐτῶν βουκολούμενοι· καὶ ἀλλήλοις
μὲν φιλικῶς συμφερόμενοι, ὑπ’
ἀλλήλων δὲ τοῖς
ἀναθεματισμοῖς ἐχθρωδῶς
τιτρωσκόμενοι· ἐνδυέσθωσαν δὲ σὺν
αὐτοῖς καὶ περιβαλλέσθωσαν τὸ ἀνάθεμα
καὶ κατάθεμα καὶ Βενιαμὶν
ὁ Ἀλεξανδρεύς, καὶ Ἰωάννης,
καὶ Σέργιος, καὶ Θωμᾶς,
καὶ Σεβῆρος οἱ Σύροι, οἱ
ἔτι ζῶντες ζωὴν τὴν
ἐπάρατον, καὶ πολεμοῦντες
ἐμμανῶς τὴν εὐσέβειαν· κοινωνείτω δὲ αὐτοῖς
τῆς τῶν παρόντων ἀναθεματισμῶν
κατακρίσεως καὶ Μηνᾶς ὁ Ἀλεξανδρεύς, ὁ τῆς
τῶν Γαϊανιτῶν προμαχῶν
καὶ προασπίζων αἱρέσεως, καὶ
πολεμῶν ἐμφανῶς τῆς ἀληθείας τὸ κήρυγμα, καὶ
πάντες σὺν αὐτοῖς οἱ τούτου κοινωνοὶ καὶ
ὁμόφυλοι καὶ τὴν
ἀσέβειαν σύστοιχοι· βαλλέσθωσαν δὲ
τοῖς ἴσοις αὐτοῖς
ἀναθέμασι καὶ πᾶσαι
αἱ αἱρέσεις αἱ μετὰ
τὴν Χριστοῦ παρουσίαν ἀκμάσασαι
καὶ Χριστοῦ τὴν
Ἐκκλησίαν πολεμεῖν θρασυνόμεναι,
τουτέστιν ἡ Νικολαϊτῶν, ἡ
Εὐχιτῶν, ἡ Καϊανῶν, ἡ
Ἀδαμιανῶν, ἡ
Μαρβιλιωτῶν, ἡ Βορβοριανῶν, ἡ
Νασητῶν, ἡ Στρατιωτικῶν, ἡ
Ἀφονιτῶν, ἡ
Πιθιανῶν, ἡ Σοφιανῶν, ἡ
Ὀφιτῶν, ἡ Ἀντιτακτιτῶν, ἡ
Περατικῶν, ἡ Ὑδροπαραστατῶν, ἡ
Ἐγκρατιτῶν, ἡ
Μαρκιωνιστῶν, ἡ Φρυγῶν, ἡ
Πεπουζιανῶν, ἡ Ἀρτοτυριτῶν, ἡ
Τασκοδούργων, ἡ Τεσσαρεσκαιδεκατιτῶν, ἡ
Ναζωραίων, ἡ Μελχισεδεκιτῶν, ἡ
Ἀντιδικομαριανιτῶν, ἡ
Ταθηριανῶν, ἡ Κυρτιανῶν, ἡ
Δουλιανῶν, ἡ Ἀνθρωπομορφιτῶν, ἡ
Ἱερακιτῶν, ἡ
Μεσσαλιανῶν, ἡ Εὐτυχιτῶν, ἡ
Ἀκεφάλων, ἡ Οὐερσονουφιτῶν,
ἡ Ἡσαϊανῶν, ἡ
Ἀγνοϊτῶν, ἡ
Ἰακωβιτῶν, ἡ
Τριθεϊτῶν, καὶ εἴ
τις ἑτέρα παρ’ αὐτὰς
καθέστηκε δυσσεβὴς καὶ θεήλατος αἵρεσις.
Ἅπαντας
τοίνυν τοὺς προαναφερομένους αἱρεσιάρχας καὶ
τὰς μετὰ τούτους ὀνομασθείσας
δυσσεβεστάτας αἱρέσεις καὶ σχίσματα ἀναθεματίζω
καὶ καταθεματίζω ψυχῇ καὶ
καρδίᾳ καὶ στόματι, ἐννοίᾳ
τε καὶ λόγοις καὶ ῥήμασι,
καὶ πάντα ἕτερον αἱρεσιάρχην
ὀλέθριον, καὶ πᾶσαν
ἑτέραν παμβέβηλον αἵρεσιν, καὶ
πᾶν ἕτερον σχίσμα θεήλατον, ὅσους περ ἡ
ἁγία καὶ καθολικὴ
ἡμῶν Ἐκκλησία ἀναθεματίζει. Ἀναθεματίζω
δὲ καὶ καταθεματίζω καὶ πάντας αὐτῶν
τοὺς ὁμόφρονας, τοὺς τὰς
αὐτὰς αὐτοῖς ἀσεβείας ζηλώσαντας, καὶ ἀμετανοήτους
ἐν αὐταῖς τελευτήσαντας, καὶ τοὺς
ἔτι καὶ νῦν
ἐν αὐταῖς διαμένοντας, καὶ πολεμοῦντας
τῆς καθολικῆς ἡμῶν
Ἐκκλησίας τὸ κήρυγμα, καὶ
πίστιν ἡμῶν τὴν ὀρθὴν καὶ ἀμώμητον βάλλοντας· καὶ ἀναθεματίζω
πάλιν παραπλησίως καὶ πάντα αὐτῶν
τὰ θεόμαχα συγγράμματα, ἃ κατὰ
τῆς ἁγιωτάτης ἡμῶν
καθολικῆς Ἐκκλησίας συνέταξαν, καὶ κατὰ
τῆς ὀρθῆς ἡμῶν καὶ ἀμωμήτου συνεγράψαντο πίστεως· ἀναθεματίζω
δὲ σὺν αὐταῖς ταῖς βεβήλοις αἱρέσεσι καὶ
πᾶσαν ἑτέραν θεοστυγῆ καὶ
κακόδοξον αἵρεσιν, ἣν ἡ
ἅγια καθολικὴ ἡμῶν
Ἐκκλησία ἀναθεματίζειν καὶ
κατακρίνειν συνείθισται, καὶ τοὺς
ἐξάρχους αὐτῶν
καὶ γεννήτορας, καὶ τὰ
αὐτῶν μυσαρὰ καὶ
παμμίαρα λογίδριά τε καὶ βιβλίδια· μόνα τιμῶν καὶ
φρονῶν καὶ κρατῶν καὶ
σεβόμενος τῆς ἁγίας καθολικῆς καὶ
ἀποστολικῆς ἡμῶν
Ἐκκλησίας τὰ δόγματα, ἅπερ
μερικῶς ὑμῖν καὶ διὰ βραχέων ἐκτέθειμαι διὰ
τὸ τῶν συνοδικῶν γραμμάτων, ὡς
εἶπον, ἐπίτομον· μεθ’ ὧν
καὶ ἀπαίρειν τῶν ἐντεῦθεν
προσεύχομαι, ὅτε Θεὸς τοῦτο
γενέσθαι προστάξειεν.
Ὅθεν
καὶ τὴν ὑμετέραν ἀξιῶ
πατρικὴν ἁγιότητα, ταῦτα πρὸς
τῆς ἐμῆς ταπεινότητος θεσμῷ συνοδικῷ
δεχομένην τὰ γράμματα, πατρῴοις θεωρῆσαι
τοῖς ὄμμασι, καὶ ἀδελφικοῖς
κατανοῆσαι τοῖς βλέμμασι, καὶ
εἴ τι δι’ ἄγνοιαν ἔπταισται,
ἢ διὰ λήθην ἐλλέλειπται, ἢ
διὰ σπουδὴν παρεώραται, ἢ
διὰ συντομίαν κεκώφωται καὶ οὐδαμῶς
ἐμνημόνευται, ἢ διὰ
γλώττης ἀκινησίαν σεσίγηται, ἢ διὰ
βραδυγλωττίαν καὶ φωνῆς μεγίστην ἰσχνότητα ἢ
διὰ λόγων ἀγροικοτέρων ἀσθένειαν
καὶ μὴ βουλομένων ἡμῶν
σεσιώπηται, προσθήκαις ἀναπληρῶσαι καὶ
φθέγμασιν, ἐκ πατρικῆς προερχομένοις
πληρώσεως, καὶ διορθώσεσιν ἰθῦναι,
καὶ ῥῶσιν προσφιλεστάτην χαρίσασθαι ἀδελφικοῖς
ἐνεργουμένην σπουδάσμασι, καὶ πατρικαῖς
ἀνομβρουμένην προθέσεσιν, ἵνα μὴ
τό τε ἐλλιπὲς ἐν αὐτοῖς καὶ ἐντελὲς εἰσαεὶ διαφαίνοιτο, μήτε τὸ ἀσθενὲς
καὶ ἀγνοίᾳ πολλάκις σφαλλόμενον ἀρρωστοῦν
εἰσαεὶ διαμένοι, καὶ δι’ ὅλου
τοῦ βίου νοσηλευόμενον. Ὅπερ φιλικῶς
ὑφ’ ὑμῶν καὶ γνησίως γιγνόμενον πλουτίσῃ μὲν
ἐμὲ καὶ ἰάσηται, μαρτυρήσῃ δὲ
τοῖς μακαριωτάτοις ὑμῖν
τὸ συμπαθὲς καὶ
φιλόστοργον, ταῦτο δὲ εἰπεῖν τὸ φιλάδελφόν τε καὶ φιλότεκνον. Οὕτω
δὲ πρὸς ὑμῶν ἐγὼ πλουτιζόμενος, καὶ τὸ
ἐλλιπὲς προσαναπληρούμενος, καὶ τὸ
ἀσθενὲς ἰατρευόμενος, καὶ τὸ
χωλὸν ἀνορθούμενος, καὶ ῥώσει
καὶ πλούτῳ πατρικῷ
καὶ ἀδελφικῷ στεφανούμενος,
πηλίκην ἔχειν χάριν ὑμῖν
καὶ χαρὰν σὺν αὐτῇ νομισθήσομαι, ἢ εὐφροσύνην
τρυγᾶν καὶ ἡδονὴν τὴν ἀνωτάτῳ γνωσθήσομαι! Ἀλλὰ
τοῦτο μὲν εἰδείη μόνος Θεός, εἰδείην δὲ
καὶ αὐτὸς ἐγώ, θεοτίμητοι, ὁ τὴν
τοιαύτην κερδαίνων εὐπάθειαν, καὶ τὴν
λαμπρὰν εὐεργεσίαν δρεπόμενος. Εἰδείητε δὲ
τάχα καὶ αὐτοὶ καὶ μαθήσοισθε, εἰ καρδίας τῆς
ἐμῆς τὸ θερμὸν εἰς
εὐσέβειαν ἴδοιτε, καὶ
τῆς ψυχῆς τὸ
πολὺ πρὸς ἀγάπησιν ψυχικοῖς ὀφθαλμοῖς
θεωρήσοιτε. Περὶ τούτων οὖν ἐπὶ
πλέον ὑμᾶς αἰτεῖν τοῖς λόγοις ἀφέμενος (οἶδα
γάρ, ὡς ταῦτα πάντως πληρώσετε καὶ πρὸ
τῶν ἡμετέρων ἐλαχίστων αἰτήσεων,
ἀδελφικῆς ἀγάπης
πυρσῷ πυρακτούμενοι καὶ πόθῳ
πατρικῷ φλογιζόμενοι), ἐκεῖνο
δυσωπῶ καὶ δυσωπῶν οὐδέποτε
παύσομαι, ὥστε καὶ εὐχαῖς
πρὸς Θεὸν καὶ δεήσεσιν ἐμὲ
περιέπειν θερμότατα, τὸν δεδιότα καὶ τρέμοντα καὶ
τὸ βάρος βαστάζειν τοῦ προσεπιτεθέντος μοι
ζυγοῦ μὴ δυνάμενον. Καὶ οὐ
τοῦτό γε μόνον, ἀλλ’ ὅπως
καὶ τὸ Χριστοῦ μοι τοῦτο
συμβόσκοιτε ποίμνιον, ὅπερ ποιμαίνειν μὲν αὐτὸς
ἐγκεχείρισμαι, ἀδυνάτῳ
δέ, μὴ ἐπικουρούντων ὑμῶν
ἀντιλήψεσι, ποιμαίνειν τοῦτο καὶ
τρέφειν ἐνθέοις τισὶ καὶ
ὠφελίμοις βλαστήμασι καὶ φυλάττειν ἀβλαβὲς
καὶ ἀπήμαντον. Καὶ διὰ
τοῦτο πρεσβεύω καὶ δέομαι, ἵνα
μὴ βλάβην ταῦτα τὴν
οἱανοῦν ὑπομένοντα παρὰ τὴν
ἐμὴν ἀπειρίαν καὶ ἀτεχνίαν,
καὶ οὐκ ἀρκοῦσαν πρὸς τὸ
δεόντως νέμειν ἀδράνειαν, ὡς αὐτὸς
αὐτοῖς λυμηνάμενος ἐν ἡμέρᾳ
τῆς κρίσεως κρίνωμαι, καὶ τῶν
κλεπτόντων καὶ σφαττόντων καὶ ἀπολλύντων
Χριστοῦ τοῦ Θεοῦ τὰ πολυτίμητα πρόβατα οὐ τελευτῶσαν
ὑφέξω τὴν κόλασιν. Τὴν
γὰρ τούτων σωτηρίαν τε καὶ ἐπαύξησιν
καὶ τὴν πόαις ταῖς ἀρίσταις
κορυφουμένην πιότητα οἶδα σαφῶς καὶ
ἐπίσταμαι πρὸς τοῦ
ἀρχιποίμενος Χριστοῦ εὐθυνθησόμενος.
Ἀλλ’ εἴ τι, θεοτίμητοι,
δύνασθε, Χριστοῦ χαριζομένου τὸ δύνασθαι, βοηθεῖν
ἡμῖν ἀγωνίσασθε· ἵνα μὴ
καὐτὸς ἐγὼ καὶ τὰ Χριστοῦ ταῦτα
τὰ τιμιώτατα πρόβατα θηριάλωτοι παρὰ
τὴν ἐμὴν ἀδυναμίαν γενοίμεθα.
Τὴν
ἴσην δὲ ὑμῖν
πλουσίαν ἄγω παράκλησιν, ἵνα ἐκτενῇ
ποιῆσθε καὶ ἄπαυστον
τὴν πρὸς Θεὸν ἱκετείαν καὶ δέησιν ὑπὲρ
τῶν φιλοχρίστων καὶ γαληνοτάτων ἡμῶν
βασιλέων, τῶν θεόθεν τῆς βασιλείας λαχόντων
τοὺς οἴακας, ὅπως αὐτοῖς
ὁ φιλοικτίρμων Θεὸς καὶ
φιλάνθρωπος, ὁ καὶ δύναμιν ἔχων ἰσοσθενῆ
τῷ βουλήματι, ταῖς ὑμετέραις
θεοδέκτοις εὐχαῖς μειλιτττόμενος, ἐτῶν
μὲν πληθὺν αὐτοῖς
πολλὴν προσχαρίσηται, νίκας τε μεγίστας κατὰ
βαρβάρων δοίη καὶ τρόπαια, καὶ παίδων παισὶν
αὐτοὺς στεφανώσειε, καὶ εἰρήνῃ
θεϊκῇ χαρακώσειε, καὶ σκῆπτρα
παράσχοι κραταιὰ καὶ ἐνδύναμα, βαρβάρων μὲν ἁπάντων,
μάλιστα δὲ Σαρακηνῶν, ὀφρὺν
καταθράττοντα, τῶν δι’ ἁμαρτίας ἡμῶν
ἀδοκήτως νῦν ἡμῖν
ἐπαναστάντων, καὶ πάντα ληϊζομένων ὠμῷ
καὶ θηριώδει φρονήματι, καὶ δυσσεβεῖ
καὶ ἀθέῳ τολμήματι. Διὸ περισσῶς
τοὺς μακαρίους ὑμᾶς
ἱκετεύομεν ἐκτενεστάτας πρὸς
Χριστὸν τὰς δεήσεις ποιήσασθαι, ὅπως ταύτας εὐμενῶς
πρὸς ὑμῶν προσηκάμενος καταβάλλοι θᾶττον αὐτῶν
τὰ μανίας πλήρη φρυάγματα, καὶ εὐτελεῖς
αὐτοὺς ὑποπόδιον, καθὰ τὸ
πρότερον, τοῖς θεοσδότοις ὑμῶν
βασιλεῦσι δωρήσοιτο· ἵνα εὐημεροῖεν
μὲν αὐτοὶ οἱ τὸ ἐπὶ γῆς ἡμῶν βασιλείον ἔχοντες, πολεμικῶν
θορύβων παυσάμενοι, εὐημεροῖ δὲ
σὺν αὐτοῖς καὶ ἅπαν αὐτῶν
τὸ πολίτευμα, σκήπτροις τοῖς αὐτῶν
καρτερῶς χαρακούμενον, καὶ εἰρηνικῆς
δι’ αὐτῶν καταστάσεως τοὺς εὐφροσύνης
τοκέας δρεπόμενον βότρυας. Ἀντιβολῶ
δὲ δικαίως ὑμῶν
τὸ φιλάδελφον, Λεόντιον τὸν θεοφιλέστατον
διάκονον τῆς ἁγίας Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν ἀναστάσεως καὶ τοῦ
εὐαγοῦς ἡμῶν σεκρέτου καγκελλάριόν τε καὶ
πρωτονοτάριον, καὶ τὸν εὐλαβέστατον ἡμῶν
ἀδελφὸν Πολύευκτον, τοὺς τοῖσδε
ἡμῶν τοῖς συνοδικοῖς διακονουμένους
χαράγμασιν, εὐμενέσι προσώποις θεάσασθε, καὶ
συγκαταβάσει πρεπώδει προσδέξασθε. Τοῦτο γὰρ
ὑμῶν καὶ τὸ ἰδιώτατον πέφυκε γνώρισμα, ᾧ τοὺς
θεατὰς ὑμῶν ἀεὶ καταπλήττετε, ἐν ὕψει
τε μεγίστῳ τυγχάνοντες, καὶ μεγίστην ἐνδεδυμένοι
ταπείνωσιν. Ἀλλὰ καὶ πᾶσιν ὑμῶν τοῖς λαμπροῖς ἰδιώμασι
πνευματικῶς καὶ ἱλαρῶς δεξιώσασθε, καὶ ἐφόδια
ψυχῆς πνευματικὰ καὶ
λαμπρὰ προσχαρίσασθε, καὶ θᾶττον
πρὸς ἡμᾶς ἀντιπέμψατε γαννυμένους καὶ χαίροντας, ὅτι
τοιούτων ἱστορεῖν Βυζαντίων ἠξίωνται
πρόεδρον· χαροποιοῦντα τε ἡμῶν
τὴν εὐτέλειαν ἐν τῷ
διηγεῖσθαι κομψῶς ἡμῖν
τὰ ὑμέτερα, ῥῶσιν ψυχῆς
θεοδώρητον, καὶ ὑγείαν τοῦ σώματος θεόσδοτον, καὶ
νέμειν ποθούμενα γράμματα, τὰ πίστιν ἡμῖν
τὴν ὀρθὴν ἐκφαιδρύνοντα καὶ τὸ
ἦθος τῆς ψυχῆς
ἐκλευκαίνοντα, καὶ τὴν
ποιμαντικὴν ἡμᾶς ἐπιστήμην παιδεύοντα, καὶ θαρραλέους πρὸς
τὸ ποιμαίνειν τὰ ἐνθάδε
Χριστοῦ ποιούμενα ποίμνια. Πᾶσαν τὴν
σὺν τοῖς πανιέροις ὑμῖν
θεοφιλῆ καὶ φαιδρὰν ἀδελφότητα
πλεῖστα ἐν Χριστῷ τῷ
Θεῷ ἐγώ τε ὁ ταπεινὸς
καὶ ἐλάχιστος καὶ οἱ
σὺν ἐμοὶ πάντες ἀδελφοὶ
προσαγορεύομεν. Ἐρρώμενος ἐν Κυρίῳ
ὑπερεύχου μου, ἁγιώτατε ἀδελφέ.
ΠΗΓΗ:
Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 203-219.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου