γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Τετάρτη 18 Νοεμβρίου 2015

Της Ζ΄ Οικουμενικής Συνόδου, «Δογματικοί» Κανόνες (787 μ.Χ.)


ΕΚ ΤΩΝ ΚΑΝΟΝΩΝ
ΤΗΣ ΕΝ ΝΙΚΑΙΑ Ζ΄ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΚΑΝΟΝΕΣ
ΔΟΓΜΑΤΙΚΟΣΥΜΒΟΛΙΚΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ
 (787 μ.Χ.)

Κανὼν 1: Τοῖς τὴν ἱερατικὴν λαχοῦσιν ἀξίαν μαρτύριά τε καὶ κατορθώματα αἱ τῶν κανονικῶν διατάξεών εἰσιν ὑποτυπώσεις· ἅς ἀσμένως δεχόμενοι, μετὰ τοῦ θεοφάντορος Δαβὶδ ᾂδομεν πρὸς τὸν δεσπότην Θεόν, λέγοντες· «ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ» καὶ «ἐνετείλω δικαιοσύνην, τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, συνέτισόν με καὶ ζήσομαι»[1]. Καὶ εἰς τὸν αἰῶνα ἡ προφητικὴ φωνὴ ἐντέλλεται ἡμῖν φυλάττειν τὰ μαρτύρια τοῦ Θεοῦ καὶ ζῆν ἐν αὐτοῖς, δηλονότι ἀκράδαντα καὶ ἀσάλευτα διαμένοντα, ὅτι καὶ ὁ θεόπτης Μωϋσῆς οὕτω φησίν· «ἐν αὐτοῖς οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ’ αὐτῶν οὐκ ἔστιν ἀφελεῖν»[2]· καὶ ὁ θεῖος ἀπόστολος Πέτρος ἐν αὐτοῖς ἐγκαυχώμενος βοᾷ, «εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι»[3]· καὶ ὁ Παῦλός φησιν, «κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω»[4]. Τούτων οὖν οὕτως ὄντων καὶ διαμαρτυρουμένων ἡμῖν, ἀγαλλιώμενοι ἐπ’ αὐτοῖς ὡς εἴ τις εὕρει σκῦλα πολλά, ἀσπασίως τοὺς θείους κανόνας ἐνστερνιζόμεθαα καὶ ὁλόκληρον τὴν αὐτῶν διαταγὴν καὶ ἀσάλευτον κρατύνομεν, τῶν ἐκτεθέντων ὑπὸ τῶν ἁγίων σαλπίγγων τοῦ Πνεύματος, τῶν πανευ­φήμων Ἀποστόλων, τῶν τε ἓξ ἁγίων Οἰκουμενικῶν Συνόδων καὶ τῶν τοπικῶς συναθροισθεισῶν ἐπὶ ἐκδόσει τοιούτων διαταγμάτων [δογμάτων] καὶ τῶν ἁγίων Πατέρων ἡμῶν. Ἐξ ἑνὸς γὰρ ἅπαντες καὶ τοῦ αὐτοῦ Πνεύματος αὐγασθέντες ὥρισαν τὰ συμφέ­ροντα. Καὶ οὓς μὲν τῷ ἀναθέματι παραπέμπουσι, καὶ ἡμεῖς ἀναθεματίζομεν, οὓς δὲ τῇ καθαιρέσει, καὶ ἡμεῖς καθαιροῦμεν, οὓς δὲ τῷ ἀφορμισμῷ, καὶ ἡμεῖς ἀφορίζομεν, οὓς δὲ ἐπιτιμίῳ παραδιδόασι, καὶ ἡμεῖς ὡσαύτως ὑποβάλλομεν. «Ἀφιλάργυρος γὰρ ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν»[5], ὁ ἀναβεβηκὼς εἰς τρίτον οὐρανὸν καὶ ἀκούσας ἄῤῥητα ῥήματα, Παῦλος ὁ θεῖος ἀπόστολος, διαῤῥήδην βοᾷ[6].

Κανὼν 3: Πᾶσαν ψῆφον γινομένην παρὰ ἀρχόντων ἐπισκόπου ἢ πρεσβυτέρου ἢ διακόνου ἄκυρον μένειν κατὰ τὸν κανόνα τὸν λέγοντα «εἴ τις ἐπίσκοπος, κοσμικοῖς ἄρχουσι χρησάμενος, δι’ αὐτῶν ἐγκρατὴς ἐκκλησίας γένηται, καθαιρείσθω καὶ ἀφοριζέσθω καὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες»[7]. Δεῖ γὰρ τὸν μέλλοντα προβιβάζεσθαι εἰς ἐπισκοπὴν ὑπὸ ἐπισκόπων ψηφίζεσθαι, καθὼς παρὰ τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ ὥρισται ἐν τῷ κανόνι τῷ λέγοντι, «ἐπίσκοπον προσήκει μάλιστα μὲν ὑπὸ πάντων τῶν ἐν τῇ ἐπαρχίᾳ καθίστασθαι· εἰ δὲ δυσχερὲς εἴη τὸ τοιοῦτον, ἢ διὰ κατεπείγουσαν ἀνάγκην ἢ διὰ μῆκος ὁδοῦ, ἐξ ἅπαντος τρεῖς ἐπὶ τὸ αὐτὸ συναγο­μένους, συμψήφων γινομένων καὶ τῶν ἀπόντων καὶ συντιθεμένων διὰ γραμμάτων, τότε τὴν χειροτονίαν ποιεῖσθαι, τὸ δὲ κῦρος τῶν γινομένων δίδοσθαι καθ’ ἑκάστην ἐπαρχίαν τῷ μητροπολίτῃ»[8].
Κανὼν 5: Ἁμαρτία πρὸς θάνατόν ἐστιν, ὅταν τινὲς ἁμαρτάνοντες ἀδιόρθωτοι μένωσιν. Τὸ δὴ τούτου χεῖρον, ἐὰν καὶ τραχηλιῶντες κατεξανίστανται τῆς εὐσεβείας καὶ τῆς ἀληθείας, προτιμώμενοι τὸν Μαμωνᾶν τῆς τοῦ Θεοῦ ὑπακοῆς καὶ τῶν κανονικῶν αὐτοῦ διατάξεων μὴ ἀντεχόμενοι. Διὸ ἐν τούτοις οὐκ ἔστι Κύριος ὁ Θεός, εἰ μή που ταπεινωθέντες τοῦ ἰδίου σφάλματος ἀνανήψωσι· χρὴ γὰρ μᾶλλον αὐτοὺς προσέρχεσθαι τῷ Θεῷ καὶ μετὰ συντετριμμένης καρδίας τὴν ἄφεσιν τούτου τοῦ ἁμαρτήματος καὶ τὴν συγχώρησιν αἰτεῖσθαι, οὐχὶ ἐναβρύνεσθαι τῇ ἀθέσμῳ δόσει. «Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ»[9] ...
Κανὼν 6: Ἐπειδήπερ κανών ἐστιν ὁ λέγων, δὶς τοῦ ἔτους καθ’ ἑκάστην ἐπαρχίαν γίνεσθαι διὰ συναθροίσεως ἐπισκόπων τὰς κανονικὰς συζητήσεις· διὰ τὴν συντριβὴν καὶ τὸ ἐνδεῶς ἔχειν πρὸς ὁδοιπορίαν τοὺς συναθροιζομένους, ὥρισαν οἱ τῆς ἕκτης Συνόδου ὅσιοι Πατέρες, ἐξ ἅπαντος τρόπου καὶ προφάσεως ἅπαξ τοῦ ἐνιαυτοῦ γίνεσθαι καὶ τὰ ἐσφαλμένα διορθοῦσθαι. Τοῦτον οὖν τὸν κανόνα καὶ ἡμεῖς ἀνανεοῦμεν· καὶ εἴ τις εὑρεθῇ ἄρχων τοῦτο κωλύων, ἀφοριζέσθω. Εἰ δέ τις ἐκ τῶν μητροπολιτῶν ἀμελήσοι τοῦτο γίνεσθαι, ἐκτὸς ἀνάγκης καὶ βίας καί τινος εὐλόγου προφάσεως, τοῖς κανονικοῖς ἐπιτιμίοις ὑποκείσθω. Τῆς δὲ συνόδου γενομένης περὶ κανονικῶν καὶ εὐαγγελικῶν πραγμάτων, δεῖ τοῖς συναθροισθεῖσιν ἐπισκόποις ἐν μελέτῃ καὶ φροντίδι γίνεσθαι τοῦ φυλάττεσθαι τὰς θείας καὶ ζωοποιοὺς ἐντολὰς τοῦ Θεοῦ...[10]
Κανὼν 8: ... Εἰ δὲ ἐξ εἰλικρινοῦς πίστεως ἐπιστρέψει τις αὐτῶν (τῶν Ἑβραίων) καὶ ὁμολογήσει ἐξ ὅλης καρδίας, θριαμβεύων τὰ κατ’ αὐτοὺς ἔθη καὶ πράγματα, πρὸς τὸ καὶ ἄλλους ἐλεγχθῆναι καὶ διορθώσασθαι, τοῦτον προσ­δέ­χεσθαι καὶ βαπτίζειν καὶ τοὺς παῖδας αὐτοῦ, καὶ ἀσφαλίζεσθαι αὐτοὺς ἀποστῆναι τῶν ἑβραϊκῶν ἐπιτηδευμάτων· εἰ δὲ μὴ οὕτως ἔχοιεν, μηδαμῶς αὐτοὺς προσ­δέχεσθαι.

ΠΗΓΗ:
Ἰω. Καρμίρη, Τὰ Δογματικὰ καὶ Συμβολικὰ Μνημεῖα τῆς Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Ι, ἔκδ. β΄, ἐν Ἀθήναις 1960, σ. 249-250.





[1] Ψαλμ. 118, 14. 138. 144.
[2] Δευτ. 12,32.
[3] Α΄ Πέτρ. 1,12.
[4] Γαλ. 1,8.
[5] Ἑβρ. 13,5.
[6] Πρβλ. καὶ καν. Δ΄ Οἰκ. 1, Πενθ. 2.
[7] Ἀποστ. 30.
[8] Πρβλ. καὶ καν. Α΄ Οἰκ. 4, Ἀποστ. 1, 2, 30, 60, Λαοδ. 5, 13, Καρθ. 59, Τιμ. 7.
[9] Ψαλμ. 33,19.
[10] Πρβλ. καὶ καν. Α΄ Οἰκ. 5, Δ΄ Οἰκ. 19, Πενθ. 8, Ἀποστ. 37. 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου