ΑΝΑΘΕΜΑΤΙΣΜΟΙ
ΚΑΤΑ ΤΩΝ
ΩΡΙΓΕΝΕΙΩΝ ΔΟΞΑΣΙΩΝ
ΚΥΡΩΘΕΝΤΕΣ
ΥΠΟ ΤΗΣ ΕΝ
ΚΩΝ/ΠΟΛΕΙ Ε' ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
(553 μ.Χ.)
Τῶν
ἁγίων ρξε΄ Πατέρων τῆς ἐν
Κωνσταντινουπόλει ἁγίας πέμπτης Συνόδου κανόνες δέκα πέντε,
α΄. Εἴ
τις τὴν μυθώδη προΰπαρξιν τῶν ψυχῶν
καὶ τὴν ταύτῃ ἑπομένην
τερατώδη ἀποκατάστασιν πρεσβεύει, ἀνάθεμα ἔστω.
β΄. Εἴ
τις λέγει πάντων τῶν λογικῶν τὴν
παραγωγὴν νόας ἀσωμάτους καὶ
ἀύλους γεγονέναι δίχα παντὸς ἀριθμοῦ
καὶ ὀνόματος, ὡς ἑνάδα
πάντων τούτων γενέσθαι τῇ ταυτότητι τῆς οὐσίας
καὶ δυνάμεως καὶ ἐνεργείας
καὶ τῇ πρὸς τὸν Θεὸν Λόγον ἑνώσει τε καὶ
γνώσει, κόρον δὲ αὐτοὺς λαβεῖν τῆς
θείας θεωρίας καὶ πρὸς τὸ χειρον τραπῆναι κατὰ
τὴν ἑκάστου ἀναλογίαν τῆς
ἐπὶ τοῦτο ῥοπῆς· καὶ εἰληφέναι
σώματα λεπτομερέστερα ἢ παχύτερα, καὶ ὄνομα
κληρώσασθαι διὰ τὸ ὡς ὀνομάτων οὕτω καὶ
σωμάτων διαφορὰς εἶναι τῶν ἄνω
δυνάμεων· καὶ ἐντεῦθεν τοὺς μὲν
χερουβὶμ τοὺς δὲ σεραφὶμ τοὺς
δὲ ἀρχὰς καὶ ἐξουσίας ἢ κυριότητας ἢ
θρόνους καὶ ἀγγέλους καὶ ὅσα
ἐστὶν οὐράνια τάγματα γεγονέναι τε καὶ
ὀνομασθῆναι, ἀνάθεμα
ἔστω.
γ΄. Εἴ
τις λέγει τὸν ἥλιον καὶ τὴν
σελήνην καὶ τοὺς ἀστέρας, καὶ αὐτὰ
τῆς αὐτῆς τῶν λογικῶν ἑνάδος
ὄντα, ἐκ παρατροπῆς
τῆς ἐπὶ τὸ χεῖρον γεγονέναι τοῦτο ὅπερ
εἰσίν, ἀνάθεμα ἔστω.
δ΄. Εἴ
τις λέγει τὰ λογικὰ τὰ
τῆς θείας ἀγάπης ἀποψυγέντα
σώμασι παχυτέροις τοῖς καθ’ ἡμᾶς
ἐνδεθῆναι καὶ ἀνθρώπους
ὀνομασθῆναι, τὰ
δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλακότα
ψυχροῖς καὶ ζοφεροῖς ἐνδεθῆναι
σώμασι καὶ δαίμονας ἢ «πνευματικὰ
τῆς πονηρίας» εἶναί τε καὶ
καλεῖσθαι, ἀνάθεμα ἔστω.
ε΄. Εἴ
τις λέγει ἐξ ἀγγελικῆς καταστάσεως καὶ
ἀρχαγγελικῆς ψυχικὴν
κατάστασιν γίνεσθαι, ἐκ δὲ ψυχῆς δαιμονιώδη καὶ ἀνθρωπίνην,
ἐκ δὲ ἀνθρωπίνης ἀγγέλους πάλιν καὶ
δαίμονας γίνεσθαι, καὶ ἕκαστον τάγμα τῶν οὐρανίων
δυνάμεων ἢ ὅλον ἐκ τῶν κάτω ἢ ἐκ
τῶν ἄνω ἢ ἐκ τῶν ἄνω καὶ τῶν
κάτω συνεστηκέναι, ἀνάθεμα ἔστω.
ς΄. Εἴ
τις λέγει διττὸν πεφηνέναι τὸ γένος τῶν
δαιμόνων, συγκροτούμενον ἔκ τε ψυχῶν ἀνθρωπίνων
καὶ ἐκ κρειττόνων καταπιπτόντων εἰς τοῦτο
πνευμάτων· ἕνα δὲ νοῦν ἐκ πάσης δῆθεν ἑνάδος
τῶν λογικῶν ἀκίνητον
μεῖναι τῆς θείας ἀγάπης
καὶ θεωρίας, ὃν Χριστὸν
καὶ βασιλέα γεγονότα πάντων τῶν λογικῶν
παραγαγεῖν πᾶσαν τὴν σωματικὴν
φύσιν οὐρανόν τε καὶ γῆν
καὶ τὰ ἐν μέσῳ· καὶ
ὅτι ὁ κόσμος πρεσβύτερα τῆς ὑπάρξεως
αὐτοῦ στοιχεῖα ἔχων
ἐνυπόστατα, ξηρόν, ὑγρόν, θερμόν, ψυχρόν, καὶ
τὴν ἰδέαν πρὸς ἣν
ἀπετυπώθη, οὕτω γέγονε· καὶ
ὅτι οὐχ ἡ παναγία καὶ ὁμοούσιος
Τριὰς ἐδημιούργησε τὸν κόσμον καὶ
διὰ τοῦτό ἐστι γενητός, ἀλλ’ ὁ
νοῦς, ὅν φασι, δημιουργικὸς προϋπάρχων τοῦ
κόσμου καὶ τὸ εἶναι αὐτῷ
τῷ κόσμῳ παρέχων γενητὸν
ἀνέδειξεν, ἀνάθεμα ἔστω.
ζ΄. Εἴ
τις λέγει Χριστὸν λεγόμενον ἐν μορφῇ
Θεοῦ ὑπάρχειν καὶ πρὸ
πάντων τῶν αἰώνων ἑνωθέντα τῷ
Θεῷ Λόγῳ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν
κενῶσαι ἑαυτὸν πρὸς τὸ ἀνθρώπινον, ἐλεήσαντα τὴν
–ὥς φασιν– γενομένην πολυσχεδῆ κατάπτωσιν τῶν
τῆς αὐτῆς ἑνάδος, καὶ ἐπαναγαγεῖν
αὐτοὺς βουλόμενον διὰ πάντων γενέσθαι καὶ
σώματα διάφορα μεταμφιάσασθαι καὶ ὀνόματα
κληρώσασθαι, πάντα πᾶσι γεγενημένον, ἐν ἀγγέλοις
ἄγγελον ἀλλὰ
καὶ ἐν δυνάμεσι δύναμιν καὶ ἐν
ἄλλοις τάγμασιν ἢ εἴδεσι
τῶν λογικῶν ἁρμονίως
ἑκάστοις μεταμορφῶσθαι, εἶτα
παραπλησίως ἡμῖν μετασχηκέναι σαρκὸς καὶ
αἵματος καὶ γεγονέναι καὶ
τοῖς ἀνθρώποις ἄνθρωπον, καὶ
μὴ ὁμολογεῖ τὸν
Θεὸν Λόγον κενωθῆναί τε καὶ
ἐνανθρωπῆσαι, ἀνάθεμα
ἔστω.
η΄. Εἴ
τις μὴ λέγει τὸν Θεὸν
Λόγον τὸν ὁμοούσιον τῷ Θεῷ
καὶ Πατρὶ καὶ
ἁγίῳ Πνεύματι, τὸν σαρκωθέντα καὶ
ἐνανθρωπήσαντα, τὸν ἕνα
τῆς ἁγίας Τριάδος, κυρίως Χριστόν, ἀλλὰ
καταχρηστικῶς διὰ τὸν –ὥς φασι– κενώσαντα ἑαυτὸν
νοῦν, ὡς συνημμένον αὐτῷ
τῷ Θεῷ Λόγῳ καὶ κυρίως λεγόμενον Χριστόν, ἀλλ’ ἐκεῖνον
διὰ τοῦτον Χριστὸν καὶ
τοῦτον δι’ ἐκεῖνον
Θεόν, ἀνάθεμα ἔστω.
θ΄. Εἴ
τις λέγει ὅτι οὐχ ὁ Λόγος τοῦ Θεοῦ
σαρκωθεὶς σαρκὶ ἐμψυχωμένῃ
ψυχῇ λογικῇ καὶ
νοερᾷ κατελήλυθεν εἰς τὸν
ᾄδην καὶ πάλιν εἰς
τὸν οὐρανὸν ὁ αὐτὸς ἀναβέβηκεν, ἀλλ’ ὁ
παρ’ αὐτοῖς λεγόμενος νοῦς, ὃν
ἀσεβοῦντες λέγουσι κυρίως Χριστὸν τῇ
τῆς μονάδος γνώσει πεποιημένον, ἀνάθεμα
ἔστω.
ι΄. Εἴ
τις λέγει ὡς τὸ τοῦ Κυρίου ἐξ ἀναστάσεως
σῶμα αἰθέριόν τε καὶ σφαιροειδὲς
τῷ σχήματι, καὶ ὅτι
[τὰ] τοιαῦτα καὶ
τὰ τῶν λοιπῶν ἐξ
ἀναστάσεως ἔσται σώματα, καὶ
ὅτι αὐτοῦ τοῦ Κυρίου πρῶτον ἀποτιθεμένου
τὸ ἴδιον αὐτοῦ
σῶμα καὶ πάντων ὁμοίως
εἰς τὸ ἀνύπαρκτον χωρήσει ἡ τῶν
σωμάτων φύσις, ἀνάθεμα ἔστω.
ια΄. Εἴ
τις λέγει ὅτι ἡ μέλλουσα κρίσις ἀναίρεσιν παντελῆ
τῶν σωμάτων σημαίνει, καὶ ὅτι
τέλος ἐστὶ τοῦ μυθευομένου ἡ ἄυλος
φύσις, καὶ οὐδὲν ἐν τῷ μέλλοντι τῶν τῆς
ὕλης ὑπάρξει ἀλλὰ
γυμνὸς ὁ νοῦς, ἔστω ἀνάθεμα.
ιβ΄. Εἴ
τις λέγει ὅτι ἑνοῦνται τῷ Θεῷ
Λόγῳ οὕτως ἀπαραλλάκτως αἵ τε ἐπουράνιοι
δυνάμεις καὶ πάντες οἱ ἄνθρωποι
καὶ ὁ διάβολος καὶ τὰ
πνευματικὰ τῆς πονηρίας, ὡς αὐτὸς
ὁ νοῦς ὁ λεγόμενος παρ’ αὐτῶν
Χριστὸς καὶ ἐν μορφῇ Θεοῦ
ὑπάρχων καὶ κενώσας –ὥς
φασιν– ἑαυτόν, καὶ πέρας ἔσεσθαι
τῆς βασιλείας τοῦ Χριστοῦ,
ἀνάθεμα ἔστω.
ιγ΄. Εἴ
τις λέγει ὡς οὐδὲ μίαν παντελῶς ἕξει
ὁ Χριστὸς πρὸς
οὐδὲ ἓν τῶν λογικῶν διαφοράν, οὐδὲ
τῇ οὐσίᾳ οὐδὲ τῇ γνώσει οὐδὲ
τῇ ἐφ’ ἅπαντα δυνάμει ἢ ἐνεργείᾳ,
ἀλλὰ πάντες ἐκ δεξιῶν
ἔσονται τοῦ Θεοῦ,
καθάπερ ὁ παρ’ αὐτοῖς
Χριστός, ὡς καὶ ἐν τῇ παρ’ αὐτῶν
μυθευομένῃ προϋπάρξει ἐτύγχανον, ἀνάθεμα
ἔστω.
ιδ΄. Εἴ
τις λέγει ὅτι πάντων τῶν λογικῶν
ἑνὰς μία ἔσται τῶν
ὑποστάσεων καὶ τῶν
ἀριθμῶν συναναιρουμένων τοῖς σώμασι, καὶ
ὅτι τῇ γνώσει τῇ περὶ
τῶν λογικῶν ἕπεται
κόσμων τε φθορὰ καὶ σωμάτων ἀπόθεσις καὶ
ὀνομάτων <ἀν>αίρεσις, <καὶ>
ταυτότης ἔσται τῆς γνώσεως, καθάπερ καὶ
τῶν ὑποστάσεων, καὶ ὅτι
ἐν τῇ μυθευομένῃ ἀποκαταστάσει
ἔσονται μόνοι γυμνοὶ <οἱ
νόες>, καθάπερ καὶ ἐν τῇ παρ’ αὐτῶν
ληρωδουμένῃ προϋπάρξει ἐτύγχανον, ἀνάθεμα
ἔστω.
ιε΄. Εἴ
τις λέγει ὅτι ἡ ἀγωγὴ τῶν νοῶν ἡ αὐτὴ ἔσται τῇ προτέρᾳ,
ὅτε οὔπω ὑποβεβήκεσαν ἢ καταπεπτώκεσαν, ὡς
τὴν ἀρχὴν τὴν αὐτὴν εἶναι τῷ τέλει καὶ
τὸ τέλος τῆς ἀρχῆς
μέτρον εἶναι, ἀνάθεμα ἔστω.
ΠΗΓΗ: Ἰω.
Καρμίρη, Τὰ Δογματικὰ καὶ
Συμβολικὰ Μνημεῖα τῆς
Ὀρθοδόξου Καθολικῆς Ἐκκλησίας,
τ. Α΄, ἔκδ. β΄, ἐν Ἀθήναις
1960, σ. 198-200.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου