γαπητοί φίλοι,

Σς καλωσορίζω στό προσωπικό μου ἱστολόγιο καί σς εχομαι καλή περιήγηση. Σ’ ατό θά βρετε κείμενα θεολογικο καί πνευματικο περιεχομένου, πως κείμενα ναφερόμενα στήν πίστη καί Παράδοση τς κκλησίας, ντιαιρετικά κείμενα, κείμενα πνευματικς οκοδομς, κείμενα ναφερόμενα σέ προβληματισμούς καί ναζητήσεις τς ποχς μας καί, γενικά, διάφορα στοιχεα πό τήν πίστη καί ζωή τς ρθόδοξης κκλησίας.

Εχομαι τά κείμενα ατά καί κάθε νάρτηση σ’ ατό τό ἱστολόγιο νά φανον χρήσιμα σέ σους νδιαφέρονται, νά προβληματίσουν θετικά, νά φυπνίσουν καί νά οκοδομήσουν πνευματικά.

ελογία καί Χάρις το Κυρίου νά εναι πάντοτε μαζί σας.

Μετά τιμς καί γάπης.

π. Σωτήριος θανασούλιας

φημέριος Μητροπολιτικο ερο Ναο γίου Βασιλείου Τριπόλεως.

Πέμπτη 24 Αυγούστου 2017

Τόμος Πατριαρχικός καί Συνοδικός Περί Ορθοδόξου Διασποράς (8/3/1908)


ΤΟΜΟΣ ΠΑΤΡΙΑΡΧΙΚΟΣ ΚΑΙ ΣΥΝΟΔΙΚΟΣ
ΠΕΡΙ
ΤΩΝ ΕΝ ΤΗ ΔΙΑΣΠΟΡΑ ΟΡΘΟΔΟΞΩΝ ΕΛΛΗΝΙΚΩΝ ΕΚΚΛΗΣΙΩΝ
(8ης ΜΑΡΤΙΟΥ 1908)

† ΙΩΑΚΕΙΜ
Ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Νέας Ῥώμης
καὶ Οἰκουμενικὸς Πατριάρχης.

Ἀριθμ. Πρωτ. 2388.

Ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος καταυγασθέντες οἱ τῆς Ἐκκλησίας θεοφόροι πατέρες καὶ θεοῤῥήμονες διδάσκαλοι, πίστει μὲν τῇ ἑαυτῶν καὶ τῇ διδασκαλίᾳ ὥσπερ ἀστέρες πολύφωτοι τὸ νοητὸν ἐλάμπρυναν τῆς Ἐκκλησίας στερέωμα, θεσμοῖς δὲ καὶ κανόσι πανσόφως καὶ τὴν συνέχουσαν τάξιν ἐν τοῖς ἐκκλησιαστικοῖς ὑπετυπώσαντο, πάντα πρὸς τὸ πρέπον καὶ τὸ συμφέρον, ἐπὶ τῷ τεθειμένῳ θεμελίῳ τῶν Ἀποστόλων, ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, διαταξάμενοι. Διὰ τοῦτο δὲ καὶ ὅσα περὶ τὴν τάξιν καὶ τὴν διοίκησιν ἡμῖν ἐν τοῖς ἐκκλησιαστικοῖς οἱ μακάριοι πατέρες ἐθεσπίσαντο καὶ ἐνομοθέτησαν, καὶ ταῦτα οὐχ ἧσσον ἐνστερνιζόμεθα καὶ εὐλαβούμεθα καὶ εἰς τὸν αἰῶνα ἀκράδαντα καὶ ἀσάλευτα παραμένειν βουλόμεθα, πανταχοῦ τοῖς πατρικοῖς ὅροις ἑπόμενοι καὶ τούτοις ὡς στάθμη καὶ γνώμονι, ἀσφαλεῖ χρώμενοι καὶ καθοδηγούμενοι. Ἐν οἷς ἐστι καὶ τὰ εἰς τὴν πνευματικὴν προστασίαν τῶν κατὰ τόπους παροικιῶν ἀφορῶντα. Κἄν τούτοις γὰρ οὐκ εἰκῇ καὶ ὡς ἔτυχεν, ἀλλὰ κατὰ τὴν ὑπὸ τῶν πατέρων ὑποτυπωθεῖσαν τάξιν καὶ ἁρμονίαν προβαίνομεν καὶ πρὸς αὐτὴν τὰ ἐπερχόμενα συμβιβάζομεν, τὸν κρίκον τῆς ἁρμονίας καὶ τῆς ἑνότητος εὐκαίρως μὲν καὶ εὐλόγως, εἴ που δεήσειεν, ἐπεκτείνοντες ἢ πρὸς τὰς ἀνάγκας ῥυθμίζοντες, ἀλλ’ οὐ μέντοι ῥηγνῦντες ἢ συγχέοντες. Οὐ γὰρ προσθήκαις ἀντιβαινούσαις νεωτεριστικῶς τὰ παραδεδομένα καὶ σεμνὰ θέσμια καταλύομεν, ἀλλὰ διατάξεσι συμφώνοις ἐναρμονίως τὰς ἐπιγιγνομένας ἀνάγκας πρὸς τὴν κανονικὴν τάξιν συμβιβάζομεν καὶ θεραπεύομεν, τὸν δεσμὸν τῆς ἁρμονίας καὶ τῆς ἑνότητος ἐπὶ μᾶλλον κρατύνοντες καὶ προβιβάζοντες. Ὡς δὴ καὶ νῦν ποιοῦμεν διὰ τοῦ παρόντος ἡμετέρου πατριαρχικοῦ καὶ συνοδικοῦ Τόμου περὶ τῶν ἔξω τῶν καθωρισμένων ὁρίων τῶν ἐπὶ μέρους αὐτοκεφάλων ἐκκλησιαστικῶν περιφερειῶν διεσπαρμένων ἐν Εὐρώπῃ τε καὶ Ἀμερικῇ καὶ ταῖς λοιπαῖς χώραις ὀρθοδόξων ἑλληνικῶν Ἐκκλησιῶν, ὧν ἄχρι τοῦδε ἀσταθὴς καὶ ἀκαθόριστος ἐτύγχανεν ἡ τάξις μίας κανονικῆς πνευματικῆς ἀρχῆς. Εἰ καὶ καλῶς γὰρ κατὰ τὰ ἄλλα αἱ εἰρήμεναι Ἐκκλησίαι τὰ ἑαυτῶν εὐθὺς ἀπ’ ἀρχῆς ῥυθμῖσαι καὶ διατάξασθαι ἐφιλοτιμήθησαν, τὴν εὐσέβειάν τε καὶ τὴν κατὰ τὴν λατρείαν εὐταξίαν καὶ τὴν πνευματικὴν δὲ ἑνότητα ζηλωτῶς ἐν τῇ ξένῃ καὶ ἀπαραμειώτως περιέσωσαν καὶ διεφύλαξαν, ὅμως διὰ τὸν τρόπον τῆς ἑαυτῶν γενέσεως καὶ συστάσεως, ὡς οὐκ ἀπὸ ἀρχῆς τίνος δηλονοῦν ἐκκλησιαστικῆς ἢ πολιτικῆς, οὐδὲ κατὰ σύστημά τι οὐδὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ τὴν σύστασιν σχοῦσαι, ἀλλ’ αὐτομάτως ὡς εἰπεῖν καὶ ἀπὸ ἰδιωτικῆς ὅλως πρωτοβουλίας καὶ ἐκ παροίκων καὶ μεταναστῶν διαφόρων προελεύσεων προελθοῦσαι καὶ συγκροτηθεῖσαι, πολλὴν τέως διὰ τὰς αἰτίας ταύτας ἐνέφαινον τὴν ἀνωμαλίαν καὶ ἀστάθειαν ὅσον γε εἰς τὴν ἑνότητα τῆς κανονικῆς αὐτῶν ἐξαρτήσεως. Ἀνεξάρτητοι γὰρ καὶ αὐτοδιοίκητοι ἐν τῇ ἐσωτερικῇ αὐτῶν διοικήσει πᾶσαι οὖσαι, αἳ μὲν αὐτῶν ὡς ἐκκλησιαστικὴν ἑαυτῶν ἀρχὴν τὸν καθ’ ἡμᾶς ἀνεγνώριζον Ἁγιώτατον Ἀποστολικὸν καὶ Πατριαρχικὸν Οἰκουμενικὸν Θρόνον, πρὸς αὐτὸν ἀνέκαθεν τὴν ἀναφορὰν αὐτῶν ἔχουσαι, τοῦ Πατριαρχικοῦ τε ὀνόματος ἐν ταῖς ἱεροτελεστίαις μνημονεύουσαι, παρ’ αὐτοῦ τε τὸ ἅγιον Μύρον καὶ τοὺς ἱερεῖς αὐτῶν λαμβάνουσαι. Ἄλλαι δ’ ὅμως, μετὰ τήν τοῦ θεοφρουρήτου Βασιλείου τῆς Ἑλλάδος σύστασιν, στενότερους ἔχουσαι πρὸς αὐτὸ τοὺς δεσμοὺς καὶ τὴν συνάφειαν διὰ τὴν ἐκεῖθεν τῶν πλειόνων αὐτῶν μελῶν προέλευσιν καὶ τὴν ἄλλην ἐπικοινωνίαν, ἤρξαντο διὰ τὸν λόγον τοῦτον καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς ὡς ἀρχὴν αὐτῶν πνευματικὴν τήν του θεοσωστοῦ Βασιλείου Ἱερὰν Σύνοδον ἀναγνωρίζουσαι καὶ πρὸς ταύτην τὴν ἀναφορὰν αὐτῶν ἔχουσαι. Ἔνιαι δὲ οὐδὲ σταθερὰ ὅλως τὰ τοῦ σημείου τούτου εἶχον τῆς πνευματικῆς ἐξαρτήσεως, ἀλλ’ ἄλλοτε ἄλλως ἐν τούτῳ ἐπολιτεύοντο, ὅτε μὲν πρὸς τὸν καθ’ ἡμᾶς Πατριαρχικὸν Θρόνον, ὅτε δὲ πρὸς τὴν Ἱερὰν Σύνοδον τῆς Ἑλλάδος, ἔστι δ’ ὅτε καὶ πρὸς ἄλλους Πατριαρχικοὺς Θρόνους ἀναφερόμεναι. Ἐπειδὴ δὲ οὕτως ἀνωμάλως καὶ ἀορίστως ἐχόντων τῶν τῆς πνευματικῆς ἐξαρτήσεως τῶν εἰρήμενων ἐκκλησιῶν, παρεβιάζετο μὲν προφανῶς ἡ κανονικὴ τάξις· εὔδηλον γὰρ ὅτι οὔτε ἡ ὑπὸ τοῦ καθ’ ἡμᾶς Πατριαρχικοῦ Θρόνου εἰς τὸ αὐτοκέφαλον ἀναχθεῖσα μετὰ καθωρισμένων ὁρίων ἁγιωτάτη Ἐκκλησία τῆς Ἑλλάδος οὔτε ἄλλη τις Ἐκκλησία ἢ θρόνος ἠδύνατο δήπου κανονικῶς πέραν τῶν ὁρίων τῆς οἰκείας περιφερείας ἐπεκτεῖναι τὴν ἑαυτοῦ ἐξουσίαν, πλήν γε τοῦ καθ’ ἡμᾶς Ἁγιωτάτου Ἀποστολικοῦ καὶ Πατριαρχικοῦ Οἰκουμενικοῦ Θρόνου, ἀπό τε τοῦ κεχορηγημένου αὐτῷ προνομίου τοῦ χειροτονεῖν τοὺς ἐν τοῖς βαρβαρικοῖς καὶ πέραν δηλονοῦν τῶν καθορισμένων ἐκκλησιαστικῶν περιφερειῶν ἐπισκόπους καὶ ἀπὸ τῶν ἑαυτοῦ πρεσβείων εὐλόγως δικαιουμένου τὴν ὑστάτην ἀσκεῖν ἐπὶ τῶν εἰρήμενων ἐν τῇ ξένῃ ἐκκλησιῶν πνευματικὴν προστασίαν, ἐπειδή, φαμέν, ἐκ τῆς ἀνωμαλίας ταύτης παρεβιάζετο μὲν ἡ κανονικὴ τάξις, οὐ μικραὶ δὲ ἐσχάτως μάλιστα διὰ τὴν ἀοριστίαν ἤρξαντο προερχόμεναι καὶ ἄλλαι δυσχέρειαι πολλῶν ἐν διαφόροις κοινότησι τῇ ἀοριστίᾳ καὶ ὡς εἰπεῖν ἐλευθερίᾳ ταύτῃ εἰς ἐπίτευξιν χρωμένων σκοπῶν οὐ ζηλωτῶν, ἐπὶ βλάβῃ τῆς συμπνοίας καὶ τῆς ἑνότητος καὶ τοῦ κοινοῦ συμφέροντος, ἀνάγκη διὰ ταῦτα, ὡς εἰκός, παρίστατο ταχέως τὴν προσήκουσαν ἐπενεγκεῖν τῷ πράγματι διόρθωσιν, ἐπ’ ἀναστηλώσει τε τῆς κανονικῆς εὐταξίας καὶ προλήψει τῶν οἱωνδήποτε προστρίβων καὶ συγκρούσεων καὶ ἐπ’ ἀγαθῷ τῶν παροικιῶν αὐτῶν, ὧν ἡ κατὰ πάντα εὐστάθεια οὐ μικρόν τι ὑπάρχει καὶ ἀδιάφορον τῇ γε μητρικῇ περὶ αὐτῶν ἐκκλησιαστικῇ μερίμνῃ. Ἔνθεν τοι καὶ ἱκανῶν ἐσχάτως μάλιστα μεταξὺ τοῦ καθ’ ἡμᾶς Ἁγιωτάτου Πατριαρχικοῦ Θρόνου καὶ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος περὶ τούτου ἀνταλλαγέντων καὶ πολλῆς ἀμφοτέρωθεν ἐπιδειχθείσης τῆς ἐνθέρμου ἐφέσεως πρὸς τὴν κατὰ τὸ πρέπον καὶ τὰς νῦν ἀνάγκας ταχίστην τοῦ πράγματος ἐν ἀδελφικῇ ἀγάπῃ διευθέτησιν, ἡ Μετριότης ἡμῶν μετὰ τῶν περὶ ἡμᾶς ἱερωτάτων Μητροπολιτῶν καὶ ὑπερτίμων τῶν ἐν Ἁγίῳ Πνεύματι ἀγαπητῶν ἡμῖν ἀδελφῶν καὶ συλλειτουργῶν, διασκεψάμενοι συνοδικῶς καὶ τὸν τρόπον ἐκζητήσαντες ὅπως ἥ τε κανονικὴ τάξις ἀλώβητος περὶ τὴν πνευματικὴν ἐξάρτησιν τῶν εἰρήμενων ἐκκλησιῶν τηρηθείη καὶ αὐταὶ δὲ ὡς οἰόν τε τελεσφόρου καὶ σωστικῆς ἐκκλησιαστικῆς προνοίας καὶ προστασίας διαρκῶς τυγχάνοιεν, ἔγνωμεν καὶ ὡρίσαμεν τῇ χάριτι καὶ εὐδοκίᾳ τοῦ Παναγίου καὶ Τελεταρχικοῦ Πνεύματος τὰ ἀκόλουθα: Ὥσπερ δηλονοῦν εἰς τὴν τοῦ βιοτικοῦ πολιτεύματος καιρικὴν χρείαν τοῦ θεοφρουρήτου Βασιλείου τῆς Ἑλλάδος ἀφορῶσα ἡ καθ’ ἡμᾶς Μεγάλη τοῦ Χριστοῦ Ἐκκλησία, ἀπλέτῳ πόθῳ καὶ διαπύρῳ ἀγάπῃ τὸ αὐτοκέφαλον κανονικῶς ἐδωρήσατο πρότερον τῇ τοῦ Βασιλείου τούτου ἁγιωτάτῃ Ἐκκλησίᾳ καὶ ὑπὸ ἰδίαν κατέστησεν Ἐκκλησιαστικὴν ἀρχήν, τὴν Ἱερὰν Σύνοδον τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, οὕτω καὶ νῦν διὰ τοὺς προεκτεθέντας λόγους, προνοοῦσα περὶ τῆς καλῆς διοικήσεως, ἐκχωρεῖ τῇ αὐτῇ Ἐκκλησίᾳ, ὡς θυγατρὶ πεφιλημένῃ καὶ τὸ ἐμπιστευόμενον αὐτῇ τάλαντον θεοφιλῶς πολλαπλασιάσαι δυναμένη ἐπ’ ἀγαθῷ τοῦ χριστωνύμου λαοῦ, καὶ τὸ κανονικὸν κυριαρχικὸν τῆς πνευματικῆς προστασίας καὶ ἐποπτείας δικαίωμα ἐπὶ πασῶν τῶν ἐν τῇ διασπορᾷ, ἔν τε Εὐρώπῃ καὶ Ἀμερικῇ καὶ ταῖς λοιπαῖς χώραις, ὀρθοδόξων ἑλληνικῶν ἐκκλησιῶν, πλὴν μόνης τῆς ὀρθοδόξου Ἑλληνικῆς Ἐκκλησίας Βενετίας, διὰ τοὺς ἰδιαιτέρους αὐτῆς ἱστορικοὺς δεσμοὺς μενούσης, ὡς καὶ πρότερον, ὑπὸ τὴν κανονικὴν ἐξάρτησιν τοῦ καθ’ ἡμᾶς Ἁγιωτάτου Πατριαρχικοῦ Οἰκουμενικοῦ Θρόνου, ὑπὸ τὴν πολιτικὴν δὲ προστασίαν τῆς Αὐτοῦ Μεγαλειότητος τοῦ Βασιλέως τῶν Ἑλλήνων, ἐκχωρεῖ δὲ αὐτὸ ὑπὸ τοὺς ἑξῆς ἐκκλησιαστικοὺς ὅρους. Α) Πρὸς πνευματικὴν ἐποπτείαν καὶ διακυβέρνησιν τῶν ἐκκλησιῶν τούτων διορίζεται ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος ἀρχιερεύς, καθῆκον ἔχων τὴν τακτικήν, κατὰ καιροὺς ἐπίσκεψιν μιᾶς ἑκάστης τῶν ἐκκλησιῶν τούτων. Β) Ὁ πρὸς τὴν πνευματικὴν ταύτην ἐποπτείαν καὶ ἐπίσκεψιν τῶν εἰρήμενων ἐκκλησιῶν διοριζόμενος ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος Ἀρχιερεύς, ὅστις δύναται εἶναι καὶ λαμβάνεσθαι καὶ ἐκ τῶν Ἀρχιερέων τοῦ καθ’ ἡμᾶς Ἁγιωτάτου Πατριαρχικοῦ Οἰκουμενικοῦ Θρόνου, ἀπολυόμενος ὑπ’ αὐτοῦ, ὀφείλει παραγίνεσθαι ἑκάστοτε εἰς Κωνσταντινούπολιν καὶ λαμβάνειν τὴν ἐπευλογίαν τοῦ Οἰκουμενικοῦ Πατριάρχου, πρὸς δὲ καὶ τὸ διὰ τὰς ἐκκλησίας ταύτας Ἅγιον Μύρον. Γ) Ἐν πάσαις ταῖς ἱεραῖς ἐκκλησίαις ταύταις κατὰ τὴν θείαν λειτουργίαν ὀφείλει μνημονεύεσθαι ἐκφώνως τὸ ὄνομα τοῦ Οἰκουμενικοῦ Πατριάρχου ἐν τοῖς διπτύχοις κατὰ τὴν ἑξῆς τάξιν. Εἰ μὲν λειτουργεῖ ἀρχιερεύς, μνημονεύει οὗτος εἰς τὸ «Ἐν πρώτοις μνήσθητι» τῆς Ἱερᾶς Συνόδου τῆς Ἑλλάδος, οἱ δὲ συλλειτουργουντες ἱερεῖς μνημονεύουσι τοῦ λειτουργοῦντος ἀρχιερέως καὶ ὁ διάκονος ἔξωθεν ἀπαγγέλλει τὸ ὄνομα τοῦ Οἰκουμενικοῦ Πατριάρχου, ἐκφωνῶν τὸ «(τοῦ δεῖνος) τοῦ Παναγιωτάτου καὶ Οἰκουμενικοῦ Πατριάρχου πολλὰ τὰ ἔτη». Εἰ δὲ οὐκ ἔστι λειτουργὸς ἀρχιερεύς, τὸ μὲν μνημόσυνον τῆς Ἱερᾶς Συνόδου τῆς Ἑλλάδος γίνεται ὑπὸ τοῦ λειτουργοῦντος ἱερέως, ὁ δὲ Πατριαρχικὸς πολυχρονισμὸς ἐκφωνεῖται ἔξωθεν ὑπὸ τοῦ διακόνου. Εἰ δὲ καὶ διάκονος οὐκ ἔστι, τό τε μνημόσυνον καὶ τὸν Πατριαρχικὸν πολυχρονισμὸν ἐκφωνεῖ ἀπὸ τοῦ ἱεροῦ βήματος ὁ λειτουργῶν ἱερεὺς κατὰ τὴν ἀνωτέρω τάξιν. Δ) Ἑκάστης παροικίας ἐλευθέρας οὔσης ἐκλέγειν καὶ προσλαμβάνειν, ὥσπερ πρότερον, ὁθενδήποτε τοὺς ἱερεῖς αὐτῆς ἢ ζητεῖν αὐτοὺς παρὰ τοῦ Σεβασμιωτάτου Μητροπολίτου Ἀθηνῶν, ὁ κανονικὸς διορισμὸς πάντων τῶν ἱερέων τούτων ὀφείλει γίγνεσθαι ὑπὸ τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος. Διὸ καὶ οἱ ὁθενδήποτε καὶ ἐξ οἱουδήποτε ἐκκλησιαστικοῦ κλίματος προσκαλούμενοι ὑπὸ τῶν παροικιῶν ἱερεῖς ὀφείλουσι, λαμβάνοντες ἀπολυτήριον ἀπὸ τῆς οἰκείας ἐκκλησιαστικῆς ἀρχῆς, ἐφοδιάζεσθαι παρὰ τῆς Ἱερᾶς Συνόδου τοῦ Βασιλείου διὰ τοῦ ἐγγράφου τοῦ διορισμου αὐτῶν. Ε) Πᾶσαι αἱ ἐν τῇ διασπορᾷ ἐκκλησίαι, εἰς ἔνδειξιν τῆς πρὸς τὴν καθ’ ἡμᾶς Μεγάλην τοῦ Χριστοῦ Ἐκκλησίαν συναφείας καὶ ἑνότητος καὶ τῆς υἱϊκῆς αὐτῶν στοργῆς ὀφείλουσι καταβάλλειν κατ’ ἔτος ὑπὲρ τῶν ἀναγκῶν αὐτῆς ποσόν τι, ὁριζόμενον ὑφ’ ἑκάστης κατὰ τὴν ἰδίαν αὐτῆς προαίρεσιν. Ταῦτα οὕτω συνοδικῶς ἐν ἁγίῳ Πνεύματι ἀποφηνάμενοι καὶ ὁρίσαντες περὶ τῶν εἰρημένων ἐν τῇ διασπορᾷ ὀρθοδόξων Ἑλληνικῶν Ἐκκλησιῶν, εἰς μόνιμον ἀσφάλειαν αὐτῶν καὶ ἀπαρέγκλιτον τήρησιν κατοχυρούμεθα αὐτὰ διὰ τοῦ παρόντος ἡμετέρου Πατριαρχικοῦ καὶ Συνοδικοῦ Τόμου, οὗ ἀντίγραφον κατεστρώθη καὶ ἐν τῷ ἱερῷ κώδικι τῆς καθ’ ἡμᾶς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας. Ὁ δὲ Θεὸς πάσης χάριτος ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ἀδιάπτωτον μὲν καὶ ἀδιάσπαστον φυλάξαι πάντοτε ἐν τῇ Ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ τὸν δεσμὸν τῆς ἀγάπης καὶ τῆς ἑνότητος, αὐτὸς δὲ καὶ τὰς εἰρημένας ἐν τῇ διασπορᾷ ὀρθοδόξους ἐκκλησίας καταρτίσαι, στηρίξαι, σθενώσαι, θεμελιώσαι ἐν τῇ πίστει καὶ τοῖς ἁγίοις αὐτοῦ παραγγέλμασιν. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν ἔτει σωτηρίῳ ֽαϞη΄. Μαρτίου ιη΄ ἐπινεμήσεως ς΄.

Ἰωακείμ,
ἐλέῳ Θεοῦ Ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Νέας Ῥώμης
καὶ Οἰκουμενικὸς Πατριάρχης.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου